Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In epistulam ad Philemonem
John ChrysostomPhil 1 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
1.0.1
Παῦλος δέσμιος Ἰησοῦ Χριστοῦ, καὶ Τιμόθεος ὁ ἀδελφὸς, Φιλήμονι τῷ ἀγαπητῷ καὶ συνεργῷ ἡμῶν, καὶ Ἀπφίᾳ τῇ ἀγαπητῇ, καὶ Ἀρχίππῳ τῷ συστρατιώτῃ ἡμῶν, καὶ τῇ κατ' οἶκόν σου Ἐκκλησίᾳ· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν, καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.
1.1.1
Ὑπὲρ οἰκέτου πρὸς δεσπότην ἐστὶ ταῦτα. Εὐθέως ἀπὸ τοῦ προοιμίου τὸ φρόνημα αὐτοῦ κατέσπασεν, οὐκ ἀφῆκεν ἐπαισχυνθῆναι, τὸν θυμὸν ἔσβεσε, δέσμιον ἑαυτὸν καλῶν κατένυξε καὶ συνέστειλεν, οὐδὲν τὰ παρόντα ἐποίησε δοκεῖν εἶναι πράγματα. Εἰ γὰρ δεσμὸς οὐκ αἰσχύνη διὰ τὸν Χριστὸν, ἀλλὰ καὶ καύχημα, πολλῷ μᾶλλον δουλεία οὐκ ἐπονείδιστον. Καὶ ταῦτα λέγει οὐκ ἐπαίρων ἑαυτὸν, ἀλλὰ συμφερόντως τοῦτο ποιῶν, καὶ τὸ ἀξιόπιστον ἐντεῦθεν δεικνὺς, οὐχ ἑαυτοῦ ἕνεκεν, ἀλλ' ὑπὲρ τοῦ τὴν χάριν ἑτοιμότερον λαβεῖν· ὡς ἂν εἰ ἔλεγε, Δι' ὑμᾶς τὸν δεσμὸν τοῦτον περίκειμαι· ὥσπερ οὖν καὶ εἶπεν ἀλλαχοῦ, ἐκεῖ μὲν τὴν κηδεμονίαν δεικνὺς, ἐνταῦθα δὲ τὸ ἀξιόπιστον. Οὐδὲν τοῦ καυχήματος τούτου μεῖζον τοῦ ἀκούειν, ὡς στιγματίας τοῦ Χριστοῦ, Ἐγὼ γὰρ τὰ στίγματα τοῦ Χριστοῦ, φησὶ, βαστάζω. Ὁ δέσμιος τοῦ Χριστοῦ. Διὰ γὰρ αὐτὸν δέδετο. Τίςοὐκ ἂν αἰδεσθείη, τίς οὐκ ἂν δυσωπηθείη, Χριστοῦ δεσμὰ ἀκούων; τίς οὐκ ἂν καὶ τὴν ψυχὴν πρόοιτο, μήτι γε οἰκέτην ἕνα; Καὶ Τιμόθεος ὁ ἀδελφός. Συμπαραλαμβάνει καὶ ἕτερον μεθ' ἑαυτοῦ, ὥστε κἀκεῖνον ὑπὸ πολλῶν ἀξιούμενον μᾶλλον εἶξαι καὶ δοῦναι τὴν χάριν. Φιλήμονι τῷ ἀγαπητῷ, καὶ συνεργῷ ἡμῶν. Εἰ ἀγαπητὸς, οὐ τόλμα τὸ θαῤῥεῖν οὐδὲ προπέτεια, ἀλλὰ πολλῆς φιλίας δεῖγμα· εἰ συνεργὸς, οὐ μόνον ἀξιοῦσθαι ὑπὲρ τῶν τοιούτων, ἀλλὰ καὶ χάριν εἰδέναι ὀφείλει· ἑαυτῷ γὰρ χαρίζεται, τὸ αὐτὸ ἔργον οἰκοδομεῖται. Ὥστε καὶ χωρὶς ἀξιώσεως ἑτέραν ἀνάγκην, φησὶν, ἔχεις τοῦ δοῦναι τὴν χάριν· εἰ γὰρ τῷ Εὐαγγελίῳ ἐστὶ χρήσιμος, σὺ δὲ εἰς τὸ Εὐαγγέλιον σπουδάζεις, ἄρα οὐκ ἀξιωθῆναι, ἀλλ' ἀξιῶσαι ὀφείλεις. Καὶ Ἀπφίᾳ τῇ ἀγαπητῇ. Ἐμοὶ δοκεῖ σύμβιον εἶναι τούτου. Ὅρα Παύλου τὸ ταπεινόν· καὶ Τιμόθεον παραλαμβάνει πρὸς τὴν ἀξίωσιν, καὶ οὐ τὸν ἄνδρα μόνον ἀξιοῖ, ἀλλὰ καὶ τὴν γυναῖκα, καὶ ἕτερόν τινα ἴσως φίλον. Καὶ Ἀρχίππῳ, φησὶ, τῷ συστρατιώτῃ ἡμῶν. Οὐκ ἐξ ἐπιτάγματος βουλόμενος τὰ τοιαῦτα ἀνύειν, οὐδὲ ἀγανακτῶν, εἰ μὴ εὐθέως κελεύσαντι ὑπακούει, ἀλλ' ἅπερ ἂν ἀνὴρἄγνωστος ἐποίει, ταῦτα ποιεῖν κἀκείνους ἀξιοῖ, ὥστε ἀντιλαβέσθαι τῆς δεήσεως. Οὐ γὰρ τὸ παρὰ πολλῶν ἀξιοῦσθαι μόνον, ἀλλὰ καὶ τὸ πρὸς πολλοὺς τὴν δέησιν γενέσθαι, φέρει τι εἰς τὸ ἀνυσθῆναι τὸ ἀξιούμενον. Διὰ τοῦτο ἔλεγε· Καὶ Ἀρχίππῳ τῷ συστρατιώτῃ ἡμῶν. Εἰ συστρατιώτης εἶ, καὶ ἐν τούτοις κοινωνεῖν ὀφείλεις. Οὗτος δέ ἐστιν Ἄρχιππος, περὶ οὗ γράφων Κολοσσαεῦσιν ἔλεγεν· Εἴπατε Ἀρχίππῳ, βλέπε τὴν διακονίαν, ἣν παρέλαβες ἐν Κυρίῳ, ἵνα αὐτὴν πληροῖς. Δοκεῖ μοι οὗτος καὶ εἶναι τῶν ἐν κλήρῳ κατειλεγμένων· ὃν καὶ παραλαμβάνει εἰς τὴν ἀξίωσιν, καὶ συστρατιώτην καλεῖ, ὥστε παντὶ τρόπῳ συνάρασθαι. Καὶ τῇ κατ' οἶκόν σου Ἐκκλησίᾳ. Οὐδὲ δούλους παρῆκεν ἐνταῦθα· οἶδε γὰρ πολλάκις καὶ ῥήματα δούλων ἀνατρέψαι δυνάμενα τὸν δεσπότην, καὶ μάλιστα ὅταν ὑπὲρ δούλου ἡ ἀξίωσις ᾖ· οἱ δὲ μάλιστα παροξύνοντες, ἴσως ἐκεῖνοι ἦσαν. Οὐ τοίνυν ἀφίησιν αὐτοὺς εἰς φθόνον ἐμπεσεῖν, τῇ προσηγορίᾳ τιμήσας μετὰ τῶν δεσποτῶν. Ἀλλ' οὐδὲ τὸν δεσπότην ἀγανακτῆσαι συγχωρεῖ. Εἰ μὲν γὰρ ὀνομαστὶ εἶπεν, ἴσως ἂν ἠγανάκτησεν· εἰ δὲ μὴ ἐμνήσθη, κἂν ἐδυσχέρανεν. Ὅρα οὖν, πῶς συνετῶς εὗρε διὰ τοῦ μνησθῆναι καὶ τούτους τῇ μνήμῃ τιμῆσαι, κἀκεῖνον μὴ πλῆξαι. Τὸ γὰρ τῆς Ἐκκλησίας ὄνομα οὐκ ἀφίησι τοὺς δεσπότας ἀγανακτεῖν, εἴ γε συναριθμοῖντο τοῖς οἰκέταις. Καὶ γὰρ ἡ Ἐκκλησία οὐκ οἶδε δεσπότου, οὐκ οἶδεν οἰκέτου διαφοράν· ἀπὸ κατορθωμάτων καὶ ἁμαρτημάτων τοῦτον κἀκεῖνον ὁρίζει. Εἰ τοίνυν Ἐκκλησία ἐστὶ, μὴ ἀγανάκτει, ὅτι μετὰ σοῦ προσηγορεύθη ὁ δοῦλος· Ἐν γὰρ Χριστῷ Ἰησοῦ οὐ δοῦλος, οὐκ ἐλεύθερος· Χάρις ὑμῖν καὶ εἰρήνη. Εἰς ὑπόμνησιν αὐτὸν ἤνεγκε τῶν οἰκείων ἁμαρτημάτων, τῆς χάριτος ὑπομνήσας. Ἐννόησον, φησὶν, ὅσα σοι συνεχώρησεν ὁ Θεὸς, πῶς χάριτι σὺ ἐσώθης· μίμησαι τὸν Δεσπότην. Ἐπεύχεται δὲ αὐτῷ τὴν εἰρήνην· εἰκότως. Τότε γὰρ παραγίνεται καὶ αὐτὴ, ὅταν μιμώμεθα αὐτὸν, ὅταν ἐπιμένῃ ἡ χάρις· ἐπεῖ κἀκεῖνος ὁ δοῦλος ὁ περὶ τὸν σύνδουλον ἀνηλεὴς γεγονὼς, ἕως ὅτε οὐκ ἀπῄτει τὰ ἑκατὸν δηνάρια, καὶ ἡ χάρις ἔμενεν ἡ δεσποτική· ἐπειδὴ δὲ ἀπῄτησεν, ἀφῃρέθη καὶ παρεδόθη τοῖς βασανισταῖς.
1.2.1
Ταῦτα δὴ καὶ ἡμεῖς ἐννοοῦντες, οἰκτίρμονες ὦμεν, συγγνωμονικοὶ περὶ τοὺς ἁμαρτάνοντας εἰς ἡμᾶς. Ἑκατὸν δηνάριά ἐστιν ἐνταῦθα τὰ εἰς ἡμᾶς ἁμαρτήματα, τὰ δὲ εἰς τὸν Θεὸν παρ' ἡμῶν, μυρία τάλαντα. Ἴστε δὲ, ὅτι καὶ τῇ ποιότητι τῶν προσώπων τὰ ἁμαρτήματα κρίνονται. Οἷόν τι λέγω· Ὁ τὸν ἰδιώτην ὑβρίσας, ἥμαρτεν, ἀλλ' οὐχ ὁμοίως ὡς ὁ τὸν ἄρχοντα· καὶ μειζόνως τούτου ὁ τὸν μείζονα ἄρχοντα, ἀλλ' οὐχ ὁμοίως ὁ τὸν ἐλάττονα· ὁ δὲ τὸν βασιλέα, πολλῷ πλέον· καὶ ἡ μὲν ὕβρις ἐστὶν ἡ αὐτὴ, τῇ δὲ ὑπεροχῇ τοῦ προσώπου μείζων γίνεται. Εἰ δὲ ὁ βασιλέα ὑβρίζων, ἀφόρητον ἔχει τὴν τιμωρίαν διὰ τὴν τοῦ προσώπου ἀξιοπιστίαν, ὁ τὸν Θεὸν ὑβρίζων πόσων ἔσται ὑπεύθυνος ταλάντων; Ὥστε κἂν τὰ αὐτὰ εἰς τὸν Θεὸν ἁμαρτάνωμεν, ἅπερ εἰς τοὺς ἀνθρώπους, οὐδὲ οὕτω τὸ ἴσον ἐστὶν, ἀλλ' ὅσον μέσον Θεοῦ καὶ ἀνθρώπων, τοσοῦτον τῶν ἁμαρτημάτων ἐκείνων καὶ τούτων. Νῦν δὲ καὶ πλείονα εὑρίσκω τὰ ἁμαρτήματα, οὐ τῇ ὑπεροχῇ τοῦ προσώπου μεγάλα μόνον γινόμενα, ἀλλὰ καὶ αὐτῇ τῇ φύσει· καὶ φρικτὸς μὲν ὁ λόγος, ὃν μέλλω λέγειν, καὶ φοβερὸς ὄντως, πλὴν ἀνάγκη λεχθῆναι, ἵνα κἂν οὕτως ἡμῶν τὴν διάνοιανκατασείσῃ καὶ παρασαλεύσῃ, δεικνὺς ὅτι πολλῷ πλέον ἀνθρώπους φοβούμεθα ἢ τὸν Θεὸν, καὶ τιμῶμεν ἀνθρώπους ἢ τὸν Θεόν. Σκόπει γάρ· Ὁ μοιχεύων οἶδεν, ὅτι Θεὸς αὐτὸν ὁρᾷ, καὶ τούτου μὲν καταφρονεῖ· ἂν δὲ ἄνθρωπος ἴδῃ, κατέχει τὴν ἐπιθυμίαν. Ὁ τοιοῦτος οὐχὶ προτιμᾷ ἀνθρώπους μόνον Θεοῦ, οὐχὶ μόνον ὑβρίζει τὸν Θεὸν, ἀλλὰ καὶ τὸ πολλῷ χαλεπώτερον, ἐκείνους δεδοικὼς, τούτου καταφρονεῖ. Ἂν μὲν γὰρ ἐκείνους ἴδῃ, κατέχει τὴν φλόγα τῆς ἐπιθυμίας· μᾶλλον δὲ ποίαν φλόγα; οὐκ ἔστι φλὸξ, ἀλλὰ ὕβρις. Εἰ μὲν γὰρ μὴ ἐξῆν γυναικὶ κεχρῆσθαι, εἰκότως φλὸξ τὸ πρᾶγμα ἦν, νυνὶ δὲ ὕβρις καὶ στρῆνος· ἂν μὲν γὰρ ἀνθρώπους ἴδῃ, ἵσταται τῆς μανίας, τῆς δὲ τοῦ Θεοῦ μακροθυμίας ἔλαττον φροντίζει. Πάλιν ἕτερος, ὁ κλέπτων σύνοιδεν ὅτι ἁρπάζει, καὶ ἀνθρώπους μὲν πειρᾶται ἀπατῆσαι, καὶ ἀπολογεῖται πρὸς τοὺς ἐγκαλοῦντας, καὶ σχῆμα περιτίθησι τῇ ἀπολογίᾳ· τὸν δὲ Θεὸν μὴ δυνάμενος πεῖσαι, οὐ φροντίζει, οὐδὲ αἰδεῖται, οὐδὲ τιμᾷ. Κἂν μὲν ὁ βασιλεὺς κελεύσῃ ἀπέχεσθαι τῶν ἑτέρου χρημάτων, μᾶλλον δὲ καὶ τὰ αὑτοῦ δοῦναι, πάντες ἑτοίμως εἰσφέρομεν· τοῦ δὲ Θεοῦ κελεύοντος μὴ ἁρπάζειν, μηδὲ τὰ ἑτέρων συνάγειν, οὐκ ἀνεχόμεθα. Ὁρᾷς, ὅτι προτιμῶμεν ἀνθρώπους τοῦ Θεοῦ; Φορτικὸν τὸ ῥῆμα καὶ ἐπαχθές· ἀλλὰ δείξατε ὅτι φορτικὸν, φεύγετε τὸ ἔργον· εἰ δὲ τὸ ἔργον οὐ δεδοίκατε, πῶς ὑμῖν πιστεῦσαι δύναμαι λέγουσιν, ὅτι Τὰ ῥήματα δεδοίκαμεν, καὶ βαρεῖς ἡμᾶς; Ὑμεῖς ἑαυτοὺς τῷ ἔργῳ βαρεῖτε, καὶ οὐδεὶς λόγος· ἐγὼ δὲ ἂν τὰ ῥήματα εἴπω, ὧν ὑμεῖς τὰ πράγματα πράττετε, ἀγανακτεῖτε· καὶ πῶς οὐκ ἄτοπον; Γένοιτο ψεῦδος εἶναι τὰ παρ' ἐμοῦ. Βούλομαι αὐτὸς λοιδορίας δόξαν λαβεῖν κατ' ἐκείνην τὴν ἡμέραν, ὡς εἰκῆ καὶ μάτην λοιδορησάμενος ὑμᾶς, ἢ ἰδεῖν ὑπὲρ τοιούτων ἐγκαλουμένους. Οὐ μόνον δὲ αὐτοὶ ἀνθρώπους προτιμᾶτε τοῦ Θεοῦ, ἀλλὰ καὶ ἑτέρους ἀναγκάζετε. Πολλοὶ πολλοὺς οἰκέτας ἠνάγκασαν, καὶ παῖδας· οἱ μὲν εἰς γάμους εἵλκυσαν μὴ βουλομένους, οἱ δὲ ὑπηρετήσασθαι διακονίαις ἀτόποις, καὶ ἔρωτι μιαρῷ καὶ ἁρπαγαῖς καὶ πλεονεξίαις καὶ βίαις· ὥστε διπλοῦν εἶναι τὸ ἔγκλημα, καὶ μηδὲ ἀπὸ τῆς ἀνάγκης δύνασθαι συγγνώμην αὐτοὺς εὑρέσθαι. Εἰ γὰρ αὐτὸς ἄκων πράττεις τὰ πονηρὰ καὶ διὰ τὸ ἐπίταγμα τοῦ ἄρχοντος, μάλιστα μὲν οὐδὲ οὕτως ἱκανὴ ἡ ἀπολογία, πλὴν χαλεπωτέρα γίνεται ἡ ἁμαρτία, ὅταν καὶ ἐκείνους ἀναγκάζῃς τοῖς αὐτοῖς περιπίπτειν. Ποία γὰρ ἂν εἴη τῷ τοιούτῳ συγγνώμη λοιπόν; Ταῦτα εἶπον, οὐχὶ κατακρῖναι βουλόμενος ὑμᾶς, ἀλλὰ δεῖξαι, πόσων ἐσμὲν ὀφειλέται τῷ Θεῷ. Εἰ γὰρ καὶ ἐξ ἴσου τιμῶντες ἄνθρωπον τῷ Θεῷ, ὑβρίζομεν τὸν Θεὸν, πολλῷ μᾶλλον, ὅταν προτιμῶμεν ἀνθρώπους. Εἰ δὲ ταῦτα τὰ ἁμαρτήματα τὰ εἰς ἀνθρώπους γινόμενα, εἰς Θεὸν πολλῷ μείζονα δείκνυται· πόσῳ μᾶλλον, ὅταν καὶ αὐτὴ ἡ ἁμαρτία τῇ ποιότητι μείζων ᾖ καὶ χαλεπωτέρα; Ἐξεταζέτω τις ἑαυτὸν, καὶ ὄψεται πάντα δι' ἀνθρώπους ποιῶν. Σφόδρα ἂν ἦμεν μακάριοι, εἰ τοσαῦτα διὰ τὸν Θεὸν ἐπράττομεν, ὅσα διὰ τοὺς ἀνθρώπους, καὶ τὴν παρὰ τῶν ἀνθρώπων δόξαν καὶ τὸν φόβον καὶ τὴν τιμήν. Εἰ τοίνυν τοσούτων ἐσμὲν ὑπεύθυνοι, ὀφείλομεν μετὰ πάσης προθυμίας ἀφιέναι τοῖς ἀδικοῦσιν ἡμᾶς καὶ πλεονεκτοῦσι, καὶ μὴ μνησικακεῖν. Ὁδὸς γάρ ἐστι λύσεως ἁμαρτημάτων, οὐ πόνων δεομένη, οὐδὲ δαπάνης χρημάτων, οὐδὲ ἄλλου οὐδενὸς, ἀλλ' ἁπλῶς προαιρέσεως· οὐκ ἀποδημίαν χρὴ στείλασθαι, οὐκ εἰς τὴν ὑπερορίαν ἐλθεῖν, οὐ κινδύνους ὑποστῆναι καὶ πόνους, ἀλλὰ θελῆσαι μόνον.
1.3.1
Ποίαν, εἰπέ μοι, συγγνώμην ἕξομεν ἐν τοῖς δοκοῦσιν εἶναι δυσκόλοις, ὅταν καὶ κοῦφον πρᾶγμα καὶ τοσοῦτον ἔχον κέρδος καὶ τοσαύτην τὴν ὠφέλειαν καὶ οὐδένα πόνον, μὴ πράττωμεν; Οὐ δύνασαι χρημάτων καταφρονῆσαι; οὐ δύνασαι δαπανῆσαι τὰ ὄντα εἰς τοὺς δεομένους; Θελῆσαι οὐ δύνασαί τι ἀγαθόν; ἀφεῖναι τῷ ἠδικηκότι οὐ δύνασαι; Εἰ γὰρ μὴ τοσούτων ὑπεύθυνος ἦς, ἐκέλευσε δὲ μόνον ὁ Θεὸς ἀφεῖναι, οὐκ ἔδει; νῦν δὲ τοσούτων ὑπεύθυνος ὢν, οὐκ ἀφίης, καὶ ταῦτα εἰδὼς, ὅτι ἀφ' ὧν ἔχεις ἐξ αὐτοῦ ἀπαιτῇ; Ἂν μὲν οὖν ἡμεῖς παρ' ὀφειλέτην ἔλθωμεν ἡμέτερον, ἐκεῖνος εἰδὼς τοῦτο, θεραπεύει καὶ ὑποδέχεται καὶ τιμᾷ καὶ πᾶσαν ἐπιδείκνυται φιλοφροσύνην μετὰ δαψιλείας, καὶ ταῦτα οὐκ ἀπὸ τοῦ δανείσματος διαλυόμενος, ἀλλ' ἡμέρους ἡμᾶς θέλων καταστῆσαι περὶ τὴν ἀπαίτησιν· σὺ δὲ τῷ Θεῷ ὀφείλων τοσαῦτα, καὶ κελευόμενος ἀφεῖναι, πάλιν ἵνα σὺ λάβῃς, οὐκ ἀφίης; τί δήποτε, παρακαλῶ; Οἴμοι! πόσης μὲν ἀπολαύομεν φιλανθρωπίας! πόσην δὲ ἐπιδεικνύμεθα κακίαν, πόσον ὕπνον, πόσην νωθείαν! πῶς εὔκολον ἡ ἀρετὴ καὶ πολλὴν ἔχον ὠφέλειαν! πῶς ἐργῶδες ἡ κακία! ἡμεῖς δὲ τὸ οὕτως ἐλαφρὸν ἀποφυγόντες διώκομεν τὸ μολύβδου βαρύτερον. Ἐνταῦθα οὐ σώματος ἰσχύος χρεία, οὐ πλούτου, οὐ χρημάτων, οὐ δυναστείας, οὐ φιλίας, οὐκ ἄλλου οὐδενὸς, ἀλλ' ἀρκεῖ θελῆσαι μόνον, καὶ τὸ πᾶν ἤνυσται. Ἐλύπησεν ὁ δεῖνα καὶ ὕβρισε καὶ ἔσκωψεν; ἀλλ' ἐννόησον, ὅτι καὶ σὺ πολλὰ τοιαῦτα εἰς ἑτέρους ποιεῖς, καὶ εἰς αὐτὸν τὸν Δεσπότην, καὶ ἄνες καὶ συγχώρησον· ἐννόησον, ὅτι λέγεις· Ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, καθὼς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· ἐννόησον, ὅτι ἐὰν μὴ ἀφῇς, οὐ δυνήσῃ τοῦτο μετὰ παῤῥησίας εἰπεῖν· ἂν δὲ ἀφῇς, ὀφειλὴν τὸ πρᾶγμα ἀπαιτεῖς, οὐ διὰ τὴν τοῦ πράγματος φύσιν, ἀλλὰ διὰ τὴν τοῦ δεδωκότος φιλανθρωπίαν. Καὶ ποῦ ἴσον τὰ εἰς τοὺς ὁμοδούλους ἀφιέντα τῶν εἰς τὸν Δεσπότην ἡμαρτημένων τὴνἄφεσιν λαβεῖν; ἀλλ' ὅμως τυγχάνομεν τῆς τοσαύτης φιλανθρωπίας, ἐπειδὴ πλούσιός ἐστιν ἐν ἐλέει καὶ οἰκτιρμοῖς. Ἵνα δέ σοι δείξω, ὅτι καὶ χωρὶς τούτων, καὶ χωρὶς τῆς ἀφέσεως, ἀπὸ τοῦ ἀφεῖναι μόνον σὺ καρποῦσαι τὸ κέρδος, ἐννόησον, πόσους ὁ τοιοῦτος ἔχει φίλους, πῶς πανταχοῦ ἐγκώμια τοῦ τοιούτου ἅπαντες διεξέρχονται λέγοντες· ἀγαθὸς ἀνὴρ, εὐκατάλλακτος, οὐκ οἶδε μνησικακῆσαι, ἅμα ἐπλήγη καὶ ἅμα ἰάθη. Τὸν τοιοῦτον περιστάσει τινὶ περιπεσόντα, τίς οὐκ ἐλεήσει; τίς οὐ συγγνώσεται ἁμαρτόντι; τίς οὐ δώσει χάριν ὑπὲρ ἑτέρων ἀξιοῦντι; τίς οὐ θελήσει φίλος εἶναι καὶ δοῦλος ψυχῆς οὕτως ἀγαθῆς; Ναὶ, παρακαλῶ, πάντα ὑπὲρ τούτου πράττωμεν, μὴ πρὸς φίλους, μὴ πρὸς συγγενεῖς μόνον, ἀλλὰ καὶ πρὸς τοὺς οἰκέτας. Ἀνιέντες γὰρ, φησὶ, τὴν ἀπειλὴν, εἰδότες ὅτι καὶ ὑμῶν ὁ Κύριός ἐστιν ἐν οὐρανοῖς. Ἂν ἀφιῶμεν τοῖς πλησίον τὰ ἁμαρτήματα, ἀφεθήσεται καὶ ἡμῖν, ἂν ἐλεημοσύνας παρέχωμεν, ἂν ταπεινοὶ ὦμεν· καὶ γὰρ καὶ τοῦτο ἀφαιρεῖ ἁμαρτίας. Εἰ γὰρ ὁ τελώνης, ἵνα μόνον εἴπῃ, Ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ, κατῆλθε δεδικαιωμένος, πολλῷ μᾶλλον καὶ ἡμεῖς, ἂν ταπεινοὶ ὦμεν καὶ συντετριμμένοι, δυνησόμεθα πολλῆς φιλανθρωπίας τυχεῖν· ἂν ὁμολογῶμεν τὰ ἑαυτῶν ἁμαρτήματα, καὶ καταγινώσκωμεν ἑαυτῶν, τὸ πλέον ἀποσμηξόμεθα τοῦ ῥύπου. Πολλαὶ γὰρ αἱ ὁδοὶ αἱ καθαρεύουσαι. Πάντοθεν τοίνυν πολεμῶμεν τῷ διαβόλῳ. Οὐδὲν εἶπον δύσκολον, οὐδὲν δυσχερές· ἄφες τῷ λελυπηκότι, ἐλέησον τὸν δεόμενον, ταπείνωσόν σου τὴν ψυχήν· κἂν σφόδρα ᾖς ἁμαρτωλὸς, δυνήσῃ καὶ τῆς βασιλείας ἐπιτυχεῖν, διὰ τούτων αὐτὰ ἐκκαθαίρων τὰ ἁμαρτήματα, καὶ ἀποσμήχων τὴν κηλῖδα. Γένοιτο δὲ, ἡμᾶς πάντας ἐνταῦθα ἀποκαθηραμένους ἅπαντα τῶν ἁμαρτημάτων τὸν ῥύπον διὰ τῆς ἐξομολογήσεως, ἐκεῖ τυχεῖν τῶν ἐπηγγελμένων ἀγαθῶν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, τὸ κράτος, καὶ τὰ ἑξῆς.

Intertext edge

Open linked passage

Note