In epistulam ad Titum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
3.0.1
Εἶπέ τις ἐξ αὐτῶν ἴδιος αὐτῶν προφήτης· Κρῆτες ἀεὶ ψεῦσται, κακὰ θηρία, γαστέρες ἀργαί. Ἡ μαρτυρία αὕτη ἐστὶν ἀληθής. Δι' ἣν αἰτίαν ἔλεγχε αὐτοὺς ἀποτόμως, ἵνα ὑγιαίνωσιν ἐν τῇ πίστει, μὴ προσέχοντες Ἰουδαϊκοῖς μύθοις καὶ ἐντολαῖς ἀνθρώπων ἀποστρεφομένων τὴν ἀλήθειαν.
3.1.1
Πολλὰ ἐνταῦθά ἐστι τὰ ζητούμενα, πρῶτον μὲν, τίς ὁ εἰρηκώς· δεύτερον δὲ, τί δήποτε ὁ Παῦλος αὐτοῖς ἐχρήσατο· τρίτον, ὅτι οὐδὲ ὀρθῶς ἔχουσαν μαρτυρίαν παρήγαγε. Φέρε οὖν καὶ ἕτερα προσθέντες οὕτω καιρίαν τὴν λύσιν ἐπαγάγωμεν. Καὶ γὰρ ὅτε τοῖς Ἀθηναίοις διελέγετο, μεταξὺ τῆς δημηγορίας φησὶν, Ἀγνώστῳ Θεῷ· καὶ πάλιν, Τοῦ γὰρ καὶ γένος ἐσμὲν, ὡς καί τινες τῶν καθ' ὑμᾶς ποιητῶν εἰρήκασιν. Ἐπιμενίδης οὖν ἐστιν ὁ εἰρηκὼς, Κρὴς καὶ αὐτὸς ὤν· ἀλλὰ πόθεν κινούμενος, ἀναγκαῖον εἰπεῖν τὴν ὑπόθεσιν πρὸς ὑμᾶς· ἔχει δὲ οὕτως· Οἱ Κρῆτες τάφον ἔχουσι τοῦ Διὸς ἐπιγραφέντα τοῦτο· Ἐνταῦθα Ζὰν κεῖται, ὃν [ι. τὸν] Δία κικλήσκουσι. Διὰ ταύτην οὖν τὴν ἐπιγραφὴν ὁ ποιητὴς ψεύστας τοὺς Κρῆταςκωμῳδὼν, προϊὼν πάλιν ἐπάγει, αὔξων μᾶλλον τὴν κωμῳδίαν· Καὶ γὰρ τάφον, ὦ ἄνα, σεῖο Κρῆτες ἐτεκτήναντο· σὺ δ' οὐ θάνες· ἐσσὶ γὰρ αἰεί. Εἰ τοίνυν αὕτη ἡ μαρτυρία ἀληθὴς, ὅρα τὸν κίνδυνον ὅσος. Εἰ γὰρ ἀληθὴς ὁ ποιητὴς εἰπὼν ὅτι ἐψεύσαντο, τεθνηκέναι τὸν Δία εἰπόντες, ὥς φησιν ὁ ἀπόστολος, μέγας ὁ κίνδυνος. Προσέχετε, Ἀγαπητοὶ, μετὰ πολλῆς τῆς ἀκριβείας· Εἶπεν ὁ ποιητὴς, ὅτι ψεύδονται οἱ Κρῆτες οἱ τὸν Δία εἰπόντες τετελευτηκέναι· ἐβεβαίωσε τὴν μαρτυρίαν αὐτοῦ ὁ Ἀπόστολος. Οὐκοῦν κατὰ τὸν Ἀπόστολον ἀθάνατος ὁ Ζεύς· Αὕτη γὰρ, φησὶν, ἡ μαρτυρία ἀληθής ἐστι. Τί οὖν ἐροῦμεν; μᾶλλον δὲ πῶς ἔστι τοῦτο ἐπιλύσασθαι; Οὐ τοῦτο εἶπεν ὁ Ἀπόστολος, ἀλλ' ἁπλῶς οὕτως ἔλαβε τὴν μαρτυρίαν καὶ ἀφελῶς πρὸς τὸ ἦθος αὐτῶν τὸ ἐψευσμένον. Διὰ τί γὰρ μὴ ἐπήγαγε τὸ, Καὶ γὰρ τάφον, ὦ ἄνα, σεῖο Κρῆτες ἐτεκτήναντο; Ὥστε οὐ τοῦτο εἶπεν ὁ Ἀπόστολος, ἀλλ' ὅτι καλῶς ὁ δεῖνα εἶπεν, ὅτι ψεῦσταί εἰσιν οἱ Κρῆτες. Οὐκ ἐντεῦθεν δὲ μόνον ἰσχυριζόμεθα, ὅτι οὐκ ἔστι θεὸς ὁ Ζεύς· ἔνεστι γὰρ καὶ ἑτέρωθεν πολλαχόθεν κατασκευάζοντας, καὶ οὐχὶ ἀπὸ τῆς τῶν Κρητῶν μαρτυρίας, τοῦτο σαφῶς ἀποδεῖξαι. Ἄλλως δὲ οὐκ ἐν τούτῳ εἶπεν αὐτοὺς ψεύδεσθαι· μᾶλλον δὲ εἰκὸς καὶ τοῦτο ἐψεῦσθαι αὐτούς· καὶ γὰρ καὶ ἄλλους ἐνόμιζον θεούς. Διὰ τοῦτο ὁ Ἀπόστολος ψεύστας αὐτοὺς εἶπεν. Ἀλλὰ τὸ ζητούμενον, τί δήποτε ἀπὸ τῶν Ἑλληνικῶν ἄγει τὰς μαρτυρίας. Ὅτι μάλιστα τούτοις ἐντρέπομεν αὐτοὺς, ὅταν οἴκοθεν ἐνέγκωμεν τὰς μαρτυρίας καὶ τὰς κατηγορίας, ὅταν τοὺς παρ' αὐτοῖς θαυμαστοὺς, τούτους ἐπιστήσωμεν αὐτοῖς αἰτιωμένους. Διὰ τοῦτο καὶ ἑτέρωθι κέχρηται λέγων, Ἀγνώστῳ Θεῷ. Οἱ γὰρ Ἀθηναῖοι ἐπειδὴ οὐκ ἐξ ἀρχῆς τοὺς θεοὺς πάντας παρέλαβον, ἀλλὰ κατὰ χρόνους, καὶ ἄλλους τινὰς, ὡς τὰ ἐκ τῶν Ὑπερβορέων, ὡς τὰ τοῦ Πανὸς, ὡς τὰ μικρὰ, ὡς τὰ μεγάλα μυστήρια ἐπήγαγον ὕστερον, οὗτοι στοχαζόμενοι ἀπὸ τούτων, ὅτι εἰκὸς καὶ ἄλλον εἶναι θεὸν, ὑπ' αὐτῶν δὲ ἠγνοῆσθαι, ἵνα καὶ περὶ ἐκεῖνον ὦσιν εὐκαθοσίωτοι, τούτῳ βωμὸν ἔστησαν ἐπιγράψαντες, Ἀγνώστῳ Θεῷ, μονονουχὶ τοῦτο δηλοῦντες, καὶ εἴ τις ἄγνωστος εἴη θεός. Εἶπεν οὖν, ὅτι Ὃν προλαβόντες ὑμεῖς ἐπέγνωτε, τοῦτον ἐγὼ καταγγέλλω ὑμῖν. Τὸ δὲ, Τοῦ γὰρ καὶ γένος ἐσμὲν, περὶ τοῦ Διὸς εἴρηται τῷ Ἀράτῳ· ὃς ἐπεὶ ἀρχόμενος εἶπε, Μεσταὶ δὲ Διὸς μὲν ἀγυιαὶ, μεστὴ δὲ θάλασσα, τότε ἐπήγαγε τὸ, Τοῦ γὰρ καὶ γένος ἐσμὲν, δεικνὺς οἶμαι κἀκεῖνος ὅτι γεγόναμεν ἐκ Θεοῦ. Πῶς οὖν ὁ Παῦλος τὰ περὶ τοῦ Διὸς εἰρημένα εἰς τὸν Θεὸν τῶν ὅλων εἵλκυσεν; Οὐ τὰ περὶ τοῦ Διὸς εἰρημένα εἵλκυσεν εἰς τὸν Θεὸν, ἀλλὰ τὰ προσήκοντα τῷ Θεῷ, καὶ οὐ γνησίως οὐδὲ κυρίως ἐπιτεθέντα τῷ Διὶ, ταῦτα ἀποδίδωσι τῷ Θεῷ· ἐπεὶ καὶ τὸ, θεὸς, ὄνομα αὐτοῦ μόνου ἐστὶ, καὶ παρανόμως ἐπίκειται τοῖς εἰδώλοις. Ἀλλὰ πόθεν ἐχρῆν αὐτοῖς διαλεχθῆναι; ἀπὸ τῶν προφητῶν; Ἀλλ' οὐκ ἂν ἐπίστευσαν· ἐπεὶ καὶ Ἰουδαίοις οὐδὲν ἀπὸ τῶν Εὐαγγελίων φθέγγεται, ἀλλ' ἀπὸ τῶν προφητῶν· διὰ τοῦτό φησιν, Ἐγενόμην τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος, τοῖς ἀνόμοις ὡς ἄνομος, τοῖς ὑπὸ νόμον ὡς ὑπὸ νόμον.
3.2.1
Τοῦτο καὶ ὁ Θεὸς ποιεῖ· οἷον ἐπὶ τῶν μάγων, οὐ δι' ἀγγέλου αὐτοὺς ἄγει, οὐ διὰ προφήτου, οὐ δι' ἀποστόλου, οὐ δι' εὐαγγελιστοῦ, ἀλλὰ πόθεν; Διὰ ἄστρου· ἐπειδὴ γὰρ περὶ ταῦτα τὴν τέχνην εἶχον, ἐκεῖθεν αὐτοὺς εἵλκυσε. Πάλιν ἐπὶ τῶν βοῶν ἐπὶ τῆς κιβωτοῦ, Ἐὰν πορευθῶσι, φησὶ, τήνδε τὴν ὁδὸν, ἀληθής ἐστιν ἡ τοῦ Θεοῦ ἀγανάκτησις, καθάπερ οἱ μάντεις ὑπετίθεντο. Οὐκοῦν ἀληθεύουσιν οἱ μάντεις; Ἄπαγε· ἀλλ' ἀπὸ τῶν οἰκείων στομάτων αὐτοὺς ἐλέγχει καὶ καταπλήττει. Πάλιν ἐπὶ τῆς ἐγγαστριμύθου· καὶ γὰρ ἐπειδὴ ταύτῃ ἐπίστευε, διὰ ταύτης ἐποίησεν ἀκοῦσαι τὸν Σαοὺλ τὰ μέλλοντα αὐτὸν καταλαμβάνειν. Τίνος οὖν ἕνεκεν ἐπεστόμισε τὸν δαίμονα ὁ Παῦλος τὸν λέγοντα, Οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου εἰσὶν, οἵτινες καταγγέλλουσιν ἡμῖν ὁδὸν σωτηρίας; τίνος δὲ ἕνεκεν καὶ ὁ Χριστὸς κωλύει τοὺς δαίμονας φθέγγεσθαι; Ἐκεῖ μὲν εἰκότως· καὶ γὰρ τὰ σημεῖα προεχώρει· ἐπεὶ καὶ ἐνταῦθα οὐκ ἀστὴρ ἦν, ἀλλ' αὐτὸς ἑαυτὸν ἐκήρυττε· καὶ οἱ δαίμονες δὲ οὐ προσεκυνοῦντο. Οὐκ ἦν γὰρ εἴδωλον τὸ φθεγγόμενον, ἵνα κωλυθῇ. Καὶ τὸν Βαλαὰμ δὲ εἴασεν εὐλογῆσαι, καὶ οὐκ ἐκώλυσεν. Οὕτω πανταχοῦ συγκαταβαίνει. Καὶ τί τοῦτο θαυμάζεις; Αὐτὸς περὶ ἑαυτοῦ ἀφίησι δόξας πονηρὰς καὶ ἀναξίους ἑαυτοῦ συνίστασθαι, οἷον ὅτι σῶμα ἦν πρότερον, ὅτι ὁρατός· πρὸς τοῦτο γοῦν λέγει, Πνεῦμα ὁ Θεός. Πάλιν ὅτι χαίρει ταῖς θυσίαις, ὅπερ ἦν ἀλλότριον αὐτοῦ, καὶ ῥήματα φθέγγεται ἀπᾴδοντα αὐτοῦ τῆς ὁμολογίας· καὶ ὅσα τοιαῦτα. Οὐδαμοῦ γὰρ τὴν ἀξίαν ὁρᾷ τὴν ἑαυτοῦ, ἀλλὰ πανταχοῦ τὸ ἡμῖν χρήσιμον. Εἰ γὰρ πατὴρ οὐχ ὁρᾷ τὴν ἀξίαν τὴν ἑαυτοῦ, ἀλλὰ συμψελλίζει τοῖς παιδίοις, καὶ τροφὴν καὶ ἐδέσματα καὶ πόματα οὐχ Ἑλληνικοῖς ὀνόμασι καλῶν, ἀλλὰ παιδικῇ τινι διαλέξει καὶ βαρβάρῳ, πολλῷ μᾶλλον ὁ Θεός. Καὶ ὀνειδίζει συγκαταβατικῶς διὰ τοῦ προφήτου, λέγων· Εἰ ἀλλάξονται ἔθνη θεοὺς αὐτῶν· καὶ πανταχοῦ συγκατάβασίς ἐστι τὰ ἐν ταῖς Γραφαῖς, καὶ ῥήματα καὶ πράγματα. Δι' ἣν αἰτίαν, φησὶν, ἔλεγχε αὐτοὺς ἀποτόμως, ἵνα ὑγιαίνωσι τῇ πίστει. Διὰ τοῦτό φησιν, ἐπειδὴ ἦθος αὐτοῖς ἐστιν ἰταμὸν καὶ δολερὸν καὶ ἀκόλαστον. Τάδε μυρία κακὰ αὐτοὶ ἔχουσιν. Ὅταν δὲ καὶ ψεύδωνται προχείρως, καὶ δολεροὶ ὦσι καὶ γαστρίμαργοι καὶ ἀργοὶ, σφοδροῦ καὶ πληκτικοῦ τοῦ λόγου δεῖ· προσηνείᾳ γὰρ οὐκ ἂν ἀχθείη ὁ τοιοῦτος. Ἔλεγχε οὖν αὐτούς. Ἐνταῦθα οὐ τοὺς ἀλλοτρίους φησὶν, ἀλλὰ τοὺς οἰκείους. Ἀποτόμως. Βαθυτέραν, φησὶ, δίδου τὴν πληγήν. Οὐ γὰρ πᾶσιν ἑνὶ τρόπῳ προσενεκτέον, ἀλλὰ διαφόρως καὶ ποικίλως, καὶ πρὸς τὰ ὑποκείμενα. Οὐδαμοῦ παρακαλεῖ ἐνταῦθα. Ὥσπερ γὰρ ὁ τὸν ἐπιεικῆ καὶ εὐγενῆ πλήττων ἀναιρεῖ καὶ ἀπόλλυσιν· οὕτως ὁ τὸν δεόμενον σφοδρότητος κολακεύων διαφθείρει καὶ οὐκἀφίησι διαναστῆναι. Ἵνα ὑγιαίνωσι, φησὶν, ἐν τῇ πίστει. Ἄρα τοῦτο ὑγεία, τὸ μηδὲν νόθον μηδὲ ἀλλότριον ἐπεισάγειν. Εἰ δὲ οἱ βρώματα παρατηροῦντες οὐχ ὑγιαίνουσιν, ἀλλὰ νοσοῦσι καὶ ἀσθενοῦσι (Τοὺς γὰρ ἀσθενοῦντας, φησὶ, τῇ πίστει προσλαμβάνεσθε μὴ εἰς διακρίσεις διαλογισμῶν)· τί ἂν εἴποι τις περὶ τῶν τὰ αὐτὰ νηστευόντων αὐτοῖς, περὶ τῶν σαββατιζόντων, περὶ τῶν εἰς τόπους ἀπερχομένων ἐκείνοις ἀφιερωμένους; τὸν ἐν Δάφνῃ λέγω, τὸ τῆς Ματρώνης λεγόμενον σπήλαιον, τὸν ἐν Κιλικίᾳ τόπον τὸν τοῦ Κρόνου λεγόμενον. Πῶς δὲ οὗτοι ὑγιαίνουσι; Διὸ χρὴ σφοδροτέρας αὐτοῖς τῆς πληγῆς. Διὰ τί οὖν ἐπὶ Ῥωμαίων τὸ αὐτὸ οὐ ποιεῖ; Ὅτιοὐ τοιαῦτα τὰ ἤθη ἐκείνων, ἀλλ' εὐγενέστεροι ἐτύγχανον. Μὴ προσέχοντες, φησὶν, Ἰουδαϊκοῖς μύθοις. Διπλῇ μῦθος τὰ Ἰουδαϊκὰ, καὶ ὅτι παραποίησις, καὶ ὅτι παρὰ καιρὸν τὸ πρᾶγμα· λοιπὸν γὰρ μῦθος γίνεται. Ὅταν γὰρ μὴ δεῖ αὐτὸ γενέσθαι, καὶ γενόμενον βλάπτῃ, μῦθός ἐστιν, ὥσπερ ἄχρηστόν ἐστιν. Ὥσπερ οὖν ἐκείνοις οὐ δεῖ πείθεσθαι, οὕτως οὐδὲ τούτοις· οὐ γάρ ἐστιν ὑγιαίνειν. Εἰ γὰρ πιστεύεις τῇ πίστει, τί ἕτερα ἐπεισάγεις, ὡς οὐκ ἀρκούσης τῆς πίστεως δικαιῶσαι; τί καταδουλοῖς ἑαυτὸν καὶ ὑποβάλλεις τῷ νόμῳ; οὐ θαῤῥεῖς τῷ πράγματι; Τοῦτο νοσοῦντός ἐστι καὶ ἀπιστοῦντος· πιστῆς γὰρ διανοίας μὴ ἀμφιβάλλειν· ἀμφιβάλλει δὲ ὁ τοιοῦτος. Πάντα μὲν, φησὶ, καθαρὰ τοῖς καθαροῖς. Ὁρᾷς ὅτι πρός τί ἐστι τὸ εἰρημένον; Τοῖς δὲ μεμιαμμένοις, φησὶ, καὶ ἀπίστοις οὐδὲν καθαρόν.
3.3.1
Οὐκ ἄρα παρὰ τὴν οἰκείαν φύσιν καθαρὰ ἢ ἀκάθαρτα, ἀλλὰ παρὰ τὴν προαίρεσιν τῶν μεταλαμβανόντων. Ἀλλὰ μεμίανται αὐτῶν, φησὶ, καὶ ὁ νοῦς καὶ ἡ συνείδησις. Θεὸν ὁμολογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρνοῦνται, βδελυκτοὶ ὄντες καὶ ἀπειθεῖς καὶ πρὸς πᾶν ἔργον ἀγαθὸν ἀδόκιμοι. Οὐκοῦν καὶ ὁ ὗς καθαρόν· τί οὖν ὡς ἀκάθαρτον ἀπηγόρευται; Οὐ τῇ φύσει ἀκάθαρτον ἦν· πάντα γὰρ καθαρά· ἐπεὶ οὐδὲν ἰχθύος ἀκαθαρτότερον, ὅπου γε καὶ ἀνθρωπίνων ἀπογεύεται σωμάτων· ἀλλ' ἐπετέτραπτο, καὶ καθαρὸν εἶναι ἐδόκει. Πάλιν οὐδὲν ὄρνιθος ἀκαθαρτότερον· σκώληκας γὰρ ἐσθίει· οὐδὲν ἐλάφου· καὶ γὰρ καὶ παρὰ τοῦτό φασιν αὐτὸν καλεῖσθαι ἔλαφον διὰ τὸ ὄφεις ἐσθίειν· ἀλλὰ πάντα ταῦτα ἠσθίετο. Τίνος οὖν ἕνεκεν τὸν ὗν καὶ ἕτερά τινα τοιαῦτα ἀπηγόρευσεν; Οὐχ ὡς ἀκάθαρτα, ἀλλὰ τὸ πλέον τῆς τρυφῆς περικόπτων. Ἀλλ' εἰ μὲν τοῦτο εἶπεν, οὐκ ἂν ἔπεισε· νῦν δὲ τῷ φόβῳ τῆς ἀκαθαρσίας αὐτοὺς κατέσχε. Τί γὰρ, εἰπέ μοι, οἴνου ἀκαθαρτότερον, εἰ ταῦτα ἐξετάζειν χρή; τί δὲ ὕδατος, εἰπέ μοι, ᾧ μάλιστα ἐκαθαίροντο; νεκρῶν οὐχ ἥπτοντο, καὶ νεκρῷ καθηγνίζοντο· τὸ γὰρ σφαζόμενοννεκρὸν, καὶ τούτῳ ἐκαθαίροντο. Οὕτω παίδων ἦν ἡ διδασκαλία. Σκόπει δέ· Ὁ οἶνος οὐχὶ ἀπὸ κόπρου τὴν σύστασιν ἔχει; ὥσπερ γὰρ ἀπὸ τῆς γῆς ἕλκει ἡ ἄμπελος τὴν νοτίδα, οὕτω καὶ ἀπὸ τῆς κόπρου τῆς παρακειμένης. Καὶ ὅλως, εἰ βουλοίμεθα ἀκριβολογεῖσθαι, πάντα ἀκάθαρτα. Ἀλλ' οὐδὲν, εἰ βουλοίμεθα μὴ ἀκριβολογεῖσθαι, ἀκάθαρτον, ἀλλὰ πάντα καθαρά· οὐδὲν ὁ Θεὸς ἀκάθαρτον ἐποίησεν· οὐδὲν γὰρ ἀκάθαρτον, εἰ μὴ ἡ ἁμαρτία μόνη· ψυχῆς γὰρ ἅπτεται, καὶ ταύτην ῥυποῖ. Τοῦτο δὲ πρόληψίς ἐστιν ἀνθρωπίνη. Τοῖς δὲ μεμιαμμένοις, φησὶ, καὶ ἀπίστοις οὐδὲν καθαρὸν, ἀλλὰ μεμίανται αὐτῶν καὶ ὁ νοῦς καὶ ἡ συνείδησις. Πῶς γὰρ ἐν τοῖς καθαροῖς ἀκάθαρτον ἂν εἴης; Ὁ ψυχὴν ἔχων ἀσθενῆ, πάντα ῥυποῖ. Εἰ δὲ ἐνσπαρῇ τοιοῦτος λογισμὸς τὸ καθαρὸν καὶ τὸ ἀκάθαρτον ζητῶν, οὐδενὸς ἅψεται· οὐδὲ γὰρ ταῦτα καθαρὰ, ἰχθῦς λέγω, καὶ τὰ ἄλλα κατὰ τὸν αὐτῶν λογισμὸν (Μεμίανται αὐτῶν, φησὶ, καὶ ὁ νοῦς καὶ ἡ συνείδησις), ἀλλὰ πάντα μιαρά. Ἀλλ' οὐκ εἶπεν οὕτως, ἀλλὰ τί; Περιέτρεψεν εἰς αὐτοὺς τὸ πᾶν. Οὐδὲν γὰρ ἀκάθαρτον, φησὶν, ἀλλ' αὐτοὶ, καὶ ὁ νοῦς καὶ ἡ συνείδησις αὐτῶν· τούτων οὐδέν ἐστιν ἀκαθαρτότερον. Θεὸν ὁμολογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρνοῦνται, βδελυκτοὶ ὄντες καὶ ἀπειθεῖς, καὶ πρὸς πᾶν ἔργον ἀγαθὸν ἀδόκιμοι. Σὺ δὲ λάλει ἃ πρέπει τῇ ὑγιαινούσῃ διδασκαλίᾳ. Τοῦτό ἐστιν ἀκαθαρσία· αὐτοί εἰσιν ἀκάθαρτοι· ἀλλὰ μὴ τούτων ἕνεκεν σιγήσῃς. Κἂν μὴ δέχωνται, φησὶ, σὺ τὰ σαυτοῦ πράττε· κἂν μὴ πείθωνται, σὺ παραίνει καὶ συμβούλευε. Ἐνταῦθα πλέον αὐτοὺς διαβάλλει. Καὶ γὰρ οἱ μαινόμενοι οὐδὲν νομίζουσιν ἑστηκέναι· ἀλλ' οὐ παρὰ τὰ ὁρώμενα τοῦτο γίνεται, ἀλλὰ παρὰ τοὺς ὁρῶντας ὀφθαλμούς. Ἐπειδὴ ἄστατοί εἰσι καὶ ἰλιγγιῶντες, νομίζουσι περιστρέφεσθαι αὐτοῖς τὴν γῆν· ἀλλ' οὐ περιστρέφεται, ἀλλ' ἕστηκε παγία· τοῦ γὰρ πάθους αὐτῶν ἡ ἀπόνοια, οὐ τοῦ στοιχείου τὸ πάθος. Οὕτω καὶ ἐνταῦθα· ὅταν ψυχὴ ἀκάθαρτος ᾖ, πάντα ἀκάθαρτα νομίζει. Ἄρα οὖν οὐ τὸ παρατηρεῖσθαι καθαρότητος, ἀλλὰ καθαρότητος τὸ πάντων κατατολμᾷν· ὁ γὰρ φύσει καθαρὸς, πάντων κατατολμᾷ, οἱ δὲ ἐῤῥυπωμένοι, οὐδενός. Τοῦτο καὶ πρὸς Μαρκίωνα ἔστιν εἰπεῖν. Ὁρᾷς ὅτι καθαρότητος τεκμήριον τίθεται τὸ παντὸς ῥύπου ἀνώτερον εἶναι, τὸ δὲ μηδενὸς ἅπτεσθαι, ἀκαθαρσίας; Οὕτω καὶ ἐπὶ Θεοῦ· ὅτι σάρκα ἀνέλαβε, τοῦτο καθαρότητος· εἰ δεδοικὼς δὲ οὐκ ἀνέλαβε, ῥύπου. Ὁ τὰ δοκοῦντα εἶναι ἀκάθαρτα μὴ ἐσθίων, οὗτός ἐστιν ἀκάθαρτος καὶ ἀσθενής· ὁ δὲ ἐσθίων, οὐκέτι. Μὴ καθαροὺς τοίνυν καλῶμεν τοὺς τοιούτους· οὗτοί εἰσιν οἱ ἀκάθαρτοι· ὁ δὲ πάντων κατατολμῶν, καθαρός. Ταύτην τὴν εὐλάβειαν ἐπὶ τῶν ῥυπούντων τὴν ψυχὴν ἐπιδείκνυσθαι χρή· ἐκεῖνο γὰρ ἀκαθαρσία, ἐκεῖνο ῥύπος· τοῦτο δὲ οὐδὲν τούτων. Ἐπεὶ καὶ οἱ στόμα ἔχοντες διεφθαρμένον νομίζουσι τὰ προσφερόμενα ἀκάθαρτα εἶναι, τοῦτο δὲ τοῦ πάθους ἐστί. Χρὴ τοίνυν τῶν καθαρῶν σφόδρα εἰδέναι καὶ τῶν ἀκαθάρτων τὴν φύσιν. Τί οὖν ἐστιν ἀκάθαρτον; Ἁμαρτία, κακία, πλεονεξία, πονηρία. Λούσασθε, φησὶ, καθαροὶ γίνεσθε, ἀφέλετε τὰς πονηρίας ὑμῶν ἀπὸ τῶν ψυχῶν ὑμῶν. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεός. Ἐξέλθετε ἐκ μέσου αὐτῶν, καὶ ἀφορίσθητε, φησὶ, καὶ ἀκαθάρτου μὴ ἅπτεσθε· ἐπεὶ καὶ αἱ παρατηρήσεις ἐκεῖναι σύμβολα ἦσαν καθαρσιῶν. Νεκροῦ, φησὶ, μὴ ἅψῃ. Τοιοῦτον γὰρ ἡ ἁμαρτία, νεκρὸν καὶ ὀδωδός. Ὁ λεπρὸς, φησὶν, ἀκάθαρτός ἐστι. Καὶ γὰρ ἡ ἁμαρτία ποικίλον καὶ πολυειδές. Καὶ ὅτι τοῦτο αἰνίττεται, ἐκ τῶν ἑξῆς δῆλον. Ἐὰν γὰρ ᾖ διαπαντὸς ἡ λέπρα καὶ καθ' ὅλου τοῦ σώματος, καθαρός ἐστιν· ἐὰν δὲ ἐν μέρει, οὐκέτι. Ὁρᾷς ὅτι τὸ ποικίλον καὶ ἐνηλλαγμένον ἐστὶ τὸ ἀκάθαρτον; Πάλιν ὁ γονοῤῥυὴς ἀκάθαρτος ἐν τῇ ψυχῇ. Λόγισαι τὸν γονοῤῥυῆ, τὸν τὰ σπέρματα ἀποβάλλοντα. Ὁ μὴ περιτμηθεὶς πάλιν ἀκάθαρτος. Ὁρᾷς πῶς οὐκ ἔστι ταῦτα ἀλληγορία, ἀλλὰ τύποι; Ὁ μὴ περιελὼν, φησὶ, τῆς ψυχῆς τὴν κακίαν. Ὁ ἐργαζόμενος ἐν τῷ σαββάτῳ, λιθάζεται· τουτέστιν, ὁ μὴ διαπαντὸς ἀνακείμενος τῷ Θεῷ, οὗτος ἀπόλλυται. Εἴδετε πόσοι τρόποι ἀκαθαρσιῶν; Ἡ ἀπὸ λέχους, φησὶν, ἀκάθαρτός ἐστι. Διὰ τί, εἰπέ μοι; Οὐχὶ σπόρον καὶ γέννησιν αὐτὸς ἐποίησε; τίνος οὖν ἕνεκεν ἀκάθαρτος ἡ γυνή; εἰ μὴ ἕτερόν τι ᾐνίττετο. Τί δὲ τοῦτό ἐστιν; Εὐλάβειαν ἐνέτικτε τῇ ψυχῇ, τῆς πορνείας ἀπήγαγε πόῤῥω. Εἰ γὰρ ἡ τεκοῦσα ἀκάθαρτος, πολλῷ μᾶλλον ἡ πορνεύουσα· εἰ τὸ τῇ γυναικὶ τῇ ἑαυτοῦ πλησιάζειν οὐ σφόδρα καθαρὸν, τὸ ἀλλοτρίᾳ μίγνυσθαι πολλῷ μᾶλλον. Ὁ ἀπὸ κήδους, φησὶν, ἀκάθαρτος· πολλῷ μᾶλλον ὁ ἀπὸ φόνου καὶ πολέμου. Καὶ πολλοὺς ἂν εὕροι τις τρόπους ἀκαθαρσιῶν, εἴ γε δεῖ πάντας ἀναλέγεσθαι. Ἀλλ' οὐ νῦν ταῦτα ἀπαιτούμεθα, ἀλλὰ μετέστη εἰς τὴν ψυχὴν τὸ πᾶν. Τὰ γὰρ σωματικὰ ἐγγυτέρω ἡμῶν· διὰ τοῦτο ἀπὸ τούτου ἐνήγαγεν· ἀλλ' οὐ νῦν· οὐ γὰρ ἔδει παρακαθέζεσθαι τοῖς τύποις, οὐδὲ προσεδρεύειν ταῖς σκιαῖς, ἀλλὰ τῆς ἀληθείας ἔχεσθαι, καὶ ταύτης ἀντιλαμβάνεσθαι. Ἀκάθαρτον ἡ ἁμαρτία· ταύτην φεύγωμεν, ταύτης ἀπεχώμεθα· Ἐὰν προσέλθῃς, φησὶ πρὸςαὐτὴν, δέξεταί σε. Οὐδὲν πλεονεξίας ἀκαθαρτότερον. Πόθεν τοῦτο δῆλον; Ἀπ' αὐτῶν τῶν πραγμάτων. Τί γὰρ οὐ μιαίνει; χεῖρας, ψυχὴν, αὐτὴν τὴν οἰκίαν, ἔνθα ἀπόκειται τὰ ἁρπαζόμενα. Πρὸς Ἰουδαίους μὲν οὖν οὐδὲν τοῦτο εἶναι δοκεῖ. Καίτοι ὀστᾶ ἐβάστασεν ὁ Μωϋσῆς τοῦ Ἰωσὴφ, καὶ ὁ Σαμψὼν ἀπὸ σιαγόνος ὄνου ἔπιε, καὶ ἀπὸ λέοντος μέλι ἔφαγε, καὶ Ἠλίας ἀπὸ κοράκων ἐτρέφετο, καὶ παρὰ γυναικὸς χήρας. Τί δὲ, εἰπέ μοι, εἰ τούτων ἕνεκεν ἀκριβολογεῖσθαι χρὴ, τὰ δέρματα τῶν βιβλίων αὐτῶν οὐ πάντων ἦν ἐναγέστερα; καὶ γὰρ ἀπὸ νεκρῶν ζώων ἐστίν. Οὐχὶ ὁ πόρνος τοίνυν ἀκάθαρτος μόνον, ἀλλὰ καὶ ἕτεροι τούτου μᾶλλον, καὶ ὁ μοιχὸς ἀκάθαρτος· ἀκάθαρτος δὲ καὶ οὗτος κἀκεῖνος, οὐ διὰ τὴν μίξιν· ἐπεὶ κατὰ τοῦτον τὸν λόγον καὶ ὁ γυναικὶ ἰδίᾳ πλησιάζων, ἀκάθαρτος· ἀλλὰ διὰ τὴν ἀδικίαν καὶ τὴν πλεονεξίαν, ὅτι τὸν ἀδελφὸν ἐπλεονέκτησεν ἐν τοῖς ἀναγκαιοτάτοις. Ὁρᾷς ὅτι ἡ κακία ἀκάθαρτον; Καὶ ὁ μὲν δύο γυναῖκας ἔχων οὐκ ἦν ἀκάθαρτος· καὶ πολλὰς ἔχων ὁ Δαυῒδ οὐκ ἦν ἀκάθαρτος· ἐπειδὴ δὲ μίαν ἔσχε παρανόμως, ἀκάθαρτος γέγονε. Διὰ τί; Ὅτι ἠδίκησεν, ὅτι ἐπλεονέκτησε. Καὶ ὁ πόρνος δὲ οὐ διὰ τοῦτο ἀκάθαρτος διὰ τὴν μίξιν, ἀλλὰ διὰ τὸν τρόπον, ὅτι ἀδικεῖ τὸ γύναιον, καὶ ἀλλήλους ἀδικοῦσι τὴν γυναῖκα ποιοῦντες κοινὴν, καὶ τοὺς τῆς φύσεως ἀνατρέποντες νόμους· ἑνὸς γὰρ αὐτὴν ἔδει εἶναι. Ἄρσεν γὰρ, φησὶ, καὶ θῆλυ ἐποίησεν αὐτούς· καὶ εἶπεν, Ἔσονται οἱ δύο εἰς σάρκα μίαν· οὐχ οἱ πολλοὶ, ἀλλ' Οἱ δύο εἰς σάρκα μίαν. Καὶ ἐνταῦθα τοίνυν ἀδικία ἐστὶ, καὶ διὰ τοῦτο πονηρὸν τὸ πρᾶγμα. Ὁ θυμὸς πάλιν ὅταν ὑπερβῇ τὰ μέτρα, ἀκάθαρτον ποιεῖ τὸν ἄνθρωπον, οὐ διὰ τὴν ὀργὴν, ἀλλὰ διὰ τὸν τρόπον· ἐπεὶ καὶ τοῦτο πρόσκειται, Ὁ ὀργιζόμενος, οὐχ ἁπλῶς, ἀλλὰ, εἰκῆ. Ὥστε πανταχοῦ τὸ τοῦ πλείονος ἐφίεσθαι, ἀκάθαρτον· ἀπὸ γὰρ ἀπληστίας καὶ τοῦ ἀκορέστου τὸ πρᾶγμα τίκτεται. Νήφωμεν τοίνυν, παρακαλῶ, καθαροὶ γενώμεθα τὴν ἀληθῆ καθαρότητα, ἵνα τὸν Θεὸν ἰδεῖν καταξιωθῶμεν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.