Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In epistulam ad Philippenses
John ChrysostomPhil 2 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
2.0.1
Μάρτυς γάρ μοί ἐστιν ὁ Θεὸς, ὡς ἐπιποθῶ πάν τας ὑμᾶς ἐν σπλάγχνοις Ἰησοῦ Χριστοῦ. Καὶ τοῦτο προσεύχομαι, ἵνα ἡ ἀγάπη ὑμῶν ἔτι μᾶλλον καὶ μᾶλλον περισσεύῃ ἐν ἐπιγνώσει καὶ πάσῃ αἰσθήσει. Εἰς τὸ δοκιμάζειν ὑμᾶς τὰ διαφέροντα, ἵνα ἦτε εἰλικρινεῖς καὶ ἀπρόσ κοποι εἰς ἡμέραν Χριστοῦ, πεπληρωμένοι καρ πῶν δικαιοσύνης τῶν διὰ Ἰησοῦ Χριστοῦ εἰς δόξαν καὶ ἔπαινον Θεοῦ.
2.1.1
Οὐχ ὡς ἀπιστούμενος μάρτυρα καλεῖ τὸν Θεὸν, ἀλλ' ἐκ πολλῆς διαθέσεως τοῦτο ποιεῖ, καὶ τῷ σφόδρα πεπεῖσθαι καὶ θαῤῥεῖν. Ἐπειδὴ γὰρ εἶπεν, ὅτι ἐκοινώνησαν αὐτῷ, ἵνα μὴ νομίσωσιν, ὅτι διὰ τοῦτο αὐτοὺς ποθεῖ, καὶ οὐχ ἁπλῶς ἐκείνων ἕνεκεν, διὰ τοῦτο ἐπήγαγεν, ὅτι Ἐν σπλάγχνοις Χριστοῦ. Τί ἐστι τοῦτο; Ἀντὶ τοῦ, Κατὰ Χριστόν· ἐπειδὴ πιστοί ἐστε, ἐπειδὴ φιλεῖτε τὸν Χριστὸν, διὰ τὴν κατὰ Χριστὸν ἀγάπην. Καὶ οὐκ εἶπεν ἀγάπην, ἀλλ' ὃ θερμότερον ἦν, σπλάγχνα Χριστοῦ· ὡσανεὶ τοῦτο λέγων, τοῦ ὡς πατὴρ ὑμῶν γεγονότος διὰ τὴν συγγένειαν τὴν κατὰ Χριστόν. Σπλάγχνα γὰρ ἡμῖν αὕτη χαρίζεται, σπλάγχνα θερμὰ, καὶ διάπυρα· τοῖς γὰρ γνησίοις αὐτοῦ δούλοις σπλάγχνα χαρίζεται. Ἐν ἐκείνοις, φησὶ, τοῖς σπλάγχνοις· ὡς ἂν εἴ τις εἴποι· Φιλῶ ὑμᾶς σπλάγχνοις οὐ φυσικοῖς, ἀλλὰ τοῖς θερμοτέροις, τοῖς τοῦ Χριστοῦ. Ὡς ἐπιποθῶ, φησὶ, πάντας ὑμᾶς. Ἐπιποθῶ πάντας, ἐπειδὴ καὶ πάντες τοιοῦτοί ἐστε. Οὐ τοίνυν δυνατὸν εἰπεῖν πῶς ἐπιποθῶ· οὐ γὰρ δύναμαι παραστῆσαι τῷ λόγῳ τὸν πόθον· διὰ τοῦτο τῷ Θεῷ καταλιμπάνω εἰδέναι τῷ τὰς καρδίας ἐμβατεύοντι. Οὐκ ἂν δὲ, εἰ ἐκολάκευεν αὐτοὺς, τὸν Θεὸν ἐκάλεσε μάρτυρα· οὐδὲ γὰρ ἀκίνδυνον τοῦτο. Καὶ τοῦτο, φησὶ, προσεύχομαι, ἵνα ἡ ἀγάπη ὑμῶν ἔτι μᾶλλον καὶ μᾶλλον περισσεύῃ. Καλῶς· ἀκόρεστον γὰρ ἀγαθὸν τοῦτο. Ὅρα πῶς φιλούμενος, ἔτι μᾶλλον ἐβούλετο φιλεῖσθαι. Ὁ γὰρ οὕτω φιλῶν, τὸν φιλούμενον οὐδαμοῦ τῆς ἀγάπης βούλεται ἵστασθαι· οὐ γὰρ ἔνι μέτρον τούτου τοῦ καλοῦ. Ὅθεν ἀεὶ αὐτὸ ὀφείλεσθαι βούλεται ὁ Παῦλος, Μηδενὶ, λέγων, μηδὲν ὀφείλετε, εἰ μὴ τὸ ἀγαπᾷν ἀλλήλους. Μέτρον ἀγάπης, τὸ μηδαμοῦ ἵστασθαι. Ἵνα ἡ ἀγάπη ὑμῶν, φησὶν, ἔτι μᾶλλον καὶ μᾶλλον περισσεύῃ. Ὅρα τὴν διάθεσιν τῆς λέξεως. Ἔτι μᾶλλον καὶ μᾶλλον, φησὶν, ἵνα περισσεύῃ ἐν ἐπιγνώσει καὶ πάσῃ αἰσθήσει. Οὐχ ἁπλῶς τὴν φιλίαν θαυμάζει, οὐδὲ ἁπλῶς τὴν ἀγάπην, ἀλλὰ τὴν ἐξ ἐπιγνώσεως· τουτέστιν, οὐχ ἵνα πρὸς ἅπαντας τῇ αὐτῇ χρήσησθε ἀγάπῃ· τοῦτο γὰρ οὐκ ἀγάπης, ἀλλὰ ψυχρότητος. Τί ἐστιν, Ἐν ἐπιγνώσει; Τουτέστι, μετὰ κρίσεως μετὰ λογισμοῦ, μετὰ τοῦ αἰσθάνεσθαι. Εἰσὶ γάρ τινες ἀλόγως φιλοῦντες, ἁπλῶς καὶ ὡς ἔτυχεν· ὅθεν οὐδὲ σφοδρὰς εἶναι τὰς τοιαύτας φιλίας συμβαίνει Ἐν ἐπιγνώσει, φησὶ, καὶ πάσῃ αἰσθήσει, εἰς τὸ δοκιμάζειν ὑμᾶς τὰ διαφέροντα, τουτέστι, τὰ συμφέροντα. Οὐκ ἐμοῦ ἕνεκεν ταῦτα λέγω, φησὶν, ἀλλ' ὑμῶν αὐτῶν· δέος γὰρ μή τις παραφθαρῇ ὑπὸ τῆς τῶν αἱρετικῶν ἀγάπης. Τοῦτο γὰρ ὅλον αἰνίττεται τῷ οὕτως εἰπεῖν. Καὶ ὅρα πῶς αὐτὸ τίθησιν· Οὐ δι' ἐμὲ, φησὶ, ταῦτα λέγω, ἀλλ' ἵνα ἦτε ὑμεῖς εἰλικρινεῖς· τουτέστιν, Ἵνα μηδὲν νόθον δόγμα τῷ τῆς ἀγάπης προσχήματι παραδέχησθε. Πῶς οὖν ἀλλαχοῦ φησιν, Εἰ δυνατὸν, μετὰ πάντων ἀνθρώπων εἰρηνεύετε; Εἰρηνεύετε, εἶπεν, οὐ τοῦτο δηλῶν, ὅτι Οὐχ οὕτως ἀγαπᾶτε, ὥστε ὑπὸ τῆς φιλίας βλάπτεσθαι· Εἰ γὰρ ὁ ὀφθαλμός σου ὁ δεξιὸς σκανδαλίζει σε, φησὶν, ἔκκοψον αὐτὸν, καὶ βάλε ἀπὸ σοῦ· ἀλλ', Ἵνα ἦτε εἰλικρινεῖς, τὸ κατὰ Θεὸν δηλονότι, καὶ ἀπρόσκοποι, τὸ κατὰ ἀνθρώπους. Πολλοὺς γὰρ πολλάκις αἱ φιλίαι βλάπτουσιν. Εἰ γὰρ καὶ σὲ οὐδὲν βλάπτει, φησὶν, ἀλλ' ἕτερος προσκόπτει. Εἰς ἡμέραν Χριστοῦ· τουτέστιν, Ἵνα τότε εὑρεθῆτε καθαροὶ, μηδένα σκανδαλίσαντες· Πεπληρωμένοι καρπῶν δικαιοσύνης τῶν διὰ Ἰησοῦ Χριστοῦ, εἰς δόξαν καὶ ἔπαινον Θεοῦ· τουτέστι μετὰ τῶν δογμάτων καὶ βίον ὀρθὸν ἔχοντες. Οὐ γὰρ ἁπλῶς ὀρθὸν εἶναι χρὴ, ἀλλὰ πεπληρῶσθαι καρπῶν δικαιοσύνης. Ἔστι γὰρ δικαιοσύνη, ἀλλ' οὐ κατὰ Χριστὸν, οἷον βίος ἁπλῶς ἐνάρετος· ἀλλὰ, Τῶν διὰ Ἰησοῦ Χριστοῦ, φησὶν, εἰς δόξαν καὶ ἔπαινον Θεοῦ. Ὁρᾷς ὅτι οὐ τὴν ἐμαυτοῦ δόξαν λέγω, ἀλλὰ τὴν τοῦ Θεοῦ δικαιοσύνην; Πολλαχοῦ δὲ δικαιοσύνην καὶ τὴν ἐλεημοσύνην λέγει. Μὴ παραβλαπτέτω ὑμᾶς, φησὶν, ἡ ἀγάπη πρὸς τὸ εἰδέναι τὰ συμφέροντα, μηδὲ, ἐπειδὴ τὸν δεῖνα φιλεῖς, καταπέσῃς Βούλομαι μὲν αὐξάνεσθαι τὴν ἀγάπην ὑμῶν, οὐχ οὕτω μέντοι, ὡς καὶ βλάπτεσθαι· καὶ οὐχ ἁπλῶς βούλομαι προλήψει, ἀλλὰ δοκιμάσαντας, εἰ ἡμεῖς καλῶς λέγομεν. Καὶ οὐκ εἶπεν, Ἵνα τὰ ἡμέτερα αἱρῆσθε,
2.61.1
Ἵνα δοκιμάζητε. Καὶ οὐκ εἶπε φανερῶς, Μὴ τῷ δεῖνι πλησιάζετε· ἀλλὰ, Πρὸς τὸ συμφέρον βούλομαι ὑμῖν τὴν ἀγάπην γίνεσθαι, οὐχ ἵνα ἀναισθήτως διακέησθε. Ἀνόητον γὰρ, εἰ μὴ διὰ Χριστὸν τὴν δικαιοσύνην ἐργάζεσθε, καὶ δι' αὐτοῦ. Ἰδοὺ τὸ, Δι' αὐτοῦ, πάλιν. Ἆρα οὖν ὑπουργῷ κέχρηται τῷ Θεῷ; Ἄπαγε· οὐχ ἵνα ἐγὼ, φησὶν, ἐπαινεθῶ, οὕτως εἶπον, ἀλλ' ἵνα ὁ Θεὸς δοξάζηται. Γινώσκειν δὲ ὑμᾶς βούλομαι, ἀδελφοὶ, ὅτι τὰ κατ' ἐμὲ μᾶλλον εἰς προκοπὴν τοῦ Εὐαγγελίου ἐλήλυθεν. Ὥστε τοὺς δεσμούς μου φανεροὺς ἐν Χριστῷ γενέσθαι ἐν ὅλῳ τῷ πραιτωρίῳ, καὶ τοῖς λοιποῖς πᾶσιν.
2.2.1
Εἰκὸς ἦν ἀκούσαντας ὅτι δέδεται, ἀλγεῖν, καὶ νομίζειν ἐγκόπτεσθαι τὸ κήρυγμα. Τί οὖν ποιεῖ; Εὐθέως ταύτην ἀναιρεῖ τὴν ὑποψίαν, καί φησι· Τὰ κατ' ἐμὲ μᾶλλον εἰς προκοπὴν τοῦ Εὐαγγελίου ἐλήλυθε. Καὶ τοῦτο δὲ φιλοῦντος, τὸ τὰ καθ' ἑαυτὸν δηλοῦν αὐτοῖς, ἅτε μεριμνῶσι. Τί λέγεις; δέδεσαι, ἐνεποδίσθης, καὶ πῶς τὸ Εὐαγγέλιον ἐπιδίδωσιν; Ὥστε τοὺς δεσμούς μου, φησὶ, φανεροὺς γενέσθαι τοὺς ἐν Χριστῷ ἐν ὅλῳ τῷ πραιτωρίῳ. Τοῦτο οὐ μόνον οὐκ ἐπεστόμισε τοὺς ἄλλους οὐδὲ δειλοὺς ἐποίησεν, ἀλλ' αὐτὸ τοῦτο καὶ μᾶλλον παρεθάῤῥυνεν. Εἰ τοίνυν οἱ πλησίον ὄντες τῶν κινδύνων μόνον οὐδὲν ἐβλάβησαν, ἀλλὰ καὶ πλέον θάρσος ἔλαβον, πολλῷ μᾶλλον ὑμᾶς θαῤῥεῖν χρή. Εἰ μὲν γὰρ δεθεὶς ἀθλίως ἤνεγκε, καὶ ἐσίγησεν, εἰκὸς ἦν καὶ ἐκείνους· τὸ αὐτὸ παθεῖν· εἰ δὲ δεθεὶς πλέον ἐπαῤῥησιάζετο, μᾶλλον αὐτοῖς θάρσος ἔδωκεν, ἢ εἰ μὴ ἐδέθη. Πῶς δὲ εἰς προκοπὴν τοῦ Εὐαγγελίου γέγονε τὰ δεσμά; Ὁ Θεὸς τοῦτο ᾠκονόμησε, φησὶν, ὥστε μὴ λαθεῖν τοὺς ἐμοὺς δεσμοὺς, τοὺς ἐν Χριστῷ, τοὺς διὰ Χριστὸν, Ἐν ὅλῳ τῷ πραιτωρίῳ. Τέως γὰρ οὕτως ἐκάλουν τὰ βασίλεια. Οὐδὲ ἐν τῷ πραιτωρίῳ μόνον, ἀλλὰ καὶ ἐν τῇ πόλει, φησὶ, πάσῃ. Καὶ τοὺς πλείονας τῶν ἀδελφῶν ἐν Κυρίῳ πεποιθότας τοῖς δεσμοῖς μου περισσοτέρως τολμᾷν ἀφόβως τὸν λόγον λαλεῖν. Δείκνυσι τοῦτο, ὅτι καὶ πρότερον ἐθάῤῥουν, καὶ μετὰ παῤῥησίας διελέγοντο, νῦν δὲ πολλῷ πλέον. Εἰ ἄλλοι τοίνυν, φησὶ, διὰ τοὺς ἐμοὺς δεσμοὺς θαῤῥοῦσι, πολλῷ μᾶλλον ἐγώ· εἰ ἄλλοις εἰμὶ αἴτιος θάρσους, πολλῷ μᾶλλον ἐμαυτῷ. Καὶ τοὺς πλείονας τῶν ἀδελφῶν ἐν Κυρίῳ. Ἐπειδὴ μέγα ἦν τὸ εἰπεῖν, ὅτι Οἱ ἐμοὶ δεσμοὶ θάρσος αὐτοῖς παρεῖχον, διὰ τοῦτο προλαβὼν εἶπεν· Ἐν Κυρίῳ. Ὁρᾷς πῶς καὶ ἀνάγκην ἔχων τοῦ μεγαληγορεῖν, τοῦ μετριάζειν οὐκ ἀφίσταται; Περισσοτέρως τολμᾷν, φησὶν, ἀφόβως τὸν λόγον λαλεῖν. Τὸ, Περισσοτέρως, δεικνύντος ἐστὶν, ὅτι ἤδη ἤρξαντο. Τινὲς μὲν καὶ διὰ φθόνον καὶ ἔριν, τινὲς δὲ καὶ δι' εὐδοκίαν τὸν Χριστὸν κηρύσσουσι. Τί δὴ τοῦτό ἐστιν, ἄξιον μαθεῖν. Ἐπειδὴ κατεσχέθη ὁ Παῦλος, τὸν πόλεμον ἐγεῖραι βουλόμενοι σφοδρὸν τὸν παρὰ τοῦ βασιλέως πολλοὶ τῶν ἀπίστων, καὶ αὐτοὶ τὸν Χριστὸν ἐκήρυττον· ὥστε μείζονα γενέσθαι τῷ βασιλεῖ τὴν ὀργὴν, ἅτε τοῦ κηρύγματος διασπειρομένου, καὶ εἰς τὴν τοῦ Παύλου κεφαλὴν τὸ πᾶν ἐλθεῖν τοῦ θυμοῦ. Δύο τοίνυν προφάσεων γεγόνασιν οἱ δεσμοὶ αἴτιοι. Τοῖς μὲν γὰρ θάρσος παρεῖχον πολὺ, τοὺς δὲ εἰς ἐλπίδα ἄγοντες τῆς ἐμῆς ἀπωλείας, παρεσκεύασαν κηρύττειν τὸν Χριστόν. Τίνες μὲν διὰ φθόνον· τουτέστι, φθονοῦντες τῇ δόξῃ τῇ ἐμῇ καὶ τῇ ἐνστάσει, καὶ βουλόμενοί με ἀπολέσθαι καὶ ἐρίζοντές μοι, συμπράττουσιν ἐμοί· ἢ ὥστε καὶ αὐτοὶ τιμᾶσθαι, καὶ οἰόμενοι παρασπᾷν τι τῆς δόξης τῆς ἐμῆς. Τινὲς δὲ καὶ δι' εὐδοκίαν· τουτέστι, χωρὶς ὑποκρίσεως, ἀπὸ προθυμίας ἁπάσης. Οἱ μὲν ἐξ ἐριθείας τὸν Χριστὸν καταγγέλλουσιν οὐχ ἁγνῶς· τουτέστιν, οὐκ εἰλικρινῶς, οὐδὲ δι' αὐτὸ τὸ πρᾶγμα, ἀλλὰ διὰ τί; Οἰόμενοι θλῖψιν ἐπιφέρειν τοῖς δεσμοῖς μου. Νομίζοντες γὰρ οὕτω με εἰς μείζονα ἐμπεσεῖσθαι κίνδυνον, θλῖψιν ἐπάγουσιν ἐπὶ θλίψει. Ὢ τῆς ὠμότητος! ὢ τῆς διαβολικῆς ἐνεργείας! δεδεμένον ἑώρων καὶ ἐμβεβλημένον εἰς δεσμωτήριον, καὶ ἔτι ἐφθόνουν· αὔξειν αὐτῷ τὰ τῶν συμφορῶν ἤθελον, καὶ μείζονοςὀργῆς ὑπεύθυνον καθιστᾷν. Καὶ καλῶς εἶπε τὸ, Οἰόμενοι· οὐ γὰρ οὕτως ἐξέβαινεν. Ἐκεῖνοι μὲν γὰρ ἐνόμιζόν με τούτῳ λυπεῖν, ἐγὼ δὲ ἔχαιρον ὅτι τὸ κήρυγμα ἐπεδίδου. Οὕτως ἔνι, ἔργον ποιῆσαι ἀγαθὸν οὐκ ἀπὸ προαιρέσεως ἀγαθῆς· καὶ οὐ μόνον οὐ κεῖται μισθὸς ὑπὲρ τούτου, ἀλλὰ καὶ κόλασις. Ἐπειδὴ γὰρ μείζοσι κινδύνοις περιβαλεῖν τὸν τοῦ Χριστοῦ κήρυκα βουλόμενοι, τὸν Χριστὸν ἐκήρυττον, οὐ μόνον οὐ λήψονται μισθὸν, ἀλλὰ καὶ τιμωρίας ἔσονται ὑπεύθυνοι καὶ κολάσεως. Οἱ δὲ ἐξ ἀγάπης, εἰδότες ὅτι εἰς ἀπολογίαν τοῦ Εὐαγγελίου κεῖμαι. Τί ἐστιν, Ὅτι εἰς ἀπολογίαν τοῦ Εὐαγγελίου κεῖμαι; Τουτέστι, τὰς εὐθύνας μοι ὑποτέμνοντες τὰς πρὸς τὸν Θεὸν, καὶ συναντιλαμβανόμενοί τι εἰς ἀπολογίαν. Ὃ λέγει, τοῦτό ἐστι· Προσετάγην κηρῦξαι· μέλλω διδόναι εὐθύνας, καὶ ἀπολογεῖσθαι ὑπὲρ τοῦ ἔργου, οὗ προσετάγην· ὥστε οὖν μοι τὴν ἀπολογίαν γενέσθαι εὔκολον, συναντιλαμβάνονταί μοι. Ἐὰν γὰρ εὑρεθῶσι πολλοὶ οἱ κατηχηθέντες πιστεύσαντες, εὔκολός μοι ἡ ἀπολογία ἔσται. Τί γάρ; πλὴν παντὶ τρόπῳ, εἴτε προφάσει, εἴτε ἀληθείᾳ Χριστὸς καταγγέλλεται. Ὅρα τὸ φιλόσοφον τοῦ ἀνδρός· οὐ σφόδρα αὐτῶν κατηγόρησεν, ἀλλ' εἶπε τὸ γινόμενον. Τί γὰρ, φησὶν, ἐμοὶ διαφέρει, ἄν τε οὕτως, ἄν τε ἐκείνως; πλὴν παντὶ τρόπῳ, εἴτε προφάσει, εἴτε ἀληθείᾳ Χριστὸς καταγγέλλεται. Οὐκ εἶπε, Καταγγελλέσθω, νομοθετῶν, ἀλλὰ πρῶτον μὲν τὸ συμβαῖνον ἀπήγγειλε, δεύτερον δὲ, εἰ καὶ νομοθετῶν ἔλεγεν, οὐδὲ οὕτω τὰς αἱρέσεις εἰσῆγεν.
2.3.1
Ἐξετάσωμεν γὰρ, εἰ δοκεῖ, τὸ πρᾶγμα, καὶ εὑρήσομεν, ὅτι, εἰ καὶ οὕτως ἐπέτρεπε κηρύττειν, ὡς ἐκεῖνοι, οὐδὲ οὕτως εἰσήγετο αἵρεσις. Πῶς; Ὅτι ἐκεῖνοι ὑγιῶς μὲν ἐκήρυττον, ὁ σκοπὸς δὲ καὶ ἡ διάνοια, μεθ' ἧς ἐποίουν οὕτω, διέφθαρτο, οὐ τὸ κήρυγμα ἐνήλλακτο. Καὶ πολλὴν εἶχον ἀνάγκην οὕτω κηρύττειν. Διὰ τί; Ὅτι εἰ ἑτέρως ἐκήρυξαν, οὐχ ὡς Παῦλος, εἰ ἑτέρως ἐδίδαξαν, οὐχ ὡς ἐκεῖνος, οὐκ ἂν τὴν τοῦ βασιλέως ὀργὴν ηὔξησαν· νῦν δὲ τῷ τὸ κήρυγμα αὐτοῦ αὔξειν καὶ ὁμοίως διδάσκειν, καὶ ἴσους αὐτῷ μαθητὰς ποιεῖν, ἴσχυσαν ἐκπολεμῶσαι τὸν βασιλέα, ἅτε πολλοῦ τοῦ πλήθους τῶν μαθητῶν φαινομένου. Ἀλλά τις μιαρὸς καὶ ἀναίσθητος, ἐπιλαβόμενος τοῦ χωρίου τούτου, φησί· Καὶ μὴν τὸ ἐναντίον εἰργάσαντο ἂν, τοὺς ἤδη πεπιστευκότας ἀπήλασαν, οὐχὶ τοὺς πιστοὺς ἐπιδοῦναι ἐποίησαν ἂν, εἴ γε δακεῖν αὐτὸν ἐβούλοντο. Τί οὖν ἐροῦμεν; Ὅτι πρὸς ἓν τοῦτο ἑώρων ἐκεῖνοι, τὸ κινδύνοις αὐτὸν περιβαλεῖν τοῖς παροῦσι, τὸ μὴ ἀφεῖναι διαφυγεῖν· καὶ τούτῳ μᾶλλον ᾤοντο αὐτὸν λυπεῖν, καὶ τὸ κήρυγμα σβεννύναι, ἢ ἐκείνως. Ἑτέρως μὲν γὰρ ἂν καὶ ἔσβεσαν τοῦ βασιλέως τὴν ὀργὴν, καὶ ἀφῆκαν ἂν ἐξελθεῖν, καὶ πάλιν κηρῦξαι· οὕτω δὲ δι' αὐτὸν τὸ πᾶν ἑλεῖν ἐνόμιζον, ἀνελόντες αὐτόν. Καὶ τοῦτο οὐκ ἦν τῶν πολλῶν συνιδεῖν, ἀλλὰ πικρῶν τινων καὶ σφόδρα μοχθηρῶν. Εἶτα, Καὶ ἐν τούτῳ, φησὶ, χαίρω, ἀλλὰ καὶ χαρήσομαι. Τί ἐστιν, Ἀλλὰ χαρήσομαι; Κἂν ἐπιπλεῖον γένηται, φησίν. Ἐμοὶ γὰρ συμπράττουσι καὶ ἄκοντες, καὶ τῶν αὐτοῖς πεπονημένων ἐκεῖνοι μὲν κόλασιν, ἐγὼ δὲ ὁ μηδὲν συμβαλλόμενος, μισθὸν λήψομαι. Ἆρα ἔστι τι τοῦ διαβόλου μιαρώτερον, τοῦ κήρυγμα ἐπινοήσαντος ἀναδέξασθαι κόλασιν τοῖς πειθομένοις προξενοῦν; Ὁρᾷς πόσοις κακοῖς τοὺς ἑαυτοῦ περιπείρει; κόλασιν καὶ τιμωρίαν αὐτοῖς ἐκ τοῦ κηρύγματος καὶ τῶν πόνων ἐπινοεῖ τούτων. Καὶ ποῖος ἂν ἄλλος ἐχθρὸς καὶ πολέμιος τῆς ἐκείνων σωτηρίας τὸ πᾶν οὕτω διέθηκεν; Ὁρᾷς ὅτι ὁ τὴν ἀλήθειαν πολεμῶν οὐδὲν ἰσχύει, ἀλλ' ἑαυτὸν πλήττει μᾶλλον, ὡς ὁ πρὸς κέντρα λακτίζων; Οἶδα γὰρ, φησὶν, ὅτι τοῦτό μοι ἀποβήσεται εἰς σωτηρίαν διὰ τῆς ὑμῶν δεήσεως, καὶ ἐπιχορηγίας τοῦ Πνεύματος Ἰησοῦ Χριστοῦ. Οὐδὲν τοῦ διαβόλου μιαρώτερον· οὕτω πανταχοῦ πόνοις ἀνονήτοις τοὺς ἑαυτοῦ περιβάλλει, καὶ διασπᾷ· καὶ οὐ μόνον τῶν ἐπάθλων οὐκ ἀφίησι τυχεῖν, ἀλλὰ καὶ κολάσεως ὑπευθύνους ποιεῖν οἶδεν. Οὐ γὰρ μόνον κήρυγμα, ἀλλὰ καὶ νηστείαν τοιαύτην καὶ παρθενίαν αὐτοῖς νομοθετεῖ, ἣ οὐ μόνον μισθῶν ἀποστερήσει, ἀλλὰ καὶ μέγα κακὸν ἐπάξει τοῖς αὐτὴν μετιοῦσι· περὶ ὧν φησι καὶ ἀλλαχοῦ· Κεκαυτηριασμένοι τὴν ἰδίαν συνείδησιν. Διὸ παρακαλῶ, ὑπὲρ πάντων εὐχαριστῶμεν τῷ Θεῷ, ὅτι ἡμῖν καὶ τοὺς πόνους ἐπεκούφισε, καὶ τοὺς μισθοὺς ηὔξησεν. Ὧν γὰρ οἱ παρ' ἡμῖν γαμοῦντες σωφρόνως ἀπολαύουσι μισθῶν, οὐκ ἀπολαύουσιν οἱ παρθενεύοντες παρ' αὐτοῖς, ἀλλὰ τῇ τῶν πορνευόντων οἱ παρθενεύοντες παρὰ τοῖς αἱρετικοῖς δίκῃ γεγόνασιν ὑπεύθυνοι. Πόθεν; Ἐκ τοῦ μὴ ὀρθῷ σκοπῷ τι ποιεῖν, ἀλλ' ἐπὶ διαβολῇ τῶν τοῦ Θεοῦ κτισμάτων καὶ ἀποῤῥήτου σοφίας αὐτοῦ. Μὴ δὴ ῥᾳθυμῶμεν· ἔδωκεν ἡμῖν ὁ Θεὸς συμμέτρους ἀγῶνας, οὐδένα πόνον ἔχοντας. Ἀλλὰ μὴ καταφρονῶμεν διὰ τοῦτο. Εἰ γὰρ οἱ αἱρετικοὶ κατατείνουσιν ἑαυτοὺς πόνοις ἀνονήτοις, τίς ἡμῖν ἔσται ἀπολογία μηδὲ τοὺς ἐλάττονας, καὶ πλείονα μισθὸν ἔχοντας βουλομένοις ἐνεγκεῖν; Τί γὰρ φορτικὸν, τί δὲ ἐπαχθὲς τῶν ἐπιταγμάτων τοῦ Χριστοῦ; Οὐ δύνασαι παρθενεύειν; ἔξεστί σοι γαμεῖν. Οὐ δύνασαι πάντων ἑαυτὸν ἀποστερῆσαι τῶν σῶν; ἔξεστί σοι ἀπὸ τῶν ὄντων χορηγεῖν· Τὸ ὑμῶν περίσσευμα, φησὶν, εἰς τὸ ἐκείνων ὑστέρημα. Ταῦτα γὰρ εἶναι δοκεῖ φορτικὰ, χρημάτων λέγω καταφρονεῖν, καὶ ἐπιθυμίας σωματικῆς περιγενέσθαι· τὰ δὲ ἄλλα οὐδεμιᾶς δεῖται δαπάνης, οὐδεμιᾶς βίας. Ποία γὰρ, εἰπέ μοι, βία τὸ μὴ κακῶς εἰπεῖν, μηδὲ διαβάλλειν ἁπλῶς; ποία δὲ βία τὸ μὴ βασκαίνειν τοῖς ἑτέρων ἀγαθοῖς; ἢ ποία βία τὸ μὴ δόξῃ ἁλῶναι; Τὸ βασανίζεσθαι καὶ φέρειν, καρτερίας ἐστί· καρτερίας, καὶ φιλοσοφίαν ἀσκεῖν· καρτερίας, τὸ πενίαν διενεγκεῖν· καρτερίας, τὸ λιμῷ προσπαλαῖσαι καὶ δίψει. Ὅταν δὲ μηδὲν τούτων ᾖ, ἀλλ' ἔξεστιν ἀπολαύοντα τῶν ὄντων, ὡς Χριστιανῷ προσῆκε, μὴ φθονεῖν τοῖς ἑτέρων, ποία βία; Οὐδαμόθεν ἄλλοθεν ὁ φθόνος, ἀλλ' ἐκ τοῦ προστετηκέναι τοῖς παροῦσι, μᾶλλον δὲ πάντα τὰ κακά. Εἰ γὰρ μηδὲν ἐνόμιζες εἶναι τὰ χρήματα, καὶ τὴν δόξαν τοῦ κόσμου τούτου, οὐκ ἂν τοῖς ἔχουσιν ἐβάσκηνας.
2.4.1
Ἀλλ' ἐπειδὴ κέχηνας, καὶ θαυμάζεις αὐτὰ καὶ ἐπτόησαι, διὰ τοῦτό σοι καὶ τὰ τῆς βασκανίας ἐνοχλεῖ, διὰ τοῦτο καὶ τὰ τῆς κενοδοξίας· καὶ πάντα ἀπὸ τούτου γίνεται, ἀπὸ τοῦ θαυμάζειν τὰ τοῦ παρόντος βίου. Βασκαίνεις, ὅτι ὁ δεῖνα πλουτεῖ; Καὶ μὴν ἐλέους καὶ δακρύων ἄξιος ὁ τοιοῦτος. Ἀλλ' ἐρεῖς εὐθέως γελῶν· Ἐγὼ δακρύων ἄξιος, οὐκ ἐκεῖνος. Δακρύων ἄξιος καὶ σὺ, οὐχ ὅτι πένῃ, ἀλλὰ διὰ τὸ σεαυτὸν ἐλεεινὸν εἶναι νομίζειν. Τοὺς γὰρ οὐδὲν ἔχοντας κακὸν καὶ δυσφοροῦντας δακρύομεν, οὐχ ὅτι κακόν τι ἔχουσιν, ἀλλ' ὅτι μὴ ἔχοντες, ἔχειν νομίζουσιν. Εἰπὲ γάρ μοι, εἴ τις πυρετοῦ ἀπηλλαγμένος, ἀλύει καὶ περιστρέφεται, ὑγιαίνων ἐπὶ τῆς κλίνης κείμενος, ἆρα τῶν πυρεττόντων μᾶλλον οὐχὶ δακρύων ἄξιος ὁ τοιοῦτος, οὐκ ἐπειδὴ πυρέττει, οὐδὲ γὰρ πυρέττει, ἀλλ' ἐπειδὴ μηδὲν ἔχων δεινὸν, ἔχειν τι νομίζει; Καὶ σὺ δακρύων ἄξιος διὰ τοῦτο, ὅτι σαυτὸν ἐλεεινὸν νομίζεις, οὐ διὰ τὴν πενίαν· τῆς γὰρ πενίας ἕνεκεν καὶ μακαριστός. Τί φθονεῖς τῷ πλουσίῳ; ὅτι φροντίδων ἑαυτὸν ὑπεύθυνον κατέστησε πλειόνων, ὅτι δουλείᾳ χαλεπωτέρα; ὅτι μυρίαις ἁλύσεσι, καθάπερ τις κύων, τοῖς αὑτοῦ δέδεται χρήμασι; Κατέλαβεν ἑσπέρα, κατέλαβε νὺξ, καὶ τὸν τῆς ἀναπαύσεως καιρὸν οὗτος θορύβου καιρὸν καὶ ἀηδίας καὶ λύπης ἔχει καὶ μερίμνης. Ψόφος ἐγένετο; εὐθέως ἀνεπήδησεν. Ὁ δεῖνα ἐσυλήθη; μᾶλλον ἐκείνου φροντίζει τοῦ ἀπολωλεκότος ὁ μὴ ἀπολωλεκώς. Ἐκεῖνος μὲν γὰρ ἅπαξ ἀπώλεσε, καὶ λυπηθεὶς ἀπέθετο τὴν φροντίδα· οὗτος δὲ αὐτὴν ἔχει διηνεκῶς. Κατέλαβε νὺξ, ὁ λιμὴν τῶν ἡμετέρων κακῶν, τὸ παραμύθιον τῶν ἡμετέρων συμφορῶν, τὸ φάρμακον τῶν τραυμάτων. Καὶ γὰρ οἱ περιωδυνίᾳ τινὶ κατεχόμενοι τοῖς φίλοις μὲν καὶ συγγενέσι καὶ οἰκείοις, πολλάκις δὲ καὶ πατράσι παραμυθουμένοις οὐκ εἶξαν οὐδὲ ὑπεχώρησαν, ἀλλὰ καὶ πρὸς τὰ ῥήματα αὐτὰ ἠγανάκτησαν· παντὸς γὰρ καύματος μᾶλλον τὸ πικρὸν τῆς ὀδύνης τὰς ἡμετέρας θλίβει ψυχάς· τῷ δὲ ὕπνῳ κελεύοντι παύεσθαι οὐδὲ ἀντιβλέψαι ἴσχυσαν. Καθάπερ οὖν σῶμα διακαὲς καὶ θερμοτέρᾳ προσπαλαῖσαν ἀκτῖνι κατατρυχόμενον, ὥσπερ τινὶ καταγωγίῳ πολλὰς ἔχοντι πηγὰς καὶ τὴν ἀπὸ τῆς λεπτῆς αὔρας παραμυθίαν· οὕτως ἡ νὺξ τῷ ὕπνῳ παραδίδωσιν ἡμῶν τὴν ψυχήν· μᾶλλον δὲ οὐχ ἡ νὺξ, οὐδὲ ὁ ὕπνος τοῦτο ἐργάζεται, ἀλλ' ὁ Θεὸς, εἰδὼς τὸ ταλαίπωρον τοῦτο γένος, ἅπαντα ταῦτα εἰργάσατο. Ἀλλ' ἡμεῖς οὐκ ἐλεοῦμεν ἑαυτοὺς, ἀλλ' ἐπενοήσαμεν, καθάπερ ἐχθροὶ ὄντες ἑαυτῶν, τῆς φυσικῆς ἀνάγκης καὶ ἀναπαύσεως μείζονα τυραννίδα, τὴν ἀπὸ τοῦ πλούτου ἀγρυπνίαν. Μέριμνα γὰρ, φησὶ, πλούτου, ἀφιστᾷ ὕπνον. Καὶ ὅρα πόση τοῦ Θεοῦ ἡ κηδεμονία· Οὐκ ἐπέτρεψε τῇ προθέσει τὴν ἀνάπαυσιν, οὐδὲ προαιρέσει τινὶ τὴν χρείαν τοῦ ὕπνου, ἀλλὰ φυσικαῖς αὐτὴν ἀνάγκαις κατέδησεν, ἵνα καὶ ἄκοντες εὐεργετώμεθα· τὸ γὰρ καθεύδειν, τῆς φύσεως. Ἡμεῖς δὲ ὡς σφόδρα ἑαυτοὺς μισοῦντες, ὡς ἑτέρους πολεμοῦντες καὶ θλίβοντες, τῆς φυσικῆς ταύτης ἀνάγκης μείζονα τὴν ἀπὸ τῶν χρημάτων ἐπενοήσαμεν τυραννίδα. Ἡμέρα γέγονε; καὶ δέδοικεν ὁ τοιοῦτος τοὺς συκοφάντας. Ἡ νὺξ κατέλαβε; τρέμει λῃστάς. Θάνατος ἐπέστη; τοῦ θανάτου μᾶλλον δάκνεται, ὅτιἑτέρων ἐκεῖνα γίνεται. Παιδίον ἔσχε; πλείων ἡ ἐπιθυμία· καὶ τότε δοκεῖ πένης εἶναι. Οὐκ ἔσχε, μᾶλλον ὀδυνᾶται. Τοῦτον οὖν μακαρίζεις τὸν οὐδαμόθεν ἡσθῆναι δυνάμενον; τούτῳ φθονεῖς τῷ κλυδωνιζομένῳ, ἐν λιμένι γαληνῷ τῇ πενίᾳ ἑστηκώς; Ὄντως καὶ τοῦτο ἐλάττωμα τῆς ἀνθρωπίνης φύσεως, τὸ μὴ φέρειν τὰ ἀγαθὰ γενναίως, ἀλλ' εἰς τὰς εὐπραγίας ἐξυβρίζειν. Καὶ ταῦτα μὲν ἐνταῦθα· ὅταν δὲ ἀπέλθωμεν ἐκεῖ, ἄκουσον τί φησιν ὁ πλούσιος, ὁ μυρίων ἀγαθῶν κύριος, ὥσπερ σὺ λέγεις· οὐ γὰρ ἂν ἔγωγε ταῦτα εἴποιμι ἀγαθὰ, ἀλλ' ἀδιάφορα. Οὗτος τοίνυν ὁ μυρίων ἀγαθῶν κύριος, ἄκουσον τί φησι, καὶ τίνος ἐν χρείᾳ καθέστηκε· Πάτερ, φησὶν, Ἀβραὰμ, πέμψον Λάζαρον, ἵνα ἄκρῳ τῷ δακτύλῳ ἐπιστάζῃ μου τὴν γλῶτταν, ὅτι ἀποτηγανίζομαι. Εἰ γὰρ μηδὲν ὧν εἶπον ἔπασχεν ὁ πλούσιος ἐκεῖνος, εἰ γὰρ ἐν ἀδείᾳ καὶ φροντίδος χωρὶς τὸν ἅπαντα βίον διήγαγε· τί λέγω τὸν ἅπαντα βίον; τὴν μίαν ῥοπὴν ἐκείνην· ῥοπὴ γάρ ἐστιν· ὡς μία γὰρ ῥοπὴ, φησὶν, ὁ πᾶς ἡμῶν αἰὼν πρὸς τὸν αἰῶνα τὸν ἄπειρον· εἰ τοίνυν πάντα αὐτῷ κατὰ γνώμην προεκεχωρήκει, ἆρα οὐκ ἐλεεινός ἐστι τούτων τῶν ῥημάτων, μᾶλλον δὲ τούτων τῶν πραγμάτων; Οὐχὶ οἴνῳ περιεκλύζετό σου ἡ τράπεζα; νῦν δὲ οὐδὲ σταγόνος ὕδατος εἶ κύριος, καὶ ταῦτα ἐν χρείᾳ πολλῇ καθεστηκώς. Οὐχ ἡλκωμένον ὑπερεώρας τὸν πένητα; νῦν δὲ ἀξιοῖς αὐτὸν ἰδεῖν, καὶ οὐδεὶς δίδωσι. Παρὰ τὸν πυλῶνα ἦν τὸν σὸν, νῦν δὲ ἐν τοῖς κόλποις τοῦ Ἀβραάμ· ὑπὸ τὰς μεγάλας σὺ κατέκεισο ὀροφὰς, νῦν δὲ ἐν τῷ πυρὶ τῆς γεέννης.
2.5.1
Ἀκουέτωσαν ταῦτα οἱ πλούσιοι· μᾶλλον δὲ οὐχ οἱ πλούσιοι, ἀλλ' οἱ ἀνελεήμονες· οὐ γὰρ, ἐπειδὴ πλούσιος ἦν, ἐκολάζετο, ἀλλ' ἐπειδὴ οὐκ ἠλέησεν. Ἔνεστι γὰρ πλουτοῦντα καὶ ἐλεοῦντα τυχεῖν παντὸς ἀγαθοῦ. Καὶ διὰ τοῦτο οὐδένα ἄλλον ὁρᾷ, ἀλλ' ἢ ἐκεῖνον τὸν δεόμενον αὐτοῦ, ἵνα μάθῃ, ὅτι δικαίως ταῦτα ἔπασχεν, εἰς ὑπόμνησιν ἐλθὼν ὧν ἔπραττε. Μὴ γὰρ οὐκ ἦσαν μυρίοι πένητες δίκαιοι; Ἀλλ' ὁ πρὸς τῷ πυλῶνι αὐτοῦ κείμενος, οὗτος αὐτῷ φαίνεται, παιδεύων αὐτὸν καὶ ἡμᾶς, ὅσον ἐστὶν ἀγαθὸν μὴ πεποιθέναι ἐπὶ χρήμασιν. Οὐδὲν ἐκεῖνον ἔβλαψεν ἡ πενία πρὸς τὸ βασιλείας τυχεῖν· οὐδὲν τοῦτον ὠφέλησεν ὁ πλοῦτος πρὸς τὸ γέενναν ἐκφυγεῖν. Μέχρι πότε πένητες; μέχρι πότε πτωχοί; Οὐκ ἔστιν, οὐκ ἔστι πένης ὁ μηδὲν ἔχων, ἀλλ' ὁ πολλῶν ἐπιθυμῶν· οὐκ ἔστι πλούσιος ὁ πολλὰ κεκτημένος, ἀλλ' ὁ μηδενὸς δεόμενος. Τί γὰρ ὄφελος πᾶσαν μὲν κεκτῆσθαι τὴν οἰκουμένην, τοῦ δὲ μηδὲν ἔχοντος μᾶλλον ἐν ἀθυμίᾳ διάγειν; Αἱ προαιρέσεις καὶ τοὺς πλουτοῦντας καὶ τοὺς πενομένους ἐργάζονται, οὐχ ἡ τῶν χρημάτων περιουσία οὐδὲ ἡ ἔνδεια. Βούλει γενέσθαι πλούσιος σὺ ὁ πένης; Ἔξεστί σοι βουλομένῳ, καὶ ὁ κωλύων οὐδείς· καταφρόνησον τῶν τοῦ κόσμου χρημάτων· νόμισον εἶναι μηδὲν, ὥσπερ οὖν οὐδέ ἐστιν; ἔκβαλε τὴν ἐπιθυμίαν τοῦ πλούτου, καὶ ἐπλούτησας. Οὗτός ἐστιν ὁ πλουτῶν, ὁ μὴ θέλων πλουτεῖν· ὁ μὴ θέλων πένεσθαι, οὗτός ἐστιν ὁ πενόμενος. Καθάπερ ἐκεῖνος νοσῶν ὁ καὶ ἐν ὑγείᾳ ἀλύων, οὐκ ἐκεῖνος ὁ πάσης ὑγείας εὐκολώτερον τὴν νόσον φέρων, οὕτω καὶ ἐνταῦθα πένης ἐστὶν ὁ μὴ δυνάμενος πενίαν ἐνεγκεῖν, ἀλλ' ἐν πλούτῳ τῶν πενομένων μᾶλλον ἡγούμενος εἶναι πένης, οὐκ ἐκεῖνος ὁτῶν πλουτούντων μᾶλλον τὴν πενίαν εὐκολώτερον φέρων· οὗτος γάρ ἐστι μᾶλλον ὁ πλουσιώτερος. Εἰπὲ γάρ μοι, τὴν πενίαν διὰ τί δέδοικας; διὰ τί τρέμεις; οὐχὶ διὰ λιμόν; οὐχὶ διὰ δῖψος; οὐχὶ διὰ ψῦχος; ἢ οὐ διὰ ταῦτα; Ἀλλ' οὐκ ἔστιν, οὐκ ἔστιν οὐδεὶς ὁ τούτων ἀπορήσας ποτέ. Ἐμβλέψατε γὰρ εἰς ἀρχαίας γενεὰς, καὶ ἴδετε· τίς ἐπίστευσε τῷ Κυρίῳ, καὶ ἐγκατελείφθη; ἢ τίς ἤλπισεν ἐπ' αὐτὸν, καὶ κατησχύνθη; καὶ πάλιν, Ἐμβλέψατε εἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ, ὅτι οὐ σπείρουσιν οὐδὲ θερίζουσιν οὐδὲ συνάγουσιν εἰς ἀποθήκας, καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος τρέφει αὐτά. Οὐδένα ἂν ἔχοι τις ἡμῖν δεῖξαί τινα ταχέως διὰ λιμὸν καὶ ψῦχος ἀπολωλότα. Τίνος οὖν ἕνεκεν τρέμεις τὴν πενίαν; Οὐκ ἔχεις εἰπεῖν. Εἰ γὰρ εὐπορεῖς τῶν ἀναγκαίων, τί δήποτε τρέμεις αὐτήν; ὅτι πλῆθος οὐκ ἔστι σοι οἰκετῶν; Τοῦτο δεσποτῶν ἐστιν ἀπαλλαγῆναι, τοῦτο μακαριότης διηνεκὴς, τοῦτο φροντίδος ἐλευθερία. Ἀλλ' ὅτι καὶ σκεύη, καὶ κλῖναι, καὶ ἔπιπλα οὐκ ἔστιν ἐξ ἀργυρίου κατεσκευασμένα σοι; Τί γάρ σου πλέον ἔχει κατὰ τὴν ἀπόλαυσιν ὁ ταῦτα κεκτημένος; Οὐδέν· τὰ γὰρ τῆς χρήσεως ἴσα, ἄν τε ἀπὸ ταύτης, ἄν τε ἀπ' ἐκείνης τῆς ὕλης ᾖ. Ἀλλ' ὅτι φοβερὸς οὐκ εἶ τοῖς πολλοῖς; Μηδὲ γένοιό ποτε· ποία γὰρ ἡδονὴ τρέμειν καὶ δεδοικέναι σέ τινας; ἀλλ' ὅτι ἑτέρους φοβῇ; ἀλλ' οὐκ ἔστι φοβηθῆναι. Θέλεις γὰρ μὴ φοβεῖσθαι τὴν ἐξουσίαν; τὸ ἀγαθὸν ποίει, καὶ ἔξεις ἔπαινον ἐξ αὐτῆς. Ἀλλ' ὅτι εὐκαταφρόνητοί ἐσμεν, φησὶ, καὶπρὸς τὸ παθεῖν ἕτοιμοι κακῶς; Μάλιστα μὲν οὐχ ἡ πενία τοῦτο ποιεῖ, ἀλλ' ἡ κακία. Ἐπεὶ πολλῶν πενήτων ἀπραγμόνως τὸν πάντα βίον διαγόντων, ἄρχοντες, πλουτοῦντες καὶ δυνάσται πάντων κακούργων καὶ λῃστῶν καὶ τυμβωρύχων ἀθλιώτερον ἀπήλλαξαν. Ὅπερ γὰρ ἐπὶ σοῦ ἡ πενία, τοῦτο ἐπ' ἐκείνου ὁ πλοῦτος ἔχει. Ὥσπερ γάρ σε διὰ τὸ καταφρονεῖσθαι ἐνταῦθα ποιοῦσι κακῶς οἱ κακοῦν βουλόμενοι· οὕτως ἐκεῖνον διὰ τὸ φθονεῖν καὶ βασκαίνειν· καὶ μᾶλλον οὗτοι, ἢ ἐκεῖνοι· μᾶλλον αὕτη ἡ ἀνάγκη ἰσχυροτέρα τοῦ κακῶς ποιεῖν. Ὁ μὲν γὰρ φθονῶν, ἰσχύϊ πάσῃ καὶ δυνάμει πάντα πράττει, ὁ δὲ καταφρονῶν πολλάκις καὶ ἠλέησε τὸν καταφρονούμενον· καὶ τοῦτο αὐτὸ γέγονεν αὐτῷ αἴτιον ἀπαλλαγῆς, τὸ πένητα εἶναι, τὸ μὴ δύνασθαι ἔχειν ἰσχύν· Μεγάλα τε κατορθώσεις, λέγοντες πρὸς αὐτὸν, ἐὰν τὸν δεῖνα ἀνέλῃς, ἐὰν ἀποκτείνῃς ἕνα πένητα· πόσων οὐκ ἀπολαύσῃ μισθῶν; καὶ οὕτως αὐτῶν τὸν θυμὸν χαλῶμεν. Ἐπὶ δὲ τῶν πλουτούντων ὁ φθόνος ἐφέστηκεν, οὐ πρότερον λήγων, ἕως ἂν ὅπερ βούλεται ἐργάσηται, καὶ τὸν ἰὸν ἐκχέῃ τὸν αὑτοῦ. Ὁρᾷ ὅτι οὐχ ἡ πενία, οὐδὲ ὁ πλοῦτος ἀγαθὸν, ἀλλ' ἡ ἡμετέρα προαίρεσις; Οὐκοῦν ταύτην ῥυθμίζωμεν, ταύτην παιδεύωμεν φιλοσοφεῖν. Ἂν αὕτη καλῶς ᾖ διακειμένη, οὔτε πλοῦτος ἡμᾶς ἐκβαλεῖν τῆς βασιλείας δυνήσεται, οὔτε πενία ποιήσει ἔλαττον ἔχειν· ἀλλὰ πράως τὴν πενίαν οἴσομεν, οὐδὲ εἰς τὴν τῶν μελλόντων ἀγαθῶν ἀπόλαυσιν παραβλαπτόμενοι, οὐδὲ ἐνταῦθα· ἀλλὰ καὶ τούτων ἀπολαύσομεν, καὶ τῶν ἐν οὐρανοῖς ἐπιτευξόμεθα ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, καὶ τὰ ἑξῆς.

Intertext edge

Open linked passage

Note