In epistulam ad Hebraeos
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
9.0.1
Διὸ ἀφέντες τὸν τῆς ἀρχῆς τοῦ Χριστοῦ λό γον, ἐπὶ τὴν τελειότητα φερώμεθα, μὴ πάλιν θεμέλιον καταβαλλόμενοι μετανοίας ἀπὸ νε κρῶν ἔργων, καὶ πίστεως ἐπὶ Θεὸν, βαπτισμῶν διδαχῆς, ἐπιθέσεώς τε χειρῶν, ἀναστάσεώς τε νεκρῶν, καὶ κρίματος αἰωνίου. Καὶ τοῦτο ποιήσομεν, ἐάνπερ ἐπιτρέπῃ ὁ Θεός.
9.1.1
Ἠκούσατε ὅσα Ἑβραίοις ἐνεκάλεσεν ὁ Παῦλος βουλομένοις ἀεὶ μανθάνειν περὶ τῶν αὐτῶν; καὶ εἰκότως. Ὀφείλοντες γὰρ εἶναι διδάσκαλοι διὰ τὸν χρόνον, πάλιν χρείαν ἔχετε τοῦ διδάσκειν ὑμᾶς, τίνα τὰ στοιχεῖα τῆς ἀρχῆς τῶν λογίων τοῦ Θεοῦ. Δέδοικα δὲ μὴ καὶ πρὸς ὑμᾶς ταῦτα καιρὸν ἂν ἔχοι λέγεσθαι, ὅτι ὀφείλοντες εἶναι διδάσκαλοι διὰ τὸν χρόνον, οὐδὲ μαθητῶν τάξιν ἐπέχετε, ἀλλ' ἀεὶ τὰ αὐτὰ ἀκούοντες, καὶ περὶ τῶν αὐτῶν, ὡς οὐδενὸς ἀκούοντες, οὕτω διάκεισθε· κἂν ἔρηταί τις ὑμᾶς, οὐδεὶς ἀποκρίνασθαι δυνήσεται, πλὴν ὀλίγων σφόδρα καὶ εὐαριθμήτων. Τοῦτο δὲ οὐ μικρὰ ζημία. Πολλάκις γὰρ τὸν διδάσκαλον βουλόμενον προελθεῖν περαιτέρω, καὶ μυστικωτέρων ἅψασθαι, καὶ ὑψηλοτέρων λόγων, οὐκ ἀφίησιν ἡ ἀπροσεξία τῶν μαθητευομένων. Καθάπερ γὰρ ἐπὶ τῶν γραμματιστῶν, ἂν ἀεὶ τὰ στοιχεῖα ἀκούων ὁ παῖς μὴ κρατῇ, ἀεὶ ἔσται αὐτῷ ἀνάγκη τὰ αὐτὰ ἐνηχεῖν τῷ παιδὶ, καὶ οὐ πρότερον ἀποστήσεται διδάσκων, ἕως ἂν ἐκεῖνα μαθεῖν ἀκριβῶς δυνηθῇ· καὶ γὰρ ἀνοίας ἐστὶ πολλῆς, τὰ πρότερα μὴ ἐνθέντα καλῶς, ἐφ' ἕτερα ἄγειν αὐτόν· οὕτω δὴ καὶ ἐπὶ τῆς ἐκκλησίας, ἂν ἀεὶ τὰ αὐτὰ λεγόντων ἡμῶν, μηδὲν πλέον μανθάνετε, οὐδέποτε τὰ αὐτὰ λέγοντες παυσόμεθα. Εἰ μὲν γὰρ ἐπιδείξεως ἦν ἡμῖν ὁ λόγος καὶ φιλοτιμίας, ἐχρῆν ἀεὶ μεταπηδᾷν καὶ μεταβαίνειν, οὐδὲν φροντίζοντας ὑμῶν ἕνεκεν, ἀλλὰ τῶν κρότων μόνον τῶν παρ' ὑμῶν· ἐπειδὴ δὲ οὐ πρὸς τοῦτο τὴν σπουδὴν ἐθέμεθα, ἀλλὰ πάντα ὑπὲρ τῆς ὠφελείας ἡμῖν πονεῖται τῆς ὑμετέρας, οὐ παυ 63. 76 σόμεθα περὶ τῶν αὐτῶν ὑμῖν διαλεγόμενοι, ἕως ἂν αὐτὰ κατορθώσητε. Ἐπεὶ ἐνῆν πολλὰ καὶ περὶ Ἑλληνικῆς λέγειν δεισιδαιμονίας, καὶ περὶ Μανιχαίων, καὶ περὶ Μαρκιωνιστῶν, καὶ μεγάλα πλήττειν αὐτοὺς τῇ τοῦ Θεοῦ χάριτι· ἀλλ' οὐκ ἔχει καιρὸν ὁ λόγος. Τοῖς γὰρ οὐδέπω τὰ ἑαυτῶν εἰδόσιν ἀκριβῶς, τοῖς οὐδέπω μεμαθηκόσιν ὅτι τὸ πλεονεκτεῖν κακὸν, τίς ἂν τοὺς τοιούτους εἴποι λόγους, καὶ ἐφ' ἕτερα ἀγάγοι πρὸ καιροῦ; Ἡμεῖς μὲν οὖν οὐ παυσόμεθα τὰ αὐτὰ λέγοντες, ἄν τε πεισθῆτε, ἄν τε μή· δεδοίκαμεν δὲ μὴ τῷ συνεχῶς τὰ αὐτὰ λέγειν, ἐὰν μὴ ἀκούητε, μείζονα τοῖς παρακούουσι τὴν καταδίκην ἐργασώμεθα. Οὐ πρὸς πάντας δέ μοι ταῦτα ῥητέον· οἶδα γὰρ πολλοὺς ὠφελουμένους ἀπὸ τῆς ἐνταῦθα εἰσόδου, οἳ δικαίως ἂν ἐκείνων καταβοήσαιεν ὡς ἐνεδρευόντων αὐτοὺς διὰ τῆς οἰκείας ἀμαθείας καὶ ἀπροσεξίας. Πλὴν ἀλλ' οὐδὲ οὕτως ἐνεδρευθήσονται· τὸ γὰρ συνεχῶς τὰ αὐτὰ ἀκούειν, καὶ τοῖς εἰδόσι χρήσιμον· ὃ γὰρ ἴσμεν πολλάκις ἀκούσαντες, μᾶλλον κατενύγημεν. Οἷόν τι λέγω· Ἴσμεν ὅτι καλὸν ἡ ταπεινοφροσύνη, καὶ ὅτι πολλάκις διελέχθη περὶ αὐτῆς ὁ Χριστός· ἀλλ' ὅταν καὶ αὐτῶν τῶν ῥημάτων ἐπακούσωμεν, καὶ τῶν εἰς αὐτὰ θεωρημάτων, πλέον τι πάσχομεν, κἂν μυριάκις ἀκούσωμεν. Εὔκαιρον οὖν καὶ ἡμᾶς νῦν εἰπεῖν ὑμῖν· Διόπερ ἀφέντες τὸν τῆς ἀρχῆς τοῦ Χριστοῦ λόγον, ἐπὶ τὴν τελειότητα φερώμεθα. Τί δέ ἐστιν ἡ ἀρχὴ τοῦ λόγου, αὐτὸς ἐφεξῆς ἑρμηνεύει, λέγων· Μὴ πάλιν θεμέλιον, φησὶ, καταβαλλόμενοι μετανοίας ἀπὸ νεκρῶν ἔργων, καὶ πίστεως ἐπὶ Θεὸν, βαπτισμῶν διδαχῆς, ἐπιθέσεώς τε χειρῶν, ἀναστάσεώς τε νεκρῶν, καὶ κρίματος αἰωνίου. Εἰ δὲ τοῦτο ἀρχὴ, τί ἄλλο ἐστὶ τὸ δόγμα τὸ 63. 77 ἡμέτερον, ἢ τὸ μετανοῆσαι ἀπὸ νεκρῶν ἔργων, καὶ διὰ τοῦ Πνεύματος λαβεῖν τὴν πίστιν εἰς ἀνάστασιν νεκρῶν, καὶ κρίματος αἰωνίου; Τί δέ ἐστιν ἀρχή; Οὐδὲν ἄλλο, ἢ τοῦτο ἀρχήν φησιν, ὅταν μὴ βίος ἀκριβὴς παρῇ. Καθάπερ γὰρ τὸν εἰς τὴν μάθησιν τῶν γραμμάτων εἰσερχόμενον, τὰ στοιχεῖα δεῖ πρῶτον ἀκοῦσαι· οὕτω καὶ τὸν Χριστιανὸν ταῦτα εἰδέναι ἀκριβῶς πρῶτον χρὴ, καὶ μηδὲν ἀμφιβάλλειν περὶ αὐτῶν. Εἰ δὲ δέοιτο πάλιν διδασκαλίας, οὔπω τὸν θεμέλιον ἔχει· τὸν γὰρ ἑδραῖον πεπηγέναι προσῆκε καὶ ἑστάναι, καὶ μὴ μετακινεῖσθαι. Εἰ δὲ μέλλοι τις κατηχηθεὶς, καὶ βαπτισθεὶς μετὰ ἔτη δέκα περὶ πίστεως πάλιν ἀκούειν, καὶ ὅτι πιστεῦσαι χρὴ εἰς ἀνάστασιν νεκρῶν· οὔπω τὸν θεμέλιον ἔχει, πάλιν τὴν ἀρχὴν τοῦ Χριστιανισμοῦ ζητεῖ. Ὅτι γὰρ ἡ πίστις θεμέλιον, τὸ δὲ λοιπὸν οἰκοδομὴ, ἄκουε αὐτοῦ λέγοντος· Ἐγὼ θεμέλιον τέθεικα, ἄλλος δὲ ἐποικοδομεῖ. Εἴ τις ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον τοῦτον, χρυσὸν, ἄργυρον, λίθους τιμίους, ξύλα, χόρτον, καλάμην. Διὰ τοῦτο ἔλεγε· Μὴ πάλιν θεμέλιον καταβαλλόμενοι μετανοίας ἀπὸ νεκρῶν ἔργων.
9.2.1
Τί δέ ἐστιν, Ἐπὶ τὴν τελειότητα φερώμεθα; Πρὸς αὐτὴν χωρῶμεν λοιπὸν, φησὶ, τὴν ὀροφήν· τουτέστι, βίον ἄριστον ἔχωμεν. Ὥσπερ γὰρ ἐπὶ τῶν στοιχείων τὸ πᾶν ἄλφα συνέχει, καὶ ὁ θεμέλιος τὴν πᾶσαν οἰκοδομήν· οὕτω καὶ τοῦ βίου τὴν καθαρότητα, ἡ περὶ τὴν πίστιν πληροφορία. Ταύτης δὲ ἄνευ οὐκ ἔστιν εἶναι Χριστιανόν· ὥσπερ οὐδὲ θεμελίων ἄνευ οἰκοδομὴν, οὐδὲ στοιχείων χωρὶς ἔμπειρον γραμμάτων εἶναι. Ἀλλ' ὥσπερ ἐάν τις ἀεὶ περὶ τὰ στοιχεῖα καταγίνηται, ἢ εἴ τις περὶ τὸν θεμέλιον στρέφηται, καὶ οὐκ ἀνέρχηται ἐπὶ τὴν οἰκοδομὴν, οὐδέποτε ἔσται αὐτῷ τι πλέον· οὕτω καὶ ἐφ' ἡμῶν· ἂν γὰρ ἀεὶ ἐπὶ τὴν ἀρχὴν τῆς πίστεως μένωμεν, οὐδέποτε πρὸς τὸ τέλειον ταύτης ἀναβησόμεθα. Σὺ δὲ μὴ νομίσῃς ἠλαττῶσθαι τὴν πίστιν διὰ τὸ στοιχεῖον κληθῆναι· ἡ γὰρ πᾶσα δύναμις αὕτη ἐστίν. Ὅταν γὰρ λέγῃ· Πᾶς γὰρ ὁ μετέχων γάλακτος, ἄπειρος λόγου δικαιοσύνης· νήπιος γάρ ἐστιν, οὐ γάλα ταύτην καλεῖ· ἀλλὰ τὸ ἀμφιβάλλειν ἔτι περὶ τούτων, τοῦτό ἐστιν ἀσθενοῦς διανοίας καὶ λόγων δεομένης πολλῶν. Τὰ γὰρ δόγματα ταῦτά ἐστι τὰ ὑγιῆ· τέλειον γὰρ ἐκεῖνον καλοῦμεν τὸν μετὰ τῆς πίστεως βίον ἔχοντα ὀρθόν. Ἐὰν δέ τις πίστιν μὲν ἔχῃ, πράττῃ δὲ πονηρὰ, καὶ περὶ αὐτῆς δὲ ταύτης ἀμφιβάλλῃ, καὶ ὑβρίζῃ τὴν διδασκαλίαν· εἰκότως αὐτὸν φήσομεν νήπιον, ἐπὶ τὴν ἀρχὴν ἀναδραμόντα. Ὥστε κἂν μυρία ἔτη ἐν τῇ πίστει ἔχωμεν, καὶ μὴ βέβαιοι ὦμεν ἐν αὐτῇ, νήπιοί ἐσμεν, ὅταν βίον αὐτῇ μὴ συμβαίνοντα ἐπιδεικνυώμεθα, ὅταν ἔτι θεμέλιον καταβαλλώμεθα. Τούτοις δὲ μετὰ τοῦ βίου καὶ ἄλλο καλεῖ, ὡς παρασαλευθεῖσι, καὶ δεομένοις θεμέλιον καταβάλλειν μετανοίας ἀπὸ νεκρῶν ἔργων. Τὸν γὰρ ἀπό τινος εἰς ἕτερον μετατιθέμενον, καὶ τὸ μὲν ἀφιέντα, τοῦτο δὲ αἱρούμενον, πρότερον αὐτοῦ καταγνῶναι χρὴ, καὶ ἀποστῆναι τῇ διαθέσει, καὶ τότε ἐλθεῖν ἐφ' ἕτερον· εἰ δὲ τοῦ προτέρου πάλιν ἔχεσθαι μέλλοι, 63. 78 πῶς τοῦ δευτέρου ἅψεται; Τί οὖν, φησὶ, περὶ τοῦ νόμου; Κατέγνωμεν αὐτοῦ, καὶ πάλιν ἐπ' αὐτὸν ἀνατρέχομεν. Τοῦτο οὐκ ἔστι μετάθεσις· καὶ γὰρ ἐνταῦθα ἔχομεν νόμον. Νόμον οὖν, φησὶ, καταργοῦμεν διὰ τῆς πίστεως; Μὴ γένοιτο, ἀλλὰ νόμον ἱστῶμεν. Ἐγὼ δὲ περὶ πονηρῶν εἶπον πραγμάτων. Ὁ γὰρ μέλλων ἐπ' ἀρετὴν μετιέναι, πρότερον τῆς κακίας καταγνῶναι ὀφείλει, καὶ τότε αὐτὴν μετελθεῖν· οὐ γὰρ ἴσχυεν ἡ μετάνοια καθαροὺς αὐτοὺς δεῖξαι. Διὰ τοῦτο εὐθέως ἐβαπτίζοντο, ἵν', ὅπερ ἀδυνάτως εἶχον ἐργάσασθαι δι' ἑαυτῶν, τοῦτο διὰ τῆς τοῦ Χριστοῦ γένηται χάριτος. Οὔτε οὖν μετάνοια ἀρκεῖ πρὸς τὸν καθαρισμὸν, ἀλλὰ δεῖ τὸ βάπτισμα παραλαβεῖν. Ἐπὶ γοῦν τὸ βάπτισμα ἔρχεσθαι δεῖ, πρότερον καταγνόντα τῶν ἡμαρτημένων αὐτῷ, καὶ καταψηφισάμενον. Τί δέ ἐστι, Βαπτισμῶν διδαχῆς; Οὐχ ὡς πολλῶν ὄντων τῶν βαπτισμῶν, ἀλλ' ἑνός. Τί οὖν αὐτὸ πληθυντικῶς εἶπε; Διὰ τὸ εἰπεῖν, Μὴ πάλιν θεμέλιον καταβαλλόμενοι μετανοίας. Εἰ γὰρ πάλιν αὐτοὺς ἐβάπτισε, καὶ ἄνωθεν κατήχησε, καὶ πάλιν ἐξ ἀρχῆς βαπτισθέντες ἐδιδάσκοντο τὰ πρακτέα, καὶ τὰ μὴ πρακτέα, διηνεκῶς ἔμελλον ἀδιόρθωτοι μένειν. Καὶ ἐπιθέσεως χειρῶν. Οὕτω γὰρ τὸ Πνεῦμα ἐλάμβανον. Ἐπιθέντος γὰρ αὐτοῖς τοῦ Παύλου τὰς χεῖρας, φησὶν, ἦλθε τὸ Πνεῦμα τὸ ἅγιον. Ἀναστάσεώς τε νεκρῶν. Τοῦτο γὰρ ἔν τε τῷ βαπτίσματι γίνεται, καὶ ἐν τῇ ὁμολογίᾳ βεβαιοῦται. Καὶ κρίματος αἰωνίου. Διὰ τί δὲ ταῦτά φησιν; Ἐπειδὴ εἰκὸς ἦν αὐτοὺς ἢ παρασαλεύεσθαι ἤδη πεπιστευκότας, ἢ κακῶς βιοῦν καὶ ῥᾳθύμως. Λέγει οὖν· Νήψατε. Ἀπάγων οὖν αὐτοὺς τῆς τοιαύτης ῥᾳθυμίας, καὶ προσεκτικωτέρους ποιῶν, τοῦτον τὸν λόγον κινεῖ. Οὐκ ἔνι γὰρ εἰπεῖν, ὅτι Ἂν νῦν ῥᾳθύμως ζήσωμεν, πάλιν βαπτισθησόμεθα, πάλιν κατηχηθησόμεθα, καὶ πάλιν ληψόμεθα τὸ Πνεῦμα· ἢ, ὅτι Ἂν νῦν τῆς πίστεως ἐκπέσωμεν, πάλιν δυνησόμεθα βαπτιζόμενοι τὰ ἁμαρτήματα ἀπολούσασθαι, καὶ τῶν αὐτῶν τυχεῖν ὧνπερ καὶ πρότερον. Σφάλλεσθε, φησὶ, ταῦτα νομίζοντες. Ἀδύνατον γὰρ τοὺς ἅπαξ φωτισθέντας, γευσαμένους τε τῆς δωρεᾶς τῆς ἐπουρανίου, καὶ μετόχους γενηθέντας Πνεύματος ἁγίου, καὶ καλὸν γευσαμένους Θεοῦ ῥῆμα, δυνάμεις τε μέλλοντος αἰῶνος, καὶ παραπεσόντας, πάλιν ἀνακαινίζειν εἰς μετάνοιαν, ἀνασταυροῦντας ἑαυτοῖς τὸν Υἱὸν τοῦ Θεοῦ καὶ παραδειγματίζοντας. Καὶ ὅρα πῶς ἐντρεπτικῶς καὶ ἀπαγορευτικῶς ἄρχεται· Ἀδύνατον, φησί· τουτέστι, Μηκέτι προσδόκα τὸ μὴ δυνατόν. Οὐ γὰρ εἶπεν, Οὐ πρέπει, οὐδὲ συμφέρει, οὐδὲ ἔξεστιν, ἀλλ', Ἀδύνατον· ὥστε εἰς ἀπόγνωσιν ἐμβαλεῖν, εἰ ὅλως ἐφωτίσθητε ἅπαξ.
9.3.1
Εἶτα ἐπάγει, Γευσαμένους τε τῆς δωρεᾶς τῆς ἐπουρανίου· τουτέστι, τῆς ἀφέσεως. Καὶ μετόχους γενηθέντας Πνεύματος ἁγίου, καὶ καλὸν γευσαμένους Θεοῦ ῥῆμα. Τὴν διδασκαλίαν ἐνταῦθα λέγει. Δυνάμεις τε μέλλοντος αἰῶνος. Τίνας λέγεις δυνάμεις; Ἢ τὸ θαύματα ἐπιτελεῖν, ἢ τὸν ἀῤῥαβῶνα τοῦ Πνεύματος. Καὶ παραπεσόντας, πάλιν ἀνακαινίζειν εἰς μετάνοιαν, ἀνασταυροῦντας ἑαυτοῖς τὸν 63. 79 Υἱὸν τοῦ Θεοῦ καὶ παραδειγματίζοντας. Ἀνακαινίζειν, φησὶν, εἰς μετάνοιαν· τουτέστι, διὰ μετανοίας· τί οὖν; ἐκβέβληται ἡ μετάνοια; Οὐχ ἡ μετάνοια, μὴ γένοιτο, ἀλλ' ὁ διὰ λουτροῦ πάλιν ἀνακαινισμός. Οὐ γὰρ εἶπεν, Ἀδύνατον ἀνακαινισθῆναι εἰς μετάνοιαν, καὶ ἐσίγησεν· ἀλλ' εἰπὼν, Ἀδύνατον ἐπήγαγεν, Ἀνασταυροῦντας. Ἀνακαινισθῆναι· τουτέστι, καινὸν γενέσθαι· τὸ γὰρ καινοὺς ποιῆσαι, τοῦ λουτροῦ μόνον ἐστίν· Ἀνακαινισθήσεται γὰρ, φησὶν, ὡς ἀετοῦ ἡ νεότης σου. Τῆς δὲ μετανοίας ἐστὶ τὸ, καινοὺς γενομένους, εἶτα παλαιωθέντας ὑπὸ τῶν ἁμαρτημάτων, ἀπαλλάξαι τῆς παλαιότητος καὶ καινοὺς ἐργάσασθαι· εἰς ἐκείνην μέντοι τὴν λαμπρότητα ἀγαγεῖν οὐκ ἔνι· ἐκεῖ γὰρ τὸ ὅλον ἡ χάρις ἦν. Ἀνασταυροῦντας ἑαυτοῖς, φησὶ, τὸν Υἱὸν τοῦ Θεοῦ καὶ παραδειγματίζοντας. Ὃ δὲ λέγει, τοῦτό ἐστι· Τὸ βάπτισμα σταυρός ἐστι· Συνεσταυρώθη γὰρ ὁ παλαιὸς ἡμῶν ἄνθρωπος. Καὶ πάλιν· Σύμμορφοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ· καὶ πάλιν· Συνετάφημεν οὖν αὐτῷ διὰ τοῦ βαπτίσματος εἰς τὸν θάνατον. Ὥσπερ οὖν οὐκ ἔνι δεύτερον σταυρωθῆναι τὸν Χριστόν· τοῦτο γὰρ παραδειγματίσαι αὐτόν ἐστιν· οὕτως οὐδὲ βαπτισθῆναι. Εἰ γὰρ θάνατος αὐτοῦ οὐκέτι κυριεύσει, εἰ ἀνέστη, τῇ ἀναστάσει κρείττων γενόμενος τοῦ θανάτου, εἰ διὰ τοῦ θανάτου τὸν θάνατον κατεπάλαισεν, εἶτα πάλιν σταυροῦται· μῦθος πάντα ἐκεῖνα καὶ παραδειγματισμός. Ὁ τοίνυν δεύτερον ἑαυτὸν βαπτίζων, πάλιν αὐτὸν σταυροῖ. Τί δέ ἐστιν, Ἀνασταυροῦντας; Ἄνωθεν πάλιν σταυροῦντας. Ὥσπερ γὰρ ἀπέθανεν ὁ Χριστὸς ἐν τῷ σταυρῷ, οὕτως ἡμεῖς ἐν τῷ βαπτίσματι, οὐ τῇ σαρκὶ, ἀλλὰ τῇ ἁμαρτίᾳ. Ὅρα θάνατον, καὶ θάνατον· ἐκεῖνος ἀπέθανεν ἐν τῇ σαρκὶ, ἡμεῖς δὲ τῇ ἁμαρτίᾳ. Διὰ τοῦ βαπτίσματος ἡμῶν ὁ παλαιὸς ἄνθρωπος ἐτάφη, καὶ ἀνέστη ὁ καινὸς, ὁ σύμμορφος γενόμενος τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ. Εἰ τοίνυν ἀνάγκη πάλιν βαπτισθῆναι, ἀνάγκη πάλιν αὐτὸν ἀποθανεῖν τοῦτον· τὸ γὰρ βάπτισμα οὐδέν ἐστιν ἄλλο, ἢ ἀναίρεσις τοῦ βαπτιζομένου, καὶ ἔγερσις ἐκείνου. Καὶ καλῶς εἶπεν, Ἑαυτοῖς ἀνασταυροῦντας· ὁ γὰρ τοῦτο ποιῶν, ὡς τῆς προτέρας χάριτος ἐπιλαθόμενος, καὶ ῥᾳθύμως τὸν ἑαυτοῦ βίον οἰκονομῶν, ὡς ὄντος ἑτέρου βαπτίσματος, οὕτω πάντα διαπράττεται. Διόπερ προσέχειν χρὴ καὶ ἀσφαλίζεσθαι. Τί ἐστι, Γευσαμένους τῆς δωρεᾶς τῆς ἐπουρανίου; Τουτέστι, τῆς ἀφέσεως τῶν ἁμαρτημάτων· τοῦτο γὰρ Θεοῦ μόνου χαρίζεσθαι, καὶ ἡ χάρις ἅπαξ ἐστὶ χάρις. Τί οὖν ἐπιμενοῦμεν τῇ ἁμαρτίᾳ, ἵνα ἡ χάρις πλεονάσῃ; Μὴ γένοιτο. Εἰ δὲ ἀεὶ μέλλομεν χάριτι σώζεσθαι, οὐδέποτε ἐσόμεθα ἀγαθοί. Ὅπου γὰρ μία ἐστὶ χάρις, καὶ οὕτω ῥᾳθυμοῦμεν· εἰ ᾔδειμεν ὅτι πάλιν ἔστιν ἀπολούσασθαι τὰ ἁμαρτήματα, ἆρα ἂν ἐπαυσάμεθα ἁμαρτάνοντες; Οὐκ ἔγωγε οἶμαι. Πολλὰ ἐνταῦθα δείκνυσι τὰ δῶρα· καὶ ἵνα μάθῃς, ἄκουσον· Κατηξιώθης, φησὶ, τοσαύτης ἀφέσεως, ἐν σκότῳ καθεζόμενος ὁ ἐχθρὸς, ὁ πολέμιος, ὁ ἀπηλλοτριωμένος, ὁ θεοστυγὴς, ὁ ἀπολλύμενος· ὁ τοιοῦτος οὖν ἐξαίφνης φωτισθεὶς, Πνεύματος ἀξιωθεὶς, δωρεᾶς ἐπουρανίου, υἱοθεσίας, βασιλείας οὐρανῶν, τῶν ἄλλων ἀγαθῶν, μυστηρίων ἀποῤ 63. 80 ῥήτων, καὶ οὐδὲ οὕτω βελτίων γενόμενος, ἀλλ' ἄξιος μὲν ὢν ἀπωλείας, τυχὼν δὲ σωτηρίας καὶ τιμῆς, ὡς τὰ μεγάλα κατωρθωκὼς, πῶς ἂν δύναιτο βαπτισθῆναι πάλιν; Δύο τοίνυν τρόποις τὸ πρᾶγμα ἀδύνατον ἔφησεν εἶναι, καὶ τὸν ἰσχυρότερον ὕστερον ἔθηκεν· ἑνὶ μὲν, ὅτι οὐκ ἄξιος ὁ τοιούτων καταξιωθεὶς, καὶ πάντα προδοὺς τὰ δωρηθέντα αὐτῷ, πάλιν ἀνακαινισθῆναι· δευτέρῳ δὲ, ὅτι οὐ δυνατόν ἐστιν αὐτὸν πάλιν ἀνασταυροῦσθαι· τοῦτο γάρ ἐστι παραδειγματίσαι. Οὐκ ἔστι τοίνυν δεύτερον λουτρὸν, οὐκ ἔστιν· εἰ δὲ ἔστι, καὶ τρίτον ἐστὶ, καὶ τέταρτόν ἐστι, καὶ ὑπὸ τοῦ ὑστέρου ἀεὶ τὸ πρῶτον καταλύεται, καὶ τοῦτο πάλιν ὑπὸ τοῦ ἄλλου, καὶ τοῦτο εἰς ἄπειρον. Εἰπὼν δὲ, Καὶ καλὸν Θεοῦ γευσαμένους Ῥῆμα, δυνάμεις τε αἰῶνος μέλλοντος, οὐκ ἀποκαλύπτει αὐτὸ, ἀλλ' αἰνίττεται, καὶ μονονουχὶ ταῦτα λέγει· ὅτι τὸ ζῇν ὡς ἀγγέλους, τὸ μηδενὸς δεῖσθαι τῶν ἐνταῦθα, τὸ εἰδέναι ὅτι τῆς τῶν μελλόντων αἰώνων ἀπολαύσεως πρόξενος ἡμῖν ἡ υἱοθεσία γίνεται, τὸ εἰς τὰ ἄδυτα ἐκεῖνα εἰσελθεῖν προσδοκᾷν, διὰ τοῦ Πνεύματος ἔστι ταῦτα μαθεῖν. Τί ἐστι, Δυνάμεις τε τοῦ μέλλοντος αἰῶνος; Ἡ ζωὴ ἡ αἰώνιος, ἡ ἀγγελικὴ διαγωγή. Τούτων ἤδη τὸν ἀῤῥαβῶνα ἐλάβομεν διὰ τῆς πίστεως παρὰ τοῦ Πνεύματος. Εἰπέ μοι τοίνυν εἰ εἰς βασίλεια εἰσαχθεὶς, καὶ πάντα ἐμπιστευθεὶς τὰ ἐκεῖ, εἶτα προὔδωκας ἅπαντα, ἆρα ἂν ἐνεπιστεύθης τὰ ἐκεῖ πάλιν;
9.4.1
Τί οὖν; οὐκ ἔστι μετάνοια, φησίν; Ἔστι μετάνοια, ἀλλὰ βάπτισμα οὐκ ἔστι δεύτερον. Μετάνοια δὲ ἔστι πολλὴν ἔχουσα τὴν ἰσχὺν, καὶ τὸν σφόδρα τοῖς ἁμαρτήμασι βεβαπτισμένον, εἰ βουληθείη, δυναμένη ἀπαλλάξαι τοῦ τῶν ἁμαρτημάτων φορτίου, καὶ τὸν κινδυνεύοντα καταστῆσαι ἐν ἀσφαλείᾳ, κἂν πρὸς αὐτὸν ἔλθῃ τῆς κακίας τὸν πυθμένα. Καὶ τοῦτο πολλαχόθεν δυνατὸν ἀποδεῖξαι. Μὴ ὁ πίπτων γὰρ, φησὶν, οὐκ ἀνίσταται, ἢ ὁ ἀποστρέφων οὐκ ἐπιστρέφει; Ἔστιν, ἐὰν βουλώμεθα, μορφωθῆναι τὸν Χριστὸν ἐν ἡμῖν πάλιν· ἄκουε γὰρ Παύλου λέγοντος, Τεκνία μου, οὓς πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν· μόνον ἁψώμεθα τῆς μετανοίας. Ὅρα γὰρ Θεοῦ φιλανθρωπίαν· ἔδει ἡμᾶς παντὶ τρόπῳ κολασθῆναι παρὰ τὴν ἀρχὴν, ὅτι καὶ νόμον λαβόντες τὸν φυσικὸν καὶ μυρίων ἀπολαύσαντες ἀγαθῶν, τόν τε Δεσπότην ἠγνοήκαμεν, καὶ βίον ἀκάθαρτον βεβιώκαμεν· ὁ δὲ οὐ μόνον οὐκ ἐκόλασεν, ἀλλὰ καὶ μυρίων μετέδωκεν ἀγαθῶν, ὡς ἂν εἰ μεγάλα κατωρθωκότες ἦμεν. Πάλιν ἐξεπέσομεν, καὶ οὐδὲ οὕτω κολάζει, ἀλλ' ἔδωκε τὸ τῆς μετανοίας φάρμακον, πάντα ἡμῶν τὰ ἁμαρτήματα ἱκανὸν ἀφανίσαι καὶ ἀπαλεῖψαι, μόνον ἐὰν εἰδῶμεν τὸ φάρμακον ὁποῖόν ἐστι, καὶ πῶς αὐτὸ ἐπιτιθέναι δεῖ. Ποῖον οὖν ἐστι τὸ φάρμακον τῆς μετανοίας, καὶ πῶς αὐτὸ κατασκευάζεται; Πρῶτον, ἀπὸ καταγνώσεως τῶν οἰκείων ἁμαρτημάτων, καὶ ἀπὸ ἐξαγορεύσεως. Τὴν ἀνομίαν γάρ μου, φησὶν, ἐγνώρισα, καὶ τὴν ἁμαρτίαν μου οὐκ ἐκάλυψα· καὶ, Ἐξαγορεύσω κατ' ἐμοῦ τὴν ἀνομίαν μου τῷ Κυρίῳ, καὶ σὺ ἀφῆκας τὴν ἀσέβειαν τῆς καρδίας μου· καὶ πάλιν· Λέγε σὺ τὰς ἁμαρτίας σου πρῶτος, ἵνα δικαιωθῇς· καὶ, Δίκαιος ἑαυτοῦ κατήγορος ἐν πρωτολογίᾳ. Δεύτερον, ἀπὸ ταπεινοφροσύνης πολλῆς· ὥσπερ γὰρ σειρά τίς ἐστι χρυσῆ, κἂν ἀρχὴν λάβῃ, πάντα ἕπεται. Ἐὰν γὰρ ὁμολογή 63. 81 σῃς τὴν ἁμαρτίαν ὡς ὁμολογῆσαι χρὴ, ταπεινοῦται ἡ ψυχή· τὸ γὰρ συνειδὸς αὐτὴν συστρέφον, κατεστάλθαι ποιεῖ. Δεῖ δὲ καὶ ἕτερα προσεῖναι τῇ ταπεινοφροσύνῃ, ἵνα τοιαύτη ᾖ οἵαν ὁ μακάριος Δαυῒδ ηὔχετο λέγων· Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεός· καὶ πάλιν· Καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Τὸ γὰρ συντριβὲν οὐ διανίσταται, οὐ πλήττει, ἀλλὰ πρὸς τὸ παθεῖν κακῶς ἐστὶν ἕτοιμον, αὐτὸ δὲ οὐ διανίσταται. Τοιοῦτόν ἐστι συντριβὴ καρδίας· κἂν ὑβρισθῇ, κἂν πάθῃ κακῶς, ἡσυχάζει, καὶ οὐχ ὁρμᾷ πρὸς ἄμυναν. Μετὰ δὲ τὴν ταπεινοφροσύνην, εὐχῶν δεῖ ἐκτενῶν, δακρύων πολλῶν, τῶν ἐν ἡμέρᾳ, τῶν ἐν νυκτί· Λούσω γὰρ, φησὶ, καθ' ἑκάστην νύκτα τὴν κλίνην μου· ἐν δὲ δάκρυσί μου τὴν στρωμνήν μου βρέξω· ἐκοπίασα ἐν τῷ στεναγμῷ μου· καὶ πάλιν· Ὅτι σποδὸν ὡσεὶ ἄρτον ἔφαγον, καὶ τὸ πόμα μου μετὰ κλαυθμοῦ ἐκίρνων. Καὶ μετὰ τὴν εὐχὴν τὴν οὕτως ἐκτενῆ, ἐλεημοσύνης δεῖ πολλῆς. Τὸ γὰρ μάλιστα ἰσχυρὸν ἐργαζόμενον τὸ φάρμακον τῆς μετανοίας, τοῦτό ἐστι. Καὶ καθάπερ ἐπὶ τῶν ἰατρικῶν βοηθημάτων ἔστι φάρμακον πολλὰς μὲν λαμβάνον βοτάνας, μίαν δὲ τὴν κυριωτάτην· οὕτω καὶ ἐπὶ τῆς μετανοίας αὕτη ἡ βοτάνη κυριωτέρα, καὶ τὸ πᾶν αὕτη γένοιτο ἄν. Ἄκουε γὰρ τί φησιν ἡ θεία Γραφή· Δότε ἐλεημοσύνην, καὶ πάντα ἔσται καθαρά· καὶ πάλιν· Ἐλεημοσύναις καὶ πίστεσιν ἀποκαθαίρονται ἁμαρτίαι· καὶ πάλιν· Πῦρ φλογιζόμενον ἀποσβέσει ὕδωρ, καὶ ἐλεημοσύνη καταπαύσει ἁμαρτίας μεγάλας. Εἶτα τὸ μὴ ὀργίζεσθαι, μηδὲ μνησικακεῖν, τὸ πᾶσιν ἀφιέναι τὰ ἁμαρτήματα· Ἄνθρωπος γὰρ ἀνθρώπῳ συντηρεῖ ὀργὴν, φησὶ, καὶ παρὰ Κυρίου ζητεῖ ἴασιν. Ἄφετε, ἵνα ἀφεθῇ ὑμῖν. Καὶ τὸ ἐπιστρέφειν ἀδελφοὺς ἀπὸ τῆς πλάνης· Πορεύου γὰρ, φησὶ, καὶ ἐπίστρεφε τοὺς ἀδελφούς σου, ἵνα ἀφεθῶσί σοι αἱ ἁμαρτίαι σου· τὸ πρὸς τοὺς ἱερεῖς ἔχειν οἰκείως. Κἂν γὰρ ἁμαρτίας ᾖ, φησὶ, πεποιηκώς τις, ἀφεθήσεται αὐτῷ· τὸ προΐστασθαι τῶν ἀδικουμένων, τὸ μὴ ἔχειν ὀργὴν, τὸ πάντα πράως φέρειν.
9.5.1
Ἆρα πρὸ μὲν τοῦ μαθεῖν ὅτι ἔστι διὰ μετανοίας ἀπολούσασθαι τὰ ἁμαρτήματα, οὐκ ἐναγώνιοι ἦτε, γνόντες ὅτι οὐκ ἔστιν ἕτερον λουτρὸν, καὶ ἀπεγινώσκετε ἑαυτῶν; Νυνὶ δὲ μαθόντες δι' ὅσων ἡ μετάνοια καὶ ἡ ἄφεσις κατορθοῦται, καὶ ὅτι δυνησόμεθα τὸ πᾶν ἐκφυγεῖν, ἂν βουληθῶμεν αὐτῇ χρήσασθαι δεόντως, ποίας τύχοιμεν ἂν συγγνώμης, οὐδὲ εἰς νοῦν ἐρχόμενοι τῶν ἡμετέρων ἁμαρτημάτων; Εἰ γὰρ τοῦτο ἦν, πάντα ἤνυστο. Ὥσπερ γὰρ ὁ τὴν θύραν εἰσελθὼν, ἔνδον ἐστίν· οὕτως ὁ τὰ οἰκεῖα λογιζόμενος κακά. Ἂν γὰρ ἀναλογίζηται αὐτὰ καθ' ἑκάστην, καὶ ἐπὶ τὴν θεραπείαν αὐτῶν πάντως ἥξει· ἂν δὲ λέγῃ, Ἁμαρτωλός εἰμι, μὴ ἀναλογίζηται δὲ αὐτὰ κατ' εἶδος, καὶ λέγῃ, ὅτι Τόδε καὶ τόδε ἥμαρτον· οὐδέποτε παύσεται, ἀεὶ μὲν ὁμολογῶν, φροντίζων δὲ οὐδέποτε τῆς διορθώσεως. Ἐὰν γὰρ ἄρξηται, πάντως καὶ τὰ ἄλλα ἕπεται, ἂν εἴσοδον ἐπιδείξηται· πανταχοῦ γὰρ ἡ ἀρχὴ καὶ τὰ προοίμια 63. 82 δύσκολα. Ταῦτα οὖν καταβαλώμεθα, καὶ πάντα εὔκολα ἔσται καὶ ῥᾷστα. Ἀρξώμεθα τοίνυν, παρακαλῶ, ὁ μὲν ἀπὸ τοῦ τὰς εὐχὰς ἐπιτεῖναι, ὁ δὲ ἀπὸ τοῦ δακρύειν συνεχῶς, ὁ δὲ ἀπὸ τοῦ κατηφεῖν· οὐδὲ γὰρ οὐδὲ τοῦτο τὸ οὕτω μικρὸν ἀνόνητον. Εἶδον γὰρ, φησὶν, ὅτι ἐλυπήθη, καὶ ἐπορεύθη στυγνὸς, καὶ ἰασάμην τὰς ὁδοὺς αὐτοῦ. Πάντες δὲ ἀπὸ ἐλεημοσύνης, καὶ τοῦ ἀφιέναι τοῖς πλησίον τὰ ἁμαρτήματα, καὶ ἀπὸ τοῦ μὴ μνησικακεῖν μηδὲ ἀμύνεσθαι, ταπεινώσωμεν ἑαυτῶν τὰς ψυχάς. Ἐὰν ἐννοῶμεν συνεχῶς τὰ ἡμαρτημένα ἡμῖν, οὐδὲν ἡμᾶς ἐπᾶραι τῶν ἔξωθεν δυνήσεται, οὐ πλοῦτος, οὐ δυναστεία, οὐκ ἀρχὴ, οὐ τιμὴ, ἀλλὰ κἂν εἰς αὐτὸ τὸ ὄχημα τὸ βασιλικὸν καθίσωμεν, στενάξομεν πικρόν. Ἐπεὶ καὶ ὁ μακάριος Δαυῒδ βασιλεὺς ἦν, καὶ ἔλεγε· Λούσω καθ' ἑκάστην νύκτα τὴν κλίνην μου· καὶ οὐδὲν ἀπὸ τῆς ἁλουργίδος καὶ τοῦ διαδήματος παρεβλάβη, καὶ οὐκ ἐτυφώθη· ᾔδει γὰρ ἑαυτὸν ἄνθρωπον ὄντα· καὶ ἐπειδὴ συντετριμμένην εἶχε τὴν καρδίαν, ἐθρήνει. Τί γάρ ἐστι τὰ ἀνθρώπινα πράγματα; Τέφρα καὶ κόνις, καὶ ὡσεὶ χνοῦς κατὰ πρόσωπον ἀνέμου, καπνὸς καὶ σκιὰ, καὶ φύλλον περιφερόμενον καὶ ἄνθος, ὄναρ καὶ διήγημα, καὶ μῦθος, ἄνεμος καὶ ἀὴρ χαῦνος ἁπλῶς διαῤῥέων, πτερὸν οὐχ ἱστάμενον, ῥεῦμα παρατρέχον, καὶ εἴ τι τούτων οὐδαμινέστερον· τί γὰρ, εἰπέ μοι, μέγα νομίζεις; ποῖον ἡγῇ μέγα ἀξίωμα εἶναι; τὸ τοῦ ὑπάτου; οὐδὲν γὰρ τούτου τοῦ ἀξιώματος εἶναι μεῖζον νομίζουσιν οἱ πολλοί. Τοῦ ἐν τοσαύτῃ τοίνυν λαμπρότητι γενομένου, τοῦ μεγάλως θαυμασθέντος, ὁ μὴ ὕπατος ἔλαττον ἔχει οὐδέν· ἐν τῷ αὐτῷ καὶ οὗτος κἀκεῖνός ἐστιν ἀξιώματι· ὁμοίως ἑκάτεροι μετ' ὀλίγον οὐκ εἰσί. Πότε ἐγένετο, πόσον χρόνον, εἰπέ μοι; ἡμερῶν δύο; Τοῦτο καὶ ἐν ὀνείροις γίνεται. Ἀλλ' ὄναρ, φησὶν, ἐστί. Καὶ τί τοῦτο; τὸ γὰρ ἐν ἡμέρᾳ, οὐκ ὄναρ; Εἰπέ μοι, διὰ τί μὴ ταῦτα μᾶλλον λέγομεν ὄναρ; Ὥσπερ γὰρ τὰ ὀνείρατα, τῆς ἡμέρας καταλαβούσης, ἐλέγχεται οὐδὲν ὄντα· οὕτω καὶ ταῦτα, τῆς νυκτὸς καταλαβούσης, ἐλέγχεται οὐδὲν ὄντα· τὸ γὰρ ἴσον ἥ τε νὺξ καὶ ἡ ἡμέρα ἀπέλαβον τοῦ χρόνου, καὶ ἐξ ἴσης διενείμαντο τὸν πάντα χρόνον. Ὥσπερ τοίνυν ἐν ἡμέρᾳ τοῖς ἐν νυκτὶ γενομένοις οὐ γάννυταί τις· οὕτως οὐδὲ ἐν νυκτὶ τῶν μεθ' ἡμέραν ἀπολαῦσαι δυνατόν. Γέγονας ὕπατος; κἀγώ. Ἀλλὰ σὺ ἐν ἡμέρα, ἐγὼ δὲ ἐν νυκτί. Καὶ τί τοῦτο; οὐδὲ οὕτω μου πλέον τι ἔχεις, εἰ μὴ ἄρα τὸ λέγεσθαι, Ὁ δεῖνα ὁ ὕπατος, καὶ τὸ τὴν ἀπὸ τῶν ῥημάτων ἔχειν ἡδονὴν πλέον ἔχειν ποιεῖ· οἷόν τι λέγω, σαφέστερον γὰρ αὐτὸ ἐρῶ, ἐὰν εἴπω· Ὁ δεῖνα ὕπατός ἐστι, καὶ χαρίσωμαι τὸ ῥῆμα, οὐχ ἅμα ἐλέχθη, καὶ ἀπῆλθεν; Οὕτω καὶ τὰ πράγματά ἐστιν· ἅμα ἐφάνη ὕπατος, καὶ οὐκέτι ἐστί. Θῶμεν δὲ ἐνιαυτὸν εἶναι, καὶ δύο ἐνιαυτοὺς, καὶ τρεῖς, καὶ τέσσαρας· ποῦ οὖν εἰσιν οἱ δέκα ὕπατοι γενόμενοι; Οὐδαμοῦ. Ἀλλ' ὁ Παῦλος οὐχ οὕτως· ἦν μὲν γὰρ καὶ ζῶν λαμπρὸς διαπαντὸς, οὐ μίαν ἡμέραν, οὐδὲ δύο, οὐδὲ δέκα, οὐκ εἴκοσιν, οὐ τριάκοντα, οὐδὲ ἐνιαυτοὺς δέκα, καὶ εἴκοσι, καὶ τριάκοντα· ἀλλὰ ἐξ οὗ ἐτελεύτησε, τετρακοσιοστὸν λοιπὸν ἔτος παρελήλυθε, καὶ ἔτι καὶ νῦν λαμπρότερός ἐστι, καὶ πολλῷ λαμπρότερος ἢ ὅτε ἔζη. Καὶ ταῦτα μὲν ἐν τῇ γῇ· τὴν δὲ ἐν τοῖς οὐρανοῖς λαμπρότητα τῶν ἁγίων 63. 83 τίς ἂν παραστήσειε λόγος; Διὸ, παρακαλῶ, ταύτην ζητήσωμεν τὴν λαμπρότητα, ταύτην διώξωμεν, ἵνα αὐτῆς τύχωμεν· ἡ γὰρ ὄντως λαμπρότης αὕτη ἐστίν. Ἀποστῶμεν λοιπὸν τῶν βιωτικῶν, ἵνα εὕρω 63. 84 μεν χάριν καὶ ἔλεον ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ καὶ προσκύνησις, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.