Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In epistulam ad Titum
John ChrysostomTitu 1 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
1.0.1
Παῦλος δοῦλος Θεοῦ, ἀπόστολος δὲ Ἰησοῦ Χρι στοῦ, κατὰ πίστιν ἐκλεκτῶν Θεοῦ καὶ ἐπίγνω σιν ἀληθείας τῆς κατ' εὐσέβειαν, ἐπ' ἐλπίδι ζωῆς αἰωνίου, ἣν ἐπηγγείλατο ὁ ἀψευδὴς Θεὸς πρὸ χρόνων αἰωνίων, ἐφανέρωσε δὲ καιροῖς ἰδίοις τὸν λόγον αὑτοῦ ἐν κηρύγματι, ὃ ἐπι στεύθην ἐγὼ κατ' ἐπιταγὴν τοῦ Σωτῆρος ἡμῶν Θεοῦ, Τίτῳ γνησίῳ τέκνῳ κατὰ κοινὴν πίστιν, χάρις καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς καὶ Κυρίου Ἰησοῦ Χριστοῦ τοῦ Σωτῆρος ἡμῶν.
1.1.1
Τῶν Παύλῳ συνόντων δόκιμος οὗτος ἦν· εἰ μὴ γὰρ ἦν δόκιμος, οὐκ ἂν αὐτῷ τὴν νῆσον ὁλόκληρον ἐπέτρεψεν, οὐκ ἂν τὰ ἐλλειφθέντα ἀναπληρῶσαι προσέταξεν· Ἵνα γὰρ, φησὶ, τὰ λείποντα ἐπιδιορθώσῃ· οὐκ ἂν τοσούτων ἐπισκόπων κρίσιν ἐπέτρεψεν, εἰ μὴ σφόδρα ἐθάῤῥει τἀνδρί. Φασὶ δὲ αὐτὸν καὶ νέον εἶναι, διὰ τὸ τέκνον αὐτὸν λέγειν· πλὴν ἀλλ' οὔπω τοῦτο δῆλον ἀπὸ τούτου. Οἶμαι δὲ αὐτοῦ καὶ ἐν ταῖς Πράξεσιν εἶναι μνείαν. Τάχα καὶ Κορίνθιος ἦν, εἰ μή τις ἕτερος ἦν ὁμώνυμος αὐτῷ. Καὶ Ζηνᾶν μὲν καλεῖ πρὸς ἑαυτὸν, καὶ Ἀπολλὼ πεμφθῆναι βούλεται, τοῦτον δὲ οὔ· καὶ γὰρ ἐναντίον τοῦ αὐτοκράτορος μείζονα τούτοις ἐμαρτύρει τὴν ἀνδρείαν καὶ τὴν ἀρετήν. Δοκοῦσι δέ μοι χρόνοι εἶναι μέσοι τινὲς, καὶ ἐν ἀδείᾳ Παῦλος ὢν γράφει ταῦτα· οὐδὲν γὰρ περὶ πειρασμῶν φησι, συνεχῶς δὲ περιστρέφει τοῦ Θεοῦ τὴν χάριν καὶ ἄνω καὶ κάτω, ἱκανὴν οὖσαν παράκλησιν τοῖς πεπιστευκόσι πρὸς ἀρετήν. Τὸ γὰρ μαθεῖν τίνων μὲν ἦσαν ἄξιοι, πρὸς τί δὲ μετέστησαν, καὶ ταῦταχάριτι, καὶ τίνων ἠξίωνται, οὐ μικρὰ προτροπή. Ἀποτείνεται δὲ καὶ πρὸς Ἰουδαίους. Εἰ δὲ καὶ ὁλόκληρον τὸ ἔθνος ὑβρίζει, μὴ θαυμάσῃς· καὶ ἐπὶ Γαλατῶν γὰρ αὐτὸ ποιεῖ, λέγων· Ὢ ἀνόητοι Γαλάται. Οὐχ ὑβριστικοῦ δὲ τοῦτο ἤθους, ἀλλ' ἐρωτικοῦ. Εἰ μὲν γὰρ τῶν αὑτοῦ ἕνεκεν ταῦτα ἐποίει, εἰκότως τις αὐτῷ ἐπεμέμψατο· εἰ δὲ πεπυρωμένος καὶ ζέων ὑπὲρ τοῦ κηρύγματος, οὐχ ὑβριστικῶς αὐτὸ ἐποίει. Καὶ ὁ Χριστὸς δὲ μυρία ἐλοιδορεῖτο τοῖς γραμματεῦσι καὶ Φαρισαίοις, ἀλλ' οὐχ ἑαυτοῦ ἕνεκεν, ἀλλ' ὅτι τοὺς ἄλλους ἅπαντας ἀπώλλυον. Βραχεῖαν δὲ ποιεῖ τὴν ἐπιστολὴν, εἰκότως. Καὶ τοῦτο δὲ τῆς ἀρετῆς τοῦ Τίτου τεκμήριον ἦν, τὸ μὴ δεῖσθαι λόγων πολλῶν, ἀλλ' ὥσπερ τινὸς ὑπομνήσεως. Αὕτη δέ μοι δοκεῖ τῆς πρὸς Τιμόθεον εἶναι προτέρα ἐπιστολῆς. Ἐκείνην μὲν γὰρ πρὸς τῷ τέλει ἐν δεσμοῖς ὢν ἔγραφεν, ἐνταῦθα δὲ ἄφετος ὢν καὶ λελυμένος· τὸ γὰρ, Κέκρικα παραχειμάσαι ἐν Νικοπόλει, τεκμήριον ἦν τοῦ μηδέπω ἐν δεσμοῖς εἶναι· ἐκεῖ δὲ συνεχῶς ἑαυτὸν δέσμιον καλεῖ. Τί οὖν φησι; Παῦλος δοῦλος Θεοῦ, ἀπόστολος δὲ Ἰησοῦ Χριστοῦ, κατὰ πίστιν ἐκλεκτῶν Θεοῦ. Ὁρᾷς πῶς ἀδιαφόρως αὐτὰ τίθησι, ποτὲ μὲν ἑαυτὸν τοῦ Θεοῦ δοῦλον λέγων, τοῦ δὲ Χριστοῦ ἀπόστολον, ποτὲ δὲ τοῦ Χριστοῦ δοῦλον, Παῦλος δοῦλος Ἰησοῦ Χριστοῦ; οὕτως οὐδεμίαν οἶδε διαφορὰν μεταξὺ Πατρὸς καὶ Υἱοῦ. Κατὰ πίστιν ἐκλεκτῶν τοῦ Θεοῦ καὶ ἐπίγνωσιν ἀληθείας τῆς κατ' εὐσέβειαν, ἐπ' ἐλπίδι ζωῆς αἰωνίου. Κατὰ πίστιν ἐκλεκτῶν Θεοῦ. Ὅτι ἐπίστευσας, ἢ ὅτι ἐπιστεύθης; Οἶμαι αὐτὸν λέγειν, ὅτι αὐτὸς ἐπιστεύθη τοὺς ἐκλεκτοὺς τοῦ Θεοῦ. Τουτέστιν, οὐκ ἀπὸ κατορθωμάτων, οὐδὲ ἀπὸ πόνων καὶ ἱδρώτων τὸ ἀξίωμα ἔλαβον, ἀλλὰ τὸ πᾶν τῆς τοῦ πιστεύσαντος εὐεργεσίας ἐγένετο. Εἶτα, ἵνα μὴ ἄλογος ἡ χάρις νομισθῇ· οὔτε γὰρ τὸ πᾶν αὐτοῦ· ἐπεὶ διὰ τί μὴ καὶ ἑτέροις ἐνεπίστευσε; διὰ τοῦτο ἐπήγαγε τὸ, Καὶ ἐπίγνωσιν ἀληθείας τῆς κατ' εὐσέβειαν. Ἀπὸ ταύτης, φησὶν, ἐπιστεύθην, μᾶλλον δὲ καὶ τοῦτο ἐπιστεύθην ἐκ τῆς αὐτοῦ χάριτος· καὶ γὰρ καὶ τούτου αὐτὸς αἴτιος. Διὰ τοῦτο γὰρ καὶ αὐτὸς ὁ Χριστός φησιν, Οὐχ ὑμεῖς με ἐξελέξασθε, ἀλλ' ἐγὼ ὑμᾶς ἐξελεξάμην· καὶ πάλιν αὐτὸς οὗτος ὁ μακάριος ἑτέρωθι γράφων φησίν· Ἐπιγνώσομαι, καθὼς καὶ ἐπεγνώσθην· καὶ πάλιν, Εἰ καταλάβω, ἐφ' ᾧ καὶ κατελήφθην ὑπὸ τοῦ Χριστοῦ Ἰησοῦ. Πρότερον κατελήφθημεν, καὶ ὕστερον ἐπέγνωμεν· πρότερον ἐπεγνώσθημεν, καὶ τότε κατελάβομεν· πρότερον ἐκλήθημεν, καὶ τότε ὑπηκούσαμεν. Τῷ δὲ, Κατὰ πίστιν, εἰπεῖν τὸ πᾶν ἐκείνοις λογίζεται, ὅτι Δι' ἐκείνους εἰμὶ ἀπόστολος, οὐχὶ ὡς ἄξιος, ἀλλὰ διὰ τοὺς ἐκλεκτούς· ὅπερ καὶ ἀλλαχοῦ λέγει· Πάντα γὰρ ὑμῶν ἐστιν, εἴτε Παῦλος, εἴτε Ἀπολλώς. Καὶ ἐπίγνωσιν, φησὶν, ἀληθείας τῆς κατ' εὐσέβειαν. Ἔστι γὰρ ἀλήθεια πραγμάτων, ἀλλ' οὐ κατ' εὐσέβειαν· οἷον τὸ εἰδέναι τὰ γεωργικὰ, τὸ εἰδέναι τέχνας, ἀληθῶς ἐστιν εἰδέναι· ἀλλ' αὕτη κατ' εὐσέβειαν ἡ ἀλήθεια. Ἢ τὸ, Κατὰ πίστιν, ὅτι ἐπίστευσαν καθάπερ οἱ λοιποὶ ἐκλεκτοὶ, καὶ ἐπέγνωσαν τὴν ἀλήθειαν. Ἀπὸ πίστεως ἄρα ἡ ἐπίγνωσις, οὐκ ἀπὸ λογισμῶν. Ἐπ' ἐλπίδι ζωῆς αἰωνίου. Εἶπε τὴν παροῦσαν τὴν ἐν τῇ χάριτι τοῦ Θεοῦ· λέγει καὶ τὴν μέλλουσαν, καὶ ἔπαθλα τίθησιν ἡμῖν ὑπὲρ ὧν ἡμᾶς εὐηργέτησεν. Ἐπειδὴ γὰρ ἐπιστεύσαμεν καὶ ἀπηλλάγημεν τῆς πλάνης, στεφανοῦν ἡμᾶς βούλεται. Ὅρα πῶς γέμει τὸ προοίμιον τῶν εὐεργεσιῶν τοῦ Θεοῦ· καὶ ὅλη διόλης ἡ ἐπιστολὴ αὕτη μάλιστα τοιαύτη τυγχάνει, καὶ αὐτὸν τὸν ἅγιον ἐκεῖνον διανιστῶσα μᾶλλον πρὸς τοὺς πόνους, καὶ τοὺς μαθητευομένους. Οὐδὲν γὰρ οὕτως ἡμᾶς ὠφελεῖ, ὡς τὸ συνεχῶς μεμνῆσθαι τῶν εὐεργεσιῶν τοῦ Θεοῦ, τῶν τε κοινῇ καὶ τῶν ἰδίᾳ. Εἰ γὰρ φίλου εὐεργεσίας ἀνενεγκόντες, ἢ ῥῆμα προσηνὲς ἀκούσαντες ἢ πρᾶγμα, διαθερμαινόμεθα, πολλῷ μᾶλλον, ὅταν ἴδωμεν πόσοις κινδύνοις περιεπέσομεν, καὶ ἀπὸ πάντων ἡμᾶς ἐξείλετο ὁ Θεὸς, προθυμότεροι πρὸς τὴν ὑπακοὴν ἐσόμεθα. Καὶ ἐπίγνωσιν, φησὶν, ἀληθείας. Ἀλήθειαν δὲ ἐνταῦθα πρὸς τὸν τύπον οὕτως εἶπε. Καὶ γὰρ καὶ ἐκείνη ἐπίγνωσις ἦν, καὶ εὐσέβεια ἦν, ἀλλ' οὐκ ἀληθείας, οὐ μὴν οὐδὲ ψεύδους, ἀλλὰ τύπων καὶ εἰκόνος. Καλῶς εἶπεν, Ἐπ' ἐλπίδι ζωῆς αἰωνίου, ὅτι ἐκείνη ἐπ' ἐλπίδι ἦν ζωῆς τῆς παρούσης· Ὁ γὰρ ποιήσας αὐτὰ, φησὶ, ζήσεται ἐν αὐτοῖς. Ὁρᾷς πῶς ἐκ προοιμίων ἤδη δείκνυται τῆς χάριτος τὸ μέσον; Ἐκεῖνοι οὐκ ἐκλεκτοὶ, ἀλλ' ἡμεῖς· εἰ γὰρ καὶ αὐτοὶ ἐλέγοντο ἐκλεκτοὶ, ἀλλ' οὐκέτι. Ἣν ἐπηγγείλατο, φησὶν, ὁ ἀψευδὴς Θεὸς πρὸ χρόνων αἰωνίων. Τουτέστιν, οὐ νῦν ἐκ μετανοίας, ἀλλ' ἄνωθεν ταῦτα προώριστο. Πολλαχοῦ τοῦτο τίθησιν, ὡς ὅταν λέγῃ, Ἀφωρισμένος εἰς τὸ εὐαγγέλιον τοῦ Θεοῦ· καὶ πάλιν, Οὓς προέγνω καὶ προώρισε· δεικνὺς τὴν εὐγένειαν τὴνἡμετέραν, ὅτι ἡμᾶς οὐ νῦν, ἀλλ' ἄνωθεν ἠγάπησεν. Οὐ μικρὸν δὲ τοῦτο τὸ ἄνωθεν ἠγαπῆσθαι καὶ ἐξ ἀρχῆς.
1.2.1
Ἣν ἐπηγγείλατο, φησὶν, ὁ ἀψευδὴς Θεός. Εἰ ἀψευδὴς, πάντως ἔσται ὃ ἐπηγγείλατο· εἰ ἀψευδὴς, οὐ δεῖ ἀμφιβάλλειν, κἂν μετὰ θάνατον ᾖ. Ἣν ἐπηγγείλατο, φησὶν, ὁ ἀψευδὴς Θεὸς πρὸ χρόνων αἰωνίων. Καὶ ἀπὸ τοῦ εἰπεῖν, Πρὸ χρόνων αἰωνίων, τὸ ἀξιόπιστον δείκνυσιν. Οὐκ ἐπειδὴ Ἰουδαῖοι νῦν οὐ προσῆλθον, φησὶ, διὰ τοῦτο ταῦτα, ἀλλ' οὕτως ἄνωθεν ἐτετύπωτο. Ἄκουε γοῦν τί φησιν· Ἐφανέρωσε δὲ καιροῖς ἰδίοις. Τίς οὖν ἡ ἀναβολή; Κηδεμονίας χάριν καὶ τοῦ εὐκαίρως ποιῆσαι· Καιρὸς, φησὶν ὁ προφήτης, τοῦ ποιῆσαι τῷ Κυρίῳ. Τὸ γὰρ Ἰδίοις, τοῦτό ἐστι, τοῖς προσήκουσι, τοῖς ὀφειλομένοις, τοῖς ἁρμόζουσιν. Ἐφανέρωσε, φησὶ, καιροῖς ἰδίοις τὸν λόγον αὑτοῦ ἐν κηρύγματι, ὃ ἐπιστεύθην ἐγώ· τουτέστι, τὸ κήρυγμα. Τοῦτο γὰρ τὰ πάντα εἶχε, τὸ εὐαγγέλιον, καὶ τὰ ἐνταῦθα καὶ μέλλοντα, τὴν ζωὴν, τὴν εὐσέβειαν, τὴν πίστιν, πάντα ὁμοῦ. Ἐν κηρύγματι· τουτέστι, φανερῶς, μετὰ παῤῥησίας· τοῦτο γάρ ἐστι τὸ, Ἐν κηρύγματι. Ὥσπερ γὰρ ὁ κήρυξ πάντων παρόντων ἐν τῷ θεάτρῳ κηρύττει, οὕτω καὶ ἡμεῖς κηρύττομεν, ὥστε μηδὲν προσθεῖναι, ἀλλ' αὐτὰ ἃ ἠκούσαμεν εἰπεῖν. Ἡ γὰρ τοῦ κήρυκος ἀρετὴ ἐν τῷ πᾶσιν εἰπεῖν ἐστι τὸ γεγονὸς, οὐκ ἐν τῷ προσθεῖναί τινα καὶ ἀφελεῖν. Εἰ τοίνυν κηρύττειν δεῖ, μετὰ παῤῥησίας κηρύττειν δεῖ· ἐπεὶ οὐδὲ κηρύττειν ἐστί. Διὰ τοῦτο οὐδὲ εἶπεν ὁ Χριστὸς, Εἴπατε ἐπὶ τῶν δωμάτων, ἀλλὰ, Κηρύξατε ἐπὶ τῶν δωμάτων, καὶ ἀπὸ τοῦ τόπου, καὶ ἀπὸ τοῦ τρόπου τὸ γεγονὸς παριστῶν. Ὃ ἐπιστεύθην ἐγὼ κατ' ἐπιταγὴν τοῦ Σωτῆρος ἡμῶν Θεοῦ. Καὶ τὸ, Ἐπιστεύθην, καὶ τὸ, Κατ' ἐπιταγὴν, τὸ ἀξιόπιστον δείκνυσιν· ὥστε μηδένα ἀναξιοπαθεῖν, μηδὲ ἀκκίζεσθαι, μηδὲ δυσχεραίνειν. Εἰ τοίνυν ἐπιταγή ἐστι, οὐκ εἰμὶ κύριος· ἐπίταγμα γὰρ πληρῶ. Τῶν γὰρ πρακτέων τὰ μὲν ἐφ' ἡμῖν κεῖται, τὰ δὲ οὐκ ἐφ' ἡμῖν· ἃ μὲν γὰρ ἐπιτάττων λέγει, ταῦτα οὐκ ἐφ' ἡμῖν· ἅπερ δὲ ἐπιτρέπων, ταῦτα ἐφ' ἡμῖν τυγχάνει. Οἷον τὸ, Ἐάν τις εἴπῃ τῷ ἀδελφῷ αὑτοῦ, Μωρὲ, ἔνοχος ἔσται εἰς τὴν γέενναν τοῦ πυρὸς, τοῦτο ἐπίταγμα· καὶ τὸ, Ὅταν προσφέρῃς τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον, καὶ γνῷς ὅτι ὁ ἀδελφός σου ἔχει τι κατὰ σοῦ, ἄφες ἐκεῖ τὸ δῶρόν σου ἔμπροσθεν τοῦ θυσιαστηρίου, καὶ ἀπελθὼν διαλλάγηθι τῷ ἀδελφῷ σου, καὶ τότε ἐλθὼν πρόσφερε τὸ δῶρόν σου· καὶ τοῦτο ἐπίταγμα, καὶ τὸν μὴ ποιήσαντα ἀνάγκη ὑπεύθυνον εἶναι κολάσει. Ὅταν δὲ λέγῃ, Ἐὰν θέλῃς τέλειος εἶναι, πώλησόν σου τὰ ὑπάρχοντα· καὶ πάλιν, Ὁ δυνάμενος χωρεῖν, χωρείτω, οὐκέτι ἐπίταγμά ἐστι· τὸν γὰρ ἀκροατὴν ποιεῖ κύριον τῶν λεχθέντων, καὶ τὴν αἵρεσιν αὐτῷ δίδωσι τῶν πρακτέων. Ταῦτα μὲν γὰρ καὶ ποιῆσαι, καὶ μὴ ποιῆσαι ἐφ' ἡμῖν· τὰ δὲ ἐπιτάγματα οὐκ ἐφ' ἡμῖν, ἀλλ' ἀνάγκη ἢ ποιῆσαι, ἢ μὴ ποιήσαντα κολασθῆναι. Τοῦτο οὖν λέγει καὶ ὅταν λέγῃ, Ἀνάγκη γάρ μοι ἐπίκειται· οὐαὶ γάρ μοίἐστιν, ἐὰν μὴ εὐαγγελίσωμαι. Σαφέστερον δὲ ἐρῶ αὐτὸ, ἵνα πᾶσι κατάδηλον γένηται. Οἷον, ὁ τὴν ἀρχὴν τῆς Ἐκκλησίας ἐμπεπιστευμένος, καὶ τῇ τῆς ἐπισκοπῆς ἀξίᾳ τετιμημένος, ἂν μὴ διαγορεύῃ τῷ λαῷ τὰ πρακτέα, οὐκ ἀνεύθυνός ἐστιν· ὁ μέντοι λαϊκὸς οὐδεμίαν ἀνάγκην ἔχει τούτου. Διὰ τοῦτό φησι καὶ ὁ Παῦλος, ὅτι Κατ' ἐπιταγὴν τοῦ Σωτῆρος ἡμῶν τοῦτο ποιῶ. Καὶ ὅρα τὰ ἐπίθετα πῶς πρὸς ὃ εἶπον ἁρμόζει. Ἀνωτέρω γὰρ εἰπὼν, Ὁ ἀψευδὴς Θεὸς, ἐνταῦθά φησι, Κατ' ἐπιταγὴν τοῦ Σωτῆρος ἡμῶν Θεοῦ. Εἰ τοίνυν Σωτήρ ἐστι, καὶ αὐτὸς ταῦτα ἐπέταξεν ἀπὸ τοῦ βούλεσθαι σώζεσθαι, οὐ τοίνυν φιλαρχίας τὸ πρᾶγμά ἐστι· πίστις γάρ ἐστι, καὶ ἐπιταγή ἐστι Θεοῦ Σωτῆρος. Τίτῳ γνησίῳ τέκνῳ. Ἔστι γὰρ καὶ μὴ γνήσια εἶναι τέκνα, ὡς ἐκεῖνος περὶ οὗ φησιν· Ἐάν τις ἀδελφὸς ὀνομαζόμενος ᾖ πόρνος, ἢ πλεονέκτης, ἢ εἰδωλολάτρης, ἢ λοίδορος, ἢ μέθυσος, τῷ τοιούτῳ μηδὲ συνεσθίειν. Ἰδοὺ καὶ τέκνον, καὶ οὐκ ἔστι γνήσιον τέκνον· τέκνον μέν ἐστιν, ἐπειδὴ ἅπαξ ἐδέξατο τὴν χάριν, καὶ ἀνεγεννήθη· οὐ γνήσιον δὲ, ἐπειδὴ ἀνάξιον τοῦ πατρός ἐστιν, ἐπειδὴ πρὸς ἕτερον αὐτομολεῖ τύραννον. Ἐπὶ μὲν γὰρ τῶν φυσικῶν παίδων τὸ γνήσιον καὶ μὴ γνήσιον ἀπὸ τῆς ὠδινούσης καὶ τοῦ σπείροντος ὁρίζεται· ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλ' ἀπὸ τῆς προαιρέσεως. Ἔστι γὰρ γνήσιον γενόμενον μὴ μεῖναι γνήσιον· ἔστιν οὐκ ὂν γνήσιον γενέσθαι γνήσιον· οὐ γὰρ ἀνάγκῃ φύσεως ταῦτα κατακέκλεισται, ἀλλ' ἐξουσίᾳ προαιρέσεως· ὅθεν καὶ συνεχεῖς ἔχει τὰς μεταβάσεις. Ἦν Ὀνήσιμος τέκνον γνήσιον, ἀλλὰ καὶ οὐ γνήσιον ἦν· καὶ γὰρ ἄχρηστος ἐγένετο· ἀλλὰ πάλιν ἐγένετο γνήσιον οὕτως, ὡς καὶ αὐτὸν σπλάγχνα καλεῖσθαι ἀποστολικά. Τίτῳ γνησίῳ τέκνῳ κατὰ κοινὴν πίστιν. Τί ἐστι, Κατὰ κοινὴν πίστιν; Ἐπειδὴ εἶπε, Τέκνον, καὶ τὴν τοῦ πατρὸς αὐτοῦ ἔλαβε τάξιν, πῶς καὶ ταύτην τὴν τιμὴν ἐλαττοῖ καὶ καταστέλλει, ἄκουσον. Κατὰ κοινὴν γὰρ πίστιν ἐπήγαγε· τουτέστι, Κατὰ πίστιν οὐδὲν ἔχω σοῦ πλέον· κοινὴ γάρ ἐστι, καὶ διὰ τῆς αὐτῆς ἐγώ τε ἐτέχθην καὶ σύ. Τέκνον οὖν πόθεν αὐτὸν καλεῖ; Ἤτοι τὴν φιλοστοργίαν μόνον δηλῶσαι θέλων, ἢ τὸ πρότερον εἶναι ἐν τῷ κηρύγματι, ἢ τὸ δι' αὐτοῦ πεφωτίσθαι. Διὰ τοῦτο καὶ τέκνα καὶ ἀδελφοὺς καλεῖ· ἐπειδὴ ἀπὸ τῆς αὐτῆς πίστεως ἐτέχθησαν, ἀδελφοί· ἐπειδὴ διὰ τῶν ἐκείνου χειρῶν, τέκνα. Τῷ οὖν Κατὰ κοινὴν εἰπεῖν πίστιν, τὴν ἀδελφότητα ᾐνίξατο. Χάρις καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς καὶ Κυρίου Ἰησοῦ Χριστοῦ τοῦ Σωτῆρος ἡμῶν. Ἐπειδὴ εἶπε, Τέκνον, ἐπήγαγεν. Ἀπὸ Θεοῦ Πατρὸς, ὥστε ἀναστῆσαι αὐτοῦ τὴν διάνοιαν, καὶ μαθεῖν τίνος ἐστὶ τέκνον, καὶ ὅτι οὐ τῷ, Κοινὴν πίστιν, εἰπεῖν μόνον, ἀλλὰ καὶ τῷ ἐπαγαγεῖν, Πατρὸς ἡμῶν, τὸ ὁμότιμον αὐτοῦ δείκνυσιν.
1.3.1
Ὅρα δὲ πῶς ἃ τοῖς μαθηταῖς καὶ τοῖς πολλοῖς ἐπεύχεται, ταῦτα καὶ τῷ διδασκάλῳ· ὁμοίως γὰρ καὶ αὐτὸς δεῖται τῶν τοιούτων εὐχῶν, καὶ πολλῷ μᾶλλον ἢ ἐκεῖνοι, ὅσῳ καὶ πλείονας ἔχθρας ἔχει, ὅσῳ καὶ πλείονας ἀνάγκας τοῦ προσκρούειν τῷ Θεῷ. Ὅσῳ γὰρ μέγα τὸ ἀξίωμα, τοσούτῳ μείζους καὶ οἱ κίνδυνοι τῷ τὴν ἱερωσύνην ἔχοντι· ἀρκεῖ γὰρ καὶ ἓν κατόρθωμα ἐπισκοπῆς ἀνενεγκεῖν εἰς τὸν οὐρανὸν, καὶ ἓν ἁμάρτημα εἰςαὐτὴν ἐμβαλεῖν τὴν γέενναν. Ἵνα γὰρ τὰ ἄλλα πάντα παρῶ τὰ καθ' ἑκάστην ἡμέραν συμπίπτοντα, ἂν τύχῃ ποτέ τινα ἢ διὰ φιλίαν, ἢ δι' ἄλλην τινὰ αἰτίαν ἀνάξιον εἰς ἐπισκοπὴν παραγαγὼν, καὶ πόλεως ἐπιτρέψας μεγάλης ἀρχὴν, ὅρα πόσου πυρὸς ἑαυτὸν καθίστησιν ἔνοχον. Οὐ γὰρ τῶν ψυχῶν τῶν ἀπολλυμένων μόνον (ἀπόλλυσι γὰρ αὐτὰς ἀνευλαβὴς ὢν), ἀλλὰ καὶ πάντων τῶν ὑπ' ἐκείνου πραττομένων αὐτὸς δώσει τὰς εὐθύνας. Ὁ γὰρ ἐν τάξει ἰδιώτου ὢν ἀνευλαβὴς, πολλῷ μᾶλλον, ὅταν ἐπιλάβηται τῆς ἀρχῆς· ἀγαπητὸν γὰρ τὸν εὐλαβῆ μεῖναι τοιοῦτον ἐπιλαβόμενον τῆς ἀρχῆς. Καὶ γὰρ κενοδοξία τότε σφοδρότερον ἐπιτίθεται, καὶ χρημάτων ἔρως, καὶ αὐθάδεια, τῆς ἀρχῆς τὴν ἐξουσίαν παρεχούσης, καὶ προσκρούσματα καὶ ὕβρεις καὶ λοιδορίαι καὶ μυρία ἕτερα. Ἂν οὖν τις ἀνευλαβὴς ᾖ, μᾶλλον ἔσται ἀνευλαβέστερος τοιοῦτος γενόμενος. Ὅταν οὖν τοιοῦτον ἐπιστήσῃ ἄρχοντα, πάντων τῶν ἁμαρτανομένων ὑπ' ἐκείνου, καὶ δήμων ὁλοκλήρων ὑπεύθυνος ἔσται. Εἰ δὲ ὁ μίαν ψυχὴν σκανδαλίζων, συμφέρει αὐτῷ ἵνα μύλος ὀνικὸς κρεμασθῇ εἰς τὸν τράχηλον αὐτοῦ, καὶ καταποντισθῇ ἐν τῷ πελάγει τῆς θαλάσσης, ὁ τὰς τοσαύτας ψυχὰς σκανδαλίζων, πόλεις ὁλοκλήρους καὶ δήμους καὶ μυρίας ψυχὰς, ἄνδρας, γυναῖκας, παῖδας, πολίτας, γεωργοὺς, τοὺς ἐν αὐτῇ τῇ πόλει, τοὺς ἐν ἑτέραις ταῖς ὑπ' ἐκείνην τὴν πόλιν, τί ὑποστήσεται; Κἂν γὰρ τριπλασίονα ἑτέραν εἴπῃς, οὐδὲν ἐρεῖς· τοσαύτης ἔσται ὑπεύθυνος κολάσεως καὶ τιμωρίας. Ὥστε μάλιστα οὗτος δεῖται τῆς χάριτος τοῦ Θεοῦ καὶ τῆς εἰρήνης· ἂν γὰρ μὴ μετὰ ταύτης κυβερνᾷ τὸν λαὸν, πάντα οἴχεται καὶ ἀπόλωλε, τῶν οἰάκων αὐτῷ οὐκ ὄντων. Κἂν γὰρ ἔμπειρος ᾖ τῆς κυβερνητικῆς, ἂν μὴ τοὺς οἴακας τούτους ἔχῃ, τὴν χάριν καὶ τὴν εἰρήνην τὴν παρὰ τοῦ Θεοῦ, καταδύσει τὸ σκάφος καὶ τοὺς ἐμπλέοντας. Ὅθεν ἔμοιγε θαυμάζειν ἔπεισι τοὺς ἐφιεμένους ὄγκου τοσούτου. Ἄθλιε ἄνθρωπε καὶ ταλαίπωρε, οὐχ ὁρᾷς τίνος ἐφίεσαι; Κατὰ σαυτὸν ἂν ᾖς καὶ ἀγνὼς καὶ ἄσημος, κἂν μυρία ἁμάρτῃς, ἀλλὰ μιᾶς ψυχῆς δώσεις λόγον, καὶ ταύτης εὐθύνας ὑφέξεις μόνον· ὅταν δὲ εἰς τὴν ἀρχὴν ταύτην ἀχθῇς, ἐννόησον ὅσων κεφαλῶν ὑπεύθυνος εἶ τιμωρίας. Ἄκουε γὰρ Παύλου λέγοντος· Πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν καὶ ὑπείκετε, ὅτι αὐτοὶ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν, ὡς λόγον δώσοντες. Ἀλλὰ τιμῆς ἐφίεσαι καὶ ἀρχῆς· Καὶ τίς ἡ ἡδονὴ ταύτης τῆς τιμῆς; οὐ γὰρ δὴ οὐδὲ τοῦτο ὁρῶ· οὐ γὰρ ἔστι δυνατὸν ἄρχοντα εἶναι ἀληθῶς. Πῶς; Ὅτι ἐν τῇ ἐξουσίᾳ κεῖται τῶν ἀρχομένων τὸ ὑπακούειν. Καὶ εἴ τις ἀκριβῶς ἐξετάσειε τὸ πρᾶγμα, οὐκ ἐπὶ ἀρχὴν ἔρχεται ὁ τοιοῦτος, ἀλλὰ δουλεύει μυρίοις δεσπόταις ἐναντία καὶ ἐπιθυμοῦσι καὶ λέγουσιν. Ὅπερ γὰρ ἐγκωμιάζει εἷς, μέμφεται ἕτερος· ὅπερ ψέγει οὗτος, θαυμάζει ἄλλος. Τίνος οὖν ἀκοῦσαι χρὴ, τίνι πεισθῆναι; Οὐκ ἔστι. Καὶ ὁ μὲν ἀργυρώνητος, κἂν ἐναντία ὁ δεσπότης αὐτῷ προστάξῃ, καὶ δυσχεραίνει· σὺ δὲ, ἂν τοσούτων δεσποτῶν ἐναντία ἐπιταττόντων ἀλγήσῃς, καὶ τούτου δίδως δίκην, τὰ πάντων ἐπὶ σὲ στόματα ἀνοίγων. Τοῦτο οὖν, εἰπέ μοι, τιμή; τοῦτο ἀρχή; τοῦτο ἐξουσία; δʹ. Εἶπεν ὁ τὴν ἐπισκοπὴν ἔχων, εἰσενεγκεῖν χρήματα· ἂν μὴ θέλῃ, οὐ μόνον οὐκ εἰσήνεγκεν, ἀλλὰ καὶ ὑπὲρ τοῦ μὴ δόξαι ῥᾳθυμίας ἕνεκεν τοῦτο ποιεῖν, κατηγορεῖ τοῦ κελεύσαντος· κλέπτει, φησὶν, ἁρπάζει, καταπίνει τὰ τῶν πενήτων, κατεσθίει τὰ τῶν πτωχῶν. Παῦσαι λοιδορῶν· μέχρι τίνος ταῦτα φής; Οὐ βούλει εἰσενεγκεῖν; οὐδεὶς ὁ καταναγκάζων, οὐδεὶς ὁ βιαζόμενος· τί καὶ λοιδορῇ τῷ παραινοῦντι καὶ συμβουλεύοντι; Ἀλλ' εἰς χρείαν τις κατέστη, καὶ οὐκ ὤρεξε χεῖρα μὴ δυνηθεὶς, ἢ καὶ ἑτέρωθι ἀσχοληθείς. Οὐδεμία συγγνώμη, ἀλλὰ πάλιν κατηγορίαι χείρους τῶν προτέρων. Τοῦτο γοῦν ἀρχή; Καὶ ἀμύνασθαι οὐκ ἔχει· σπλάγχνα γάρ ἐστιν ἴδια. Καὶ ὥσπερ τὸ σπλάγχνον, κἂν οἰδαίνῃ, κἂν πόνον παρέχῃ καὶ τῇ κεφαλῇ καὶ τῷ λοιπῷ σώματι, οὐ τολμῶμεν ἀμύνασθαι· οὐ γὰρ λαβόντες ξίφος διαῤῥηγνύομεν· οὕτω κἂν τῶν ἀρχομένων τις τοιοῦτος ᾖ, πόνους ἡμῖν παρέχων καὶ ἀθυμίας ἐκ τῶν κατηγοριῶν τούτων, οὐ τολμῶμεν ἀμύνασθαι· πόῤῥω γὰρ ταῦτα πατρικῆς διανοίας, ἀλλ' ἀνάγκη φέρειν τὸν πόνον, ἕως ἂν ἐκεῖνος ὑγιάνῃ καλῶς. Ὁ ἀργυρώνητος οἰκέτης ἔχει τι ἔργον ἐπιτεταγμένον, κἂν τοῦτο ἀνύσῃ, λοιπὸν ἑαυτοῦ κύριος γίνεται· οὗτος δὲ πανταχοῦ περιέλκεται, πολλὰ καὶ τῶν ὑπὲρ δύναμιν ἀπαιτεῖται· ἂν μὴ εἰδῇ λέγειν, πολὺς ὁ γογγυσμός· ἂν δὲ εἰδῇ λέγειν, πάλιν κατηγορίαι, Κενόδοξός ἐστιν· ἂν μὴ νεκροὺς ἀνιστᾷ, Οὐδενὸς λόγου ἄξιος, φησίν· ὁ δεῖνα εὐλαβής ἐστιν, οὗτος δὲ οὔ. Ἂν ἀπολαύῃ συμμέτρου τροφῆς, πάλιν κατηγορίαι· Ἔδει αὐτὸν ἀπηγχονίσθαι, φησίν· ἂν λουόμενον ἴδῃ τις, πολλαὶ κατηγορίαι· Ὅλως οὐδὲ τὸν ἥλιον ὁρᾷν ὀφείλει, φησίν. Εἰ δὲ τὰ αὐτὰ πράττει, ἅπερ ἐγὼ, καὶ λούεται καὶ ἐσθίει καὶ πίνει καὶ ἱμάτια περιβέβληται, καὶ οἰκίας φροντίζει καὶ οἰκετῶν, τίνος ἕνεκεν ἐμοῦ προέστηκεν; Ἀλλὰ καὶ οἰκέτας ἔχει, φησὶ, τοὺς διακονουμένους αὐτῷ, καὶ ἐπὶ ὄνου ὀχεῖται· τίνος οὖν ἕνεκεν ἐμοῦ προέστηκεν; Ἀλλὰ τί, εἰπέ μοι, οὐκ ὀφείλει τὸν διακονούμενον ἔχειν, ἀλλ' αὐτὸς τὸ πῦρ ἀνακαίειν, καὶ ὑδροφορεῖν, καὶ ξύλα διακλᾷν, καὶ εἰς ἀγορὰν ἐμβάλλειν; καὶ πόση τοῦτο αἰσχύνη γίνεται; Καὶ οἱ μὲν ἅγιοι ἐκεῖνοι ἄνδρες, οἱ ἀπόστολοι, τὸν τῷ λόγῳ προσκαρτεροῦντα οὐδὲ διακονίᾳ χηρῶν βούλονται προσανέχειν, ἀλλ' ἀνάξιον αὐτοῦ τὸ πρᾶγμα εἶναι νομίζουσι· σὺ δὲ αὐτὸν καὶ εἰς τὴν οἰκετῶν ὑπηρεσίαν καθέλκεις τῶν σῶν; Διὰ τί ὁ ταῦτα ἐπιτάττων οὐ παρέρχῃ σὺ, καὶ ταῦτα πληροῖς; εἰπέ μοι, οὐχὶ μείζονά σοι διακονεῖται ὑπηρεσίαν, ἢ σὺ τὰ σωματικά; διὰ τί μὴ τὸν παῖδα πέμπεις τὸν σὸν πρὸς τὴν τούτου ὑπηρεσίαν; Ὁ Χριστὸς ἔνιψε τοὺς πόδας τῶν μαθητῶν· σὺ θεραπείαν ἂν παράσχῃς τῷ διδασκάλῳ, μέγα τι ποιεῖς; Ἀλλ' οὔτε σὺ βούλει παρασχεῖν, καὶ αὐτὸν κωλύεις. Τί οὖν; ἀπὸ τοῦ οὐρανοῦ ζῇν ὀφείλει; Ἀλλ' οὐ βούλεται οὕτως ὁ Θεός. Τί οὖν; οἱ ἀπόστολοι, φησὶν, ἐλευθέρουςεἶχον δουλεύοντας; Βούλει καὶ τοῦτο ἀκοῦσαι πῶς οἱ ἀπόστολοι διῆγον; ἀποδημίας ἐποιοῦντο, καὶ ἄνδρες ἐλεύθεροι καὶ εὐγενεῖς γυναῖκες ὑπὲρ τῆς ἐκείνων ἀναπαύσεως καὶ τὰς ψυχὰς καὶ τὰς κεφαλὰς ὑπετίθεσαν τὰς ἑαυτῶν. Ἄκουε δὲ καὶ τοῦ μακαρίου τούτου παραινοῦντος καὶ λέγοντος· Τοὺς οὖν τοιούτους ἐντίμους ἔχετε· καὶ πάλιν, Διὰ τὸ ἔργον τοῦ Θεοῦ μέχρι θανάτου ἤγγισε, παραβουλευσάμενος τῇ ψυχῇ, ἵνα ἀναπληρώσῃ τὸ ὑμῶν ὑστέρημα τῆς πρός με λειτουργίας. Ὁρᾷς τί φησι; Σὺ δὲ οὐδὲ λόγον προΐεσαι ὑπὲρ τοῦ πατρὸς τοῦ σοῦ, μήτι γε κίνδυνον τοσοῦτον ἀναδέχῃ. Ἀλλὰ λούεσθαι, φησὶν, οὐ χρή. Διὰ τί, εἰπέ μοι; ποῦ τοῦτο κεκώλυται; οὐδὲ γὰρ ὁ ῥύπος καλόν. Οὐδαμοῦ ταῦτα ὁρῶμεν, οὔτε ἐγκαλούμενα, οὔτε θαυμαζόμενα. Ἄλλα γάρ ἐστιν ἅπερ ἐπέταξε τὸν ἐπίσκοπον ἔχειν, ἀνέγκλητον εἶναι, σώφρονα, κόσμιον, φιλόξενον, διδακτικόν· ταῦτα ἀπαιτεῖ ὁ Ἀπόστολος, ταῦτα χρὴ ἐπιζητεῖν παρὰ τοῦ ἄρχοντος, περαιτέρω δὲ μηδέν. Οὐκ εἶ τοῦ Παύλου ἀκριβέστερος, μᾶλλον δὲ οὐκ εἶ τοῦ Πνεύματος ἀκριβέστερος. Ἂν ᾖ πλήκτης, ἢ καὶ πάροινος, ἂν ὠμὸς καὶ ἀνηλεὴς, κατηγόρει· ἀνάξια ταῦτα τοῦ ἐπισκόπου· ἂν τρυφᾷ, καὶ τοῦτο κατηγορία· ἂν δὲ θεραπεύῃ τὸ σῶμα ἵνα σοὶ διακονῇ, ἂν ἐπιμελῆται ἵνα σοὶ χρήσιμος ᾖ, ὑπὲρ τούτων αὐτὸν ἐγκαλεῖσθαι δεῖ; Οὐκ οἶδας ὅτι ἀσθένεια σωματικὴ τῆς κατὰ ψυχὴν ἀσθενείας οὐχ ἧττον καὶ ἡμᾶς βλάπτει, καὶ τὴν Ἐκκλησίαν; Διὰ τί διορθοῦται αὐτὴν ὁ Παῦλος γράφων τῷ Τιμοθέῳ, Οἴνῳ ὀλίγῳ χρῶ διὰ τὸν στόμαχόν σου καὶ τὰς πυκνάς σου ἀσθενείας; εἰ μὲν γὰρ ψυχῇ μόνῃ τὴν ἀρετὴν κατορθοῦμεν, οὐκ ἔδει φροντίζειν τοῦ σώματος. Τί δὲ ὅλως καὶ γεγόναμεν; Εἰ δὲ πολλὴ τούτου ἡ συντέλεια, πῶς οὐκ ἐσχάτης ἐστὶν ἀνοίας ἀμελεῖν τούτου; Ἔστω γάρ τις ἀνὴρ ἐπισκοπῇ τετιμημένος καὶ τοῦ κοινοῦ τῆς Ἐκκλησίας τὴν προστασίαν ἐγκεχειρισμένος, καὶ τὰ μὲν ἄλλα ἔστω ἐνάρετος καὶ πάντα ἔχων ἅπερ ἔχειν ἁρμόζει τὸν ἱερωμένον, διαπαντὸς δὲ τῇ κλίνῃ προσδεδέσθω ὑπὸ πολλῆς ἀῤῥωστίας, τί οὗτος ὀνῆσαι δυνήσεται; ποίαν ἀποδημίαν στείλασθαι; ποίας ἐπισκέψεις ποιήσασθαι; τίνι ἐπιπλῆξαι; τίνα νουθετῆσαι; Ταῦτα εἶπον, ἵνα εἰδῆτε μὴ ἁπλῶς ἐγκαλεῖν, ἵνα εἰδῆτε μᾶλλον ἀποδέχεσθαι, ἵνα καὶ εἴ τις ἐφίεται τῆς ἀρχῆς, τὰς νιφάδας τῶν κατηγοριῶν ὁρῶν, τὴν τοιαύτην ἐπιθυμίαν σβεννύῃ. Μέγας ὄντως κίνδυνος καὶ τῆς τοῦ Θεοῦ δεόμενος χάριτος καὶ τῆς εἰρήνης, ἣν ἐπεύχεσθε ἡμῖν εἶναι πολλὴν, καὶ ἡμεῖς ὑμῖν· ἵνα ἀμφότεροι κατορθώσαντες τὴν ἀρετὴν, οὕτω τύχωμεν τῶν ἐπηγγελμένων ἀγαθῶν, ἐν Ἰησοῦ Χριστῷ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Intertext edge

Open linked passage

Note