Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In epistulam ad Philippenses
John ChrysostomPhil 8 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
8.0.1
Ὥστε, ἀγαπητοί μου, καθὼς πάντοτε ὑπηκού σατε, μὴ ὡς ἐν τῇ παρουσίᾳ μου μόνον, ἀλλὰ καὶ νῦν πολλῷ μᾶλλον ἐν τῇ ἀπουσίᾳ μου μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν κατ εργάζεσθε. Ὁ Θεὸς γάρ ἐστιν ὁ ἐνεργῶν ἐν ὑμῖν καὶ τὸ θέλειν καὶ τὸ ἐνεργεῖν ὑπὲρ τῆς εὐδοκίας. Πάντα ποιεῖτε χωρὶς γογγυσμῶν καὶ δια λογισμῶν, ἵνα γένησθε ἄμεμπτοι καὶ ἀκέραιοι, τέκνα Θεοῦ ἀμώμητα ἐν μέσῳ γενεᾶς σκολιᾶς καὶ διεστραμμένης, ἐν οἷς φαίνεσθε, ὡς φω στῆρες ἐν κόσμῳ, λόγον ζωῆς ἐπέχοντες, εἰς καύχημα ἐμοὶ εἰς ἡμέραν Χριστοῦ.
8.1.1
Τὰς παραινέσεις μετὰ ἐγκωμίων δεῖ ποιεῖσθαι· οὕτω γὰρ καὶ εὐπαράδεκτοι γίνονται, ὅταν πρὸς τὸν οἰκεῖον ζῆλον καλῶμεν τοὺς παραινουμένους· οἷον καὶ Παῦλος ἐνταῦθα ἐποίησε. Καὶ θέα πῶς συνετῶς· Ὥστε, ἀγαπητοί μου, φησίν. Οὐκ εἶπεν ἁπλῶς, ὅτι Ὑπακούετε, ἀλλὰ πρότερον ἐπαινέσας καὶ εἰπὼν, Καθὼς πάντοτε ὑπηκούσατε· τουτέστι, Μιμεῖσθαι παρακαλῶ οὐχ ἑτέρους, ἀλλ' ὑμᾶς ἑαυτούς. Μὴ ὡς ἐν τῇ παρουσίᾳ μου μόνον, ἀλλὰ πολλῷ μᾶλλον ἐν τῇ ἀπουσίᾳ μου. Διὰ τί, Πολλῷ μᾶλλον ἐν τῇ ἀπουσίᾳ μου; Τότε μὲν ἴσως ἐδοκεῖτε διὰ τὴν εἰς ἐμὲ τιμὴν καὶ τὴν αἰδὼ πάντα ποιεῖν, νυνὶ δὲ οὐκέτι. Ἐὰν οὖν δειχθῇ ὅτι νῦν ἐπετείνατε, δείκνυται ὅτι καὶ τότε οὐ δι' ἐμὲ, ἀλλὰ διὰ τὸν Θεόν. Τί βούλει, εἰπέ. Οὐχ ἵνα ἐμοῦ ἀκούσητε, ἀλλ' ἵνα μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν κατεργάζησθε· οὐ γὰρ ἔνι τὸν χωρὶς φόβου ζῶντα γενναῖόν τι καὶ θαυμαστὸν ἐπιδείξασθαι. Καὶ οὐχ ἁπλῶς εἶπε, Φόβου, ἀλλὰ προσέθηκε, Καὶ τρόμου, ὅστις ἐπίτασίς ἐστι τοῦ φόβου, προσεκτικωτέρους ποιῆσαι βουλόμενος. Τοῦτον εἶχε τὸν φόβον ὁ Παῦλος· διὰ τοῦτο καὶ ἔλεγε, Φοβοῦμαι μή πως ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γένωμαι. Εἰ γὰρ τὰ βιωτικὰ κατορθῶσαι φόβου χωρὶς οὐκ ἔνι, πόσῳ μᾶλλον τὰ πνευματικά; Εἰπὲ γάρ μοι· τίς γράμματα ἔμαθε φόβου χωρίς; τίς τέχνης ἔμπειρος γέγονε φόβου χωρίς; Εἰ δὲ ἔνθα οὐκ ἐφεδρεύει ὁ διάβολος, ἀλλὰ ῥᾳθυμίᾳ μόνον ἐνοχλεῖ, τοσούτου φόβου ἡμῖν ἐδέησεν, ὥστε ῥᾳθυμίαν ἐπιστρέψαι φυσικὴν μόνον· ἔνθα τοσοῦτος ὁ πόλεμος, τοσαῦτα κωλύματα, πῶς ἔνι φόβου χωρὶς διασωθῆναί ποτε; Πῶς δ' ἂν οὗτος γένοιτο ὁ φόβος; Ἂν ἐννοήσωμεν, ὅτι πανταχοῦ πάρεστιν ὁ Θεὸς, ὅτι πάντα ἀκούει, ὅτι πάντα ὁρᾷ, οὐ τὰ πραττόμενα μόνον καὶ λεγόμενα, ἀλλὰ καὶ τὰ ἐν καρδίαις ἅπαντα, καὶ τὰ ἐν τῷ βάθει τῆς διανοίας· Κριτικὸς γάρ ἐστιν ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας. Ἂν οὕτω διαθῶμεν ἑαυτοὺς, οὐδὲν πονηρὸν πράξομεν, οὐδὲν ἐροῦμεν, οὐδὲν ἐννοήσομεν. Εἰπὲ γάρ μοι, εἰ διαπαντὸς τοῦ ἄρχοντος πλησίον εἱστήκεις, οὐ μετὰ φόβου ἂν εἱστήκεις; Καὶ πῶς Θεῷ σὺ παρεστὼς γελᾷς καὶ ἀναπίπτεις, καὶ οὐ δέδοικας οὐδὲ φρίσσεις; Μὴ δὴ τῆς ἀνοχῆς αὐτοῦ καταφρόνει· πρὸς γὰρ μετάνοιάν σε ἄγων μακροθυμεῖ· μηδὲ ποιῶν τι, ἄνευ τοῦ νομίζειν ἐν πᾶσι παρεῖναι τὸν Θεὸν πράττειν ἀνέχου· πάρεστι γάρ. Κἂν τοίνυν ἐσθίῃς, κἂν μέλλῃς καθεύδειν, κἂν ὀργίζῃ, κἂν ἁρπάζῃς, κἂν τρυφᾷς, κἂν ὁτιοῦν ποιῇς, νόμιζε παρεστάναι τὸν Θεὸν, καὶ οὐδέποτε εἰς γέλωτα ἐμπεσῇ, οὐδέποτε εἰς ὀργὴν ἐξαφθήσῃ. Ἂν τοῦτον ἔχῃς διαπαντὸς τὸν λογισμὸν, διαπαντὸς ἐν φόβῳ ἔσῃ καὶ τρόμῳ, ἅτε τοῦ βασιλέως πλησίον ἑστώς. Ὁ οἰκοδόμος, κἂν ἔμπειρος ᾖ, κἂν σφόδρα ᾖ τεχνίτης, μετὰ φόβου καὶ τρόμου ἕστηκε, δεδοικὼς μὴ καταπέσῃ ἐκ τῆς οἰκοδομῆς. Καὶ σὺ ἐπίστευσας, ἔπραξας ἀγαθὰ πολλὰ, ἀνῆλθες εἰς ὕψος· ἐν ἀσφαλείᾳ κάτεχε σαυτὸν, καὶ φοβοῦ ἑστὼς, καὶ τὸ ὄμμα ἔχε διεγηγερμένον, μὴ καταπέσῃς ἐκεῖθεν· πολλὰ γὰρ τὰ πνευματικὰ τῆς πονηρίας, τὰ βουλόμενά σε καθελεῖν. Δουλεύσατε, φησὶ, τῷ Κυρίῳ ἐν φόβῳ, καὶ ἀγαλλιᾶσθε αὐτῷ ἐν τρόμῳ. Καὶ πῶς ἔνι ἀγαλλίασις μετὰ τρόμου; Αὕτη μὲν οὖν ἐστι μόνη ἀγαλλίασις. Ὅταν γάρ τι ἀγαθὸν ἐργασώμεθα, καὶ τοιοῦτον, οἷον εἰκὸς τοὺς ἐν τρόμῳ τι ποιοῦντας, τότε χαίρομεν μόνον. Μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν κατεργάζεσθε. Οὐκ εἶπεν, Ἐργάζεσθε, ἀλλὰ, Κατεργάζεσθε, τουτέστι, μετὰ πολλῆς τῆς σπουδῆς, μετὰ πολλῆς τῆς ἐπιμελείας. Ἐπειδὴ δὲ εἶπε, Μετὰ φόβου καὶ τρόμου, καὶ ἐναγωνίουςἐποίησεν, ὅρα πῶς παραμυθεῖται τὴν ἀγωνίαν. Τί γάρ φησιν; Ὁ Θεός ἐστιν ὁ ἐνεργῶν ἐν ὑμῖν. Μὴ φοβοῦ, ὅτι εἶπον· Μετὰ φόβου καὶ τρόμου· οὐ διὰ τοῦτο εἶπον, ἵνα ἀπαγορεύσῃς, ἵνα δυσέφικτόν τι εἶναι νομίσῃς τὴν ἀρετὴν, ἀλλ' ἵνα προσέχῃς, ἵνα μὴ διαχέῃς σαυτόν. Ἂν τοῦτο ᾖ, ὁ Θεὸς πάντα ἐργάσεται· σὺ θάρσει· Ὁ Θεὸς γάρ ἐστιν ὁ ἐνεργῶν ἐν ὑμῖν. Εἰ τοίνυν αὐτὸς ἐνεργεῖ, ἡμᾶς δεῖ τὴν προαίρεσιν παρασχεῖν συγκεκροτημένην διαπαντὸς, ἐσφιγμένην, ἀδιάχυτον. Ὁ Θεὸς γάρ ἐστιν ὁ ἐνεργῶν ἐν ὑμῖν καὶ τὸ θέλειν καὶ τὸ ἐνεργεῖν. Εἰ τὸ θέλειν αὐτὸς ἡμῖν ἐνεργεῖ, πῶς ἡμῖν παρακελεύει; Εἰ γὰρ καὶ τὸ θέλειν αὐτὸς ποιεῖ, εἰκῆ ἡμῖν λέγεις, ὅτι Ὑπηκούσατε· οὐ γὰρ ὑπακούομεν. Εἰκῆ λέγεις, Ἐν φόβῳ καὶ ἐν τρόμῳ· Θεοῦ γὰρ τὸ ὅλον ἐστίν. Οὐ διὰ τοῦτο εἶπον, Αὐτὸς γάρ ἐστιν ὁ ἐνεργῶν καὶ τὸ θέλειν καὶ τὸ ἐνεργεῖν, ἀλλ' ἐκλῦσαι τὴν ἀγωνίαν ὑμῶν βουλόμενος. Ἂν θελήσῃς, τότε ἐνεργήσει τὸ θέλειν. Μὴ φοβηθῇς, καὶ οὐδὲν κάμνῃς· καὶ προθυμίαν αὐτὸς ἡμῖν δίδωσι καὶ ἐργασίαν. Ὅταν γὰρ θελήσωμεν, αὔξει τὸ θέλειν ἡμῶν λοιπόν· οἷον, βούλομαι ἀγαθόν τι ἐργάσασθαι· ἐνήργησεν αὐτὸ τὸ ἀγαθὸν, ἐνήργησε δι' αὐτοῦ καὶ τὸ θέλειν. Ἢ ἀπὸ πολλῆς εὐλαβείας τοῦτό φησιν, ὥσπερ ὅταν τὰ κατορθώματα τὰ ἡμέτερα χαρίσματα εἶναι λέγῃ.
8.2.1
Ὥσπερ οὖν λέγων αὐτὰ χαρίσματα, οὐκ ἐξωθεῖ ἡμᾶς τοῦ αὐτεξουσίου, ἀλλ' ἀφίησιν ἐν ἡμῖν τὸ αὐτεξούσιον· οὕτως ὅταν λέγῃ ἐνεργεῖν ἐν ἡμῖν τὸ θέλειν, οὐκ ἀφαιρεῖται ἡμᾶς τὸ αὐτεξούσιον, ἀλλὰ δείκνυσιν, ὅτι ἀπὸ τοῦ κατορθοῦν πολλὴν εἰς τὸ θέλειν λαμβάνομεν προθυμίαν. Καθάπερ γὰρ τὸ ποιεῖν ἐκ τοῦ ποιεῖν γίνεται· οὕτως ἐκ τοῦ μὴ ποιεῖν τὸ μὴ ποιεῖν. Ἔδωκας ἐλεημοσύνην; μᾶλλον προετράπης δοῦναι. Οὐκ ἔδωκας δέ; μᾶλλον ἤργησας. Ἐσωφρόνησας μίαν ἡμέραν; ἔχεις προτροπὴν καὶ εἰς τὴν δευτέραν. Ἐῤῥᾳθύμησας; ἐπέτεινας τὴν ῥᾳθυμίαν· Ἀσεβὴς γὰρ, φησὶν, ἐλθὼν εἰς βάθος κακῶν καταφρονεῖ. Ὥσπερ οὖν ὅταν ἔλθῃ εἰς βάθος κακῶν, καταφρονεῖ· οὕτως ὅταν ἔλθῃ εἰς βάθος ἀγαθῶν, σπουδάζει. Καθάπερ γὰρ ἐκεῖνος ἀπογνοὺς ῥᾳθυμότερος γίνεται· οὕτως οὗτος ἐννοῶν τὸ πλῆθος τῶν ἀγαθῶν, σπουδαιότερος γίνεται, δεδοικὼς μὴ τὸ πᾶν ἀπολέσῃ. Ὑπὲρ τῆς εὐδοκίας, φησί· τουτέστι, διὰ τὴν ἀγάπην, διὰ τὴν ἀρέσκειαν αὐτοῦ, ἵνα τὰ δοκοῦντα αὐτῷ γένηται, ἵνα κατὰ τὴν θέλησιν αὐτοῦ. Ἐνταῦθα δείκνυσι, καὶ ποιεῖ θαῤῥεῖν, ὅτι πάντως ἐνεργεῖ. Θέλει γὰρ ἡμᾶς, ὡς αὐτὸς βούλεται, ζῇν. Εἰ δὲ βούλεται, πρὸς δὲ τοῦτο αὐτὸς ἐνεργεῖ, καὶ τοῦτο πάντως ἐνεργήσει· θέλει γὰρ ἡμᾶς ὀρθῶς ζῇν. Ὁρᾷς πῶς οὐκ ἀφαιρεῖται τὸ αὐτεξούσιον; Ταῦτα πάντα ποιεῖτε, φησὶ, χωρὶς γογγυσμῶν καὶ διαλογισμῶν. Ὁ διάβολος ἐπειδὰν μὴ δυνηθῇ ἡμᾶς ἀπαγαγεῖν τοῦ καλῶς ποιεῖν, ἑτέρως τεχνάζεται ἡμῶν κενῶσαι τὸν μισθόν. Ἢ γὰρ κενοδοξίαν, ἢ ἀπόνοιαν ἐπεισήγαγεν, ἢ, εἰ μὴ τοῦτο, γογγυσμὸν, ἢ, εἰ μηδὲν τούτων, διάκρισιν. Ὅρα τοίνυν πῶς αὐτὰ ἐκκαθαίρει ὁ Παῦλος. Εἶπε περὶ τῆς ταπεινοφροσύνης ὅσαπερ εἶπεν, ἀναιρῶν ἀπόνοιαν· εἶπε περὶ τῆς κενοδοξίας, κατασπῶν τὸ φύσημα· καὶ ἀλλαχοῦ μὲν, Μὴ ἐν τῇ παρουσίᾳ μου μόνον· λέγει δὲ ἐνταῦθα περὶ τοῦ γογγυσμοῦ καὶ τοῦ διακριτικοῦ. Τί δήποτε δὲ ἐπὶ μὲν τῶν Κορινθίων τοῦτο τὸ πάθος ἀναιρῶν, ἐμνημόνευσε καὶ τῶν Ἰσραηλιτῶν, ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον εἶπεν, ἀλλ' ἁπλῶς ἐπέταξεν; Ὅτι ἐκεῖ μὲν γενόμενον ἤδη τοῦτο ἦν· διὸ καὶ σφοδροτέρας ἐδέησεν αὐτῷ τῆς πληγῆς, καὶ μείζονος τῆς ἐπιτιμήσεως· ἐνταῦθα δὲ, ὥστε μὴ γενέσθαι, παραινεῖ. Τοὺς οὖν οὐδέπω ἡμαρτηκότας περιττὸν ἦν πληκτικώτερον ἀσφαλίζεσθαι· ἐπεὶ καὶ εἰς ταπεινοφροσύνην ἐνάγων οὐ παρέθηκεν ὑπόδειγμα τὸ ἐν τῷ Εὐαγγελίῳ, ἔνθα οἱ ἀλαζόνες ἐκολάσθησαν, ἀλλ' ἀπὸ τοῦ Θεοῦ τὴν παραίνεσιν εἰσήγαγε, καὶ ὡς ἐλευθέροις αὐτοῖς διαλέγεται, ὡς τέκνοις γνησίοις, οὐχ ὡς οἰκέταις. Ἐν γὰρ τοῖς ἀγαθοῖς ὁ μὲν εὐγνώμων καὶ εὐγενὴς ἀπὸ τῶν κατορθούντων ἐνάγεται, ὁ δὲ ἀγνώμων οὐκ ἀπὸ τούτων, ἀλλ' ἀπὸ τῶν τιμωρουμένων· ἐκεῖνος ἀπὸ τῆς τιμῆς, οὗτος ἀπὸ τῆς κολάσεως. Διὰ τοῦτο καὶ Ἑβραίοις γράφων ἔλεγε, τὸν Ἡσαῦ εἰς μέσον παραγαγὼν, ὃς ἀντὶ βρώσεως μιᾶς ἀπέδοτο τὰ πρωτοτόκια· καὶ πάλιν, Ἐὰν ὑποστείληται, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ. Καὶ ἐν τοῖς Κορινθίοις δὲ πολλοὶ ἦσαν οἱ πορνεύσαντες· διὰ τοῦτο ἔλεγε, Μὴ πάλιν ἐλθόντα με πρὸς ὑμᾶς ταπεινώσῃ ὁ Θεός μου, καὶ πενθήσω πολλοὺς τῶν προημαρτηκότων καὶ μὴ μετανοησάντων ἐπὶ τῇ ἀκαθαρσίᾳ καὶ πορνείᾳ καὶ ἀσελγείᾳ, ᾗ ἔπραξαν. Ἵνα γένησθε, φησὶν, ἄμεμπτοι καὶ ἀκέραιοι, τουτέστιν, ἄληπτοι, εἰλικρινεῖς· οὐ μικρὰν γὰρ προσάγει κηλῖδα ὁ γογγυσμός. Τί δέ ἐστι, Χωρὶς διαλογισμῶν; ἆρα καλὸν, ἆρα οὐ καλόν; Μὴ διαλογίζεσθε φησὶ, κἂν πόνος ᾖ, κἂν κάματος ᾖ, κἂν ὁτιοῦν. Οὐκ εἶπεν, Ἵνα μὴ κολασθῆτε· κόλασις γὰρ ἀπόκειται τῷ πράγματι· καὶ τοῦτο ἐν τῇ πρὸς Κορινθίους ἐδήλωσεν Ἐπιστολῇ· ἀλλ' ἐνταῦθα οὐδὲν τοιοῦτον εἶπεν, ἀλλ', Ἵνα γένησθε, φησὶν, ἄμεμπτοι καὶ ἀκέραιοι, τέκνα Θεοῦ ἀμώμητα ἐν μέσῳ γενεᾶς σκολιᾶς καὶ διεστραμμένης, ἐν οἷς φαίνεσθε, ὡς φωστῆρες ἐν κόσμῳ, λόγον ζωῆς ἐπέχοντες, εἰς καύχημα ἐμοὶ εἰς ἡμέραν Χριστοῦ. Ὁρᾷς ὅτι παιδεύει τούτους μὴ γογγύζειν; Ὥστε δούλων ἀγνωμόνων καὶ ἀναισθήτων τὸ γογγύζειν. Ποῖος γὰρ, εἰπέ μοι, υἱὸς ἐν τοῖς τοῦ πατρὸς πονῶν, καὶ ἑαυτῷ πονῶν γογγύζει; Ἐννόησον, φησὶν, ὅτι σαυτῷ πονεῖς, ὅτι σαυτῷ συνάγεις. Ἐκείνων ἴδιον τὸ γογγύζειν ἐστὶν, ὅταν ἑτέροις πονῶσιν, ὅταν ἑτέροις κάμνωσιν. Ὁ δὲ ἑαυτῷ συλλέγων, τίνος ἕνεκεν γογγύζει; ὅτι ὁ πλοῦτος αὐτοῦ οὐκ αὔξεται; Ἀλλ' οὐκ ἔστι τοῦτο. Ὁ ἑκοντὶ καὶ μὴ κατ' ἀνάγκην ποιῶν, τίνος ἕνεκεν γογγύζει; Βέλτιον μηδὲν ἐργάσασθαι, ἢ μετὰ γογγυσμοῦ· ἀπόλλυται γὰρ καὶ αὐτὸ τὸ γινόμενον. Ἢ οὐχ ὁρᾷς, ὅτι καὶ ἐν ταῖς οἰκίαις ταῖς ἡμετέραις ταῦτα λέγομεν ἀεὶ, Βέλτιον ταῦτα μὴ γίνεσθαι, ἢ μετὰ γογγυσμοῦ; καὶ πολλάκις εἱλόμεθα τῆς διακονίας ἀποστερηθῆναι τῆς ἡμετέρας, ἢ γογγύζοντος ἀνασχέσθαι; Δεινὸν γὰρ, δεινὸν ὁ γογγυσμός· ἐγγὺς βλασφημίας ἐστίν· ἐπεὶ τίνος ἕνεκεν τοσαύτην ἐκεῖνοι ἔδωκαν δίκην; Ἀχαριστία τὸ πρᾶγμά ἐστιν. Ὁ γογγύζων ἀχαριστεῖ τῷ Θεῷ· ὁ δὲ ἀχαριστῶν τῷ Θεῷ, ἄρα βλάσφημος. Μάλιστα μὲν γὰρ τότε πειρασμοὶ συνεχεῖς ἦσαν, καὶ ἐπάλληλοι κίνδυνοι, οὐδεμία ἀνάπαυσις, οὐδεμία ἄνεσις, μυρία πάντοθεν ἐπέῤῥει δεινά· νῦν δὲ εἰρήνη βαθεῖα, νῦν εὐμάρεια.
8.3.1
Τίνος οὖν ἕνεκεν γογγύζεις; ὅτι πένῃ; Ἀλλ' ἐννόει τὸν Ἰώβ. Ἀλλ' ὅτι νοσεῖς; Τί οὖν, εἰ τοσαῦτα συνειδὼς ἀγαθὰ σαυτῷ καὶ κατορθώματα, ὅσα ὁ ἅγιος ἐκεῖνος, ἐνόσησας; Ἐννόει πάλιν ἐκεῖνον, ὅτι ἐκεῖνος ἐπὶ πολὺν χρόνον σκώληκας βρύων, καὶ ἐπὶ τῆς κοπρίας καθήμενος, καὶ τὸν ἰχῶρα ξέων διετέλει· Χρόνου γὰρ, φησὶ, πολλοῦ παρῳχηκότος, εἶπε πρὸς αὐτὸν ἡ γυνή· Μέχρι τίνος καρτερήσεις λέγων, Ἀναμένω χρόνον ἔτι μικρόν; εἰπόν τι ῥῆμα πρὸς Κύριον, καὶ τελεύτα. Ἀλλὰ παῖς σου ἀπέθανε; Τί οὖν, εἰ πάντας ἀπέβαλες, καὶ θανάτῳ πονηρῷ, ὥσπερ ἐκεῖνος; Ἴστε γὰρ, ἴστε ὅτι πολλὴν ἔχει παραμυθίαν τὸ παρακαθῆσθαι νοσοῦντι, τὸ συμβαλεῖν στόμα, τὸ μύσαι ὀφθαλμοὺς, τὸ ἅψασθαι γενειάδος, τὸ τὰ τελευταῖα ἀκοῦσαι ῥήματα. Ἀλλ' οὐδενὸς τούτων ἠξιώθη ὁ δίκαιος, ἀλλὰ πάντες ὁμοῦ κατεχώσθησαν. Καὶ τί ταῦτα λέγω; εἰ προσετάγης αὐτὸς σφάξαι τὸν υἱόν σου καὶ καταθῦσαι καὶ καυθέντα ἰδεῖν, καθάπερ ὁ μακάριος ἐκεῖνος ὁ πατριάρχης, τί ἂν ἐποίησας; Ἐκεῖνος δὲ τίς ἄρα ἦν τὸ θυσιαστήριον οἰκοδομῶν, τὰ ξύλα ἐπιτιθεὶς, συμποδίζων τὸ παιδίον; Ἀλλ' ὀνειδίζουσί σέ τινες; Τίς ἂν οὖν ἦς, εἰ παρὰ φίλων ἐπὶ παραμυθίαν ἡκόντων ἤκουες ταῦτα; Νῦν μὲν γὰρ ἁμαρτήματα ἔχομεν πολλὰ, καὶ ὀνειδιζόμεθα εἰκότως· τότε δὲ ἐκεῖνος ὁ ἀληθινὸς, ὁ δίκαιος, ὁ θεοσεβὴς, ὁ ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος, τἀναντία τούτων ἤκουε παρὰ τῶν φίλων. Τί δὲ, εἰπέ μοι, εἰ τῆς γυναικὸς ὀνειδιζούσης ἤκουες λεγούσης, Ἐγὼ πλανῆτις καὶ λάτρις, τόπον ἐκ τόπου, καὶ οἰκίαν ἐξ οἰκίας περιερχομένη, προσδεχομένη τὸν ἥλιον πότε δύσει, καὶ ἀναπαύσομαι τῶν περιεχουσῶν με ὀδυνῶν; Τίνος ἕνεκεν ταῦτα λέγεις, ὦ ἀνόητε; μὴ γὰρ ὁ ἀνήρ σοι τούτων αἴτιος; Οὐχ οὗτος, ἀλλ' ὁ διάβολος. Εἰπόν τι ῥῆμα πρὸς Κύριον, φησὶ, καὶ τελεύτα. Εἶτα, ἂν ὁ κείμενος εἴπῃ καὶ τελευτήσῃ, σὺ ῥᾴων γέγονας; Οὐκ ἔστι νόσος ἐκείνης χαλεπωτέρα, κἂν μυριάκις εἴπῃς. Τοιαύτη ἦν, ὡς μηδὲ ἐν οἰκίᾳ καὶ ὑπωρόφιον εἶναι δύνασθαι· τοιαύτη ἦν, ὡς πάντας ἀπαγορεύειν. Οὐ γὰρ ἂν, εἰ μὴ ἀνίατα ἐνόσησεν, ἔξω τῆς πόλεως ἐκάθητο, τῶν ἐλέφαντι κατεχομένων χείρων ὤν. Οὗτοι μὲν γὰρ καὶ εἰς οἰκίας εἰσίασι, καὶ συναγελάζονται ἀλλήλοις· ἐκεῖνος δὲ αἴθριος διανυκτερεύων ἐπὶ τῆς κοπρίας γυμνὸς, οὐδὲ ἱμάτιον περιβαλέσθαι ἠδύνατο. Πῶς γάρ; ἴσως ἂν καὶ προσετέθη ἄλγος ταῖς ἀλγηδόσι. Τήκω γὰρ βώλακας γῆς, φησὶν, ἀπὸ ἰχῶρος ξέων. Ἰχῶρας αὐτῷ αἱ σάρκες καὶ σκώληκας ἔτικτον, καὶ τοῦτο διηνεκῶς. Ὁρᾷς πῶς ἕκαστος ἡμῶν ναρκᾷ ταῦτα ἀκούων; Εἰ δὲ ἀκοῦσαι οὐκ ἀνεκτὰ ταῦτα, ἰδεῖν ἀνεκτά; Εἰ δὲ ἰδεῖν οὐκ ἀνεκτὰ, πολλῷ μᾶλλον παθεῖν. Ἀλλ' ὅμως ἔπαθεν ὁ δίκαιος, καὶ οὐκ ἐπὶ δύο ἡμέρας ἢ τρεῖς, ἀλλ' ἐπὶ χρόνῳ πολλῷ, καὶ οὐχ ἥμαρτεν, οὐδὲ ἐν τοῖς χείλεσιν αὐτοῦ. Ποίαν ἔχεις μοι τοιαύτην νόσον εἰπεῖν, ὀδύνας ἔχουσαν πολλάς; πηρώσεως γὰρ οὐ χεῖρον τοῦτο ἦν; Βρόμον γὰρ ὁρῶ, φησὶ, τὰ σῖτά μου. Καὶ οὐδὲ τοῦτο μόνον, ἀλλ' οὐδὲ ὃ τοῖς ἄλλοις ἀνάπαυσίς ἐστιν ἡ νὺξ καὶ ὁ ὕπνος, τοῦτο ἐκείνῳ παραμυθίαν τινὰ ἔφερεν, ἀλλὰ χαλεπωτέρα ἦν πάσης βασάνου. Καὶ ἄκουε αὐτοῦ λέγοντος· Ἵνα τί με φοβεῖς ἐνυπνίοις, καὶ ἐν ὁράμασί με καταπλήσσεις; Ἐὰν γένηται πρωῒ, λέγω, Πότε ἑσπέρα; Καὶ τοιαῦτα πάσχων οὐκ ἐγόγγυσεν. Οὐ τοῦτο δὲ μόνον ἦν τὸ δεινὸν, ἀλλὰ καὶ ἡ παρὰ τῶν πολλῶν πονηρὰ δόξα· ὡς γὰρ μυρίων ἔνοχον κακῶν εἶχον λοιπὸν, ἀφ' ὧν ἔπασχε. Τοῦτο γοῦν καὶ οἱ φίλοι αὐτῷ ἔλεγον· Οὐκ ἄξια ὧν ἡμάρτηκας μεμαστίγωσαι. Διὸ καὶ αὐτὸς ἔλεγε· Καὶ νουθετοῦσί με ἐλάχιστοι, οὓς οὐκ ἀξίους ἡγησάμην κυνῶν τῶν ἐμῶν νομάδων. Πόσων τοῦτο θανάτων οὐ χεῖρον; Ἀλλὰ τοσούτῳ κλύδωνι πάντοθεν βαλλόμενος, καὶ πάντοθεν αἰρομένου τοῦ χειμῶνος χαλεποῦ, συννεφείας, ζάλης, σκηπτῶν, ἰλίγγων, στροβίλων, ἔμενεν αὐτὸς ἀκλινὴς, καθάπερ ἐν γαλήνῃ καθήμενος τῷ κλύδωνι τῷ τοσούτῳ, τῷ οὕτω χαλεπῷ, καὶ οὐκ ἐγόγγυσε· καὶ ταῦτα πρὸ τῆς χάριτος, πρὶν ἢ περὶ ἀναστάσεώς τι λεχθῆναι, πρὶν ἢ περὶ γεέννης καὶ κολάσεως καὶ τιμωρίας. Ἡμεῖς δὲ καὶ προφητῶν καὶ ἀποστόλων καὶ εὐαγγελιστῶν ἀκούοντες, καὶ μυρία ὁρῶντες παραδείγματα, καὶ τοὺς περὶ ἀναστάσεως μαθόντες λόγους, ἀσχάλλομεν ἔτι, καίτοι οὐδεὶς ἂν ἔχοι λέγειν ἑαυτῷ τοσαῦτα συμπεπτωκότα. Εἰ γὰρ καὶ χρήματά τις ἀπώλεσεν, ἀλλ' οὐ παῖδας καὶ θυγατέρας τοσαύτας, καὶ εἰ ἀπώλεσεν, ἴσως ἁμαρτών· ἐκεῖνος δὲ ἐξαίφνης ἐν μέσαις ταῖς θυσίαις, ἐν μέσῃ τῇ θεραπείᾳ τῇ πρὸς τὸν Θεόν· καὶ εἰ παῖδας καὶ χρήματα ὁμοῦ τοσαῦτα, ὅπερ ἀδύνατον, ἀλλ' οὐχὶ καὶ ἥλκωτο διαπαντὸς, καὶ ἰχῶρας ἔξεεν· εἰ δὲ καὶ τοῦτο, ἀλλ' οὐχὶ τοὺς ἐπεμβαίνοντας εἶχε καὶ ὀνειδίζοντας· ὅπερ μάλιστα πάντων δάκνειν ἡμᾶς εἴωθεν, ἢ αἱ συμφοραί. Εἰ γὰρ τοὺς παρακαλοῦντας ἔχοντες ἐν τοῖς κακοῖς καὶ παραμυθουμένους καὶ ἐλπίδας ἡμῖν ὑποτείνοντας χρηστὰς, οὕτως ἀλύομεν, ἐννόησον τί ἦν ὀνειδίζοντας ἔχειν. Εἰ τὸ, Ὑπέμεινα συλλυπούμενον, καὶ οὐχ ὑπῆρξε, καὶ παρακαλοῦντας, καὶ οὐχ εὗρον, δεινὸν καὶ ἀφόρητον, τὸ ἀντὶ τῶν παρακαλούντων ὀνειδίζοντας εὑρεῖν πόσον κακόν; Παρακλήτορες, φησὶ, κακῶν πάντες.
8.4.1
Εἰ ταῦτα διαπαντὸς ἐστρέφομεν, εἰ ταῦτα ἐλογιζόμεθα, οὐκ ἂν ἡμᾶς ἐλύπησέ τι τῶν παρόντων, εἰς ἐκεῖνον ὁρῶντας τὸν ἀθλητὴν, εἰς τὴν ἀδαμαντίνην ψυχὴν, εἰς τὴν ἀῤῥαγῆ καὶ χάλκεον διάνοιαν· ὥσπερ γὰρ χαλκοῦν ἢ λίθινον περικείμενος σῶμα, αὐτὸς ἅπαντα ἔφερε γενναίως καὶ καρτερικῶς. Ταῦτα ἐννοοῦντες, πάντα ποιῶμεν χωρὶς γογγυσμῶν καὶ διαλογισμῶν. Ποιεῖς τι ἀγαθὸν, καὶ γογγύζεις; διὰ τί; ἀνάγκη γάρ σοι ἐπίκειται; Οἶδα, φησὶν, ὅτι πολλοὶ πλησίον ἀναγκάζουσιν ὑμᾶς γογγύζειν (τοῦτο γὰρ ᾐνίξατο, εἰπὼν τὸ, Ἐν μέσῳ γενεᾶς σκολιᾶς καὶ διεστραμμένης)· ἀλλὰ τοῦτό ἐστι τὸ θαυμαστὸν, τὸ καὶ παρακνιζόμενον μηδὲν πάσχειν τοιοῦτον. Καὶ γὰρ οἱ ἀστέρες ἐν νυκτὶ λάμπουσιν, ἐν σκότῳ φαίνουσι, καὶ οὐδὲν εἰς τὸ οἰκεῖον παραβλάπτονται κάλλος, ἀλλὰ καὶ λαμπρότεροι φαίνονται· ὅταν δὲ φῶς ᾖ, οὐχ οὕτω φαίνονται. Οὕτω καὶ σὺ, ὅταν μετὰ σκολιῶν ὢν, εὐθὺς μένῃς, μᾶλλον ἀπολάμπεις· τὸ θαυμαστὸν τοῦτό ἐστι, τὸ ἀμέμπτους γενέσθαι. Ἵνα γὰρ μὴ τοῦτο λέγωσι, προλαβὼν αὐτὸς τοῦτο τέθεικε. Τί ἐστι, Λόγον ζωῆς ἐπέχοντες; Τουτέστι, μέλλοντες ζήσεσθαι, τῶν σωζομένων ὄντες. Ὅρα πῶς εὐθέως τίθησι τὰ ἔπαθλα· Οἱ φωστῆρες, φησὶ, λόγον φωτὸς ἐπέχουσιν· ὑμεῖς λόγον ζωῆς. Τί ἐστι, Λόγον ζωῆς; Σπέρμα ζωῆς ἔχοντες, τουτέστιν, ἐνέχυρα ζωῆς ἔχοντες, αὐτὴν κατέχοντες τὴν ζωὴν, τουτέστι, σπέρμα ζωῆς ἐν ὑμῖν ἔχοντες· τοῦτο λέγει, Λόγον ζωῆς. Ἄρα οὖν οἱ ἄλλοι πάντες νεκροί· τοῦτο γὰρ εἰπὼν οὕτως ἐδήλωσεν· ἢ γὰρ ἂν καὶ οἱ ἄλλοι λόγον ζωῆς ἐπεῖχον. Εἰς καύχημα ἐμοὶ, φησί. Τί ἐστι τοῦτο; Καὶ ἐγὼ κοινωνῶ, φησὶ, τῶν ὑμετέρων ἀγαθῶν. Τοσαύτη ὑμῶν ἡ ἀρετὴ, ὡς μὴ ὑμᾶς σώζειν μόνον, ἀλλὰ καὶ ἐμὲ λαμπρὸν ποιεῖν. Ποῖον καύχημα, ὦ μακάριε Παῦλε; Μαστίζῃ, ἐλαύνῃ, ὑβρίζῃ δι' ἡμᾶς· διὰ τοῦτό φησιν, Εἰς ἡμέραν Χριστοῦ, ὅτι οὐκ εἰς κενὸν, φησὶν, ἔδραμον, οὐδὲ εἰς κενὸν ἐκοπίασα· ἀλλ' ἀεὶ ἔχω καυχᾶσθαι, φησὶν, ὅτι οὐ μάτην ἔδραμον. Ἀλλ' εἰ καὶ σπένδομαι. Οὐκ εἶπεν, Ἀλλ' εἰ καὶ ἀποθνήσκω, ὥσπερ οὐδὲ Τιμοθέῳ γράφων· καὶ γὰρ καὶ ἐκεῖ τῷ αὐτῷ κέχρηται λόγῳ, λέγων, Ἐγὼ γὰρ ἤδη σπένδομαι· καὶ παραμυθούμενος αὐτοὺς ἐπὶ τῇ οἰκείᾳ τελευτῇ, καὶ παιδεύων ἀσμένως φέρειν τὸν ὑπὲρ Χριστοῦ θάνατον. Ὥσπερ σπονδὴ καὶ θυσία, φησὶ, γίνομαι. Ὢ μακαρίας ψυχῆς! θυσίαν καλεῖ τὴν προσαγωγὴν αὐτῶν. Ἄρα πολλῷ βέλτιον τοῦ βοῦς προσενεγκεῖν τὸ ψυχὴν προσενεγκεῖν. Ἂν τοίνυν πρὸς τῇ προσφορᾷ ταύτῃ καὶ ἐμαυτὸν ἐπιδῶ, φησὶν, ὥσπερ σπονδὴν, χαίρω, φησὶ, τῷ θανάτῳ τῷ ἐμῷ· τοῦτο γὰρ αἰνίττεται λέγων· Ἐπὶ τῇ θυσίᾳ καὶ λειτουργίᾳ τῆς πίστεως χαίρω, καὶ συγχαίρω πᾶσιν ὑμῖν· τὸ αὐτὸ δὲ καὶ ὑμεῖς χαίρετε καὶ συγχαίρετέ μοι. Τί συγχαίρεις; Ὁρᾷς πῶς δείκνυσιν ὅτι δεῖ χαίρειν αὐτούς; Χαίρω μὲν οὖν, φησὶν, ὅτι σπονδὴ γίνομαι· συγχαίρω δὲ, ὅτι θυσίαν προσενεγκών. Τὸ δὲ αὐτὸ καὶ ὑμεῖς χαίρετε καὶ συγχαίρετε, ὅτι προσηνέχθην. Συγχάρητέμοι, φησὶ, χαίροντι ἐπὶ τῷ ἐμῷ θανάτῳ. Οὐκ ἄρα δακρύων ἀξία ἡ τελευτὴ τῶν δικαίων, ἀλλὰ χαρᾶς. Εἰ αὐτοὶ χαίρουσιν, συγχαίρειν αὐτοῖς δεῖ· καὶ γὰρ ἄτοπον, ἐκείνων χαιρόντων, κλαίειν ἡμᾶς. Ἀλλὰ τὴν συνήθειαν ἐπιζητοῦμεν, φησί. Σκῆψις ταῦτα, πρόφασις. Ὅρα γοῦν τί παραγγέλλει Φιλιππησίοις, Συγχαίρετέ μοι καὶ χαίρετε· καὶ σὺ συνήθειαν ἐπιζητεῖς; Εἰ μὲν ἔμελλες αὐτὸς ἐνταῦθα μένειν, εἰκότως λέγεις· εἰ δὲ μικρὸν ὕστερον καταλήψῃ τὸν ἀπελθόντα, ποίαν συνήθειαν ζητεῖς; Συνήθειαν γὰρ ἐπιζητεῖ τις, ὅταν διαπαντὸς ᾖ τις διεσπασμένος· εἰ δὲ τὴν αὐτὴν ὁδὸν σοὶ πορεύσεται, ποίαν συνήθειαν ἐπιζητεῖς; Τοὺς ἐν ἀποδημίαις ὄντας διὰ τί μὴ δακρύομεν; οὐχὶ μικρὸν δακρύσαντες, εὐθέως μετὰ τὴν πρώτην ἢ δευτέραν παυόμεθα; Εἰ συνήθειαν ἐπιζητεῖς, τοσοῦτον κλαῦσον μόνον, ὅσον ἐπιδεῖξαι τὴν φύσιν· τὸ δὲ μετὰ τοῦτο χαῖρε, καθάπερ λέγων ὁ Παῦλος, Οὐδὲν πάσχω δεινὸν, ἀλλὰ καὶ χαίρω πρὸς τὸν Χριστὸν ἀπερχόμενος· Καὶ ὑμεῖς χαίρετε, συγχάρητέ μοι, φησί. Χαίρωμεν τοιγαροῦν καὶ ἡμεῖς, ὅταν ἴδωμεν δίκαιον τελευτῶντα, μᾶλλον δὲ καὶ ὅταν τινὰ τῶν ἀπεγνωσμένων. Ὁ μὲν γὰρ ἄπεισι μισθὸν ἀποληψόμενος τῶν πόνων, ὁ δὲ ἐνέκοψέ τι τῶν ἁμαρτημάτων αὐτοῦ. Ἀλλ' ἴσως ἂν, φησὶ, μετεβάλετο ζῶν. Ἀλλ' οὐκ ἂν αὐτὸν ἔλαβεν ὁ Θεὸς, εἴ γε μεταβαλέσθαι ἔμελλεν. Ὁ γὰρ πάντα ὑπὲρ σωτηρίας ἡμῶν οἰκονομῶν, τίνος ἕνεκεν αὐτὸν οὐκ εἴασε μέλλοντα εὐαρεστεῖν; εἰ τοὺς μὴ μεταβαλλομένους ἀφίησι, πολλῷ μᾶλλον τοὺς μεταβαλλομένους. Πάντοθεν οὖν ἡμῖν ὁ κοπετὸς ἐκκεκόφθω, πάντοθεν ὁ θρῆνος λυέσθω· ἐπὶ πᾶσιν εὐχαριστῶμεν τῷ Θεῷ, χωρὶς γογγυσμῶν πάντα πράττωμεν· εὐφραινώμεθα, εὐάρεστοι ἐν πᾶσιν αὐτῷ γινώμεθα, ἵνα καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ, Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Intertext edge

Open linked passage

Note