Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In epistulam ad Hebraeos
John ChrysostomHebr 8 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
8.0.1
Πᾶς γὰρ ἀρχιερεὺς ἐξ ἀνθρώπων λαμβανόμενος, ὑπὲρ ἀνθρώπων καθίσταται τὰ πρὸς τὸν Θεὸν, ἵνα προσφέρῃ δῶρά τε καὶ θυσίας ὑπὲρ ἁμαρτιῶν, μετριοπαθεῖν δυνάμενος τοῖς ἀγνοοῦσι καὶ πλανωμένοις, ἐπεὶ καὶ αὐτὸς περίκειται ἀσθένειαν· καὶ διὰ ταύτην ὀφείλει, καθὼς περὶ τοῦ λαοῦ, οὕτω καὶ περὶ ἑαυτοῦ προσφέρειν ὑπὲρ ἁμαρτιῶν.
8.1.1
Θέλει δεῖξαι λοιπὸν ὁ μακάριος Παῦλος, ὅτι πολλῷ βελτίων ἡ Διαθήκη αὕτη τῆς παλαιᾶς· ποιεῖ δὲ τοῦτο, πόῤῥωθεν προκαταβάλλων τοὺς λογισμούς. Ἐπειδὴ γὰρ οὐδὲν ἦν σωματικὸν, ἢ φανταστικὸν, οἷον, οὐ ναὸς, οὐχ ἅγια ἁγίων, οὐχ ἱερεὺς τοσαύτην ἔχων κατασκευὴν, οὐ παρατηρήσεις νομικαὶ, ἀλλ' ὑψηλότερα καὶ τελειότερα πάντα, καὶ οὐδὲν τῶν σωματικῶν, τὸ δὲ πᾶν ἐν τοῖς πνευματικοῖς ἦν, οὐχ οὕτω δὲ τὰ πνευματικὰ τοὺς ἀσθενεστέρους ἐπήγετο, ὡς τὰ σωματικά· τούτου χάριν τοῦτον ὅλον κινεῖ τὸν λόγον. Καὶ θέα τὴν σύνεσιν· ἀπὸ τοῦ ἱερέως πρώτου ποιεῖται τὴν ἀρχὴν, καὶ συνεχῶς αὐτὸν ἀρχιερέα καλεῖ, καὶ ἀπ' αὐτοῦ πρῶτον δείκνυσι τὴν διαφοράν. Διὰ τοῦτο ὁρίζεται πρῶτον τί ἐστιν ἱερεὺς, καὶ δείκνυσι τίνα ἔχει ἱερέως, καὶ τίνα σύμβολα γίνεται ἱερωσύνης· καὶ ἐπείπερ ἀντέπιπτεν αὐτῷ, ὅτι οὐδὲ εὐγενὴς ἦν, οὔτε ἐκ φυλῆς ἦν ἱερατικῆς, οὔτε ἐπὶ τῆς γῆς ἱερεὺς, εἰκὸς δὲ ἦν διὰ τοῦτό τινας εἰπεῖν, Πῶς οὖν ἱερεὺς οὗτος; ὅπερ ἐν τῇ πρὸς Ῥωμαίους Ἐπιστολῇ, τοῦτο καὶ νῦν ποιεῖ. Ἀπίθανον γὰρ λόγον λαβὼν, εἰ πίστις ἐργάζεται τοῦτο ὅπερ οὐκ ἴσχυσεν ὁ τοῦ νόμου πόνος καὶ ὁ τῆς πολιτείας ἱδρὼς, καὶ θέλων δεῖξαι ὅτι τὸ δοκοῦν ἀδύνατον γέγονε καὶ κατώρθωται, κατέφυγεν ἐπὶ τὸν πατριάρχην, καὶ εἰς ἐκεῖνον τὸν χρόνον τὸ πᾶν ἀνήγαγεν. Οὕτω δὴ καὶ ἐνταῦθα τέμνει τῆς ἱερωσύνης τὴν ἑτέραν ὁδὸν, ἀπὸ τῶν φθασάντων αὐτὴν προτιθείς. Καὶ καθάπερ ἐπὶ τῆς κολάσεως οὐ τὴν γέενναν παραφέρει μόνον, ἀλλὰ καὶ τὰ ἐπὶ τῶν πατέρων συμβάντα· οὕτω δὴ καὶ ἐνταῦθα· πρῶτον ἀπὸ τῶν παρόντων τοῦτο βεβαιοῦται. Ἔδει μὲν γὰρ ἀπὸ 63. 68 τῶν οὐρανίων τὰ ἐπίγεια πιστοῦσθαι, ἀλλ' ὅταν ἀσθενεῖς ὦσιν οἱ ἀκούοντες, τὸ ἐναντίον γίνεται. Τέως οὖν ἃ κοινά ἐστι, τίθησι πρῶτα, καὶ τότε δείκνυσιν ὅ τι ὑπερέχει. Ἡ γὰρ κατὰ σύγκρισιν ὑπεροχὴ οὕτω γίνεται, ὅταν ἐν μὲν τοῖς κοινωνῇ, ἐν δὲ τοῖς ὑπερέχῃ· εἰ δὲ μὴ, οὐκέτι κατὰ σύγκρισιν γίνεται. Πᾶς γὰρ ἀρχιερεὺς ἐξ ἀνθρώπων λαμβανόμενος. Τοῦτο κοινὸν τῷ Χριστῷ. Ὑπὲρ ἀνθρώπων καθίσταται τὰ πρὸς τὸν Θεόν. Καὶ τοῦτο κοινόν. Ἵνα προσφέρῃ δῶρά τε καὶ θυσίας ὑπὲρ τοῦ λαοῦ. Καὶ τοῦτο, οὐχ ὅλον δέ· τὰ δὲ λειπόμενα, οὐκέτι. Μετριοπαθεῖν δυνάμενος τοῖς ἀγνοοῦσι καὶ πλανωμένοις. Ἐνταῦθα λοιπὸν ἡ ὑπεροχή. Ἐπεὶ καὶ αὐτὸς περίκειται ἀσθένειαν, καὶ διὰ ταύτην ὀφείλει, καθὼς περὶ τοῦ λαοῦ, οὕτω καὶ περὶ ἑαυτοῦ προσφέρειν ὑπὲρ ἁμαρτιῶν. Εἶτα καὶ ἄλλο προστίθησιν· Ὅτι ὑφ' ἑτέρου γίνεται, καὶ ὅτι οὐκ αὐτὸς ἐπιπηδᾷ. Καὶ τοῦτο κοινόν. Καὶ οὐχ ἑαυτῷ τις λαμβάνει τὴν τιμὴν, ἀλλὰ καλούμενος ὑπὸ τοῦ Θεοῦ, καθὼς καὶ Ἀαρών. Ἐνταῦθα ἕτερόν τι πάλιν θεραπεύει, δεικνὺς ὅτι ἀπὸ τοῦ Θεοῦ ἀπέσταλται. Ὃ ἄνω καὶ κάτω Ἰουδαίοις διαλεγόμενος ἔλεγεν ὁ Χριστός· Ὁ πέμψας με μείζων μού ἐστι, καὶ Ἀπ' ἐμαυτοῦ οὐκ ἐλήλυθα. Ἐνταῦθά μοι δοκεῖ καὶ τῶν Ἰουδαίων αἰνίττεσθαι τοὺς ἱερέας, ὡς οὐκ ὄντας ἱερέας, τοὺς ἐπιπηδῶντας, καὶ τὸν νόμον τῆς ἱερωσύνης παραφθείροντας. Οὕτω καὶ ὁ Χριστὸς οὐχ ἑαυτὸν ἐδόξασε γενηθῆναι ἀρχιερέα. Ποῦ οὖν ἐχειροτονήθη, φησίν; Ὁ γὰρ Ἀαρὼν ἐχειροτονήθη πολλάκις, ὡς ἐπὶ τῆς ῥάβδου, καὶ ὅτε τὸ πῦρ κατῆλθε καὶ ἠφάνισε τοὺς ἐπιπηδῶντας τῇ ἱερωσύνῃ· ἐνταῦθα δὲ τοὐναντίον, οὐ μόνον οὐδὲν ἔπαθον, ἀλλὰ καὶ εὐδοκιμοῦσι. Πόθεν οὖν; Ἀπὸ τῆς προφητείας τοῦτο δείκνυσιν. Οὐδὲν ἔχει αἰσθητὸν, οὐδὲν ὁρατόν. Διὰ τοῦτο ἀπὸ προφητείας, ἀπὸ τῶν μελλόντων ἰσχυρίζεται· Ἀλλ' ὁ λαλήσας, φησὶ, πρὸς αὐτὸν, Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε. Τί πρὸς τὸν Υἱὸν τοῦτο; Ναὶ, φησὶ, τοῦτο πρὸς τὸν Υἱὸν εἴρηται. Τί δαὶ συμβάλλεται τὸ 63. 69 τοιοῦτον πρὸς τὸ ζητούμενον; Καὶ πάνυ γε· προκατασκευὴ γάρ ἐστι τοῦ ὑπὸ Θεοῦ χειροτονηθῆναι. Καθὼς καὶ ἐν ἑτέρῳ λέγει, Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέχ. Πρὸς τίνα δὲ εἴρηται τοῦτο; τίς ἐστι κατὰ τὴν τάξιν Μελχισεδέχ; Οὐδεὶς ἕτερος ἢ οὗτος· πάντες γὰρ ὑπὸ τὸν νόμον ἦσαν, πάντες ἐσαββάτιζον, πάντες περιετέμνοντο· οὐδένα ἂν ἔχοι τις ἕτερον, φησὶ, δεῖξαι. Ὃς ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ δεήσεις τε καὶ ἱκετηρίας πρὸς τὸν δυνάμενον σώζειν αὐτὸν ἐκ θανάτου, μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων προσενέγκας, καὶ εἰσακουσθεὶς ἀπὸ τῆς εὐλαβείας. Καίπερ ὢν Υἱὸς, ἔμαθεν ἀφ' ὧν ἔπαθε τὴν ὑπακοήν. Ὁρᾷς ὅτι οὐδὲν ἄλλο ποιεῖ; ἢ τὸ κηδεμονικὸν παρίστησι καὶ τῆς ἀγάπης τὴν ὑπερβολήν; Τί γὰρ βούλεται τὸ, Μετὰ κραυγῆς ἰσχυρᾶς, οὐδαμοῦ τοῦτο τὸ Εὐαγγέλιόν φησιν, οὐδ' ὅτι ἐδάκρυσεν εὐχόμενος, οὐδ' ὅτι κραυγὴν ἀφῆκεν. Ὁρᾷς ὅτι συγκατάβασις ἦν; Οὐ γὰρ ἐνῆν εἰπεῖν ὅτι ηὔξατο, ἀλλὰ καὶ μετὰ κραυγῆς ἰσχυρᾶς. Καὶ εἰσακουσθεὶς, φησὶν, ἀπὸ τῆς εὐλαβείας. Καίπερ ὢν Υἱὸς, ἔμαθεν ἀφ' ὧν ἔπαθε τὴν ὑπακοήν· καὶ τελειωθεὶς ἐγένετο πᾶσι τοῖς ὑπακούουσιν αὐτῷ αἴτιος σωτηρίας αἰωνίου, προσαγορευθεὶς ἀπὸ τοῦ Θεοῦ ἀρχιερεὺς κατὰ τὴν τάξιν Μελχισεδέχ. Ἔστω μετὰ κραυγῆς· διὰ τί καὶ ἰσχυρᾶς; Καὶ μετὰ δακρύων προσενέγκας, φησὶ, καὶ εἰσακουσθεὶς ἀπὸ τῆς εὐλαβείας. Αἰσχυνέσθωσαν αἱρετικοὶ ἀθετοῦντες τὴν σάρκα. Τί λέγεις; ὁ Υἱὸς τοῦ Θεοῦ ἀπὸ εὐλαβείας ἠκούετο; Καὶ τί περὶ τῶν προφητῶν πλέον ἂν εἴποι τις; Ποία δὲ καὶ ἀκολουθία εἰπεῖν· Εἰσακουσθεὶς ἀπὸ τῆς εὐλαβείας, καὶ ἐπαγαγεῖν· Καίπερ ὢν Υἱὸς, ἔμαθεν ἀφ' ὧν ἔπαθε τὴν ὑπακοήν; ταῦτα περὶ Θεοῦ ἄν τις εἴποι; καὶ τίς οὕτω μέμηνε; τίς δὲ παραπαίων ἂν ταῦτα ἐφθέγξατο; Εἰσακουσθεὶς, φησὶν, ἀπὸ τῆς εὐλαβείας, ἔμαθεν ἀφ' ὧν ἔπαθε τὴν ὑπακοήν. Ποίαν ὑπακοὴν ἔμαθεν; ὁ μέχρι θανάτου πρὸ τούτου ὑπακούσας, ὡς πατρὶ υἱὸς, πῶς δὲ καὶ ὕστερον ἔμαθεν;
8.2.1
Ὁρᾷς ὅτι περὶ τῆς σαρκὸς εἴρηται; Εἰπὲ δή μοι, τοῦ Πατρὸς ἐδεῖτο, ἵνα σωθῇ ἀπὸ τοῦ θανάτου, καὶ διὰ τοῦτο περίλυπος ἦν, καὶ ἔλεγεν· Εἰ δυνατὸν, παρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον τοῦτο; οὐδαμοῦ δὲ περὶ τῆς ἀναστάσεως ἐδεήθη τοῦ Πατρὸς, ἀλλὰ καὶ τοὐναντίον αὐτὸς ἀποφαίνεται λέγων· Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐγὼ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν· καὶ, Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν· οὐδεὶς αἴρει αὐτὴν ἀπ' ἐμοῦ, ἀλλ' ἐγὼ τίθημι αὐτὴν ἀπ' ἐμαυτοῦ. Τί οὖν ἐστι; καὶ τίνος ἕνεκεν ἐδεῖτο; Καὶ πάλιν λέγει· Ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται τοῖς ἀρχιερεῦσι καὶ γραμματεῦσι, καὶ κατακρινοῦσιν αὐτὸν θανάτῳ, καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσιν εἰς τὸ ἐμπαῖξαι καὶ μαστιγῶσαι καὶ σταυρῶσαι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται. Καὶ οὐκ εἶπεν, ὅτι Ἀναστήσει με ὁ Πατήρ. Πῶς οὖν περὶ τούτου ἐδεήθη; Ἀλλὰ περὶ τίνων ἐδεήθη; περὶ τῶν πιστευσάντων εἰς αὐτόν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· εἰσακούεται εὐκόλως. Ἐπειδὴ γὰρ οὐδέπω περὶ αὐτοῦ δόξαν εἶχον τὴν προσήκουσαν, εἶπεν ὅτι εἰσηκούσθη· ὥσπερ καὶ αὐτὸς τοὺς μαθητὰς παραμυθούμενος, ἔλεγεν· Εἰ ἠγαπᾶτέ με, ἐχάρητε ἂν, ὅτι πρὸς τὸν Πατέρα μου πορεύομαι, ὅτι ὁ 63. 70 Πατήρ μου μείζων μού ἐστι. Πῶς δὲ οὐχ ἑαυτὸν ἐδόξασεν ὁ ἑαυτὸν κενώσας, ὁ παραδοὺς ἑαυτόν; Παρέδωκε γὰρ, φησὶν, ἑαυτὸν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν· καὶ πάλιν, Δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ πάντων ἡμῶν. Τί οὖν ἐστιν; Ὁρᾷς ὅτι διὰ τὴν σάρκα ταπεινὰ φθέγγεται περὶ ἑαυτοῦ; Οὕτω καὶ ἐνταῦθα, καίπερ ὢν Υἱὸς, ἀπὸ τῆς εὐλαβείας εἰσηκούσθη, φησί. Βούλεται γὰρ αὐτοῦ δεῖξαι τὸ κατόρθωμα ὂν μᾶλλον ἢ τῆς χάριτος τοῦ Θεοῦ. Τοσαύτη, φησὶν, ἦν αὐτοῦ ἡ εὐλάβεια, ὡς καὶ ἀπὸ τούτου αἰδεῖσθαι αὐτὸν τὸν Θεόν. Ἔμαθεν ὑπακούειν, φησὶ, τῷ Θεῷ· ἐνταῦθα πάλιν δείκνυσιν ὅσον τῶν παθημάτων τὸ κέρδος. Καὶ τελειωθεὶς, φησὶν, ἐγένετο πᾶσι τοῖς ὑπακούουσιν αὐτῷ αἴτιος σωτηρίας· εἰ δὲ ἐκεῖνος Υἱὸς ὢν ἐκέρδανεν ἀπὸ τῶν παθημάτων τὴν ὑπακοὴν, πολλῷ μᾶλλον ἡμεῖς. Ὁρᾷς ὅσα περὶ ὑπακοῆς διαλέγεται, ὥστε πείθεσθαι αὐτούς; Δοκοῦσι γάρ μοι συνεχῶς ἀφηνιάζειν, καὶ τοῖς λεγομένοις μὴ παρακολουθεῖν· τοῦτο γὰρ ᾐνίξατο τῷ εἰπεῖν· Νωθροὶ γεγόνατε ταῖς ἀκοαῖς. Ἀφ' ὧν ἔπαθε, φησὶ, συνεχῶς ἔμαθεν ὑπακούειν τῷ Θεῷ. Καὶ τελειωθείς· διὰ τῶν παθημάτων, φησί. Τοῦτό ἐστιν ἄρα τελείωσις, καὶ διὰ τούτου ἐλθεῖν εἰς τελείωσιν χρή. Οὐ μόνον γὰρ αὐτὸς ἐσώθη, ἀλλὰ καὶ ἑτέροις τοῦτο γέγονε περιουσία σωτηρίας. Τελειωθεὶς γὰρ ἐγένετο τοῖς ὑπακούουσιν αὐτῷ αἴτιος αἰωνίου σωτηρίας. Προσαγορευθεὶς, φησὶν, ὑπὸ τοῦ Θεοῦ ἀρχιερεὺς κατὰ τὴν τάξιν Μελχισεδέχ. Περὶ οὗ πολὺς ὑμῖν ὁ λόγος, καὶ δυσερμήνευτος. Μέλλων καθιέναι τὸν λόγον εἰς τὴν διαφορὰν τῆς ἱερωσύνης, πρότερον αὐτοῖς ἐπιτιμᾷ, δεικνὺς, ὅτι καὶ ἡ τοσαύτη συγκατάβασις γάλα ἦν, καὶ διὰ τὸ νηπίους εἶναι, πλέον ἐνδιέτριβε τῷ ταπεινῷ λόγῳ τῷ κατὰ σάρκα, καὶ ὡς περί τινος δικαίου διαλέγεται. Καὶ θέα, οὔτε ἀπεσιώπησε τὸν λόγον πάντῃ, οὔτε εἶπε· τὸ μὲν γὰρ, ἵνα ἀναγάγῃ αὐτῶν τὴν διάνοιαν, καὶ πείσῃ τελείους εἶναι, καὶ μὴ ἀποστερεῖσθαι τῶν μεγάλων δογμάτων, πεποίηκε· τὸ δὲ, ἵνα μὴ καταχώσῃ αὐτῶν τὸν νοῦν. Περὶ οὗ πολὺς ἡμῖν ὁ λόγος, φησὶ, καὶ δυσερμήνευτος λέγειν, ἐπεὶ νωθροὶ γεγόνατε ταῖς ἀκοαῖς. Ἐπειδὴ ἐκεῖνοι οὐκ ἀκούουσι, διὰ τοῦτο δυσερμήνευτος ὁ λόγος. Ὅταν γάρ τις πρὸς ἀνθρώπους ἔχῃ μὴ παρακολουθοῦντας, μηδὲ τὰ λεγόμενα νοοῦντας, ἑρμηνεῦσαι καλῶς αὐτοῖς οὐ δύναται. Ἀλλ' ἴσως τις ὑμῶν τῶν ἐνταῦθα ἑστηκότων ἰλιγγιᾷ, καὶ ἐπήρειαν τὸ πρᾶγμα νομίζει, εἰ δι' Ἑβραίους αὐτὸς ἐνεποδίσθη τὸν τελειότερον λαλῆσαι λόγον. Τάχα μὲν οὖν καὶ ἐνταῦθα, πλὴν ὀλίγων, πολλοὺς εἶναι τοιούτους οἶμαι, ὥστε λέγεσθαι καὶ περὶ ὑμῶν τοῦτο· τῶν δὲ ὀλίγων ἕνεκεν ἐρῶ. Ἆρ' οὖν ἀπεσιώπησεν, ἢ πάλιν αὐτὸν ἀνέλαβεν ἐν τοῖς ἐφεξῆς, καὶ ταὐτὸν ἐποίησεν, οἷον ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ; καὶ γὰρ ἐκεῖ πρότερον ἐπιστομίσας τοὺς ἀντιλέγοντας, καὶ εἰπὼν, Μενοῦν γε, ὦ ἄνθρωπε, σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ Θεῷ; τότε τὴν λύσιν ἐπάγει. Ἐγὼ δὲ αὐτὸν οὔτε πάντῃ σεσιγηκέναι, οὔτε εἰρηκέναι οἶμαι, ἵνα εἰς πόθον ἀγάγῃ τοὺς ἀκροατάς. Μνημονεύσας γὰρ καὶ εἰπὼν μεγάλα τινὰ ἐναποκεῖσθαι τῷ λόγῳ, ὅρα πῶς 63. 71 μετ' ἐγκωμίου ποιεῖται τὴν ἐπιτίμησιν. Τοῦτο γὰρ ἀεὶ τῆς σοφίας Παύλου, τὰ δυσχερῆ τοῖς χρηστοῖς ἀναμιγνύναι· ὃ καὶ ἐν τῇ πρὸς Γαλάτας ποιεῖ, λέγων, Ἐτρέχετε καλῶς· τίς ὑμᾶς ἐνέκοψε; καὶ, Τοσαῦτα ἐπάθετε εἰκῆ; εἴ γε καὶ εἰκῆ· καὶ, Πέποιθα εἰς ὑμᾶς ἐν Κυρίῳ. Ὃ καὶ τούτοις φησί· Πεπείσμεθα δὲ περὶ ὑμῶν τὰ κρείττονα, καὶ ἐχόμενα σωτηρίας. Δύο γὰρ ταῦτα ποιεῖ· οὔτε ἐπιτείνει, οὔτε ἀφίησιν αὐτοὺς ἀναπεσεῖν· εἰκότως· εἰ γὰρ τὰ ἑτέρων παραδείγματα ἱκανὰ τὸν ἀκούοντα ἀναστῆσαι, καὶ εἰς ζῆλον ἀγαγεῖν· ὅταν τις παρ' ἑαυτοῦ τὸ ὑπόδειγμα ἔχῃ, καὶ ἑαυτὸν παρακελεύηται ζηλοῦν, πολλῷ μᾶλλον ἐντεῦθεν ἤδη τὸ δυνατὸν τῆς διδασκαλίας εἰσάγεται. Καὶ τοῦτο οὖν δείκνυσι, καὶ οὐκ ἀφίησιν ὡς σφόδρα κατεγνωσμένους ἀναπεσεῖν, οὐδὲ ὡς ἀεὶ ὄντας κακοὺς, ἀλλ' ὅτι ποτὲ ἐγένοντο καὶ χρηστοὶ, λέγει· Καὶ γὰρ ὀφείλοντες εἶναι διδάσκαλοι διὰ τὸν χρόνον. Δείκνυσιν ἐνταῦθα πρὸ πολλοῦ χρόνου πεπιστευκότας αὐτούς· δείκνυσι δὲ ὅτι καὶ ἄλλους ὀφείλουσι κατηχεῖν. Ὅρα γοῦν αὐτὸν συνεχῶς ὠδίνοντα τὸν περὶ τοῦ ἀρχιερέως εἰσαγαγεῖν λόγον, καὶ ἀεὶ ἀναβαλλόμενον. Ἄκουε γὰρ πῶς ἤρξατο· Ἔχοντες ἀρχιερέα μέγαν διεληλυθότα τοὺς οὐρανούς· καὶ παρεὶς εἰπεῖν πῶς μέγαν, πάλιν φησί· Πᾶς γὰρ ἀρχιερεὺς ἐξ ἀνθρώπων λαμβανόμενος, ὑπὲρ ἀνθρώπων καθίσταται τὰ πρὸς τὸν Θεόν· καὶ πάλιν· Οὕτω καὶ ὁ Χριστὸς οὐχ ἑαυτὸν ἐδόξασε γενηθῆναι ἀρχιερέα. Καὶ πάλιν εἰπών· Σὺ εἶ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδὲχ, πάλιν ἀναβάλλεται λέγων· Ὃς ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὑτοῦ δεήσεις καὶ ἱκετηρίας προσήνεγκεν.
8.3.1
Ἐπεὶ οὖν τοσαυτάκις ἐξεκρούσθη, ὡσανεὶ ἀπολογούμενός φησιν, Ἡ αἰτία παρ' ὑμᾶς. Βαβαὶ, πόση διαφορά; ὀφείλοντες ἄλλους διδάσκειν, οὐδὲ ἁπλῶς μαθηταί εἰσιν, ἀλλὰ μαθηταὶ ἔσχατοι. Καὶ γὰρ ὀφείλοντες εἶναι διδάσκαλοι διὰ τὸν χρόνον, φησὶ, πάλιν χρείαν ἔχετε τοῦ διδάσκειν ὑμᾶς τίνα τὰ στοιχεῖα τῆς ἀρχῆς τῶν λογίων τοῦ Θεοῦ. Ἐνταῦθα στοιχεῖα ἀρχῆς τὴν ἀνθρωπότητά φησιν. Ὥσπερ γὰρ ἐπὶ τῶν ἔξωθεν γραμμάτων πρῶτον τὰ στοιχεῖα δεῖ μαθεῖν, οὕτω καὶ ἐπὶ τῶν θείων λογίων πρῶτον περὶ τῆς ἀνθρωπότητος ἔδει διδάσκεσθαι. Ὁρᾷς τίς ἡ αἰτία τοῦ ταπεινὰ φθέγγεσθαι; Οὕτω καὶ Ἀθηναίοις ἐποίησεν ὁ Παῦλος διαλεγόμενος αὐτοῖς καὶ λέγων· Τοὺς μὲν οὖν χρόνους τῆς ἀγνοίας ὑπεριδὼν ὁ Θεὸς, τανῦν παραγγέλλει τοῖς ἀνθρώποις πᾶσι πανταχοῦ μετανοεῖν, καθότι ἔστησεν ἡμέραν, ἐν ᾗ μέλλει κρίνειν τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, ἐν ἀνδρὶ ᾧ ὥρισε, πίστιν παρασχὼν πᾶσιν, ἀναστήσας αὐτὸν ἐκ νεκρῶν. Διὰ τοῦτο εἰ μέν τι ὑψηλὸν λέγει, ἐν βραχεῖ τοῦτό φησι, τὰ δὲ ταπεινὰ πολλαχοῦ διέσπαρται τῆς ἐπιστολῆς. Καὶ οὕτω δὲ τὸ ὑψηλὸν δείκνυται· τὸ γὰρ σφόδρα ταπεινὸν οὐκ ἀφίησι περὶ τῆς θεότητος ταῦτα ὑποπτεύεσθαι. Οὕτω καὶ ἐνταῦθα τὸ ἀσφαλὲς φυλάττων, τὰ ταπεινὰ προσάπτει τῇ ἀνθρωπότητι· καὶ τὸ αἴτιον, τὸ μὴ δύνασθαι αὐτοὺς τῶν τελείων ἀκούειν. Τοῦτο 63. 72 μάλιστα ἐν τῇ πρὸς Κορινθίους ἐσήμανεν Ἐπιστολῇ, εἰπών· Ὅπου γὰρ ἐν ὑμῖν ζῆλος καὶ ἔρις καὶ διχοστασίαι, οὐχὶ σαρκικοί ἐστε; Θέα δέ μοι τὴν σύνεσιν αὐτοῦ τὴν πολλὴν, πῶς καταλλήλως ἀεὶ τοῖς ὑποκειμένοις πάθεσι προσφέρεται. Ἐκεῖ μὲν γὰρ ἡ ἀσθένεια ἀπὸ ἀμαθίας τὸ πλέον ἐγένετο, μᾶλλον δὲ ἀπὸ ἁμαρτημάτων· ἐνταῦθα δὲ οὐκ ἀπὸ ἁμαρτημάτων μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν θλίψεων τῶν συνεχῶν· διὸ καὶ λέξεσι δέξασθαι δυναμέναις τὴν διαφορὰν κέχρηται, ἐκεῖ μὲν λέγων, Σαρκικοί ἐστε, ἐνταῦθα δέ· Ἐπεὶ μείζων ἡ ὀδύνη, νωθροὶ γεγόνατε. Καὶ ἐκεῖνοι μὲν οὐκ ἠδυνήθησαν ἐνεγκεῖν, ἅτε σαρκικοὶ ὄντες· οὗτοι δὲ ἠδυνήθησαν. Τὸ γὰρ εἰπεῖν, Ἐπεὶ νωθροὶ γεγόνατε ταῖς ἀκοαῖς, δηλοῦντος ἦν ὅτι πάλαι ὑγίαινον, καὶ ἦσαν ἰσχυροὶ, τῇ προθυμίᾳ ζέοντες, καὶ ὕστερον αὐτοὺς τοῦτο παθεῖν μαρτυρεῖ. Καὶ γεγόνατε χρείαν ἔχοντες γάλακτος, καὶ οὐ στερεᾶς τροφῆς. Ἀεὶ δὲ γάλα τὸν ταπεινὸν λόγον καλεῖ, καὶ ἐνταῦθα καὶ ἐκεῖ. Ὀφείλοντες εἶναι, φησὶ, διδάσκαλοι διὰ τὸν χρόνον· ὡσεὶ ἔλεγε· Δι' ὃ μάλιστα ἐξελύθητε, καὶ ὕπτιοι γεγόνατε, διὰ τοῦτο μάλιστα ὀφείλετε εἶναι ἰσχυροὶ, διὰ τὸν χρόνον. Γάλα δὲ καλεῖ τὸν ταπεινὸν λόγον διὰ τὸ τοῖς ἀφελεστέροις ἁρμόζειν· τοῦτο δὲ ἐναντίον τοῖς τελειοτέροις, καὶ βλαβερὸν τὸ ἐν τούτοις διατρίβειν. Ὥστε οὐκ ἔδει τὰ νομικὰ ἐπεισφέρεσθαι νῦν, οὐδὲ ἀπὸ τούτων τὴν σύγκρισιν γίνεσθαι, ὅτι ἀρχιερεὺς, καὶ ὅτι ἔθυσε, καὶ ἐδεήθη μετὰ κραυγῆς καὶ ἱκετηρίας. Ὅρα γοῦν πῶς ἡμῖν ταῦτα προσίσταται· ἀλλ' ἐκείνους τότε ἔτρεφεν, οὐδαμοῦ προσιστάμενα αὐτοῖς. Ἄρα οὖν ἀληθὴς τροφὴ τὰ λόγια τοῦ Θεοῦ, τρέφουσα τὴν ψυχήν. Ὅτι δὲ ὁ λόγος τροφὴ, δῆλον ἐκεῖθεν· Δώσω γὰρ αὐτοῖς, φησὶν, οὐ λιμὸν ἄρτου, οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον Κυρίου. Γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα. Οὐκ εἶπεν, Ἔθρεψα, δεικνὺς ὅτι οὐκ ἔστι τὸ τοιοῦτον τροφὴ, ἀλλ' ὥσπερ ἐπὶ τῶν παιδίων τῶν μικρῶν τῶν οὐ δυναμένων ἄρτῳ τρέφεσθαι· τὰ γὰρ τοιαῦτα οὐ ποτίζεται, ἀλλ' ἡ τροφὴ αὐτοῖς ἀντὶ ποτοῦ γίνεται· οὕτω καὶ ἐνταῦθα. Καὶ οὐκ εἶπε, Χρείαν ἔχετε, ἀλλὰ, Γεγόνατε χρείαν ἔχοντες γάλακτος, καὶ οὐ στερεᾶς τροφῆς· τουτέστιν, Ὑμεῖς ἠθελήσατε, ὑμεῖς ἑαυτοὺς εἰς τοῦτο κατεστήσατε, εἰς ταύτην τὴν χρείαν. Πᾶς γὰρ ὁ μετέχων γάλακτος, ἄπειρος λόγου δικαιοσύνης· νήπιος γάρ ἐστι. Τί ἐστιν ὁ λόγος τῆς δικαιοσύνης; Ἐνταῦθά μοι δοκεῖ καὶ βίον αἰνίττεσθαι· ὅπερ καὶ ὁ Χριστὸς ἔλεγεν, Ἐὰν μὴ περισσεύσῃ ἡ δικαιοσύνη ὑμῶν πλέον τῶν Γραμματέων καὶ Φαρισαίων. Τοῦτο καὶ αὐτός φησιν· Ἄπειρος λόγου δικαιοσύνης· τουτέστι, τῆς ἄνω φιλοσοφίας ἄπειρος, οὐ δύναται παραδέξασθαι βίον ἄκρον καὶ ἠκριβωμένον. Ἢ καὶ δικαιοσύνην ἐνταῦθα τὸν Χριστόν φησι, καὶ τὸν ὑψηλὸν περὶ αὐτοῦ λόγον. Ὅτι μὲν οὖν νωθροὶ γεγόνασιν, εἶπε· πόθεν δὲ, οὐκέτι προσέθηκεν, αὐτοῖς ἀφιεὶς εἰδέναι, καὶ μὴ βουλόμενος ἐπαχθῆ τὸν λόγον ἐργάσασθαι. Ἐπὶ δὲ τῶν Γαλατῶν καὶ ἐθαύμασε καὶ ἠπόρησεν· ὃ πολλῷ μεῖζον πρὸς παραμυθίαν ἐστίν· ὡς οὐκ ἂν προσδοκήσαντός ποτε τοῦτο γενέσθαι. Τοῦτο γάρ ἐστιν ἡ διαπόρησις. Ὁρᾷς νηπιότητα ἑτέραν οὖσαν; ὁρᾷς τελειότητα ἑτέραν; Γενώμεθα τέλειοι τοίνυν ταύτην τὴν τελειότητα· ἔνεστι καὶ παῖδας ὄντας καὶ νέους. 63. 73 πρὸς ἐκείνην ἐλθεῖν τὴν τελειότητα· οὐ γάρ ἐστι φύσεως, ἀλλ' ἀρετῆς. Τελείων δέ ἐστιν ἡ στερεὰ τροφὴ, τῶν διὰ τὴν ἕξιν τὰ αἰσθητήρια γεγυμνασμένα ἐχόντων πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ. Τί δαί; οὐκ εἶχον τὰ αἰσθητήρια γεγυμνασμένα ἐκεῖνοι, οὐδὲ ᾔδεισαν τί καλὸν καὶ κακόν; Νῦν οὐ περὶ βίου αὐτῷ ὁ λόγος, ὅταν λέγῃ, Πρὸς διάκρισιν καλοῦ καὶ κακοῦ· τοῦτο γὰρ παντὶ ἀνθρώπῳ δυνατὸν εἰδέναι καὶ εὔκολον· ἀλλὰ περὶ δογμάτων ὑγιῶν καὶ ὑψηλῶν, διεφθαρμένων τε καὶ ταπεινῶν. Τὸ παιδίον οὐκ οἶδε τὴν φαύλην καὶ τὴν δόκιμον τροφὴν διαιρεῖν· πολλάκις γοῦν καὶ χοῦν ἐνέβαλεν εἰς τὸ στόμα, καὶ τὸ βλαβερὸν ἐδέξατο, καὶ πάντα ἀδιακρίτως ποιεῖ· ἀλλ' οὐ τὸ τέλειον τοιοῦτον. Τοιοῦτοί εἰσιν οἱ πᾶσιν ἁπλῶς προσέχοντες, καὶ ἀδιακρίτως τὰς ἀκοὰς ἐκδιδόντες ἀδοκίμοις. Καὶ τούτους αἰτιᾶται, ὡς ἁπλῶς περιφερομένους, καὶ νῦν μὲν τούτοις, νῦν δὲ ἐκείνοις διδόντας ἑαυτούς· ὃ καὶ πρὸς τῷ τέλει ᾐνίξατο λέγων, Διδαχαῖς ποικίλαις καὶ ξέναις μὴ παραφέρεσθε. Τοῦτό ἐστι, Πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ. Λάρυγξ μὲν γὰρ σῖτα γεύεται, ψυχὴ δὲ δοκιμάζει λόγους.
8.4.1
Καὶ ἡμεῖς τοίνυν τοῦτο μάθωμεν, καὶ μὴ, ἐὰν ἀκούσῃς, ὅτι οὐκ ἔστιν Ἕλλην, οὐδὲ Ἰουδαῖος, εὐθέως Χριστιανὸν εἶναι νομίσῃς, ἀλλ' ἐξέτασον καὶ τὰ ἄλλα ἅπαντα· ἐπεὶ καὶ Μανιχαῖοι καὶ πᾶσαι αἱρέσεις τοῦτο ὑπέδυσαν τὸ προσωπεῖον, πρὸς τὸ οὕτως ἀπατᾷν τοὺς ἀφελεστέρους· ἀλλ' ἐὰν ἔχωμεν τὰ αἰσθητήρια τῆς ψυχῆς γεγυμνασμένα πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ, δυνησόμεθα τοὺς τοιούτους διακρίνειν. Πῶς δὲ γεγυμνασμένα γίνεται ἡμῶν τὰ αἰσθητήρια; Ἀπὸ τῆς συνεχοῦς ἀκροάσεως, ἀπὸ τῆς τῶν Γραφῶν ἐμπειρίας. Ὅταν γὰρ προθῶμεν αὐτῶν τὴν πλάνην, καὶ σήμερον ἀκούσῃς καὶ αὔριον, καὶ δοκιμάσῃς μὴ καλῶς ἔχειν, τὸ πᾶν ἔμαθες, τὸ πᾶν ἔγνως· κἂν σήμερον μὴ καταλάβῃς, αὔριον καταλήψῃ· Τῶν τὰ αἰσθητήρια, φησὶ, γεγυμνασμένα ἐχόντων. Ὁρᾷς ὅτι χρὴ γυμνάζειν ἡμῶν τὴν ἀκοὴν ταῖς ἀκροάσεσι ταῖς θείαις, ὥστε μὴ ξενοφωνεῖσθαι; Γεγυμνασμένα, φησὶ, πρὸς διάκρισιν· τουτέστιν, ἔμπειρον εἶναι. Ὁ μὲν λέγει μὴ εἶναι ἀνάστασιν, ὁ δὲ οὐδὲν τῶν μελλόντων προσδοκᾷ, ἄλλος ἕτερον λέγει Θεὸν, ἄλλος ἀπὸ Μαρίας αὐτὸν ἔχειν τὴν ἀρχήν. Καὶ θέα εὐθέως πῶς ἐξ ἀμετρίας πάντες ἐξέπεσον, οἱ μὲν πλεονάσαντες, οἱ δὲ ἐλαττώσαντες. Οἷον, πρώτη μὲν πάντων αἵρεσις ἡ Μαρκίωνος· ἐκείνη ἕτερον Θεὸν ἐπεισήγαγε τὸν οὐκ ὄντα. Ἰδοὺ τὸ πλέον· Μετ' ἐκείνην ἡ Σαβελλίου, τὸν Υἱὸν καὶ τὸν Πατέρα καὶ τὸ Πνεῦμα ἓν πρόσωπον εἶναι λέγουσα. Εἶτα ἡ Μαρκέλλου καὶ Φωτεινοῦ, καὶ αὕτη τὰ αὐτὰ πρεσβεύουσα. Εἶτα ἡ Παύλου τοῦ Σαμοσατέως, ἐκ Μαρίας λέγουσα τὴν ἀρχὴν αὐτὸν ἐσχηκέναι. Εἶτα ἡ Μανιχαίων· αὕτη γὰρ πασῶν νεωτέρα. Μετ' ἐκείνας, ἡ Ἀρείου. Εἰσὶ δὲ καὶ ἕτεραι. Ἡμεῖς δὲ διὰ τοῦτο τὴν πίστιν παρελάβομεν ἁπλῶς, ἵνα μὴ ἀναγκαζώμεθα μυρίαις ἐπιέναι αἱρέσεσι, καὶ πράγματα ἔχειν, ἀλλ' ὅπερ ἂν ἢ προσθεῖναι, ἢ ἀφελεῖν τις ἐπιχειρήσειεν ἐκείνης, τοῦτο νόθον εἶναι νομίσωμεν. Καθάπερ γὰρ οἱ τοὺς κανόνας διδόντες οὐκ ἀναγκάζουσι μυρία μέτρα περιεργάζεσθαι, ἀλλὰ τὸ δοθὲν ἐκεῖνο κατέχειν κελεύουσιν· οὕτω καὶ ἐπὶ τῶν δογμάτων. Ἀλλ' οὐδεὶς βούλεται ταῖς Γραφαῖς προσέχειν· εἰ γὰρ προσείχομεν, οὐ μόνον οὐκ ἂν περιεπέσομεν τῇ ἀπάτῃ, ἀλλὰ καὶ 63. 74 ἑτέρους ἀπατωμένους ἀπηλλάξαμεν ἂν, καὶ τῶν κινδύνων ἐξειλκύσαμεν. Ὁ γὰρ ἰσχυρὸς στρατιώτης οὐ μόνον ἑαυτῷ ἀρκέσαι δύναται, ἀλλὰ καὶ τὸν παραστάτην διαφυλάξαι, καὶ τῆς τῶν πολεμίων βλάβης ἐλευθερῶσαι. Νῦν δὲ οὐδὲ ὅτι Γραφαὶ εἰσὶν ἴσασί τινες· καίτοι τὸ Πνεῦμα τὸ ἅγιον τοσαῦτα ᾠκονόμησεν, ὥστε αὐτὰς φυλαχθῆναι. Καὶ ὁρᾶτε ἄνωθεν, ἵνα μάθητε τοῦ Θεοῦ τὴν ἄφατον φιλανθρωπίαν· Ἐνέπνευσε τῷ μακαρίῳ Μωϋσεῖ, τὰς πλάκας ἐκόλαψε, κατέσχεν αὐτὸν τεσσαράκοντα ἡμέρας ἐπὶ τοῦ ὄρους, καὶ πάλιν τοσαύτας ἑτέρας, ὥστε δοῦναι τὸν νόμον. Μετὰ δὲ ταῦτα προφήτας ἔπεμψε μυρία παθόντας δεινά. Ἐπῆλθε πόλεμος, ἀνεῖλον πάντας, κατέκοψαν, ἐνεπρήσθησαν αἱ βίβλοι. Ἑτέρῳ πάλιν ἀνδρὶ θαυμαστῷ ἐνέπνευσεν, ὥστε αὐτὰς ἐκθέσθαι, τῷ Ἔσδρᾳ λέγω, καὶ ἀπὸ λειψάνων συντεθῆναι ἐποίησε. Μετὰ δὲ τοῦτο ᾠκονόμησεν ἑρμηνευθῆναι αὐτὰς ὑπὸ τῶν Ἑβδομήκοντα· ἡρμήνευσαν ἐκεῖνοι. Παρεγένετο ὁ Χριστὸς, δέχεται αὐτὰς, οἱ ἀπόστολοι εἰς πάντας αὐτὰς διασπείρουσι, σημεῖα ἐποίησε καὶ θαύματα ὁ Χριστός. Εἶτα τί; Μετὰ τοσαύτην πραγματείαν καὶ οἱ ἀπόστολοι ἔγραψαν, καθὼς καὶ Παῦλος εἶπεν· Ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντησε. Καὶ ὁ Χριστὸς ἔλεγε· Πλανᾶσθε, μὴ εἰδότες τὰς Γραφάς. Καὶ Παῦλος πάλιν ἔλεγε· Διὰ τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως τῶν Γραφῶν τὴν ἐλπίδα ἔχωμεν· καὶ πάλιν· Πᾶσα γραφὴ θεόπνευστος καὶ ὠφέλιμος· καί· Ὁ λόγος τοῦ Χριστοῦ ἐνοικείτω ἐν ὑμῖν πλουσίως. Καὶ ὁ προφήτης· Ἐν τῷ νόμῳ αὐτοῦ μελετήσει ἡμέρας καὶ νυκτός· καὶ ἑτέρωθι πάλιν· Πᾶσα διήγησίς σου ἔστω ἐν νόμῳ Ὑψίστου. Καὶ πάλιν· Ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου (οὐκ εἶπε, Τῇ ἀκοῇ μου, ἀλλὰ, Τῷ λάρυγγί μου), ὑπὲρ μέλι καὶ κηρίον τῷ στόματί μου. Καὶ ὁ Μωϋσῆς, Μελετήσεις ἐν αὐτοῖς, φησὶ, διαπαντὸς, ἀνιστάμενος, καθεζόμενος, κοιταζόμενος. Διὰ τοῦτο καὶ ὁ Παῦλος γράφων πρὸς Τιμόθεον ἔλεγεν· Ἐν αὐτοῖς ἴσθι, ταῦτα μελέτα. Καὶ μυρία ἄν τις περὶ αὐτῶν εἴποι. Ἀλλ' ὅμως μετὰ τοσαῦτα εἰσί τινες οὐδὲ εἰδότες ὅτι εἰσί ποτε Γραφαί. Διά τοι τοῦτο οὐδὲν ὑγιὲς, οὐδὲν χρήσιμον παρ' ἡμῶν γίνεται. Ἀλλ' εἰ μέν τις τὰ τῆς στρατείας εἰδέναι βούλοιτο, ἀνάγκη τοὺς νόμους αὐτὸν μανθάνειν τοὺς στρατιωτικούς· καὶ εἴ τις τὴν κυβερνητικὴν, ἢ τὴν τεκτονικὴν ἐπιστήμην γινώσκειν ἐθέλοι, ἢ εἴ τι ἕτερον, τὰ τῆς τέχνης αὐτὸν ἀνάγκη μανθάνειν· ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον ἔστι ποιοῦντας ἰδεῖν· καὶ ταῦτα τῆς ἐπιστήμης ταύτης πολλῆς δεομένης τῆς ἀγρυπνίας. Ὅτι γὰρ καὶ τοῦτο τέχνη ἐστὶ διδασκαλίας δεομένη, ἄκουσον τοῦ Προφήτου λέγοντος· Δεῦτε, τέκνα, ἀκούσατέ μου, φόβον Κυρίου διδάξω ὑμᾶς. Ἄρα ἀληθῶς διδασκαλίας δεῖται ὁ τοῦ Θεοῦ φόβος. Εἶτά φησι, Τίς ἐστιν ἄνθρωπος ὁ θέλων ζωήν; ζωὴν τὴν ἐκεῖ λέγει. Καὶ πάλιν, Παῦσον τὴν γλῶσσάν σου ἀπὸ κακοῦ, καὶ χείλη σου τοῦ μὴ λαλῆσαι δόλον· ἔκκλινον ἀπὸ κακοῦ, καὶ ποίησον ἀγαθόν· ζήτησον εἰρήνην, καὶ δίωξον αὐτήν· Ἆρα ἴστε, τίς ταῦτα εἶπε προφήτης, ἢ ἱστοριογράφος, ἢ ἀπόστολος, ἢ εὐαγγελιστής; Οὐκ ἔγωγε οἶμαι, πλὴν ὀλίγων· καὶ αὐτοὶ δὲ οὗτοι πάλιν, ἐὰν παραγάγωμεν μαρτυρίαν ἑτέρωθεν, 63. 75 τὸ αὐτὸ ὑμῖν πείσονται. Ἰδοὺ γὰρ, ἐρῶ τὸ αὐτὸ τοῦτο ῥητὸν, ῥήμασιν ἑτέροις εἰρημένον· Λούσασθε, καθαροὶ γένεσθε, ἀφέλετε τὰς πονηρίας ὑμῶν ἀπὸ τῶν ψυχῶν ὑμῶν ἀπέναντι τῶν ὀφθαλμῶν μου, μάθετε καλὸν ποιεῖν, ἐκζητήσατε κρίσιν, παῦσον τὴν γλῶσσάν σου ἀπὸ κακοῦ, καὶ ποίησον ἀγαθὸν, μάθετε καλὸν ποιεῖν. Ὁρᾷς ὅτι διδασκαλίας δεῖται ἡ ἀρετή; Οὗτος μὲν γὰρ λέγει, Φόβον Κυρίου διδάξω ὑμᾶς· ἐκεῖνος δέ· Μάθετε καλὸν ποιεῖν. Ἆρ' οὖν ἴστε ποῦ ταῦτα ἔγκειται; Οὐκ ἔγωγε οἶμαι, πλὴν ὀλίγων. Καίτοι καθ' ἑκάστην ἑβδομάδα δὶς ἢ καὶ τρὶς ταῦτα ὑμῖν ἀναγινώσκεται· καὶ ἀνελθὼν ὁ ἀναγνώστης λέγει πρῶτον τὸ βιβλίον τίνος ἐστὶ, τοῦ δεῖνος τυχὸν προφήτου, ἢ ἀποστόλου, ἢ εὐαγγελιστοῦ, καὶ τότε λέγει ἃ λέγει, ὥστε εὐσημότερα ὑμῖν εἶναι, καὶ μὴ μόνον τὰ ἐγκείμενα εἰδέναι, ἀλλὰ καὶ τὴν αἰτίαν τῶν γεγραμμένων, καὶ τίς ταῦτα εἴρηκεν. Ἀλλὰ πάντα εἰκῆ, ἀλλὰ πάντα μάτην· πᾶσα γὰρ ἡ σπουδὴ εἰς τὰ βιωτικὰ κεκένω 63. 76 ται, καὶ τῶν πνευματικῶν λόγος οὐδείς. Διὰ τοῦτο οὐδὲ ἐκεῖνα ὑμῖν κατὰ γνώμην ἐκβαίνει, ἀλλὰ πολλαὶ κἀκεῖ δυσκολίαι. Ὁ μὲν οὖν Χριστός φησιν· Αἰτεῖτε τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν· καὶ ταῦτα μὲν ἐν προσθήκης εἶπε μέρει δοθήσεσθαι· ἡμεῖς δὲ τὴν τάξιν ἀντεστρέψαμεν, καὶ ζητοῦμεν τὴν γῆν, καὶ τὰ ἀγαθὰ τὰ ἐν τῇ γῇ, ὡς ἐκείνων ἐν προσθήκης μέρει δοθησομένων ἡμῖν. Διὰ τοῦτο οὔτε ταῦτα, οὔτε ἐκεῖνα ἔχομεν. Ἀνανήψωμεν οὖν ποτε, καὶ γενώμεθα τῶν μελλόντων ἀγαθῶν ἐπιθυμηταί· οὕτω γὰρ καὶ ταῦτα ἕψεται. Οὐδὲ γὰρ ἔνι τὸν τὰ κατὰ Θεὸν ζητοῦντα, μὴ καὶ τῶν ἀνθρωπίνων ἐπιτυχεῖν· ἀπόφασίς ἐστι τῆς ἀληθείας αὐτῆς τοῦτο λεγούσης. Μὴ τοίνυν ἄλλως ποιῶμεν, ἀλλ' ἀντεχώμεθα τῆς συμβουλῆς τοῦ Χριστοῦ, ἵνα μὴ πάντων ἐκπέσωμεν. Ὁ δὲ Θεὸς ἱκανός ἐστι κατανύξαι ἡμᾶς, καὶ ποιῆσαι βελτίους, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, καὶ προσκύνησις, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Intertext edge

Open linked passage

Note