In epistulam ad Titum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
4.0.1
Πρεσβύτας νηφαλίους εἶναι, σεμνοὺς, σώφρονας, ὑγιαίνοντας τῇ πίστει, τῇ ἀγάπῃ, τῇ ὑπομονῇ· πρεσβύτιδας ὡσαύτως ἐν καταστήματι ἱεροπρεπεῖς, μὴ διαβόλους, μὴ οἴνῳ πολλῷ δεδουλωμένας, καλοδιδασκάλους, ἵνα σωφρονίζωσι τὰς νέας φιλάνδρους εἶναι, φιλοτέ κνους, σώφρονας, ἁγνὰς, οἰκουροὺς, ἀγαθὰς, ὑποτασσομένας τοῖς οἰκείοις ἀνδράσιν, ἵνα μὴ ὁ λόγος τοῦ Θεοῦ βλασφημῆται.
4.1.1
Ἔστιν ἃ καὶ τὸ γῆρας ἐλαττώματα ἔχει, καὶ οὐχ ἡ νεότης· καὶ ἔχει μέν τινα καὶ τῶν τῆς νεότητος, ἔχει δὲ ὅμως καὶ τὸ νωθρὸν, τὸ ὀκνηρὸν, τὸ ληθαργὸν, τὸ ἀμβλὺ, τὸ ἀκρόχολον. Διὰ τοῦτο περὶ τούτων παραγγέλλων φησί· Πρεσβύτας εἶναι νηφαλίους. Πολλὰ γάρ ἐστι τὰ ποιοῦντα μὴ νήφειν τοὺς ἐν ἡλικίᾳ τοιαύτῃ· καὶ πρῶτον αὐτὸ ὅπερ ἔφην, τὸ πανταχόθεν ἀμβλύνεσθαι, καὶ δυσκόλως διεγείρεσθαι, καὶ δυσκόλως κινεῖσθαι· διὸ καὶ ἐπάγει, Σεμνοὺς, σώφρονας. Ἐνταῦθα τοὺς φρονίμους φησί· σωφροσύνη γὰρ τοῦτο λέγεται ἡ τῶν φρενῶν σωτηρία. Εἰσὶ γὰρ, εἰσὶ καὶ ἐν τοῖς γεγηρακόσι λυττῶντες ἄνθρωποι, παράφρονες, οἱ μὲν ἀπὸ οἴνου, οἱ δὲ ἀπὸ λύπης· μικροψύχους γὰρ τὸ γῆρας ποιεῖ. Ὑγιαίνοντας ἐν τῇ πίστει, τῇ ἀγάπῃ, τῇ ὑπομονῇ. Καὶ καλῶς εἴρηκε, Τῇ ὑπομονῇ· καὶ τοῦτο γὰρ μάλιστα τοῖς γέρουσιν ἁρμόζει· Πρεσβύτιδας ὡσαύτως ἐν καταστήματι ἱεροπρεπεῖς, τουτέστιν, ἀπ' αὐτοῦ τοῦ σχήματος καὶ τῆς καταστολῆς δεικνυμένας τὴν κοσμιότητα. Μὴ διαβόλους, μὴ οἴνῳ πολλῷ δεδουλωμένας. Μάλιστα γὰρ τοῦτο γυναικῶν τὸ ἐλάττωμα καὶ τοῦ γήρως· τῷ γὰρ κατεψῦχθαι τὰς ἡλικίας πολλὴ καὶ τούτου γίνεται ἡ ἐπιθυμία. Ὅθεν καὶ περὶ τούτου μάλιστα τὴν παραίνεσιν πρὸς αὐτὰς ποιεῖται, πανταχόθεν τὴν μέθην ἐκκόπτων, καὶ τοῦ νοσήματος τούτου ἐκτὸς αὐτὰς εἶναι βουλόμενος, καὶ διαφυγεῖν τὸν ἐντεῦθεν γέλωτα. Καὶ γὰρ εὐκολώτερον καὶ οἱ κάτωθεν ἀτμοὶ ἀναφέρονται, καὶ αἱ μήνιγγες τὴν βλάβην δέχονται τῷ πεπαλαιῶσθαι αὐτὰς τῷ χρόνῳ· καὶ ἐντεῦθεν ἡ μέθη μάλιστα γίνεται. Δεῖ μὲν οὖν οἴνου τῇ ἡλικίᾳ ταύτῃ μάλιστα, ἀσθενὴς γάρ· δεῖ δὲ οὐ πολλοῦ, ὥσπερ οὐδὲ ταῖς νέαις, οὐ διὰ τὴν αὐτὴν αἰτίαν, ἀλλὰ διὰ τὸ σφόδρα τὴν φλόγα τῆς ἐπιθυμίας ἀνάπτεσθαι. Καλοδιδασκάλους. Καὶ μὴν κωλύεις γυναῖκας διδάσκειν· πῶς οὖν ἐνταῦθα ἐπιτρέπεις, ἐν τοῖς ἑτέρωθι λέγων, Γυναικὶ δὲ διδάσκειν οὐκ ἐπιτρέπω; Ἀλλ' ἄκουε τί ἐπήγαγεν, Οὐδὲ αὐθεντεῖν ἀνδρός. Ἀνδράσι μὲν γὰρ ἐπιτέτραπται διδάσκειν ἄνωθεν καὶ ἄνδρας καὶ γυναῖκας· γυναιξὶ δὲ τὸν μὲν παραινετικὸν ἐπιτρέπει λόγον ἐπ' οἰκίας, οὐδαμοῦ δὲ προκαθῆσθαι συγχωρεῖ, οὐδὲ μακρὸν ἀποτείνειν λόγον ἀφίησι. Διὰ τοῦτο ἐπήγαγεν, Οὐδὲ αὐθεντεῖν ἀνδρός. Ἵνα σωφρονίζωσι, φησὶ, τὰς νέας.
4.2.1
Ὁρᾷς πῶς συμπλέκει καὶ συνάγει τὸν λαόν; πῶς ὑποτάττει τὰς νεωτέρας ταῖς γεγηρακυίαις; Οὐ γὰρ περὶ θυγατέρων ἐνταῦθα διαλέγεται, ἀλλ' ἁπλῶς ἀπὸ τῆς ἡλικίας. Ἑκάστη, φησὶ, πρεσβυτέρα τὴν νεωτέραν σωφρονιζέτω. Φιλάνδρους εἶναι. Τὸ κεφάλαιον τοῦτο τῶν κατὰ τὴν οἰκίαν ἀγαθῶν· Γυνὴ γὰρ, φησὶν, ἀνδρὶ συμπεριφερομένη. Τούτου γὰρ ὄντος, οὐδὲν τῶν ἀηδῶν συμβήσεται. Πῶς γὰρ, τῆς κεφαλῆς πρὸς τὸ σῶμα συννενευκυίας, καὶ μηδεμιᾶς ἐκεῖ διαστάσεως οὔσης, οὐ πάντα τὰ λοιπὰ εἰρηνεύσεται; τῶν γὰρ ἀρχόντων ἐν εἰρήνῃ ὄντων, τίς ὁ διαιρῶν καὶ διατέμνων τὴν εἰρήνην; ὥσπερ αὖ τούτων κακῶς διακειμένων, οὐδὲν ὑγιὲς ἔσται κατὰ τὴν οἰκίαν. Οὐδὲν οὖν τούτου μεῖζον· καὶ χρημάτων καὶ εὐγενείας καὶ δυναστείας καὶ τῶν ἄλλων ἁπάντων τοῦτο λυσιτελέστερον. Οὐκ εἶπεν ἁπλῶς, ἐν εἰρήνῃ εἶναι, ἀλλὰ, φιλεῖν τοὺς ἄνδρας. Ὅταν γὰρ ἀγάπη ᾖ, οὐδὲν τῶν δυσκόλων παρείσδυσιν ἕξει· ἀπὸ ταύτης γὰρ καὶ τὰ λοιπὰ τίκτεται ἀγαθά. Φιλοτέκνους, φησί. Καλῶς· ἡ γὰρ τὴν ῥίζαν ἀγαπῶσα, πολλῷ μᾶλλον καὶ τοὺς καρπούς. Σώφρονας, ἁγνὰς, οἰκουροὺς, ἀγαθάς. Πάντα ἀπ' ἐκείνης τίκτεται· καὶ γὰρ ἀγαθαὶ καὶ οἰκουροὶ ἀπὸ τῆς ἀγάπης καὶ τῆς περὶ τὸν ἄνδρα φιλίας γίνονται. Ὑποτασσομένας τοῖς ἰδίοις ἀνδράσιν, ἵνα μὴ ὁ λόγος τοῦ Θεοῦ βλασφημῆται· ὡς ἥ γε τοῦ ἀνδρὸς καταφρονοῦσα καὶ τῆς οἰκίας ἀμελεῖ. Ἀπὸ δὲ τοῦ φιλεῖν καὶ σωφροσύνη πολλὴ τίκτεται, ἀπὸ τοῦ φιλεῖν πᾶσα ἀναιρεῖται φιλονεικία· κἂν Ἕλλην ᾖ, ταχέως πει [σ] θήσεται· κἂν Χριστιανὸς, βελτίων ἔσται. Ὁρᾷς τοῦ Παύλου τὴν συγκατάβασιν; Ὁ πάντα πράττων ὥστε ἡμᾶς ἀποστῆσαι τῶν βιωτικῶν, περὶ τῶν κατὰ τὴν οἰκίαν νῦν πολλὴν ποιεῖται τὴν φροντίδα. Τούτων γὰρ καλῶς διοικουμένων, καὶ τὰ πνευματικὰ χώραν ἔξει· ἑτέρως δὲ, κἀκεῖνα λυμαίνεται. Ἡ γὰρ οἰκουρὸς γυνὴ καὶ σώφρων ἔσται, ἡ οἰκουρὸς καὶ οἰκονομική· οὔτε περὶ τρυφὴν, οὔτε περὶ ἐξόδους ἀκαίρους, οὔτε περὶ ἄλλο τι τῶν τοιούτων ἀσχοληθήσεται. Ἵνα μὴ ὁ λόγος τοῦ Θεοῦ, φησὶ, βλασφημῆται. Ὁρᾷς ὅτι προηγουμένως τοῦ κηρύγματος φροντίζει, οὐχὶ τῶν κοσμικῶν πραγμάτων; Καὶ γὰρ πρὸς Τιμόθεον γράφων φησίν· Ἵνα ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι· καὶ ἐνταῦθα, Ἵνα μὴ ὁ λόγος τοῦ Θεοῦ καὶ ἡ διδασκαλία βλασφημῆται. Εἰ γὰρ συμβαίη γυναῖκα πιστὴν ἀπίστῳ συνοικοῦσαν μὴ εἶναι ἐνάρετον, ἡ βλασφημία ἐπὶ τὸν Θεὸν διαβαίνειν εἴωθεν· εἰ δὲ εἴη κοσμία, τὸ κήρυγμα καρποῦται τὴν δόξαν τὴν ἐξ ἐκείνης καὶ τῶν ὑπ' ἐκείνης κατορθουμένων. Ἀκουέτωσαν αἱ γυναῖκες, ὅσαι μοχθηροῖς ἢ ἀπίστοις συνοικοῦσιν ἀνδράσιν· ἀκουέτωσαν, καὶ παιδευέσθωσαν διὰ τῶν οἰκείων τρόπων ἐνάγειν αὐτοὺς εἰς εὐσέβειαν. Κἂν γὰρ μηδὲν ἕτερον κερδάνῃς, μηδὲ ἐφελκύσῃ τὸν ἄνδρα πρὸς τὴν τῶν ὀρθῶν δογμάτων κοινωνίαν, ἀλλὰ τὸ στόμα αὐτοῦ ἀπέῤῥαψας, οὐκ ἐῶσα βλασφημεῖσθαι τὸν Χριστιανισμόν. Τοῦτο δὲ οὐ μικρὸν, ἀλλὰ καὶ σφόδρα μέγα, τὸ θαυμάζεσθαι τὸ δόγμα ἐκ τῆς ἡμετέρας ἀναστροφῆς. Τοὺς νεωτέρους ὡσαύτως παρακάλει σωφρονεῖν. Ὅρα πῶς πανταχοῦ παρακαλεῖ τὸ πρέπον φυλάττειν. Τῆς μὲν γὰρ εἰς τὰς γυναῖκας διδασκαλίας ταῖς γυναιξὶ τὸ πλέον ἀπένειμε, τὰς γεγηρακυίας ταῖς νεωτέραις ἐπιστήσας· τῶν δὲ ἀνδρῶν τὸ πᾶν αὐτῷ δίδωσι καὶ ἀπονέμει. Οὐδὲν γὰρ, οὐδὲν οὕτω δύσκολον καὶ χαλεπὸν τῇ ἡλικίᾳ ταύτῃ γένοιτ' ἂν, ὡς τὸ περιγενέσθαι τῶν ἡδονῶν τῶν ἀτόπων. Οὔτε γὰρ χρημάτων ἔρως, οὔτε δόξης ἐπιθυμία, οὔτε ἄλλο οὐδὲν οὕτω ταύτην διενοχλεῖ τὴν ἡλικίαν, ὡς ὁ τῶν σωμάτων ἔρως. Διὸ πάντα τὰ ἄλλα ἀφεὶς, περὶ τὸ καίριον αὐτῷ τὴν παραίνεσιν ἵστησιν. Εἶτα οὐδὲ τῶν ἄλλων ἕνεκεν ῥᾳθυμεῖ, ἀλλὰ τί φησι; Περὶ πάντα ἑαυτὸν παρεχόμενος τύπον καλῶν ἔργων. Διδασκέτωσαν μὲν οὖν, φησὶ, καὶ αἱ πρεσβύτεραι τὰς νεωτέρας, καὶ σὺ δὲ αὐτὸς παρακάλει τοὺς νεωτέρους σωφρονεῖν. Ἔστω δὲ κοινὸν πᾶσι διδασκαλεῖον καὶ ὑπόδειγμα ἀρετῆς ἡ τοῦ σοῦ βίου λαμπρότης, εἰς μέσον πᾶσι προκειμένη, ὥσπερ ἀρχέτυπός τις εἰκὼν, πάντα ἔχουσα ἐν ἑαυτῇ τὰ καλὰ, μετὰ πολλῆς τῆς εὐκολίας τοῖς βουλομένοις ἐναπομάξασθαί τι τῶν ἐν αὐτῇ καλῶν παρεχομένη τὰ παραδείγματα. Ἐν τῇ διδασκαλίᾳ ἀδιαφθορίαν, σεμνότητα, λόγον ὑγιῆ, ἀκατάγνωστον, ἵνα ὁ ἐξ ἐναντίας ἐντραπῇ, μηδὲν ἔχων περὶ ἡμῶν λέγειν φαῦλον.
4.3.1
Τὸν ἐξ ἐναντίας φησὶ καὶ τὸν διάβολον καὶ πάντα τὸν ἐκείνῳ διακονούμενον. Ὅταν γὰρ καὶ βίος λάμπῃ, καὶ λόγος ᾖ συμβαίνων, ἐπιεικὴς, ἥμερος, προσηνὴς, μηδεμίαν τοῖς ἐναντίοις παρέχων λαβὴν, πολὺ καὶ ἄφατον τὸ κέρδος. Πολλὴ ἄρα τῆς τοῦ λόγου διακονίας ἡ χρεία, λόγου οὐ τοῦ τυχόντος, ἀλλὰ δοκίμου τινὸς καὶ ἀλήπτου, καὶ μηδεμίαν μηδαμόθεν παρεχομένου τοῖς βουλομένοις πρόφασιν. Δούλους ἰδίοις δεσπόταις ὑποτάσσεσθαι, ἐν πᾶσιν εὐαρέστους εἶναι. Ὁρᾷς τί προλαβὼν εἶπεν, Ἵνα ὁ ἐξ ἐναντίας, φησὶν, ἐντραπῇ, μηδὲν ἔχων περὶ ἡμῶν λέγειν φαῦλον. Ἄρα καταγνώσεως ἄξιος ὁ γυναῖκας ἀπὸ ἀνδρῶν ἀποζευγνὺς τῇ προφάσει τῆς ἐγκρατείας, καὶ ὁ δούλους δεσποτῶν ἀποστερῶν τῷ αὐτῷ δὴ τούτῳ προσχήματι. Οὗτος οὐκ ἔστιν ἀκατάγνωστος ὁ λόγος· πολλὴν δὲ καὶ τοῖς ἀπίστοις δίδωσι λαβὴν, καὶ τὰ πάντων καθ' ἡμῶν ἀνοίγει στόματα. Δούλους, φησὶν, ἰδίοις δεσπόταις ὑποτάσσεσθαι, ἐν πᾶσιν εὐαρέστους εἶναι, μὴ ἀντιλέγοντας, μὴ νοσφιζομένους, ἀλλὰ πίστιν πᾶσαν ἐνδεικνυμένους ἀγαθὴν, ἵνα τὴν διδασκαλίαν τὴν τοῦ Θεοῦ Σωτῆρος ἡμῶν κοσμῶσιν ἐν πᾶσιν. Εἰκότως ἄρα ἔλεγεν ἑτέρωθι, Ὡς τῷ Θεῷ δουλεύοντες, καὶ οὐκ ἀνθρώποις. Κἂν γὰρ τῷ δεσπότῃ διακονῇς μετ' εὐνοίας, ἀλλ' ἡ πρόφασις ἀπὸ τοῦ φόβου τὴν ἀρχὴν ἔχει. Ὥστε ὁ μετὰ τοσούτου φόβου ἐκείνῳ διακονῶν, μεγίστων ἐπιτεύξεται τῶν μισθῶν. Εἰ γὰρ χειρὸς μὴ κρατεῖ, μηδὲ γλώττης ἀκολάστου, πόθεν θαυμάσεται ὁ Ἕλλην τὸ δόγμα τὸ παρ' ἡμῖν; Εἰ δὲ τὸν δοῦλον θεάσοιντο τὸν ἐν Χριστῷ φιλοσοφοῦντα, τῶν παρ' αὐτοῖς φιλοσοφησάντων μείζονα τὴν ἐγκράτειαν ἐπιδεικνύμενον, καὶ μετὰ πολλῆς τῆς ἐπιεικείας καὶ τῆς εὐνοίας διακονούμενον, παντὶ τρόπῳ θαυμάσεται τὴν δύναμιν τοῦ κηρύγματος. Οὐ γὰρ ἀπὸ δόγματος δόγματα, ἀλλ' ἀπὸ πραγμάτων καὶ βίου τὰ δόγματα κρίνουσιν Ἕλληνες. Ἔστωσαν οὖν αὐτοῖς καὶ γυναῖκες καὶ δοῦλοι διδάσκαλοι διὰ τῆς οἰκείας ἀναστροφῆς. Καὶ γὰρ καὶ παρ' αὐτοῖς, καὶ πανταχοῦ τοῦτο διωμολόγηται, ὅτι τὸ τῶν δούλων γένος ἰταμόν πώς ἐστι, δυσδιατύπωτον, δυστράπελον, οὐ σφόδρα ἐπιτήδειον πρὸς τὴν τῆς ἀρετῆς διδασκαλίαν, οὐ διὰ τὴν φύσιν, μὴ γένοιτο, ἀλλὰ διὰ τὴν ἀνατροφὴν καὶ τὴν ἀμέλειαν τὴν παρὰ τῶν δεσποτῶν. Ἐπειδὴ γὰρ πανταχοῦ οὐδενὸς ἑτέρου, ἀλλὰ τῆς αὐτῶν διακονίας οἱ κρατοῦντες αὐτῶν φροντίζουσιν· εἰ δέ που καὶ τῶν τρόπων ἐπιμεληθεῖεν, καὶ τοῦτο πάλιν διὰ τὴν αὐτῶν ἀνάπαυσιν πράττουσιν, ὥστε μὴ πράγματα αὐτοῖς παρέχειν ἢ πορνεύοντας, ἢ κλέπτοντας, ἢ μεθύοντας· εἰκότως ἠμελημένοι, καὶ οὐδένα τῶν πολυπραγμονούντων ἔχοντες, εἰς αὐτὰ τῆς κακίας τὰ βάραθρα καταποντίζονται. Εἰ γὰρ, ἔνθα πατὴρ ἐφέστηκε καὶ μήτηρ καὶ παιδαγωγὸς καὶ τροφεὺς καὶ διδάσκαλος καὶ ἡλικιῶται, καὶ αὐτὴ ἡ τῆς ἐλευθερίας δόξα περικειμένη, καὶ πολλὰ ἕτερα, μόλις ἄν τις διαφύγοι τὰς τῶν πονηρῶν συνουσίας· τί οἴει τοὺς πάντων τούτων ἐρήμους ὄντας, καὶ μιαροῖς ἀναμιγνυμένους, καὶ μετὰ ἀδείας οἷς ἂν ἐθέλωσι συγγινομένους, οὐδενὸς ὄντος τοῦ τὰς φιλίας αὐτῶν πολυπραγμονοῦντος; τί οἴει τοὺς τοιούτους ἔσεσθαι; Διὰ τοῦτο δύσκολον δοῦλον γενέσθαι ἀγαθόν. Ἄλλως δὲ οὐδὲ διδασκαλίας ἀπολαύουσιν, οὔτε τῶν ἔξωθεν οὔτε τῶν παρ' ἡμῖν· οὐ συναναστρέφονται ἀνδράσιν ἐλευθέροις, κοσμίοις, πολλὴν τῆς αὐτῶν δόξης ποιουμένοις φροντίδα. Διὰ ταῦτα πάντα δύσκολον καὶ θαυμαστὸν, χρήσιμον οἰκέτην γενέσθαι ποτέ. Ὅταν οὖν ἴδωσιν, ὅτι τὸ γένος τὸ οὕτως αὔθαδες ἡ τοῦ κηρύγματος δύναμις χαλινὸν περιθεῖσα πάντων εἰργάσατο κοσμιώτερον καὶ ἐπιεικέστερον, κἂν σφόδρα πάντων ὦσιν ἀλογώτεροι οἱ δεσπόται, λήψονται ἔννοιαν μεγάλην περὶ τῶν δογμάτων τῶν παρ' ἡμῖν. Δῆλον γὰρ ὅτι καὶ τὸν περὶ τῆς ἀναστάσεως φόβον καὶ τὸν τῆς κρίσεως καὶ τὸν τῶν ἄλλων ἁπάντων μετὰ τὸν θάνατον φιλοσοφουμένων παρ' ἡμῖν πρότερον ἐγκαταθέντες αὐτῶν τῇ ψυχῇ, οὕτως ἴσχυσαν ἀποκρούσασθαι τὴν κακίαν, ἀντίῤῥοπόν τινα φόβον τῆς ἀπὸ τῶν κακῶν ἡδονῆς εἰς τὴν ἑαυτῶν ἐνιδρύσαντες ψυχήν. Ὥστε οὐκ εἰκῆ οὐδὲ ἁπλῶς πολὺν ὑπὲρ τούτων πανταχοῦ ποιεῖται τὸν λόγον· ὅσῳ γὰρ ἂν ὦσι κακοὶ, τοσούτῳ μάλιστα θαυμάζεται τοῦ κηρύγματος ἡ ἰσχύς. Καὶ γὰρ ἰατρὸν τότε θαυμάζομεν, ὅταν τὸν ἀπεγνωσμένον καὶ οὐδεμιᾶς βοηθείας ἀπολαύοντα οὐδὲ κρατῆσαι τῶν ἀκαίρων ἐπιθυμιῶν δυνάμενον, ἀλλ' ἐν ταύταις ἐγκαλινδούμενον, ἐναγάγῃ πρὸς ὑγείαν καὶ διορθώσηται. Καὶ ὅρα τίνα παρ' αὐτῶν ἀπαιτεῖ· ἃ μάλιστα πάντων ἀναπαύει τὸν δεσπότην· Μὴ ἀντιλέγοντας, μὴ νοσφιζομένους· τουτέστι, πολλὴν εὔνοιαν ἐπιδείκνυσθαι ἐν οἷς ἂν πιστευθῶσιν, ἐν τοῖς πρὸς τοὺς δεσπότας μάλιστα εἶναι ἀγαθοὺς, ὑπείκοντας ἐν τοῖς ἐπιτάγμασι.
4.4.1
Μὴ τοίνυν νομίζετε ἁπλῶς με ταῦτα νῦν διεξιέναι· λοιπὸν γάρ μοι πρὸς τοὺς οἰκέτας ὁ λόγος. Μὴ τοίνυν, ὦ βέλτιστε, σὺ πρὸς τοῦτο ἴδῃς, ὅτι ἀνθρώπῳ δουλεύεις, ἀλλ' ὅτι Θεῷ, ὅτι τὸ κήρυγμα κοσμεῖς· καὶ πάντα ὑποστήσῃ ποιεῖν, τῷ δεσπότῃ πειθόμενος καὶ φέρων ἀγανακτοῦντα ἀκαίρως καὶ δυσχεραίνοντα. Ἐννόησον ὅτι οὐκ ἐκείνῳ τὴν χάριν δίδως, ἀλλὰ τοῦ Θεοῦ πρόσταγμα πληροῖς, καὶ πᾶν ὁτιοῦν ὑποστήσῃ ῥᾳδίως. Ὅπερ δὲ ἀεὶ λέγω, τοῦτο καὶ νῦν ἐρῶ, ὅτι τῶν πνευματικῶν ἡμῖν κατορθουμένων, καὶ τὰ τοῦ παρόντος ἕψεται βίου. Τὸν γὰρ τοιοῦτον οἰκέτην, τὸν οὕτως εὔνουν, τὸν οὕτως ἐπιεικῆ, οὐχ ὁ Θεὸς ἀποδέξεται μόνον καὶ τῶν στεφάνων μεταδώσει τῶν λαμπρῶν ἐκείνων, ἀλλὰ καὶ αὐτὸς ὁ παθὼν εὖ δεσπότης, κἂν θηρίον ᾖ, κἂν λίθινός τις ᾖ καὶ ἀπάνθρωπος καὶ ὠμὸς, ἐπαινέσεται καὶ θαυμάσεται καὶ προτιμήσει τῶν ἄλλων ἁπάντων, καὶ τοῖς λοιποῖς αὐτὸν ἐπιστήσει, κἂν Ἕλλην ᾖ. Καὶ ὅτι, κἂν Ἕλληνες ὦσιν οἱ δεσπόται, κελεύει τὸν οἰκέτην τοιοῦτον ἑαυτὸν ἐπιδείκνυσθαι, εἰ βούλεσθε, ὑμῖν καὶ παράδειγμα διηγήσομαι· Ὁ Ἰωσὴφ ἐπράθη πρὸς τὸν ἀρχιμάγειρον, καὶ δόξης ἑτέρας ἦν, οὐ τῆς Αἰγυπτιακῆς· τί οὖν ἐκεῖνος; Ἐπειδὴ ἐνάρετον εἶδε τὸν νεανίσκον, οὐκ ἐνενόησε τὸ τῆς δόξης διεστηκὸς, ἀλλ' αὐτός τε ἠγάπα καὶ ἐφίλει καὶ ἐθαύμαζε, καὶ τῶν ἄλλων αὐτῷ τὴν ἐπιστασίαν ἐνεχείρισεν ἅπασαν, καὶ τῶν κατὰ τὴν οἰκίαν οὐδὲν ᾔδει δι' αὐτόν· ἀλλὰ δεύτερος δεσπότης ἐκεῖνος ἦν, μᾶλλον δὲ καὶ αὐτοῦ τοῦ δεσπότου κυριώτερος, εἴ γε ὁ μὲν ἠγνόει τὰ αὑτοῦ, οὗτος δὲ τὰ ἐκείνου ᾔδει μᾶλλον τοῦ δεσπότου. Καί μοι δοκεῖ καὶ ὕστερον, ὅτι ἐπίστευσε τῷ γυναίῳ τὴν παράνομον ἐκείνην συκοφαντίαν κατ' αὐτοῦ ποιησαμένῳ, τιμῶν τὸν δίκαιον ἀπὸ τῆς προτέρας αἰδοῦς καὶ τῆς τιμῆς, μέχρι τοῦ δεσμωτηρίου στῆσαι τὴν ὀργήν. Εἰ γὰρ μὴ σφόδρα ᾐδεῖτο τὸν ἄνδρα, καὶ ἐθαύμαζεν ἀπὸ τῶν προϋπηργμένων αὐτῷ, κἂν εὐθέως αὐτὸν διεχειρίσατο, καὶ τὸ ξίφος διήλασε διὰ τοῦ σώματος ἐκείνου. Μεστὸς γὰρ ζήλου, φησὶ, θυμὸς ἀνδρός· οὐκ ἀνταλλάξεται οὐδενὸς λύτρου τὴν ἔχθραν, οὐδὲ μὴ διαλυθῇ πολλῶν δώρων. Εἰ δὲ παντὸς ἀνδρὸς τοιοῦτος ὁ ζῆλος, πολλῷ μᾶλλον ἐκείνου, Αἰγυπτίου τε ὄντος καὶ βαρβάρου, καὶ παρὰ τοῦ τιμηθέντος ἠδικημένου, ὡς ᾤετο. Ἴστε γὰρ δήπου πάντες, ὅτι οὐχ ὁμοίως ἡμᾶς δάκνει τὰ παρὰ πάντων ἀδικήματα, ἀλλὰ σφοδρότερον τῶν ἄλλων καὶ πικρότερον τὰ παρὰ τῶν εὐνοϊκῶς πρὸς ἡμᾶς διατεθέντων, καὶ πιστευθέντων καὶ πιστευσάντων ἡμῖν, καὶ πολλὰ παρ' ἡμῶν εὖ παθόντων γενόμενα κακὰ μᾶλλον ἡμᾶς ἀνιᾷ καὶ λυπεῖ. Οὐκ ἐνενόησε πρὸς ἑαυτὸν, οὐδὲ εἶπε· Τί τοῦτο; οἰκέτην αὐτὸν λαβὼν πάντων μετέδωκα τῶν τῆς οἰκίας, ἐλεύθερον ἐποίησα καὶ ἐμοῦ τι μείζονα, καὶ τοιαύτας μοι τὰςἀμοιβὰς ἀποδέδωκεν; Οὐδὲν τούτων εἶπεν· οὕτως αὐτοῦ τὴν ψυχὴν ἡ προτέρα κατεῖχεν αἰδώς. Καὶ τί θαυμαστὸν, εἰ ἐν οἰκίᾳ τοσαύτης ἀπήλαυσε τιμῆς, ὅπου καὶ ἐν τῷ δεσμωτηρίῳ ὅρα αὐτὸν, ὅσης ἀπολαύει κηδεμονίας; Ἴστε δὲ πῶς πρὸς ὠμότητα τοῖς τὰ δεσμωτήρια ἐγκεχειρισμένοις τὸ ἦθος ἐξήσκηται· τὰς ἀλλοτρίας καρποῦνται συμφορὰς, καὶ οὓς ἕτεροι κακῶς πάσχοντας τρέφουσι, τούτους οὗτοι σπαράττουσι, κέρδη κερδαίνοντες πολλῶν δακρύων ἄξια, θηρίων ὄντες ὠμότεροι. Ἀφ' ὧν γὰρ ἐχρῆν ἐλεεῖν τοὺς ἐμβεβλημένους, ἀπὸ τούτων αὐτοὶ καρποῦνται. Καὶ μὴ τοῦτο μόνον λογιζώμεθα, ἀλλ' ὅτι καὶ αὐτοὶ οὗτοι οὐχ ὁμοίως πᾶσι κέχρηνται τοῖς ἐμβεβλημένοις. Τοὺς μὲν γὰρ ἐπὶ συκοφαντίαις, καὶ ἐπηρεασθέντας ἁπλῶς καὶ δεθέντας καὶ ἐλεήσαιεν ἄν· τοὺς δὲ ἐπὶ τοῖς αἰσχίστοις καὶ δεινοτάτοις καὶ τολμηροῖς ἐμβεβλημένους μυρίαις αἰκίζονται πληγαῖς. Ὥστε οὐ μόνον ἀπὸ τοῦ τρόπου ὠμὸς ἔμελλεν ἔσεσθαι ὁ δεσμοφύλαξ, ἀλλὰ καὶ ἀπὸ τῆς αἰτίας, δι' ἢν ἐνεβέβλητο. Τίνα γὰρ οὐκ ἂν διήγειρε καθ' ἑαυτοῦ ὁ νεανίσκος, τοσαύτης μὲν ἀπολαύσας τιμῆς, ὑποπτευθεὶς δὲ τὴν δέσποιναν πειρᾷν καὶ τοιαύταις τὸν εὐεργέτην ἀμειβόμενος ἀμοιβαῖς; Ταῦτα οὖν ἐννοῶν ὁ δεσμοφύλαξ, καὶ τὴν τιμὴν τοῦ ἐμβεβλημένου, καὶ τὸ πρᾶγμα ἐφ' ᾧ ἐνεβέβλητο, οὐκ ἂν παντὸς θηρίου χαλεπώτερον ἐχρήσατο τῷ ἀνδρί; Ἀλλὰ πάντων τούτων ἀνωτέρα γέγονεν ἡ ἐλπὶς ἡ εἰς τὸν Θεόν· οὕτως οἶδε καὶ θηρία καταπραΰνειν ψυχῆς ἀρετή. Ἀπὸ γὰρ τῆς αὐτῆς ἐπιεικείας, ἀφ' ἧς τὸν δεσπότην εἷλεν, ἀπὸ τῆς αὐτῆς καὶ τὸν ἀρχιδεσμοφύλακα· καὶ πάλιν ἦν ἄρχων ὁ Ἰωσὴφ, καὶ ἐν δεσμωτηρίῳ ἐκράτει, καὶ ἐν οἰκίᾳ. Ἐπειδὴ γὰρ ἔμελλε βασιλεύειν, εἰκότως πρότερον ἐμάνθανεν ἄρχεσθαι, καὶ ἀρχόμενος ἄρχων ἦν καὶ προέστη τῆς οἰκίας.
4.5.1
Εἰ γὰρ τὸν εἰς Ἐκκλησίαν ἑλκόμενον ἀπαιτεῖ τοῦτο ὁ Παῦλος, οὕτω λέγων· Εἰ γάρ τις τοῦ ἰδίου οἴκου προστῆναι οὐκ οἶδε, πῶς Ἐκκλησίας Θεοῦ ἐπιμελήσεται; καὶ τὸν εἰς ἀρχὴν ἐλθόντα, πρότερον ἄριστον εἶναι χρὴ προεστάναι οἰκίας. Προέστη δεσμωτηρίου, οὐχ ὡς δεσμωτηρίου, ἀλλ' ὡς οἰκίας. Πᾶσι γὰρ ἐπεκούφιζε τὰς συμφορὰς, καὶ τῶν ἐμβεβλημένων ὡς οἰκείων προΐστατο μελῶν, οὐ μόνον αὐτῶν τὰς συμφορὰς πολυπραγμονῶν καὶ παραμυθούμενος, ἀλλὰ κἂν εἰ σύννουν εἶδέ τινα, προσῄει καὶ τὴν αἰτίαν ἐμάνθανεν, οὐδὲ ἁπλῶς κατηφοῦντα ἀνεχόμενος ὁρᾷν, ἂν μὴ πρότερον αὐτὸν ἀπαλλάξῃ τῆς κατηφείας· καίτοι τοσαύτην τις οὐδὲ περὶ τέκνα στοργὴν ἐπεδείξατο. Ἀπὸ τούτων γοῦν αὐτῷ καὶ ἡ ἀρχὴ τῶν ἀγαθῶν ἐγένετο. Δεῖ γὰρ τὰ παρ' ἡμῶν ὑπάρχειν πρότερον, καὶ τότε τὰ παρὰ τοῦ Θεοῦ. Ὅτι γὰρ τοσαύτῃ ἐκέχρητο φειδοῖ καὶ ἐπιμελείᾳ, εἶδε, φησὶ τοὺς εὐνούχους τοὺς ἐμβληθέντας ὑπὸ τοῦ Φαραὼ, τὸν ἀρχιοινοχόον, καὶ τὸν ἀρχισιτοποιὸν, καὶ εἶπε· Τί σκυθρωπὰ τὰ πρόσωπα ὑμῶν σήμερον; Καὶ οὐκ ἀπὸ τούτου μόνον, ἀλλὰ καὶ ἀφ' ὧν ἐκεῖνοι ἐποίησαν, καταμαθεῖν ἔστι τὴν ἀρετὴν τοῦ ἀνδρός. Οὐ γὰρ ὡς βασιλέως ὄντες οἰκέται διέπτυσαν αὐτὸν, οὐχ ὡς ἐν ἀθυμίᾳ ὄντες διεκρούσαντο, ἀλλ' ὡς ἀδελφῷ γνησίῳ καὶ συναλγεῖν εἰδότι πάντα αὐτῷ ἐξεκάλυπτον τὰ ἑαυτῶν. Ταῦτα δέ μοι πάντα εἴρηται, ὅτι κἂν ἐν δουλείᾳ, κἂν ἐν αἰχμαλωσίᾳ, κἂν ἐν δεσμωτηρίῳ, κἂν ὑπ' αὐτὴν τὴν γῆν γένηται ὁ ἐνάρετος, οὐδὲν αὐτὸν καταγωνίσασθαι δυνήσεται. Ταῦτά μοι πρὸς τοὺς οἰκέτας λέλεκται, ὅτι κἂν θηρία ἔχωσι δεσπότας, ὡς τὸν Αἰγύπτιον, κἂν ὠμοὺς, ὡς τὸν ἀρχιδεσμοφύλακα, δυνήσονται αὐτοὺς ἑλεῖν, κἂν Ἕλληνες ὦσιν, ὡς ἐκεῖνοι, κἂν ὁτιοῦν, ταχέως τιθασσεύσουσιν. Οὐδὲν γὰρ ἐμμελέστερον τρόπων, οὐδὲν ἡδύτερον, οὐδὲν γλυκύτερον ἐπιεικείας καὶ πραότητος καὶ ὑπακοῆς· πᾶσίν ἐστιν ἐπιτήδειος ὁ τοιοῦτος. Καὶ οὔτε δουλείαν ἐπαισχύνονται οἱ τοιοῦτοι, οὔτε πένητα φεύγουσιν, οὔτε ἄῤῥωστον καὶ κάμνοντα· πάντων γὰρ κρατεῖ καὶ πάντων ἡ ἀρετὴ περιγίνεται. Εἰ δὲ ἐν δούλοις τοσαύτην ἔχει τὸ πρᾶγμα τὴν ἰσχὺν, πόσῳ μᾶλλον ἐν ἐλεύθεροις; Ταῦτα οὖν ἀσκῶμεν καὶ δοῦλοι καὶ ἐλεύθεροι, καὶ γυναῖκες καὶ ἄνδρες· οὕτω καὶ ἀνθρώποις καὶ Θεῷ ἐσόμεθα ποθεινοὶ, καὶ ἀνθρώποις οὐ τοῖς ἐναρέτοις μόνον, ἀλλὰ καὶ τοῖς κακοῖς, καὶ μάλιστα ἐκείνοις· ἐκεῖνοι γάρ εἰσιν οἱ μάλιστα τιμῶντες καὶ αἰδούμενοι. Ὥσπερ γὰρ τοὺς ἐπιεικεῖς οἱ ἀρχόμενοι μάλιστα τρέμουσιν, οὕτω καὶ τοὺς ἐναρέτους οἱ ἀκόλαστοι, εἰδότες τίνων ἐκπεπτώκασιν. Ἐπεὶ οὖν τοσοῦτος ὁ καρπὸς τῆς ἀρετῆς, ταύτην διώκωμεν, ταύτην μετίωμεν. Ἂν ταύτης ἐχώμεθα, οὐδὲν ἡμῖν ἔσται δεινὸν, πάντα ῥᾴδια, πάντα εὔκολα· κἂν διὰ πυρὸς διαβαίνωμεν, κἂν δι' ὕδατος, πάντα εἴκει τῇ ἀρετῇ καὶ παραχωρεῖ, καὶ αὐτὸς ὁ θάνατος. Ζηλώσωμεν τοίνυν αὐτὴν, ἵνα καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.