Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In epistulam ad Philippenses
John ChrysostomPhil 1 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
1.0.1
Παῦλος καὶ Τιμόθεος, δοῦλοι Ἰησοῦ Χριστοῦ, πᾶσι τοῖς ἁγίοις ἐν Χριστῷ Ἰησοῦ τοῖς οὖσιν ἐν Φιλίπποις, συνεπισκόποις καὶ διακόνοις, χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.
1.1.1
Ἐνταῦθα ἅτε πρὸς ὁμοτίμους ἐπιστέλλων, οὐ τίθησιν αὑτοῦ τὸ τῆς διδασκαλίας ἀξίωμα, ἀλλ' ἕτερον καὶ αὐτὸ μέγα. Ποῖον δὴ τοῦτο; Δοῦλον ἑαυτόν φησι, καὶ οὐκ ἀπόστολον. Μέγα γὰρ ὄντως καὶ τοῦτο ἀξίωμα καὶ τὸ κεφάλαιον τῶν ἀγαθῶν, δοῦλον εἶναι Χριστοῦ, καὶ μὴ ἁπλῶς λέγεσθαι. Ὁ τοῦ Χριστοῦ δοῦλος, οὗτος ὄντως ἐλεύθερός ἐστι τῇ ἁμαρτίᾳ, καὶ γνήσιος ὢν δοῦλος, οὐδενὸς ἄλλου καταδέξεται δοῦλος γενέσθαι· ἐπεὶ οὐδ' ἂν οὕτω γένοιτο τοῦ Χριστοῦ δοῦλος, ἀλλ' ἐξ ἡμισείας. Καὶ Ῥωμαίοις μὲν πάλιν ἐπιστέλλων λέγει· Παῦλος δοῦλος Ἰησοῦ Χριστοῦ· Κορινθίοις δὲ καὶ Τιμοθέῳ ἐπιστέλλων, ἀπόστολον ἑαυτὸν καλεῖ. Τίνος οὖν ἕνεκεν τοῦτο ποιεῖ; Οὐχ ὅτιΤιμοθέου αὐτοὶ κρείττους· ἄπαγε· ἀλλὰ μᾶλλον ὅτι αὐτοὺς τιμᾷ καὶ θεραπεύει μάλιστα πάντων, οἷς ἐπέστελλε· καὶ γὰρ καὶ πολλὴν αὐτοῖς ἀρετὴν μαρτυρεῖ. Ἄλλως δὲ, ἐκεῖ μὲν οὖν ἔμελλε πολλὰ διατάττεσθαι, διὰ τοῦτο ἀνέλαβε τὸ τοῦ ἀποστόλου ἀξίωμα· ἐνταῦθα δὲ ἐπιτάττει μὲν αὐτοῖς οὐδὲν, πλὴν ὅσα καὶ ἀφ' ἑαυτῶν συνεώρων. Τοῖς ἁγίοις ἐν Χριστῷ Ἰησοῦ τοῖς οὖσιν ἐν Φιλίπποις. Ἐπειδὴ εἰκὸς ἦν καὶ Ἰουδαίους ἁγίους ἑαυτοὺς καλεῖν ἀπὸ τοῦ πρώτου χρησμοῦ, ἡνίκα ἐλέγοντο λαὸς ἅγιος, περιούσιος, διὰ τοῦτο προσέθηκε, Τοῖς ἁγίοις ἐν Χριστῷ Ἰησοῦ. Οὗτοι γὰρ μόνοι ἅγιοι, ἐκεῖνοι δὲ λοιπὸν βέβηλοι. Συνεπισκόποις καὶ διακόνοις. Τί τοῦτο; μιᾶς πόλεως πολλοὶ ἐπίσκοποι ἦσαν; Οὐδαμῶς· ἀλλὰ τοὺς πρεσβυτέρους οὕτως ἐκάλεσε. Τότε γὰρ τέως ἐκοινώνουν τοῖς ὀνόμασι, καὶ διάκονος ὁ ἐπίσκοπος ἐλέγετο. Διὰ τοῦτο γράφων καὶ Τιμοθέῳ ἔλεγε· Τὴν διακονίαν σου πληροφόρησον· ἐπισκόπῳ ὄντι. Ὅτι γὰρ ἐπίσκοπος ἦν, φησὶ πρὸς αὐτὸν, Χεῖρας ταχέως μηδενὶ ἐπιτίθει· καὶ πάλιν· Ὃ ἐδόθη σοι μετὰ ἐπιθέσεως τῶν χειρῶν τοῦ πρεσβυτερίου· οὐκ ἂν δὲ πρεσβύτεροι ἐπίσκοπον ἐχειροτόνησαν. Καὶ πάλιν πρὸς Τίτον γράφων φησί· Τούτου χάριν κατέλιπόν σε ἐν Κρήτῃ, ἵνα καταστήσῃς κατὰ πόλιν πρεσβυτέρους, ὡς ἐγώ σοι διεταξάμην· εἴ τις ἀνέγκλητος, μιᾶς γυναικὸς ἀνήρ· ἃ περὶ τοῦ ἐπισκόπου φησί. Καὶ εἰπὼν ταῦτα, εὐθέως ἐπήγαγε· Δεῖ γὰρ τὸν ἐπίσκοπον ἀνέγκλητον εἶναι, ὡς Θεοῦ οἰκονόμον, μὴ αὐθάδη. Ὅπερ οὖν ἔφην, καὶ οἱ πρεσβύτεροι τὸ παλαιὸν ἐκαλοῦντο ἐπίσκοποι καὶ διάκονοι τοῦ Χριστοῦ, καὶ οἱ ἐπίσκοποι πρεσβύτεροι· ὅθεν καὶ νῦν πολλοὶ συμπρεσβυτέρῳ ἐπίσκοποι γράφουσι, καὶ συνδιακόνῳ. Λοιπὸν δὲ τὸ ἰδιάζον ἑκάστῳ ἀπονενέμηται ὄνομα, ὁ ἐπίσκοπος, καὶ ὁ πρεσβύτερος. Συνεπισκόποις, φησὶ, καὶ διακόνοις, χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. Ἐνταῦθα ζητήσειεν ἄν τις εἰκότως· Τί δήποτε οὐδαμοῦ τῷ κλήρῳ γράφων ἀλλαχοῦ, οὐκ ἐν Ῥώμῃ, οὐκ ἐν Κορίνθῳ, οὐκ ἐν Ἐφέσῳ, ἀλλὰ κοινῇ πᾶσι τοῖς ἁγίοις, ἢ τοῖς πιστοῖς, ἢ τοῖς ἠγαπημένοις, ἐνταῦθα τῷ κλήρῳ γράφει; Ὅτι αὐτοὶ καὶ ἀπέστειλαν, καὶ ἐκαρποφόρησαν, καὶ αὐτοὶ ἔπεμψαν πρὸς αὐτὸν τὸν Ἐπαφρόδιτον. Εὐχαριστῶ τῷ Θεῷ μου, φησὶν, ἐπὶ πάσῃ τῇ μνείᾳ ὑμῶν πάντοτε. Εἶπεν ἀλλαχοῦ γράφων· Πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν καὶ ὑπείκετε, ὅτι αὐτοὶ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν, ὡς λόγον ἀποδώσοντες, ἵνα μετὰ χαρᾶς τοῦτο ποιῶσι, καὶ μὴ στενάζοντες. Εἰ τοίνυν τὸ στενάζειν, κακίας τῶν μαθητῶν, τὸ μετὰ χαρᾶς τοῦτο ποιεῖν, προκοπῆς. Τοῦτο οὖν ἐστιν, ὃ λέγει· Ὁσάκις ὑμῶν ἀναμνησθῶ, δοξάζω τὸν Θεόν. Τοῦτο δὲ ποιεῖ ἐκ τοῦ πολλὰ αὐτοῖς συνειδέναι ἀγαθά. Καὶ δοξάζω, φησὶ, καὶ δέομαι. Οὐ μὴν, ἐπειδὴ ἐπιδεδώκατε εἰς ἀρετὴν, παύομαι, ἀλλ' ἐπιμένω δεόμενος ὑπὲρ ὑμῶν. Εὐχαριστῶ, φησὶ, τῷ Θεῷ ἐπὶπάσῃ τῇ μνείᾳ ὑμῶν. Πάντοτε, ἐν πάσῃ δεήσει μου ὑπὲρ πάντων ὑμῶν μετὰ χαρᾶς τὴν δέησιν ποιούμενος. Πάντοτε, οὐχ ὅταν εὔχωμαι μόνον. Καλῶς δὲ προσέθηκε τὸ, Μετὰ χαρᾶς· ἔστι γὰρ καὶ μετὰ λύπης τοῦτο ποιῆσαι, ὡς ὅταν λέγῃ ἀλλαχοῦ· Ἐκ γὰρ πολλῆς θλίψεως καὶ συνοχῆς καρδίας ἔγραψα ὑμῖν διὰ πολλῶν δακρύων. Ἐπὶ τῇ κοινωνίᾳ ὑμῶν, φησὶν, εἰς Εὐαγγέλιον ἀπὸ πρώτης ἡμέρας μέχρι τοῦ νῦν.
1.2.1
Μέγα αὐτοῖς ἐνταῦθα μαρτυρεῖ, οὐχ ἁπλῶς, ἀλλὰ καὶ σφόδρα μέγα, καὶ ὅπερ ἄν τις ἐμαρτύρησεν ἀποστόλοις καὶ εὐαγγελισταῖς. Οὐκ ἐπειδὴ γὰρ πόλιν ἐνεχειρίσθητε μίαν, φησὶν, ἐκείνης φροντίζετε μόνης, ἀλλὰ πάντα πράττετε, ὥστε μερισταὶ γενέσθαι τῶν ἐμῶν πόνων, πανταχοῦ παρόντες καὶ συμπράττοντες, καὶ συγκοινωνοῦντές μου τῷ κηρύγματι· οὐχ ἕνα χρόνον, οὐδὲ δεύτερον, οὐδὲ τρίτον, ἀλλὰ πάντοτε ἐξ οὗ ἐπιστεύσατε μέχρι τοῦ νῦν, ἀποστόλων ἀνειλήφατε προθυμίαν. Ὅρα πῶς οἱ μὲν ἐν Ῥώμῃ ὄντες ἀπεστρέφοντο αὐτόν· ἄκουε γὰρ αὐτοῦ λέγοντος· Οἶδας τοῦτο, ὅτι ἀπεστράφησάν με πάντες οἱ ἐν τῇ Ἀσίᾳ· καὶ πάλιν, Δημᾶς με ἐγκατέλιπε· καὶ, Ἐν τῇ πρώτῃ μου ἀπολογίᾳ, φησὶν, οὐδείς μοι συμπαρεγένετο· οὗτοι δὲ καὶ ἀπόντες ἐκοινώνουν αὐτῷ τῶν θλίψεων, πέμποντές τε ἄνδρας πρὸς αὐτὸν, καὶ κατὰ δύναμιν ὑπηρετούμενοι, καὶ οὐδὲν ὅλως ἐλλιμπάνοντες. Καὶ τοῦτο ποιεῖτε, οὐ νῦν μόνον, φησὶν, ἀλλ' ἀεὶ, παντὶ τρόπῳ συναντιλαμβανόμενοι. Ἄρα τὸ συναντιλαμβάνεσθαι κοινωνία ἐστὶ εἰς τὸ Εὐαγγέλιον. Ὅταν γὰρ ἐκεῖνος μὲν κηρύττῃ, σὺ δὲ θεραπεύῃς τὸν κηρύττοντα, κοινωνεῖς αὐτῷ τῶν στεφάνων. Ἐπεὶ καὶ ἐν τοῖς ἔξωθεν ἀγῶσιν οὐ τοῦ ἀγωνιζομένου μόνου ἐστὶν ὁ στέφανος, ἀλλὰ καὶ τοῦ παιδοτρίβου, καὶ τοῦ θεραπεύοντος, καὶ πάντων ἁπλῶς τῶν ἀσκούντων τὸν ἀθλητήν. Οἱ γὰρ ῥωννύντες αὐτὸν καὶ ἀνακτώμενοι, οὗτοι καὶ τῆς νίκης εἰκότως ἂν γένοιντο μερισταί. Καὶ ἐν τοῖς πολέμοις δὲ οὐχ ὁ ἀριστεὺς μόνος, ἀλλὰ καὶ πάντες οἱ θεραπεύοντες αὐτὸν εἰκότως ἂν μεταποιοῖντο τῶν τροπαίων, καὶ τῆς δόξης μετέχοιεν, ἅτε κοινωνήσαντες αὐτῷ τοῦ ἀγῶνος τῇ θεραπείᾳ. Οὐ γὰρ μικρὸν δύναται τὸ θεραπεύειν ἁγίους, ἀλλὰ καὶ μέγα· κοινωνοὺς γὰρ ἡμᾶς ποιεῖ τῶν ἐκείνοις ἀποκειμένων μισθῶν. Οἷον, ἔῤῥιψέ τις πολλὰ χρήματα διὰ τὸν Θεὸν, διαπαντὸς ἀνάκειται τῷ Θεῷ, ἀρετὴν ἀσκεῖ μεγάλην, καὶ μέχρι ῥημάτων, καὶ μέχρις ἐννοιῶν, καὶ μέχρι πάντων πολλὴν ἀκρίβειαν φυλάττων· ἔνεστι καὶ σοὶ καὶ μὴ τοσαύτην ἀκρίβειαν ἐπιδειξαμένῳ, τῶν ἐπὶ τούτοις ἀποκειμένων αὐτῷ μισθῶν κοινωνῆσαι. Πῶς; Ἂν θεραπεύσῃς αὐτὸν καὶ λόγῳ καὶ ἔργῳ, ἂν παρακαλέσῃς καὶ διὰ τοῦ χορηγεῖν τὰ ἀναγκαῖα, καὶ διὰ τοῦ διακονεῖσθαι πᾶσαν διακονίαν. Ὁ γὰρ εὐκολωτέραν ποιῶν τὴν τραχεῖαν ὁδὸν ἐκείνῳ, σὺ ἔσῃ. Ὥστε εἰ θαυμάζετε τοὺς ἐν ταῖς ἐρήμοις, τοὺς τὸν ἀγγελικὸν ἀνῃρημένους βίον, τοὺς ἐν ταῖς Ἐκκλησίαις τὰ αὐτὰ ἐκείνοις κατορθοῦντας· εἰ θαυμάζετε καὶ ἀλγεῖτε, ὅτι σφόδρα αὐτῶν ἀπολιμπάνεσθε, ἔνεστιν ὑμῖν ἑτέρως αὐτοῖς κοινωνῆσαι, τῷ διακονεῖν, τῷ θεραπεύειν. Καὶ γὰρ καὶ τοῦτο τῆς τοῦ Θεοῦ φιλανθρωπίας ἐστὶ, τὸ τοὺς ῥᾳθυμοτέρους καὶ τὸν ἀπεσκληκότα βίον καὶ τραχὺν καὶ ἀκριβῆ μὴ δυναμένους ἀναδέξασθαι, καὶ τούτους δι' ἑτέρας ὁδοῦ πάλιν εἰς τὴν αὐτὴν τούτοις τάξιν ἄγειν. Καὶ τοῦτό φησιν ὁ Παῦλος κοινωνίαν. Κοινωνοῦσιν ἡμῖν, φησὶν, ἐν τοῖς σαρκικοῖς, κοινωνοῦμεν αὐτοῖς ἐν τοῖς πνευματικοῖς. Εἰ γὰρ ὁ Θεὸς ἀντὶ μικρῶν καὶ μηδαμινῶν βασιλείαν χαρίζεται, καὶ οἱ δοῦλοι αὐτοῦ ἀντὶ μικρῶν καὶ αἰσθητῶν πνευματικὰ μεταδιδοῦσι· μᾶλλον δὲ καὶ ταῦτα κἀκεῖνα αὐτός ἐστιν ὁ διδοὺς διὰ τούτων. Οὐ δύνασαι νηστεῦσαι, οὐδὲ μονωθῆναι, οὐδὲ χαμευνῆσαι, οὐδὲ παννυχίσαι; Ἔνεστί σοι τούτων ἁπάντων μισθὸν λαβεῖν, ἂν ἑτέρως τὸ πρᾶγμα μεθοδεύσῃς, τὸν ἐν τούτοις κάμνοντα θεραπεύων καὶ ἀναπαύων καὶ ἀλείφων συνεχῶς, καὶ τὸν ἀπὸ τούτων ἐπικουφίζων πόνον. Αὐτὸς ἕστηκε μαχόμενος, αὐτὸς καὶ τραύματα λαμβάνων· σὺ θεράπευε ἀπὸ τοῦ ἀγῶνος ἐπανιόντα, δέχου ὑπτίαις χερσὶν, ἀπόψυχε τὸν ἱδρῶτα ἀναπαύων, παρακάλει, παραμυθοῦ, ἀνακτῶ τὴν πεπονηκυῖαν ψυχήν. Ἂν μετὰ τοσαύτης προθυμίας διακονῶμεν τοῖς ἁγίοις, μερισταὶ τῶν μισθῶν αὐτῶν ἐσόμεθα. Τοῦτο καὶ ὁ Χριστός φησι· Ποιήσατε ὑμῖν φίλους ἐκ τοῦ μαμωνᾶ τῆς ἀδικίας, ἵνα δέξωνται ὑμᾶς εἰς τὰς αἰωνίους αὑτῶν σκηνάς. Ὁρᾷς πῶς οὗτοι κοινωνοὶ γεγόνασιν; Ἀπὸ πρώτης ἡμέρας, φησὶ, μέχρι τοῦ νῦν. Διὰ τοῦτο χαίρω, φησίν. Ἐπὶ τῇ κοινωνίᾳ ὑμῶν. Καὶ χαίρω οὐχ ὑπὲρ τῶν παρελθόντων μόνον, ἀλλὰ καὶ ὑπὲρ τῶν μελλόντων· ἀπὸ γὰρ τῶν παρελθόντων κἀκεῖνα στοχάζομαι. Πεποιθὼς αὐτὸ τοῦτο, φησὶν, ὅτι ὁ ἐναρξάμενος ἐν ὑμῖν ἔργον ἀγαθὸν, ἐπιτελέσει ἄχρις ἡμέρας Ἰησοῦ Χριστοῦ.
1.3.1
Ὅρα πῶς αὐτοὺς καὶ μετριάζειν διδάσκει. Ἐπειδὴ γὰρ μέγα αὐτοῖς ἐμαρτύρησε πρᾶγμα, ἵνα μή τι ἀνθρώπινον πάθωσιν, εὐθέως παιδεύει αὐτοὺς ἐπὶ τὸν Χριστὸν καὶ τὰ παρελθόντα, καὶ τὰ μέλλοντα ἀνατιθέναι· πῶς; Οὐ γὰρ εἶπε, Πεποιθὼς, ὅτι ὡς ἐνήρξασθε, καὶ τελέσετε, ἀλλὰ τί; Ὁ ἐναρξάμενος ἐν ὑμῖν ἔργον ἀγαθὸν ἐπιτελέσει· οὔτε ἀπεστέρησεν αὐτοὺς τοῦ κατορθώματος· εἶπε γὰρ, ὅτι Τῇ κοινωνίᾳ ὑμῶν χαίρω, δηλονότι, ὡς αὐτῶν κατορθούντων· οὔτε εἶπεν αὐτῶν εἶναι τὰ κατορθώματα μόνον, ἀλλὰ προηγουμένως τοῦ Θεοῦ· Θαῤῥῶ γὰρ, φησὶν, ὅτι ὁ ἐναρξάμενος ἐν ὑμῖν ἔργον ἀγαθὸν ἐπιτελέσει ἄχρις ἡμέρας Ἰησοῦ Χριστοῦ· τουτέστιν, ὁ Θεός. Οὐ περὶ ὑμῶν δὲ, φησὶ, μόνον, ἀλλὰ καὶ περὶ τῶν ἐξ ὑμῶν οὕτω διάκειμαι. Καὶ τοῦτο γὰρ οὐ μικρὸν ἐγκώμιον, τὸ τὸν Θεὸν ἔν τινι ἐνεργεῖν. Εἰ γὰρ μὴ προσωπολήπτης ἐστὶν, ὥσπερ οὖν οὐδέ ἐστιν, ἀλλὰ πρὸς τὴν πρόθεσιν ὁρῶν, συνεφάπτεται τῶν κατορθωμάτων ἡμῖν, δῆλον ὅτι τοῦ ἐπισπάσασθαι αὐτὸν ἡμεῖς αἴτιοι. Ὥστε οὐδὲ οὕτως ἀπεστέρησεν αὐτοὺς τῶν ἐγκωμίων· ἐπεὶ εἰ ἁπλῶς ἐνήργει, οὐδὲν ἂν ἐκώλυσε καὶ Ἕλληνας καὶ πάντας ἀνθρώπους ἐνεργεῖσθαι, εἰ ὡς ξύλα ἡμᾶς ἐκίνει καὶ λίθους, καὶ μὴ τὰ παρ' ἡμῶν ἐζήτει. Ὥστε τῷ εἰπεῖν, Ὁ Θεὸς ἐπιτελέσει, καὶ τοῦτο πάλιν αὐτῶν ἐγκώμιον γίνεται, τῶν ἐπισπασαμένων τοῦ Θεοῦ τὴν χάριν συμπράττειν αὐτοῖς ἐν τῷ ὑπερβῆναι τὴν ἀνθρωπίνην φύσιν. Καὶ ἑτέρως δὲἐγκώμιον, ὅτι τοιαῦτα τὰ κατορθώματα ὑμῶν ἐστιν, ὥστε μὴ εἶναι ἀνθρώπινα, ἀλλὰ τῆς τοῦ Θεοῦ δεῖσθαι ῥοπῆς. Εἰ δὲ ὁ Θεὸς ἐπιτελέσει, οὐδὲ πολὺς ἔσται κάματος, ἀλλὰ δεῖ θαῤῥεῖν, ὡς εὐμαρῶς πάντα διανυόντων, ἅτε ὑπ' ἐκείνου βοηθουμένων. Καθώς ἐστι δίκαιον ἐμὲ τοῦτο φρονεῖν ὑπὲρ ἁπάντων ὑμῶν, διὰ τὸ ἔχειν με ἐν τῇ καρδίᾳ ὑμᾶς, ἔν τε τοῖς δεσμοῖς μου, καὶ ἐν τῇ ἀπολογίᾳ μου, καὶ βεβαιώσει τοῦ Εὐαγγελίου, συγκοινωνούς μου τῆς χάριτος πάντας ὑμᾶς ὄντας. Πολὺν τέως δείκνυσιν ἐνταῦθα αὐτοῦ τὸν πόθον, εἴ γε ἐν καρδίᾳ αὐτοὺς εἶχε, καὶ ἐν αὐτῷ τῷ δεσμωτηρίῳ δεδεμένος Φιλιππησίων ἐμέμνητο. Οὐ μικρὸν δὲ τῶν ἀνδρῶν τὸ ἐγκώμιον, τὸ μεμνῆσθαι ὑπὸ τοῦ ἁγίου τούτου· ἐπειδὴ μηδέ ἐστι προλήψεως ἡ τοῦ ἁγίου τούτου ἀγάπη, ἀλλὰ κρίσεως καὶ λογισμῶν ὀρθῶν. Ὥστε τὸ ἀγαπᾶσθαι παρὰ Παύλου οὕτω σφοδρῶς, τεκμήριόν ἐστι τινὰ εἶναι μέγαν καὶ θαυμαστόν. Καὶ ἐν τῇ ἀπολογίᾳ, φησὶ, καὶ βεβαιώσει τοῦ Εὐαγγελίου. Καὶ τί θαυμαστὸν, εἰ ἐν τῷ δεσμωτηρίῳ εἶχεν αὐτούς; Οὐδὲ γὰρ κατ' ἐκεῖνον τὸν καιρὸν, φησὶ, καθ' ὃν εἰσῄειν εἰς τὸ δικαστήριον ἀπολογησόμενος, ἐξεπέσατέ μου τῆς μνήμης. Οὕτω γάρ ἐστι τυραννικὸν ὁ ἔρως ὁ πνευματικὸς, ὡς μηδενὶ παραχωρεῖν καιρῷ, ἀλλ' ἀεὶ τῆς ψυχῆς ἔχεσθαι τοῦ φιλοῦντος, καὶ μηδεμίαν θλῖψιν ἢ ὀδύνην συγχωρεῖν περιγενέσθαι τῆς ψυχῆς. Καθάπερ γὰρ ἐπὶ τῆς καμίνου τῆς Βαβυλωνίας, τοσαύτης αἰρομένης φλογὸς, δρόσος ἦν τοῖς μακαρίοις ἐκείνοις παισίν· οὕτω καὶ φιλία τοῦ ἀγαπῶντος καὶ ἀρέσκοντος Θεῷ τὴν ψυχὴν καταλαβοῦσα, πᾶσαν ἀποτινάσσει φλόγα, καὶ δρόσον ποιεῖ θαυμαστήν. Καὶ βεβαιώσει τοῦ Εὐαγγελίου, φησίν. Ἄρα τὰ δεσμὰ βεβαίωσις τοῦ Εὐαγγελίου ἦν, ἄρα ἀπολογία. Καὶ πάνυ ὑγιῶς· ὅτι εἰ μὲν παρῃτήσατο τὰ δεσμὰ, ἔδοξεν ἂν εἶναι ἀπατεών· νῦν δὲ πάντα ὑπομένων, καὶ δεσμὰ καὶ θλῖψιν, δηλοῖ ὡς οὐκ ἀνθρωπίνης τινὸς αἰτίας ἕνεκεν ταῦτα πάσχει, ἀλλὰ διὰ τὸν Θεὸν τὸν ἀνταποδιδόντα. Οὐδεὶς γὰρ ἂν καὶ ἀποθανεῖν εἵλετο καὶ τοσούτους κινδύνους ἀναδέξασθαι, οὐδεὶς ἂν καὶ βασιλεῖ τοιούτῳ κατεδέξατο προσκροῦσαι, τῷ Νέρωνι λέγω, εἰ μὴ πρὸς ἕτερον ἑώρα βασιλέα πολλῷ μείζονα. Ἄρα βεβαίωσις τοῦ Εὐαγγελίου ἦν τὰ δεσμά. Ὅρα πῶς ἐκ περιουσίας εἰς τὸ ἐναντίον ἅπαντα περιέτρεψεν. Ὃ γὰρ ἐνόμιζον εἶναι ἀσθένειαν καὶ κατηγορίαν, τοῦτο βεβαίωσίν φησι· καὶ εἰ μὴ τοῦτο γέγονεν, ἐν ἀσθενείᾳ ἦν. Εἶτα δείκνυσιν ὅτι οὐ προλήψεως ἡ ἀγάπη, ἀλλὰ κρίσεως. Διὰ τί; Ἔχω ὑμᾶς, φησὶν, ἐν τοῖς δεσμοῖς μου, καὶ ἐν τῇ ἀπολογίᾳ διὰ τὸ συγκοινωνοὺς εἶναι τῆς χάριτος. Τί ἐστι τοῦτο; ἡ χάρις τοῦ Ἀποστόλου τοῦτο ἦν τὸ δεσμεῖσθαι, τὸ ἐλαύνεσθαι, τὸ μυρία πάσχειν δεινά; Ναί· Ἀρκεῖ γάρ σοι, φησὶν, ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται. Διὸ εὐδοκῶ, φησὶν, ἐν ἀσθενείαις, ἐν ὕβρεσιν. Ἐπεὶ οὖν ὁρῶν ὑμᾶς διὰ τῶν ἔργων τὴν ἀρετὴν ἐπιδεικνυμένους, καὶ τῆς χάριτος ταύτης ὄντας κοινωνοὺς, καὶ μετὰ προθυμίας, εἰκότως ταῦτα στοχάζομαι. Ὁ γὰρ πεῖραν ὑμῶν εἰληφὼς, καὶ μάλιστα πάντων ὑμᾶς εἰδὼς, καὶ τὰ ὑμέτερα κατορθώματα, ὅτι καὶ τοσοῦτον ἡμῶν ἀφεστηκότες βιάζεσθε μὴ ἀπολειφθῆναι ἡμῶν ἐν ταῖς θλίψεσιν, ἀλλὰ τῶν ὑπὲρ τοῦ Εὐαγγελίου πειρασμῶν κοινωνῆσαι, καὶ μηδὲν ἔλαττον ἐμοῦ ἔχειν τοῦ εἰς τοὺς ἀγῶνας ἐμβεβηκότος, αὐτοὶ οἱ πόῤῥωθεν ὄντες, δίκαιός εἰμι ταῦτα μαρτυρεῖν. Διὰ τί δὲ οὐκ εἶπε, Κοινωνοὺς, ἀλλὰ, Συγκοινωνούς; Καὶ αὐτὸς ἐγὼ, φησὶν, ἑτέρῳ κοινωνῶ, ἵνα γένωμαι συγκοινωνὸς τοῦ Εὐαγγελίου· τουτέστιν, ἵνα κοινωνήσω τῶν ἀποκειμένων ἀγαθῶν τῷ Εὐαγγελίῳ. Καὶ τὸ δὴ θαυμαστὸν, τὸ πάντας αὐτοὺς οὕτω διακεῖσθαι ὥστε συγκοινωνοὺς Παύλου ἀκούειν· Συγκοινωνούς μου γὰρ, φησὶ, τῆς χάριτος πάντας ὑμᾶς ὄντας. Ἀπὸ τῶν προοιμίων τοίνυν τούτων πέποιθα, ὅτι τοιοῦτοι ἔσεσθε μέχρι τέλους. Οὐ γὰρ ἔνι οὕτω λαμπρὰν ἀρχὴν σβεσθῆναι καὶ λῆξαι, ἀλλὰ μεγάλα δείκνυσι τὰ τέλη.
1.4.1
Ἐπεὶ οὖν ἔστι κοινωνῆσαι καὶ ἑτέρως χάριτος, καὶ πειρασμῶν καὶ θλίψεων, κοινωνῶμεν, παρακαλῶ, καὶ ἡμεῖς. Πόσοι τῶν ἐνταῦθα ἑστώτων, μᾶλλον δὲ πάντες, ἐβούλεσθε κοινωνῆσαι τῷ Παύλῳ τῶν ἀποκειμένων ἀγαθῶν! Ἔνεστιν, εἰ βούλεσθε τοῖς τὴν διακονίαν ἀναδεδεγμένοις τὴν ἐκείνου, τοῖς πάσχουσί τι δεινὸν διὰ τὸν Χριστὸν συμμαχῆσαι, βοηθῆσαι. Εἶδες ἐν πειρασμῷ τὸν ἀδελφόν; ὄρεξον χεῖρα. Εἶδες τὸν διδάσκαλον ἀγωνιζόμενον; παράστηθι. Ἀλλ' οὐδεὶς κατὰ Παῦλόν ἐστι, φησίν. Εὐθέως ἀπόνοια, εὐθέως κρίνουσιν. Οὐδεὶς κατὰ Παῦλόν ἐστι, κἀγὼ ὁμολογῶ· ἀλλ' Ὁ δεχόμενος, φησὶ, προφήτην εἰς ὄνομα προφήτου, μισθὸν προφήτου λήψεται. Μὴ γὰρ ἐκεῖνοι διὰ τοῦτο ἐθαυμάζοντο, ἐπειδὴ Παύλῳ συνέπραττον; Οὐ διὰ τοῦτο, ἀλλ' ἐπειδὴ ἀναδεξαμένῳ τὸ κήρυγμα. Παῦλος διὰ τοῦτο τίμιος ἦν, ἐπειδὴ ταῦτα ἔπασχε διὰ τὸν Χριστόν. Κατὰ Παῦλον μὲν οὐδείς ἐστι. Τί λέγω κατὰ Παῦλον; Ἀλλὰ οὐδὲ κατὰ μικρὸν ἐγγὺς τοῦ μακαρίου ἐκείνου· τὸ δὲ κήρυγμα τὸ αὐτό ἐστιν, ὅπερ καὶ τότε. Οὐκ ἐν δεσμοῖς δὲ ὄντι μόνον ἐκοινώνουν αὐτῷ, ἀλλὰ καὶ ἐξ ἀρχῆς· ἄκουε γὰρ αὐτοῦ λέγοντος· Οἴδατε δὲ καὶ ὑμεῖς, Φιλιππήσιοι, ὅτι ἐν ἀρχῇ τοῦ Εὐαγγελίου οὐδεμία μοι Ἐκκλησία ἐκοινώνησεν εἰς λόγον δόσεως καὶ λήψεως, εἰ μὴ ὑμεῖς μόνοι. Καὶ χωρὶς πειρασμῶν δὲ ἔχει πολὺν ὁ διδάσκαλος πόνον, ἀγρυπνίαν, κόπον τὸν ἐν λόγῳ, διδασκαλίαν, μέμψεις, κατηγορίας, αἰτίας, βασκανίας. Μικρὰ ταῦτα, τὸ μυρίων ἀνέχεσθαι στομάτων, ἐξὸν τὰ αὐτοῦ μεριμνᾷν; Οἴμοι, τί πάθω; ἐν μέσῳ δυοῖν ἐναπείλημμαι πραγμάτων ἀπορῶν· βούλομαι μὲν γὰρ καὶ προτρέψαι ὑμᾶς, καὶ παρακαλέσαι πρὸς τὴν συμμαχίαν καὶ τὴν ἀντίληψιν τῶν ἁγίων τοῦ Θεοῦ· δέδοικα δὲ μὴ ἕτερόν τις ὑποπτεύσῃ, ὅτι οὐχ ὑμῶν ἕνεκεν, ἀλλ' ἐκείνων ταῦτα λέγω. Ἴστε δὲ, ὅτι οὐκ ἐκείνων ἕνεκεν ταῦτα λέγω, ἀλλ' ὑμῶν αὐτῶν. Καὶ εἰ βούλεσθε προσέχειν, δι' αὐτῶν τῶν λόγων ὑμᾶς πείθω· οὐκ ἔστιν ἴσον ὑμῖν τὸ κέρδος, κἀκείνοις. Ὑμεῖς μὲν γὰρ ἐὰν δῶτε, ταῦτα δώσετε, ὧν καὶ μικρὸν ὕστερον καὶ ἑκόντες καὶ ἄκοντες ἀποστήσεσθε, καὶ παραχωρήσετε ἑτέροις· ἃ δὲ λαμβάνεις, πολλῷ μεγάλα ἐστὶ καὶ μείζονα. Ἢ οὐχ οὕτω διάκεισθε, ὅτι διδόντες λήψεσθε; Εἰ γὰρ μὴ οὕτω διάκεισθε, οὐδὲ δοῦναι ὑμᾶς βούλομαι· οὕτως οὐ τὸν ὑπὲρ ἐκείνων ποιοῦμαι λόγον Εἰ μή τις οὕτω πρότερον ἑαυτὸν διέθηκεν, ὡς λαμβάνων μᾶλλον ἢ διδοὺς, ὡς κερδαίνων μυρία, ὡς εὐεργετούμενος ἢ εὐεργετῶν, μὴ διδότω· εἰ ὡς χάριν παρέχων τῷ λαμβάνοντι, μὴ διδότω. Οὐ γὰρ τοῦτό μοι περισπούδαστον τοσοῦτον τραφῆναι τοὺς ἁγίους· κἂν γὰρ σὺ μὴ δῷς, ἕτερος δώσει. Ὥστε ὃ βούλομαι, τοῦτό ἐστιν, ὑμᾶς τῶν ὑμετέρων ἁμαρτημάτων παραμυθίαν ἔχειν· ὁ δὲ μὴ οὕτω διδοὺς, οὐχ ἕξει παραμυθίαν. Οὐ γὰρ τὸ δοῦναι, τοῦτό ἐστιν ἐλεημοσύνην ἐργάσασθαι, ἀλλὰ τὸ μετὰ προθυμίας, τὸ χαίροντα, τὸ χάριν εἰδότα τῷ λαμβάνοντι· Μὴ ἐκ λύπης γὰρ, φησὶ, μηδὲ ἐξ ἀνάγκης· ἱλαρὸν γὰρ δότην ἀγαπᾷ ὁ Θεός. Εἰ μή τις τοίνυν οὕτω δίδωσι, μὴ διδότω· ζημία γὰρ τοῦτό ἐστιν, οὐκ ἐλεημοσύνη. Εἰ τοίνυν ἴστε, ὅτι ὑμεῖς κερδανεῖτε, οὐκ ἐκεῖνοι, ἴστε, ὅτι μεῖζον ὑμῖν τὸ κέρδος γίνεται. Ἐκείνοις μὲν γὰρ τὸ σῶμα τρέφεται, ὑμῖν δὲ ἡ ψυχὴ εὐδοκιμεῖ· ἐκείνοις οὐδὲν ἀφίεται τῶν ἁμαρτημάτων, ὅταν λάβωσιν, ὑμῖν δὲ τὰ πολλὰ τῶν προσκρουμάτων ὑποτέμνεται. Κοινωνῶμεν τοίνυν αὐτοῖς τῶν ἄθλων, ἵνα καὶ τῶν ἐκείνοις κοινωνήσωμεν μεγάλων ἐπάθλων. Βασιλέας υἱοποιοῦντές τινες, οὐχ ἡγοῦνται διδόναι μᾶλλον, ἢ λαμβάνειν. Υἱοποίησαι σὺ τὸν Χριστὸν, καὶ ἕξεις πολλὴν ἀσφάλειαν. Βούλει καὶ Παύλῳ κοινωνῆσαι; τί λέγω Παύλῳ, ὅπου γε Χριστός ἐστιν ὁ λαμβάνων;
1.5.1
Ἵνα δὲ εἰδῆτε ὅτι ὑμῶν ἕνεκεν πάντα καὶ λέγω καὶ ποιῶ, οὐ τῆς ἑτέρων ἀναπαύσεως κηδόμενος· εἴ τίς ἐστι τῶν προεστώτων Ἐκκλησίας ἐν ἀφθονίᾳ ζῶν, καὶ μηδενὸς δεόμενος, κἂν ἅγιος ᾖ, μὴ δῷς, ἀλλὰ προτίμησον ἐκείνου τὸν ἐν ἀδείᾳ ὄντα, κἂν μὴ οὕτως ᾖ θαυμαστός. Τί δήποτε; Ὅτι καὶ ὁ Χριστὸς οὕτω βούλεται, ὡς ὅταν λέγῃ· Ἐὰν ποιῇς δεῖπνον, ἢ ἄριστον, μὴ καλέσῃς τοὺς φίλους σου, μηδὲ τοὺς συγγενεῖς, ἀλλὰ τοὺς ἀναπήρους, τοὺς χωλοὺς, τοὺς τυφλοὺς, τοὺς μὴ δυναμένους ἀνταποδοῦναί σοι. Οὐ γὰρ ἁπλῶς δεῖ τὰς τοιαύτας δεξιώσεις ποιεῖν, ἀλλὰ τοῖς πεινῶσιν, ἀλλὰ τοῖς διψῶσιν, ἀλλὰ τοῖς γυμνητεύουσιν, ἀλλὰ τοῖς ξένοις, ἀλλὰ τοῖς ἀπὸ πλούτου πτωχεύσασιν. Οὐ γὰρ εἶπεν ἁπλῶς, Ἐτράφην, ἀλλ', Ἐπείνων· Πεινῶντά με γὰρ, φησὶν, εἴδετε, καὶ ἐθρέψατε. Διπλοῦν τὸ δικαίωμα· εἰ δὲ τὸν ἁπλῶς πεινῶντα δεῖ τρέφειν, πολλῷ μᾶλλον, ὅταν καὶ ἅγιος ὁ πεινῶν ᾖ. Ἂν τοίνυν ἅγιος μὲν ᾖ, μὴ δέηται δὲ, μὴ δῷς· οὐ γὰρ κέρδος τοῦτο· οὐδὲ γὰρ ἐπέταξεν ὁ Χριστὸς, μᾶλλον δὲ οὐδὲ ἅγιος ἐκεῖνος ὁ ἐν ἀφθονίᾳ ὢν, καὶ λαμβάνων. Ὁρᾷς, ὅτι οὐκ αἰσχροκερδείας ἕνεκεν ἡμῖν ταῦτα λέλεκται, ἀλλὰ τοῦ ὑμῖν λυσιτελοῦντος; Θρέψον τὸν πεινῶντα, ἵνα μὴ θρέψῃς τὸ τῆς γεέννης πῦρ· ἐκεῖνος ἐσθίων ἀπὸ τῶν σῶν, καὶ λείψανα ἁγιάζει. Ἐννόησον πῶς ἔτρεφε τὸν Ἠλίαν ἡ χήρα· οὐκ ἔθρεψε μᾶλλον, ἢ ἐτράφη· οὐκ ἔδωκε μᾶλλον, ἢ ἔλαβε. Τοῦτο καὶ νῦν γίνεται καὶ πολλῷ μεῖζον. Οὐ γὰρ ὑδρία ἀλεύρου, οὐδὲ καμψάκηςἐλαίου, ἀλλὰ τί; ἑκατονταπλασίονα, καὶ ζωὴ αἰώνιος τοῖς τοιούτοις ἡ ἀμοιβή. Ἔλεος ὁ τοῦ Θεοῦ, ἡ τροφὴ ἡ πνευματικὴ γίνῃ, ζύμη καθαρά. Χήρα ἦν ἐκείνη, λιμὸς ἐπέκειτο, καὶ οὐδὲν τούτων αὐτὴν ἐκώλυσε· παῖδες ἦσαν αὐτῇ, καὶ οὐδὲ οὕτως ἐνεποδίσθη. Αὕτη τῆς τὰ δύο καταβαλούσης λεπτὰ ἴση γέγονεν. Οὐκ εἶπε πρὸς ἑαυτὴν, Τί ἀπὸ τούτου λήψομαι; αὐτὸς ἐμοῦ δεῖται· εἴ τινα ἰσχὺν εἶχεν, οὐκ ἂν ἐλίμωξεν, ἔλυσεν ἂν τὸν αὐχμὸν, οὐκ ἂν ὑπεύθυνος ἦν τοῖς αὐτοῖς· προσκρούει ἴσως καὶ αὐτὸς τῷ Θεῷ. Οὐδὲν τούτων ἐνενόησεν. Ὁρᾷς πόσον ἀγαθόν ἐστι μετὰ ἁπλότητος εὖ ποιεῖν, καὶ μὴ σφόδρα περίεργον εἶναι περὶ τὸν εὖ πάσχοντα; Εἰ ἤθελε πολυπραγμονῆσαι, ἐδίστασεν ἂν, οὐκ ἂν ἐπίστευσεν. Οὕτω καὶ Ἀβραὰμ, εἰ ἤθελε πολυπραγμονῆσαι, οὐκ ἂν ἐδέξατο ἀγγέλους. Οὐ γὰρ ἔστιν, οὐκ ἔστι τὸν ἐν τούτοις ἀκριβολογούμενον ἐπιτυχεῖν ἁγίου ποτὲ, ἀλλ' ὁ τοιοῦτος μάλιστα ἐμπίπτει εἰς ἐπιθέτας. Καὶ πῶς, ἐγὼ λέγω· Ὁ εὐλαβὴς οὐ βούλεται φαίνεσθαι εὐλαβὴς, καὶ οὐ περιτίθησιν ἑαυτῷ σχῆμα, κἂν μέλλῃ διαπτύεσθαι· ὁ δὲ ἐπιθέτης, ἅτε τέχνην τὸ πρᾶγμα ἔχων, πολλὴν εὐλάβειαν καὶ δυσφώρατον περιτίθεται. Ὥστε ὁ μὲν καὶ τοῖς δοκοῦσιν ἀνευλαβέσιν εὖ ποιῶν, τοῖς εὐλαβέσι περιπεσεῖται· ὁ δὲ τοὺς νομιζομένους εὐλαβεῖς ἐπιζητῶν, ἀνευλαβέσιν ἐμπεσεῖται πολλάκις. Διὸ, παρακαλῶ, ἐν ἁπλότητι πάντα πράττωμεν. Θῶμεν γὰρ ὅτι καὶ ἐπιθέτης ἐστὶν ὁ προσιών· οὐκ ἐκελεύθης ταῦτα περιεργάζεσθαι. Παντὶ γὰρ, φησὶ, τῷ αἰτοῦντί σε δίδου· καὶ, Ἐκπριοῦν κτεινόμενον μὴ φείσῃ· καίτοι οἱ πλείους τῶν ἀναιρουμένων ἐπὶ κακοῖς ἁλισκόμενοι τοῦτο ὑπομένουσιν, ἀλλὰ, Μὴ φείσῃ, φησίν. Οὕτω γὰρ ὅμοιοι ἐσόμεθα τῷ Θεῷ, οὕτω θαυμασθησόμεθα, καὶ τῶν ἀθανάτων ἐπιτευξόμεθα ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, καὶ τὰ ἑξῆς.

Intertext edge

Open linked passage

Note