In epistulam ad Titum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
2.0.1
Τούτου χάριν κατέλιπόν σε ἐν Κρήτῃ, ἵνα τὰ λείποντα ἐπιδιορθώσῃ, καὶ καταστήσῃς κατὰ πόλιν πρεσβυτέρους, ὡς ἐγώ σοι διεταξάμην· εἴ τίς ἐστιν ἀνέγκλητος, μιᾶς γυναικὸς ἀνὴρ, τέκνα ἔχων πιστὰ, μὴ ἐν κατηγορίᾳ ἀσωτίας, ἢ ἀνυπότακτα.
2.1.1
Τοῖς μὲν παλαιοῖς ἀνδράσιν ἅπας ὁ βίος ἦν ἐνεργὸς καὶ ἐναγώνιος· ἡμῖν δὲ οὐχ οὕτως, ἀλλὰ ῥᾳθυμίας μεστός. Ἐκεῖνοι μὲν γὰρ ᾔδεσαν ὅτι διὰ τοῦτο εἰς τὸν κόσμον παρήχθησαν, ἵνα τῷ παραγαγόντι κατὰ γνώμην ἐργάζωνται· ἡμεῖς δὲ ὡς διὰ τοῦτο παραχθέντες, ἵνα ἐσθίωμεν καὶ πίνωμεν καὶ τρυφῶμεν, οὕτως οὐδενὸς τῶν πνευματικῶν λόγον ποιούμεθα. Οὐ περὶ τῶν ἀποστόλων λέγω μόνον, ἀλλὰκαὶ τῶν μετ' αὐτούς. Ὁρᾷς γοῦν αὐτοὺς πάντα διατρέχοντας, καὶ ὥσπερ τινὸς ἔργου τούτου ἐπειλημμένους, καὶ διόλου ἐν ξένῃ διατρίβοντας, ἅτε οὐκ ἔχοντας πόλιν ἐπὶ τῆς γῆς. Ἄκουσον γοῦν τοῦ μακαρίου τούτου τί φησι· Τούτου χάριν κατέλιπόν σε ἐν Κρήτῃ. Καθάπερ οἰκίαν μίαν τὴν οἰκουμένην διανειμάμενοι, οὕτως ἅπαντα διηκονοῦντο, καὶ τῶν ἀπανταχοῦ ἐπεμέλοντο, ὁ μὲν τοῦτο, ὁ δὲ ἐκεῖνο λαβὼν τὸ μέρος. Τούτου γὰρ χάριν, φησὶ, κατέλιπόν σε ἐν τῇ Κρήτῃ, ἵνα τὰ λείποντα ἐπιδιορθώσῃ. Οὐκ ἐπιτακτικῶς αὐτῷ παραινεῖ τέως· Ἵνα ἐπιδιορθώσῃ, φησίν. Ὁρᾷς ψυχὴν φθόνου παντὸς καθαρὰν, πανταχοῦ τὸ τῶν μαθητευομένων χρήσιμον ζητοῦσαν, οὐκ ἀκριβολογουμένην, εἴτε δι' αὐτοῦ, εἴτε δι' ἑτέρου γένοιτο; Ἔνθα μὲν γὰρ ἦν κίνδυνος καὶ πολλὴ δυσκολία, αὐτὸς κατώρθου παρών· ἃ δὲ τιμὴν μᾶλλον ἔφερεν ἢ ἔπαινον εἶχε, ταῦτα ἐπιτρέπει τῷ μαθητῇ, τῶν ἐπισκόπων λέγω τὰς χειροτονίας, καὶ τὰ ἄλλα πάντα, ὅσα ἐδεῖτό τινος ἐπιδιορθώσεως, ἢ, ὡς ἂν εἴποι τις, πλείονος καταρτισμοῦ. Τί λέγεις, εἰπέ μοι; τὰ σὰ προσδιορθοῦται; καὶ οὐχ ἡγῇ τὸ πρᾶγμα αἰσχρὸν οὐδὲ αἰσχύνην σοι φέρειν; Οὐδαμῶς· πρὸς γὰρ τὸ κοινὸν κέρδος ὁρῶ μόνον· εἴτε δὲ δι' ἐμοῦ, εἴτε δι' ἑτέρου γένοιτο, οὐδὲν ἐμοὶ διαφέρει Οὕτω τὸν προεστῶτα χρὴ διακεῖσθαι, μὴ τὴν ἰδίαν τιμὴν ζητεῖν, ἀλλὰ τὸ κοινῇ συμφέρον. Καὶ καταστήσῃς, φησὶ, κατὰ πόλιν πρεσβυτέρους. Τοὺς ἐπισκόπους ἐνταῦθά φησι, καθὼς ἀλλαχοῦ ἡμῖν εἴρηται. Ὡς ἐγώ σοι διεταξάμην· εἴ τις ἀνέγκλητος.– Κατὰ πόλιν, φησίν· οὐ γὰρ ἐβούλετο πᾶσαν τὴν νῆσον ἐπιτετράφθαι ἑνὶ, ἀλλ' ἕκαστον ἰδίαν ἔχειν φροντίδα καὶ μέριμναν· οὕτω γὰρ αὐτῷ τε εἶναι τὸν πόνον κοῦφον, καὶ τοὺς ἀρχομένους πλείονος ἀπολαύσεσθαι τῆς ἐπιμελείας, εἴ γε μὴ εἰς πολλῶν Ἐκκλησιῶν προστασίαν ὁ διδάσκαλος περιέρχοιτο, ἀλλὰ σχολάζοι μιᾷ μόνῃ, καὶ ταύτην κατακοσμοῖ. Εἴ τις, φησὶν, ἀνέγκλητος, μιᾶς γυναικὸς ἀνὴρ, τέκνα ἔχων πιστὰ, μὴ ἐν κατηγορίᾳ ἀσωτίας, ἢ ἀνυπότακτα. Τίνος ἕνεκεν καὶ τὸν τοιοῦτον εἰς μέσον παράγει; Ἐπιστομίζει τοὺς αἱρετικοὺς τοὺς τὸν γάμον διαβάλλοντας, δεικνὺς ὅτι τὸ πρᾶγμα οὐκ ἔστιν ἐναγὲς, ἀλλ' οὕτω τίμιον, ὡς μετ' αὐτοῦ δύνασθαι καὶ ἐπὶ τὸν ἅγιον ἀναβαίνειν θρόνον· ἐν ταυτῷ δὲ καὶ τοὺς ἀσελγεῖς κολάζων, καὶ οὐκ ἀφιεὶς μετὰ δευτέρου γάμου τὴν ἀρχὴν ἐγχειρίζεσθαι ταύτην. Ὁ γὰρ πρὸς τὴν ἀπελθοῦσαν μηδεμίαν φυλάξας εὔνοιαν, πῶς ἂν οὗτος γένοιτο προστάτης καλός; τίνα δὲ οὐκ ἂν ὑποσταίη κατηγορίαν; Ἴστε γὰρ ἅπαντες, ἴστε ὅτι εἰ μὴ κεκώλυται παρὰ τῶν νόμων τὸ δευτέροις ὁμιλεῖν γάμοις, ἀλλ' ὅμως πολλὰς ἔχει τὸ πρᾶγμα κατηγορίας. Οὐδεμίαν οὖν παρέχειν λαβὴν τοῖς ἀρχομένοις τὸν ἄρχοντα βούλεται. Διὰ τοῦτο τίθησιν, Εἴ τις ἀνέγκλητος, τουτέστιν, εἰ κατηγορίας ὁ βίος ἐλεύθερος αὐτῷ γέγονεν, εἰ μηδεὶς ἔσχεν ἐπισκῆψαι ἐν τῇ ζωῇ. Ἄκουε τοῦ Χριστοῦ λέγοντος· Εἰ γὰρ τὸ φῶς, φησὶ, τὸ ἐν σοὶ ᾖ σκότος, τὸ σκότος πόσον; Τέκνα ἔχων πιστὰ, μὴ ἐν κατηγορίᾳ ἀσωτίας, ἢ ἀνυπότακτα. Σκοπήσωμεν πῶς πολλὴν καὶ ὑπὲρ τῶν παίδων ποιεῖται τὴν πρόνοιαν. Ὁ γὰρ τῶν αὑτοῦ παίδων διδάσκαλος γενέσθαι μὴ δυνηθεὶς, πῶς ἂν ἑτέρων γένοιτο; Εἰ οὓς ἐξ ἀρχῆς εἶχε μεθ' ἑαυτοῦ καὶἔτρεφε, καὶ καθ' ὧν καὶ παρὰ τῶν νόμων, καὶ παρὰ τῆς φύσεως εἶχεν ἐξουσίαν, τούτους ῥυθμίσαι οὐκ ἴσχυσε, πῶς ἂν τοὺς ἔξωθεν ὠφελῆσαι δυνήσεται; Εἰ μὴ γὰρ πολλὴ νωθεία εἴη πατρὸς, οὐκ ἂν ὧν ἐξ ἀρχῆς ἔλαβεν ἐξουσίαν, τούτους περιεῖδε γενομένους κακούς. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν, ἐξ ἀρχῆς μετὰ πολλῆς τραφέντα τῆς ἐπιμελείας γενέσθαι κακὸν, καὶ πολλῆς ἀπολαύσαντα σπουδῆς· οὐ γάρ ἐστι φύσει τὰ ἁμαρτήματα, ἵνα τοσαύτης περιγένηται προνοίας. Εἰ δὲ ἐν δευτέρῳ τὰ τῶν παίδων ἐτίθετο, περὶ τὰ χρήματα σχολάζων, καὶ οὐ τοσαύτην αὐτῶν ἐποιεῖτο σπουδὴν, καὶ οὕτως ἀνάξιος. Εἰ γὰρ, ὅπου ἡ φύσις ἠνάγκαζεν, οὕτως ἄστοργος ἦν, ἢ οὕτως ἀνόητος, ὡς μᾶλλον τῶν χρημάτων φροντίζειν αὐτὸν ἢ αὐτῶν, πῶς ἂν οὗτος ἐπὶ τὸν θρόνον ἀναχθείη καὶ τὴν τοσαύτην ἀρχήν; Εἰ μὲν γὰρ οὐκ ἠδύνατο, πολλὴ τῆς νωθείας ἡ κατηγορία· εἰ δὲ οὐκ ἐσπούδασε, πολλὴ τῆς ἀστοργίας ἡ μέμψις. Ὁ τοίνυν τῶν παίδων ἀμελῶν τῶν ἑαυτοῦ, πῶς τῶν ἀλλοτρίων ἐπιμελήσεται; Καὶ οὐκ εἶπε μὴ ἁπλῶς ἄσωτος, ἀλλὰ μηδὲ διαβολὴν ἔχειν τοιαύτην, μηδὲ πονηρᾶς εἶναι δόξης. Δεῖ γὰρ τὸν ἐπίσκοπον, φησὶν, ἀνέγκλητον εἶναι ὡς Θεοῦ οἰκονόμον, μὴ αὐθάδη, μὴ ὀργίλον, μὴ πάροινον, μὴ πλήκτην.
2.2.1
Ὁ μὲν γὰρ ἔξωθεν ἄρχων, ἐπειδὴ νόμῳ κρατεῖ καὶ ἀνάγκῃ, εἰκότως οὐ πολλαχοῦ τῆς τῶν ἀρχομένων γνώμης κοινωνεῖ· ὁ μέντοι ἑκόντων ὀφείλων ἄρχειν, καὶ χάριν αὐτῷ τῆς ἀρχῆς εἰδότων, ἂν οὕτω τὸ πρᾶγμα καταστήσῃ, ὡς ἀπὸ τῆς οἰκείας γνώμης μόνον πάντα ποιεῖν, καὶ μηδενὶ μεταδιδῷ λόγου, τυραννικώτερον μᾶλλον ἢ δημοτικώτερον τὴν ἐπιστασίαν πεποίηται. Δεῖ γὰρ, φησὶν, ἀνέγκλητον εἶναι ὡς Θεοῦ οἰκονόμον, μὴ αὐθάδη, μὴ ὀργίλον. Πῶς γὰρ ἑτέρους παιδεύσει κρατεῖν τοῦ πάθους τούτου, ἑαυτὸν μὴ παιδεύσας; Εἰς πολλὰ γὰρ ἡ ἀρχὴ ἐξάγει, καὶ χαλεπώτερον ποιεῖ καὶ δυσάρεστον καὶ τὸν σφόδρα ἐπιεικῆ, μυρίας ἀνάγκας περιιστᾶσα ὀργῆς· ἂν μὴ ᾖ τοῦτο μεμελετηκὼς πρότερον, καὶ χαλεπώτερος ἔσται, καὶ πολλὰ διαφθερεῖ καὶ ἀπολέσει τῶν τῆς ἀρχῆς. Μὴ πάροινον, μὴ πλήκτην. Τὸν ὑβριστὴν ἐνταῦθά φησι· νουθετοῦντα γὰρ ἢ ἐπιπλήττοντα πάντα χρὴ ποιεῖν, μὴ ὑβρίζοντα· ποία γὰρ ἀνάγκη ὕβρεως, εἰπέ μοι; Φοβεῖν χρὴ τῇ τῆς γεέννης ἀπειλῇ, δεδίττεσθαι, καθικνεῖσθαι. Ὁ γὰρ ὑβρισθεὶς θρασύτερος γίνεται καὶ μᾶλλον καταφρονεῖ τοῦ ὑβρίζοντος. Οὐδὲν γὰρ οὕτω ποιεῖ καταφρόνησιν, ὡς ὕβρις, καὶ αἰσχύνει τὸν ὑβρίζοντα μᾶλλον, καὶ οὐκ ἀφίησιν εἶναι αἰδέσιμον ὡς δεῖ. Πολλῆς αὐτοῖς τῆς εὐλαβείας γέμειν τὸν λόγον χρὴ, ἐν τοῖς ἁμαρτήμασι μνήμην ἔχειν τῆς μελλούσης κρίσεως, πάσης δὲ ὕβρεως εἶναι καθαρόν· εἰ δέ τινες εἶεν οἱ κωλύοντες τὰ δέοντα ποιεῖν, μετὰ πάσης αὐθεντίας μετιέναι τὸ πρᾶγμα. Μὴ πλήκτην, φησίν. Ἰατρός ἐστιν ὁ διδάσκαλος τῶν ψυχῶν· ὁ δὲ ἰατρὸς οὐ πλήττει, ἀλλὰ τὸν πεπληγότα διορθοῦται καὶ θεραπεύει. Μὴ αἰσχροκερδῆ, ἀλὰ φιλόξενον, φιλάγαθον, σώφρονα, δίκαιον, ὅσιον, ἐγκρατῆ, ἀντεχόμενον τοῦ κατὰ τὴν διδαχὴν πιστοῦ λόγου. Εἶδες πόσην ἐπίτασιν ἀρετῆς ἀπῄτησε; Μὴ αἰσχροκερδῆ, φησί· τουτέστι, πολλὴν ὑπεροψίαν χρημάτων ἐπιδεικνύμενον· Φιλόξενον, φιλάγαθον, σώφρονα, δίκαιον, ὅσιον· τὰ αὑτοῦ πάντα τοῖς δεομένοις, φησὶ, προϊέμενον· ἐγκρατῆ. Οὐ τὸν νηστευτὴν εἶπεν ἐνταῦθα, ἀλλὰ τὸν πάθους κρατοῦντα, τὸν καὶ γλώττης καὶ χειρὸς καὶ ὀφθαλμῶν ἀκολάστων· τοῦτο γάρ ἐστιν ἐγκράτεια, τὸ μηδενὶ ὑποσύρεσθαι πάθει. Ἀντεχόμενον τοῦ κατὰ τὴν διδαχὴν πιστοῦ λόγου. Πιστοῦ ἐνταῦθα τοῦ ἀληθοῦς φησιν, ἢ τοῦ διὰ πίστεως παραδεδομένου, οὐ δεομένου συλλογισμῶν οὐδὲ ζητημάτων. Ἀντεχόμενον, φροντίζοντα, ἔργον τοῦτο ποιούμενον. Τί οὖν, ἂν λόγων ἄπειρος ᾖ τῶν ἔξωθεν; Διὰ τοῦτο εἶπον, Τοῦ κατὰ διδαχὴν πιστοῦ λόγου. Ἵνα δυνατὸς ᾖ καὶ παρακαλεῖν, καὶ τοὺς ἀντιλέγοντας ἐλέγχειν. Ὥστε οὐ χρεία κόμπου ῥημάτων, ἀλλὰ φρενῶν, καὶ Γραφῶν ἐμπειρίας, καὶ νοημάτων δυνάμεως. Οὐχ ὁρᾷς Παῦλον τρεψάμενον τὴν οἰκουμένην ἅπασαν, καὶ μειζόνως ἰσχύσαντα καὶ Πλάτωνος, καὶ τῶν ἄλλων ἁπάντων; Ἀλλ' ἀπὸ τῶν σημείων, φησίν. Οὐκ ἀπὸ τῶν σημείων μόνον· εἰ γὰρ ἐπέλθοις τὰς Πράξεις τῶν Ἀποστόλων, πολλαχοῦ αὐτὸν εὑρήσεις ἀπὸ τῆς διδασκαλίας κρατοῦντα καὶ πρὸ τῶν σημείων. Ἵνα δυνατὸς ᾖ καὶ παρακαλεῖν ἐν τῇ διδασκαλίᾳ τῇ ὑγιαινούσῃ· τουτέστι, πρὸς φυλακὴν τῶν οἰκείων, πρὸς ἀνατροπὴν τῶν ἐχθρῶν. Καὶ τοὺς ἀντιλέγοντας ἐλέγχειν. Τούτου γὰρ μὴ ὄντος, πάντα οἴχεται. Ὁ γὰρ οὐκ εἰδὼς μάχεσθαι τοῖς ἐχθροῖς, καὶ αἰχμαλωτίζειν πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ, καὶ λογισμοὺς καθαιρεῖν· ὁ οὐκ εἰδὼς ἃ χρὴ περὶ τῆς ὀρθῆς διδάσκειν διδασκαλίας, πόῤῥω ἔστω θρόνου διδασκαλικοῦ. Τὰ μὲν γὰρ ἄλλα καὶ ἐν τοῖς ἀρχομένοις εὕροι τις ἂν, οἷον τὸ ἀνέγκλητον, τὸ τέκνα ἔχειν ἐν ὑποταγῇ, τὸ φιλόξενον, τὸ δίκαιον, τὸ ὅσιον· ὃ δὲ μάλιστα χαρακτηρίζει τὸν διδάσκαλον, τοῦτό ἐστι, τὸ δύνασθαι κατηχεῖν τὸν λόγον, οὗ πρόνοια οὐδεμία νῦν. Εἰσὶ γὰρ πολλοὶ καὶ ἀνυπότακτοι, ματαιολόγοι, καὶ φρεναπάται, μάλιστα ἐκ περιτομῆς· οὓς δεῖ ἐπιστομίζειν. Ὁρᾷς πῶς δείκνυσι πόθεν εἰσὶ τοιοῦτοι; Ἀπὸ τοῦ μὴ θέλειν ἄρχεσθαι, ἀλλὰ ἄρχειν· τοῦτο γὰρ ᾐνίξατο. Ὅταν οὖν πεῖσαι μὴ δυνηθῇς, μὴ διάταττε τούτοις, ἀλλ' ἐπιστόμιζε εἰς τὴν τῶν ἄλλων ὠφέλειαν. Τί οὖν τὸ κέρδος, ὅταν μὴ πείθωνται, ἢ καὶ εἰ ἀνυπότακτοί εἰσι; Τίνος ἕνεκεν ἐπιστομίζειν χρή; Ἵνα ὠφεληθῶσιν ἕτεροι ἐντεῦθεν. Οἵτινες ὅλους οἴκους ἀνατρέπουσι, διδάσκοντες ἃ μὴ δεῖ, αἰσχροῦ κέρδους χάριν. Εἰ γὰρ τὴν διδασκαλίαν ἀνεδέξατο, οὐχ ἱκανὸς δέ ἐστιν ἐκείνοις μάχεσθαι οὐδὲ ἐπιστομίσαι αὐτοὺς οὕτως ἀναισχυντοῦντας, τῆς τῶν ἀπολλυμένων βλάβης καθ' ἕκαστον αἴτιος γενήσεται. Εἰ γὰρ παραινεῖ τις λέγων, Μὴ ζήτει γενέσθαι κριτὴς, εἰ μὴ ἰσχύεις ἐξᾶραι ἀδικίαν, πολλῷ μᾶλλον ἐνταῦθα ἂν εἴποι τις, Μὴ ζήτει γενέσθαι διδάσκαλος, εἰ τῆς τοῦ πράγματος ἀξίας ἀπέχεις, ἀλλὰ καὶ ἑλκόμενος ἀποπήδα. Ὁρᾷς πανταχοῦ τὴν φιλαργυρίαν, τὴν αἰσχροκέρδειαν αἰτίαν τούτων οὖσαν; Διδάσκοντες, φησὶν, ἃ μὴ δεῖ, αἰσχροῦ κέρδους χάριν.
2.3.1
Οὐδὲν γάρ ἐστιν, ὃ μὴ λυμαίνεται ταῦτα τὰ πάθη· ἀλλ' ὥσπερ πνεύματά τινα ἄγρια εἰς γαληνὸν ἐμπεσόντα πέλαγος, ὅλον αὐτὸ κάτωθεν ἀναμοχλεύει, ὡς καὶ τὴν ἄμμον τοῖς κύμασιν ἀναμίγνυσθαι· οὕτω ταῦτα τὰ πάθη εἰς ψυχὴν εἰσιόντα, πάντα ἄνω καὶκάτω ποιεῖ, πηροῖ τὸ διορατικὸν τῆς διανοίας, μάλιστα δὲ ἡ τῆς δόξης μανία. Χρημάτων μὲν γὰρ εὔκολον καταφρονῆσαι τῷ βουλομένῳ· τῆς δὲ παρὰ τῶν πολλῶν τιμῆς ὑπεριδεῖν, πολλοῦ δεῖ πόνου, μεγάλης φιλοσοφίας, ψυχῆς τινος ἀγγελικῆς αὐτῆς ἁπτομένης τῆς κορυφῆς τῆς τοῦ οὐρανοῦ. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν οὐδὲν οὕτω πάθος τυραννικὸν καὶ πανταχοῦ κρατοῦν, ἐκ πλείονος μὲν καὶ ἐλάττονος μοίρας, πανταχοῦ δὲ ὅμως. Πῶς ἂν οὖν αὐτοῦ περιγενοίμεθα, εἰ καὶ μὴ κατὰ κράτος, ἀλλὰ κἂν ἐξ ἐλαχίστου μέρους; Ἂν εἰς τὸν οὐρανὸν ἀναβλέπωμεν, ἂν τὸν Θεὸν σχῶμεν πρὸ ὀφθαλμῶν, ἂν μείζω τῶν γηίνων λάβωμεν λογισμόν. Ἐννόησον, ὅταν ἐπιθυμῇς δόξης, ὅτι αὐτῆς ἐπέτυχες, καὶ μάθε τὸ τέλος, καὶ οὐδὲν εὑρήσεις· ἐννόησον ὅσην ἔχει τὴν ζημίαν τὸ πρᾶγμα, ὅσων καὶ ἡλίκων ἀποστερεῖ ἀγαθῶν· τοὺς μὲν γὰρ πόνους ὑποστήσῃ καὶ τοὺς κινδύνους, τῶν δὲ καρπῶν ἀποστερηθήσῃ καὶ τῶν ἐπάθλων· ἐννόει ὅτι οἱ πλεῖστοι κακοὶ, καὶ καταφρόνησον αὐτῶν τῆς δόξης. Καθ' ἕνα ἕκαστον ἀναλόγισαι τίς ἐστι, καὶ ὄψει τὸ πρᾶγμα γέλωτος γέμον· ὄψει ὅτι αἰσχύνη μᾶλλον, ἢ δόξα τὸ πρᾶγμά ἐστι· καὶ μετὰ ταῦτα ἀνάγαγε τὸν λογισμὸν ἐπὶ τὸ ἄνω θέατρον. Ὅταν ἀγαθόν τι πράττων ἐννοῇς, ὅτι δεῖ καὶ ἀνθρώποις δεῖξαι, καί τινας ἐπιζητῇς θεατὰς τοῦ πράγματος, καὶ ὠδίνῃς ὥστε ὀφθῆναι· ἐννόησον ὅτι ὁ Θεὸς ὁρᾷ, καὶ πᾶσαν ἐκείνην σβεννύεις τὴν ἐπιθυμίαν· ἀναχώρησον ἐκ τῆς γῆς, πρὸς ἐκεῖνο ἴδε τὸ θέατρον τὸ ἐν τοῖς οὐρανοῖς. Ἄνθρωποι κἂν ἐπαινέσωσιν, ἀλλ' ὕστερον ἐμέμψαντο, ἀλλὰ φθονοῦσιν, ἀλλ' ἐπιλαμβάνονται· κἂν μὴ τοῦτο ποιῶσιν, οὐδὲν ὅλως ὠφελήσουσι τὸν ἐπαινούμενον· ἐπὶ δὲ τοῦ Θεοῦ οὐχ οὕτως, ἀλλὰ χαίρει ἐπαινῶν ἡμῶν τὰ κατορθώματα. Εἶπες ὀρθῶς, καὶ κρότων ἐπέτυχες; καὶ τί τὸ κέρδος; Εἰ μὲν γὰρ ὠφελήθησαν οἱ κροτήσαντες καὶ μετεβάλοντο καὶ βελτίους ἐγένοντο, καὶ τῶν προτέρων κακῶν ἀπέστησαν, δεῖ χαίρειν ὄντως, οὐκ ἐπὶ τοῖς ἐπαίνοις τοῖς γενομένοις, ἀλλ' ἐπὶ τῇ μεταβολῇ τῇ καλῇ καὶ θαυμαστῇ. Εἰ δὲ διαπαντὸς μὲν ἐπαινοῦντες καὶ θορυβοῦντες καὶ κροτοῦντες διατελοῦσι, καρποῦνται δὲ οὐδὲν ἀπὸ τῶν κρότων, ἀλγεῖν μᾶλλον χρὴ, ὅτι αὐτοῖς εἰς κρῖμα ταῦτα γίνεται. Ἀλλ' ἐπὶ εὐλαβείᾳ δόξαν ἔχεις; Ἂν μὲν ὄντως ᾖς εὐλαβὴς, καὶ μηδὲν ἑαυτῷ σύνοιδας πονηρὸν, χαίρειν δεῖ, οὐκ ἐπειδὴ δοκεῖς, ἀλλ' ἐπειδὴ εἶ· ἂν μέντοι μὴ ὢν, τῆς τῶν πολλῶν δόξης ἐπιθυμῇς, ἐννόει ὅτι οὐχ οὗτοι κρινοῦσιν ἡμῖν κατ' ἐκείνην τὴν ἡμέραν, ἀλλ' ὁ τὰ λανθάνοντα μετὰ ἀκριβείας ἐπιστάμενος. Εἰ δὲ συνειδὼς ἑαυτῷ ἁμαρτήματα, καθαρὸς εἶναι παρὰ πᾶσιν ὑποπτεύῃ, οὐ μόνον οὐ χαίρειν δεῖ, ἀλλὰ καὶ ἀλγεῖν καὶ στένειν πικρὸν, τὴν ἡμέραν ἐννοοῦντα συνεχῶς, καθ' ἣν πάντα ἀποκαλύπτεται, καθ' ἣν τὰ κρυπτὰ τοῦ σκότους φωτίζεται. Τιμῆς ἀπολαύεις; διακρούου ταύτην, εἰδὼς ὅτι σε ὀφειλέτην καθίστησιν. Οὐδείς σοι παρέχει τιμήν; καὶ χαίρειν δεῖ ἐπὶ τούτῳ· καὶ γάρ σοι μετὰ τῶν ἄλλων καὶ τοῦτο ὁ Θεὸς προβαλεῖται, ὅτι τιμῆς ἀπήλαυσας. Ἢ οὐχ ὁρᾷς, ὡς μετὰ τῶν ἄλλων εὐεργεσιῶν καὶ τοῦτο ἐγκαλεῖ ὁ Θεὸς διὰ τοῦ προφήτου· Ἔλαβον ἐκ τῶν υἱῶν ὑμῶν εἰς προφήτας, καὶ ἐκ τῶν νεανίσκων ὑμῶν εἰς ἁγιασμόν; Κἂν τοῦτο τοίνυν κερδανεῖς, ὅτι οὐκ ἔσῃ ὑπεύθυνος μείζονι τιμωρίᾳ. Ὁ μὲν γὰρ μὴ τιμώμενος ἐν τῷ παρόντι βίῳ, καὶ καταφρονούμενος καὶ οὐδὲ λόγου τινὸς ἀπολαύων, ἀλλὰκαὶ ὑβριζόμενος καὶ διαπτυόμενος, εἰ καὶ μηδὲν ἕτερον, τοῦτο γοῦν καρποῦται τὸ μὴ καὶ τούτου ὑπεύθυνος εἶναι, τοῦ τιμηθῆναι παρὰ τῶν ὁμοδούλων. Καὶ διὰ πολλὰ δὲ ἕτερα κερδαίνει ἐντεῦθεν· συστέλλεται, ταπεινοῦται, οὐδὲ, ἐὰν θέλῃ, μέγα φρονήσει ποτὲ, εἰ ἑαυτῷ μᾶλλον προσέχει. Ὁ μέντοι πολλῆς ἀπολαύων τιμῆς, πρὸς τῷ καὶ ὀφλημάτων εἶναι μεγάλων ὑπεύθυνος, καὶ εἰς ἀπόνοιαν αἴρεται καὶ εἰς κενοδοξίαν, καὶ γίνεται δοῦλος ἀνθρώπων. Εἶτα τῆς δεσποτείας ταύτης αὐξομένης, πολλὰ ἀναγκάζεται ποιεῖν, ὧν οὐ βούλεται.
2.4.1
Ὡς οὖν εἰδότες ὅτι τοῦτο βέλτιον ἡμῖν, ἢ ἐκεῖνο, μήτε ζητῶμεν τιμὰς, καὶ τὰς παρεχομένας διακρουώμεθα, ἀποῤῥίπτωμεν ἀφ' ἑαυτῶν, σβεννύωμεν τὴν ἐπιθυμίαν ταύτην. Ταῦτα καὶ πρὸς ἄρχοντας καὶ πρὸς ἀρχομένους ἡμῖν εἴρηται. Ψυχὴ γὰρ τιμῆς ἐπιθυμοῦσα καὶ τοῦ δοξάζεσθαι, οὐκ ὄψεται τὴν βασιλείαν τῶν οὐρανῶν. Οὐκ ἐμὸς οὗτος ὁ λόγος, οὐδὲ ἐμαυτοῦ λέγω ῥήματα, ἀλλὰ τοῦ θείου Πνεύματος· οὐκ ὄψεται, κἂν ἀρετὴν ἐργάζηται. Ἀπέχουσι γὰρ, φησὶ, τὸν μισθὸν αὐτῶν. Ὁ τοίνυν μισθὸν μὴ λαμβάνων, πῶς ὄψεται τὴν βασιλείαν τῶν οὐρανῶν; Οὐ κωλύω δόξης ἐφίεσθαι, ἀλλὰ δόξης βούλομαι τῆς ἀληθοῦς τῆς παρὰ τοῦ Θεοῦ· Οὗ ὁ ἔπαινος, φησὶν, οὐκ ἐξ ἀνθρώπων, ἀλλ' ἐκ τοῦ Θεοῦ. Ἐν τῷ κρυπτῷ ὦμεν εὐλαβεῖς, μὴ περικείμενοι τῦφον πολὺν καὶ σκηνὴν καὶ ὑπόκρισιν· ῥίψωμεν τοῦ προβάτου τὴν δορὰν, μᾶλλον δὲ γενώμεθα πρόβατα· οὐδὲν τῆς τῶν ἀνθρώπων δόξης οὐδαμινέστερον. Εἰπὲ γάρ μοι, ἐὰν ἴδῃς παίδων πλῆθος μικρῶν, ὑπομαζίων λέγω, ἆρα ἐπιθυμεῖς τῆς δόξης τῆς παρ' ἐκείνων; Οὕτω πρὸς τοὺς ἀνθρώπους διάκεισο πάντας δόξης ἕνεκεν. Διὰ τοῦτο κενοδοξία λέγεται. Οὐχ ὁρᾷς τὰ προσωπεῖα, ἃ περιτίθενται οἱ ἐπὶ τῆς σκηνῆς; πῶς μὲν καλὰ, πῶς δὲ λαμπρὰ, πῶς δὲ εἰς τὴν ἐσχάτην ἀκρίβειαν τῆς εὐμορφίας διαπεπλασμένα; ἔχεις μοι δεῖξαι ὄψιν τοιαύτην ἐπὶ τῆς ἀληθείας; Οὐδαμῶς. Τί οὖν; ἆρα ἠράσθης αὐτῶν ποτε; Οὔ· διὰ τί; ἐπειδὴ διάκενά ἐστι, καὶ μιμεῖται κάλλος, οὐκ ἔστι δὲ κάλλος. Οὕτω καὶ ἡ δόξα διάκενός ἐστι καὶ μιμεῖται δόξαν, οὐκ ἔστι δὲ δόξα. Ἐκείνη μόνη μένει ἡ φυσικὴ ἡ ἔνδον· αὕτη δὲ ἡ ἔξω ἐπικειμένη ἐπικρύπτει πολλάκις τὴν ἀμορφίαν, ἐπικρύπτει παρὰ ἀνθρώποις, καὶ μέχρι τῆς ἑσπέρας· τοῦ δὲ θεάτρου λυθέντος καὶ τῶν προσωπείων ἐπαρθέντων, ἕκαστος, ὅπερ ἐστὶ, τοῦτο φαίνεται. Μὴ τοίνυν ὡς ἐν σκηνῇ καὶ ἐν ὑποκρίσει τὴν ἀλήθειαν μετέλθωμεν. Εἰπὲ γάρ μοι, τί καλὸν ἔχει τὸ περιβλέπεσθαι παρὰ τῶν πολλῶν; κενοδοξία ἐστὶ, καὶ οὐδὲν ἕτερον· ἐπεὶ ἄνελθε εἰς τὴν οἰκίαν καὶ γενοῦ μόνος, καὶ εὐθέως διεῤῥύη τὸ πᾶν. Ἐνέβαλες εἰς τὴν ἀγοράν; ἐπέστρεψας τοὺς παρόντας; καὶ τί τὸ πλέον; Οὐδέν· ἐσβέσθη καὶ ἀπῆλθεν ὡς καπνὸς διαλυθείς. Τῶν οὖν ἀνυποστάτων οὕτως ἐρῶμεν; καὶ πόσης ταῦτα ἀλογίας, εἰπέ μοι; πόσης ἀνοίας; Πρὸς ἓν τοίνυν ὁρῶμεν μόνον, πῶς ὁ Θεὸς ἐπαινέσει ἂν τοῦτο σκοπῶμεν, οὐδέποτε ζητήσομεν τὰ παρὰ τῶν ἀνθρώπων, ἀλλὰ κἂν γένηται, καταφρονήσομεν, καταγελασόμεθα, διαπτύσομεν· ὡς ἂν εἰ χρυσίου μὲν ἐφιέμενοι, πηλὸν δὲ λαμβάνοντες, οὕτω διακεισόμεθα. Μὴ ἐπαινείτω σε ὁ δεῖνα· οὐδὲν γὰρ ὠφέλησε· κἂν ψέξῃ, οὐδὲν ἔβλαψεν. Ἐπὶ δὲ τοῦ Θεοῦ ταῦτα ἀμφότερα ἔχει τι κέρδος καὶ ζημίαν· τὰ δὲ παρὰ τῶν ἀνθρώπων πάντα μάταια. Καὶ κατὰ τοῦτο ἐξισούμεθα τῷ Θεῷ, ὅτι οὐ δεῖται τῆς παρ' ἀνθρώπων δόξης ἐκεῖνος· Δόξαν γὰρ, φησὶ, παρὰ ἀνθρώπων οὐ λαμβάνω. Μικρὸν μὲν οὖν τοῦτο, εἰπέ μοι; Ὅταν μὴ θέλῃς καταφρονεῖν δόξης, εἰπὲ ὅτι τῷ Θεῷ ἴσος γίνομαι καταφρονήσας, καὶ εὐθέως καταφρονήσεις. Οὐ γὰρ ἔστιν, ἄνθρωπον δόξης δοῦλον, μὴ πάντων εἶναι δοῦλον, καὶ αὐτῶν τῶν ἀνδραπόδων δουλικώτερον. Οὐ γὰρ ἐπιτάττομεν τοιαῦτα τοῖς δούλοις τοῖς ἡμετέροις, οἷα ἐκείνη τοῖς ὑπ' αὐτῆς ἁλοῦσιν· αἰσχρὰ καὶ αἰσχύνης γέμοντα πράγματα καὶ φθέγγεσθαι ποιεῖ καὶ πάσχειν· καὶ μάλιστα ὅταν ἴδῃ ὑπακούοντας, ἐπιτείνει μᾶλλον τὰ ἐπιτάγματα. Φύγωμεν οὖν, φύγωμεν, παρακαλῶ, τὴν δουλείαν ταύτην. Πῶς δὲ, φησὶ, δυνησόμεθα; Ἂν φιλοσοφήσωμεν περὶ τῶν ἐνταῦθα, ἂν ἴδωμεν ὅτι τὰ παρόντα πράγματα ὄναρ ἐστὶ καὶ σκιὰ, καὶ οὐδὲν ἕτερον, εὐκόλως αὐτῆς περιεσόμεθα, καὶ οὔτε ἐν τοῖς μικροῖς, οὔτε ἐν τοῖς μεγάλοις ἁλωσόμεθα· ἂν δὲ μὴ ἐν τοῖς μικροῖς καταφρονῶμεν, καὶ ἐν τοῖς μεγίστοις ῥᾳδίως περιπεσούμεθα. Πόῤῥωθεν οὖν ἀναστέλλωμεν αὐτῆς τὰς πηγάς· αὗται δέ εἰσιν ἄνοια καὶ τὸ ταπεινὴν κεκτῆσθαι ψυχήν· ὡς ἐὰν ὑψηλὸν λάβωμεν φρόνημα, δυνησόμεθα καὶ τῆς παρὰ τῶν πολλῶν τιμῆς ὑπεριδεῖν, καὶ πρὸς τὸν οὐρανὸν τεῖναι τὴν διάνοιαν, καὶ τῶν ἐκεῖ ἐπιτυχεῖν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.