In epistulam ad Titum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
500.0.1
Καὶ περὶ τούτων βούλομαί σε διαβεβαιοῦσθαι, ἵνα φροντίζωσι καλῶν ἔργων προΐστασθαι οἱ πεπιστευκότες τῷ Θεῷ. Ταῦτά ἐστι καλὰ καὶ ὠφέλιμα τοῖς ἀνθρώποις. Μωρὰς δὲ ζητήσεις καὶ γενεαλογίας καὶ ἔρεις καὶ μάχας νομικὰς περιίστασο· εἰσὶ γὰρ ἀνωφελεῖς καὶ μάταιοι. Αἱρετικὸν ἄνθρωπον μετὰ μίαν νουθεσίαν καὶ δευτέραν παραιτοῦ· εἰδὼς ὅτι ἐξέστραπται ὁ τοιοῦτος, καὶ ἁμαρτάνει ὢν αὐτοκατάκριτος.
500.1.1
Εἰπὼν περὶ τῆς τοῦ Θεοῦ φιλανθρωπίας καὶ περὶ τῆς ἀφάτου αὐτοῦ περὶ ἡμᾶς κηδεμονίας, καὶ τίνας ὄντας ἡμᾶς τίνας εἰργάσατο, ἐπήγαγε καί φησι· Καὶ περὶ τούτων βούλομαί σε διαβεβαιοῦσθαι, ἵνα φροντίζωσι καλῶν ἔργων προΐστασθαι οἱ πεπιστευκότες τῷ Θεῷ· τουτέστι, ταῦτα διαλέγεσθαι, καὶ ἀπὸ τούτων προτρέπειν ἐπὶ ἐλεημοσύνην. Οὐ γὰρ μόνον πρὸς ταπεινοφροσύνην ἡμῖν τὰ εἰρημένα ἁρμόσει, καὶ πρὸς τὸ μὴ ἐπαίρεσθαι καὶ ὀνειδίζειν ἑτέροις, ἀλλὰ καὶ πρὸς πᾶσαν τὴν ἄλλην ἀρετήν. Οὕτω γοῦν καὶ πρὸς Κορινθίους διαλεγόμενος φησί· Γινώσκετε ὅτι ὁ Κύριος ἐπτώχευσε πλούσιος ὢν, ἵνα ἡμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτήσωμεν. Ἐννοήσας τοῦ Θεοῦ τὴν κηδεμονίαν καὶ τὴν ὑπερβάλλουσαν αὐτοῦ φιλανθρωπίαν, ἐπὶ τὴν ἐλεημοσύνην αὐτοὺς προτρέπει, οὐχ ἁπλῶς οὐδὲ παρέργως· ἀλλὰ τί; Ἵνα φροντίζωσι, φησὶ, καλῶν ἔργων προΐστασθαι· τουτέστι, καὶ ἀδικουμένοις βοηθεῖν, μὴ χρήμασι μόνον, ἀλλὰ καὶ προστασίαις, καὶ χήραις ἐπαμύνειν καὶ ὀρφανοῖς, καὶ πάντας τοὺς κακῶς πάσχοντας ἐν ἀσφαλείᾳ καθιστᾷν· τοῦτο γάρ ἐστι, Καλῶν ἔργων προΐστασθαι. Ταῦτα γάρ ἐστι, φησὶ, καλὰ καὶ ὠφέλιμα τοῖς ἀνθρώποις. Μωρὰς δὲ ζητήσεις καὶ γενεαλογίας καὶ ἔρεις καὶ μάχας νομικὰς περιίστασο· εἰσὶ γὰρ ἀνωφελεῖς καὶ μάταιοι. Τί ποτε βούλονται αἱ γενεαλογίαι; καὶ γὰρ καὶ ἐν τῇ πρὸς Τιμόθεον Ἐπιστολῇ τίθησι τοῦτο λέγων· Μύθους καὶ γενεαλογίας ἀπεράντους. Τάχα καὶ ἐνταῦθα καὶ ἐκεῖ αἰνιττόμενος Ἰουδαίους, οἳ μέγαφρονοῦντες ἐπὶ τῷ πρόγονον ἔχειν τὸν Ἀβραὰμ, τῶν καθ' ἑαυτοὺς ἠμέλουν. Διὰ τοῦτο καὶ μωρὰς αὐτὰς καλεῖ καὶ ἀνωφελεῖς· μωρίας γὰρ ἐπὶ ἀνωφελέσι πράγμασι τὸ θαῤῥεῖν. Ἔρεις δὲ, φησὶ, τὰς πρὸς τοὺς αἱρετικοὺς, ἵνα μὴ κάμνωμεν εἰκῆ, ὅταν μηδὲν ᾖ κέρδος· τὸ γὰρ τέλος αὐτῶν οὐδέν. Ὅταν ᾖ τις διεστραμμένος, καὶ μηδ', ἂν ὁτιοῦν γένηται, προῃρημένος μεταθέσθαι τὴν γνώμην, τίνος ἕνεκεν εἰκῆ κάμνεις κατὰ πετρῶν σπείρων, δέον πονεῖν τὸν καλὸν τοῦτον πόνον εἰς τοὺς σοὺς τὰ περὶ ἐλεημοσύνης αὐτοῖς διαλεγόμενος καὶ τῆς ἄλλης ἀρετῆς; πῶς οὖν ἑτέρωθί φησι, Μή ποτε δῷ αὐτοῖς ὁ Θεὸς μετάνοιαν, ἐνταῦθα δὲ, Αἱρετικὸν ἄνθρωπον μετὰ μίαν νουθεσίαν καὶ δευτέραν παραιτοῦ, εἰδὼς ὅτι ἐξέστραπται ὁ τοιοῦτος, καὶ ἁμαρτάνει ὢν αὐτοκατάκριτος; Ἐκεῖ μὲν περὶ τῆς τῶν ἐλπίδα ἐχόντων διορθώσεώς φησι, καὶ περὶ τῶν ἀντιδιατιθεμένων ἁπλῶς· ὅταν δὲ δῆλος ᾖ πᾶσι καὶ φανερὸς, τίνος ἕνεκεν πυκτεύεις εἰκῆ; τί τὸν ἀέρα δέρεις; Τί ἐστιν, Ὢν αὐτοκατάκριτος; Οὐ γὰρ ἔχει εἰπεῖν, ὅτι οὐδεὶς εἶπεν, οὐδεὶς ἐνουθέτησεν. Ὅταν οὖν μετὰ τὴν παραίνεσιν ὁ αὐτὸς ἐπιμένῃ, αὐτοκατάκριτος γίνεται. Ὅταν πέμψω Ἀρτεμᾶν πρὸς σὲ ἢ Τυχικὸν, σπούδασον ἐλθεῖν πρός με εἰς Νικόπολιν. Τί λέγεις; ἐπιστήσας αὐτὸν τῇ Κρήτῃ, πάλιν καλεῖς πρὸς σεαυτόν; Οὐκ ἀπάγων αὐτὸν τῆς σχολῆς ἐκείνης, ἀλλὰ πλέον ῥυθμίζων. Ὅτι γὰρ οὐχ ὥστε περιάγειν αὐτὸν καὶ πανταχοῦ ἔχειν ἀκολουθοῦντα καλεῖ πρὸς ἑαυτὸν, ἄκουσον τί φησιν· Ὅτι ἐκεῖ κέκρικα παραχειμάσαι. Ἡ δὲ Νικόπολις τῆς Θρᾴκης ἐστί. Ζηνᾶν τὸν νομικὸν καὶ Ἀπολλὼ σπουδαίως πρόπεμψον, ἵνα μηδὲν αὐτοῖς λείπῃ· αὐτοὶ δὲ οὐδέπω τῶν ἐγχειρισθέντων ἦσαν, ἀλλὰ τῶν συνόντων αὐτῷ· σφοδρότερος δὲ ἦν ὁ Ἀπολλὼς, δυνατὸς ὢν ἐν ταῖς Γραφαῖς, καὶ ἀνὴρ λόγιος. Εἰ τοίνυν νομικὸς ἦν ἐκεῖνος, οὐκ ἔδει παρ' ἑτέρων αὐτὸν, φησὶ, τρέφεσθαι. Ἀλλὰ νομικὸν ἐνταῦθά φησι τὸν τῶν Ἰουδαϊκῶν νόμων ἔμπειρον· ὡσεὶ ἔλεγεν, Ἐν πάσῃ ἀφθονίᾳ αὐτοὺς κατάστησον, ἵνα μηδὲν αὐτοῖς λείπῃ. Μανθανέτωσαν δὲ καὶ οἱ ἡμέτεροι καλῶν ἔργων προΐστασθαιεἰς τὰς ἀναγκαίας χρείας, ἵνα μὴ ὦσιν ἄκαρποι. Ἀσπάζονταί σε οἱ μετ' ἐμοῦ πάντες· ἄσπασαι τοὺς φιλοῦντας ἡμᾶς ἐν πίστει. Ἤτοι τοὺς αὐτὸν φιλοῦντάς φησιν, ἢ τοὺς πιστοὺς ἄνδρας. Ἡ χάρις μετὰ πάντων ὑμῶν. Ἀμήν. Πῶς οὖν αὐτῷ κελεύεις τοὺς ἀντιλέγοντας ἐπιστομίζειν, εἰ περιιστάναι τούτους δεῖ, ὅταν ἐπὶ λύμῃ πάντα ποιῶσιν ἑαυτῶν; Φησὶ δὲ προηγουμένως ἐπὶ τῷ ἐκείνων κέρδει μηδέποτε τοῦτο ποιεῖν· οὐδὲ γὰρ ἂν κερδάνειάν ποτε, ἅπαξ διεστραμμένοι τὴν γνώμην. Εἰ μὲν γὰρ ἑτέροις λυμαίνοιντο, διεστάναι χρὴ καὶ μάχεσθαι, καὶ μετὰ πολλῆς τῆς ἀνδρείας περιίστασθαι· εἰ δὲ εἰς ἀνάγκην κατασταίης, ὁρῶν ἑτέρους διαφθειρομένους, μὴ σίγα, ἀλλ' ἐπιστόμιζε, τῶν μελλόντων ἀπόλλυσθαι κηδόμενος. Ὅλως δὲ οὐκ ἔστι τὸν σπουδὴν ἔχοντα καὶ βίον ὀρθὸν, μάχης ἀνέχεσθαι. Πλὴν, ὡς εἶπον, οὕτω ποίει· ἀπὸ γὰρ ἀργίας καὶ τῆς περιττῆς φιλοσοφίας τὸ πρᾶγμα γίνεται, τὸ περὶ τὰ ῥήματα ἠσχολῆσθαι μόνον. Καὶ γὰρ περιττὰ φθέγγεσθαι πολλὴ ζημία, δέον ἢ διδάσκειν, ἢ εὔχεσθαι, ἢ εὐχαριστεῖν. Οὐδὲ γὰρ χρημάτων μὲν φείδεσθαι ὀφείλομεν, ῥημάτων δὲ οὔ· ἀλλὰ μάλιστα τούτων ἢ ἐκείνων, καὶ μὴ ἁπλῶς πᾶσιν ἑαυτοὺς ἐκδιδόναι. Τί ἐστιν, Ἵνα φροντίζωσι καλῶν ἔργων προΐστασθαι; Ἵνα μὴ περιμένωσι τοὺς δεομένους ἐλθεῖν πρὸς αὐτοὺς, ἀλλὰ καὶ αὐτοὶ περιεργάζωνται τοὺς δεομένους τῆς αὐτῶν βοηθείας· ὁ γὰρ φροντίζων, οὕτω φροντίζει· οὕτω γὰρ μάλιστα καὶ μετὰ πολλῆς τῆς σπουδῆς τοῦτο ἐργάσεται. Καὶ γὰρ ἐν οἷς εὖ ποιεῖ, οὐ τοῖς πάσχουσι τοσοῦτον, ὅσον τοῖς εὖ ποιοῦσι πρόσοδον καὶ κέρδος φέρει τὸ γινόμενον· παῤῥησίαν γὰρ δίδωσιν αὐτοῖς πρὸς τὸν Θεόν. Ἐκεῖ δὲ τῆς μάχης τέλος οὐδέν. Τὸν ἀδιόρθωτον οὖν λέγει αἱρετικόν. Ὥσπερ γὰρ τὸ τοὺς ἐλπίδας ἔχοντας μεταβολῆς παρορᾷν, νωθείας· οὕτω τὸ τοὺς ἀνίατα νοσοῦντας θεραπεύειν, ἀνοίας καὶ τῆς ἐσχάτης παραπληξίας θρασυτέρους γὰρ ἐργαζόμεθα ἐκείνους. Μανθανέτωσαν δὲ, φησὶ, καὶ οἱ ἡμέτεροι καλῶν ἔργων προΐστασθαι εἰς τὰς ἀναγκαίας χρείας, ἵνα μὴ ὦσιν ἄκαρποι. Ὁρᾷς ὅτι αὐτῶν φροντίζει μᾶλλον, ἢ τῶν λαμβανόντων; Ἐνῆν γὰρ ἴσως πολλαχόθεν τούτους προπέμψαι, ἀλλὰ τῶν ἡμετέρων, φησὶ, φροντίζω. Τί γὰρ ὄφελος, εἰπέ μοι; Εἰ γὰρ θησαυροὺς ἀνορύττοντες ἔτρεφον τοὺς διδασκάλους ἕτεροι, τούτοις οὐδὲν οὐδέπω κέρδος ἦν· ἄκαρποι γὰρ ἔμενον. Τί οὖν, εἰπέ μοι; οὐκ ἠδύνατο ὁ Χριστὸς ὁ ἀπὸ πέντε ἄρτων πεντακισχιλίους, καὶ ἀπὸ ἑπτὰ τετρακισχιλίους θρέψας, θρέψαι ἑαυτὸν καὶ τοὺς συνόντας αὐτῷ; τίνος οὖν ἕνεκεν ὑπὸ γυναικῶν ἐτρέφετο (Ἠκολούθουν γὰρ αὐτῷ, φησὶ, γυναῖκες, αἵτινες διηκόνουν αὐτῷ); Διδάσκων ἡμᾶς ἄνωθεν ὅτι τῶν οὗ ποιούντων φροντίζει. Οὐκ ἠδύνατο ὁ Παῦλος ὁ καὶ ἑτέροις ἐπαρκῶν διὰ τῶν ἑαυτοῦ χειρῶν, μηδαμόθεν λαμβάνειν; Ἀλλ' ὁρᾷς αὐτὸν καὶ λαμβάνοντα καὶ αἰτοῦντα· καὶ ἄκουσον, διὰ τί· Ζητῶ γὰρ, φησὶν, οὐ τὸ δόμα, ἀλλὰ τὸν καρπὸν τὸν πλεονάζοντα εἰς λόγον ὑμῶν. Καὶ παρὰ τὴν ἀρχὴν δὲ, ὅτε τὰ αὑτῶν ἅπαντα πιπράσκοντες ἐτίθεσαν παρὰ τοὺς πόδας τῶν ἀποστόλων, ὁρᾷς τοὺς ἀποστόλους αὐτῶν φροντίζοντας μᾶλλον, ἢ τῶν λαμβανόντων; Εἰ γὰρ ὁπωσδήποτε μόνον τῶν πενήτων ἐφρόντιζον, οὐδέναἂν λόγον ὑπὲρ τῆς Σαπφείρας καὶ τοῦ Ἀνανία ἐποιήσαντο, ἡνίκα ἐνοσφίσαντο τὰ χρήματα, οὐκ ἂν διετάξατο Παῦλος λέγων· Μὴ ἐκ λύπης, ἢ ἐξ ἀνάγκης. Τί λέγεις, Παῦλε; ἐμποδίζεις τοῖς πένησιν; Οὒ, φησίν· οὐ γὰρ τὸ ἐκείνων ὁρῶ, ἀλλὰ τὸ τῶν διδόντων. Ὅρα δὲ καὶ τὸν προφήτην, ἡνίκα τῷ Ναβουχοδονόσορ συνεβούλευε τὴν ἀρίστην ἐκείνην γνώμην, οὐχὶ τῶν πενήτων μόνον φροντίζοντα· οὐ γὰρ εἶπε, Δὸς τοῖς πένησιν ἁπλῶς, ἀλλὰ τί; Τὰς ἁμαρτίας σου ἐν ἐλεημοσύναις λύτρωσαι, καὶ τὰς ἀδικίας σου ἐν οἰκτιρμοῖς πενήτων. Κένωσον τὰ χρήματα, φησὶν, οὐχ ἵνα ἕτεροι τραφῶσι μόνον, ἀλλ' ἵνα ἀπαλλαγῇς αὐτὸς τῆς τιμωρίας. Καὶ πάλιν ὁ Χριστός· Πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς, καὶ δεῦρο ἀκολούθει μοι. Ὁρᾷς ὅτι κἀκεῖ διὰ τὴν ἀκολούθησιν τοῦτο ἐπετάγη; Ἐπειδὴ γὰρ ἐμπόδιόν ἐστι τὰ χρήματα, διὰ τοῦτο διδόναι πένησιν ἐπέταξε, παιδεύων τὴν ψυχὴν ἐλεήμονα εἶναι καὶ οἰκτίρμονα, παιδεύων χρημάτων καταφρονεῖν, παιδεύων πλεονεξίας ἀφίστασθαι. Ὁ γὰρ παιδευόμενος τῷ μὴ ἔχοντι δοῦναι, παιδευθήσεται τῷ χρόνῳ καὶ μὴ λαμβάνειν ἀπὸ τῶν ἐχόντων. Τοῦτο ὁμοίους ποιεῖ τῷ Θεῷ. Καίτοι γε ἡ παρθενία χαλεπώτερον αὐτῆς πόνον ἔχει, καὶ ἡ νηστεία καὶ τὸ χαμευνεῖν· ἀλλ' οὐδὲν οὕτως ἰσχυρὸν καὶ δυνατὸν πρὸς τὸ σβέσαι τῶν ἁμαρτημάτων ἡμῶν τὴν πυρὰν, ὡς ἡ ἐλεημοσύνη· πάντων αὕτη μείζων ἐστὶ, παρ' αὐτὸν ἵστησι τὸν βασιλέα τοὺς αὐτῆς ἐραστάς· καὶ μάλα εἰκότως. Παρθενία μὲν γὰρ καὶ νηστεία καὶ χαμευνία περὶ τὸν ποιοῦντα ἵσταται μόνον, ἕτερον δὲ ἔσωσεν οὐδένα· ἡ δὲ ἐλεημοσύνη εἰς πάντας ἐκτείνεται, καὶ τὰ μέλη περιπλέκεται τοῦ Χριστοῦ· πολὺ δὲ τῶν εἰς τὸν ἕνα περιισταμένων τὰ πρὸς πολλοὺς ἐκτεινόμενα κατορθώματα μείζονα.
500.3.1
Αὕτη γὰρ μήτηρ ἀγάπης ἐστὶν, ἀγάπης τῆς τὸν Χριστιανισμὸν χαρακτηριζούσης, τῆς τῶν σημείων ἁπάντων μείζονος, δι' ἧς οἱ μαθηταὶ φαίνονται τοῦ Χριστοῦ· αὕτη φάρμακόν ἐστι τῶν ἡμετέρων ἁμαρτημάτων, σμῆγμα τοῦ ῥύπου τῆς ἡμετέρας ψυχῆς, κλῖμαξ εἰς τὸν οὐρανὸν ἐστηριγμένη· αὕτη τοῦ Χριστοῦ τὸ σῶμα συνδεῖ. Βούλεσθε μαθεῖν ὅσον ἀγαθὸν αὕτη ἐστίν; Ἐπὶ τῶν ἀποστόλων πάντες τὰ ἑαυτῶν πωλοῦντες ἔφερον πρὸς αὐτοὺς, ἃ καὶ διεδίδοτο· Διεδίδοσαν γὰρ, φησὶν, ἑκάστῳ, καθότι ἄν τις χρείαν εἶχεν. Εἰπὲ γάρ μοι, καὶ χωρὶς τῶν μελλόντων (μήπω γὰρ περὶ τῆς βασιλείας νῦν κινήσωμεν. ἀλλ' ἐν τῷ παρόντι ἴδωμεν) τίνες κερδαίνουσιν, οἱ λαμβάνοντες, ἢ οἱ δόντες; Ἐκεῖνοι μὲν γὰρ ἐγόγγυζον, καὶ διεπληκτίζοντο πρὸς ἀλλήλους· οὗτοι δὲ εἶχον ψυχὴν μίαν· Ἦν γὰρ, φησὶν, ἁπάντων ἡ καρδία καὶ ἡ ψυχὴ μία, καὶ χάρις ἦν ἐπὶ πάντας αὐτοὺς, καὶ μετὰ πολλῆς ὠφελείας διῆγον. Ὁρᾷς ὅτι καὶ ἐντεῦθεν ἐκεῖνοι ἐκέρδαινον; Εἰπὲ δή μοι, τίνων ἂν ἠθέλησας εἶναι, τῶν τὰ αὐτῶν ῥιπτούντων καὶ οὐδὲν ἐχόντων, ἢ τῶν καὶ τὰ ἑτέρων λαμβανόντων; Ὅρα τὸν καρπὸν τῆς ἐλεημοσύνης· τὰ διαφράγματα καὶ τὰ κωλύματα ἀνῃρέθη, καὶ εὐθέως συνήφθησαν αὐτῶν αἱ ψυχαί· Πάντων ἦν ἡ καρδία καὶ ἡ ψυχὴ μία. Ὥστε καὶ χωρὶς τῆς ἐλεημοσύνης τὸ τὰ χρήματα κενοῦν πολὺ ἔχει τὸ κέρδος. Ταῦτα δέ μοι εἴρηται, ἵνα οἱ κλῆρον παρὰ προγόνων μὴ διαδεξάμενοι, μὴ ἀλγῶσι μηδὲ κατηφιῶσιν, ὡς ἔλαττον τῶν πλουτούντων ἔχοντες· μείζονα γὰρ ἔχουσιν, ἂν ἐθέλωσι. Καὶ γὰρ καὶ πρὸς ἐλεημοσύνην μετὰ πλείονος ἥξουσι τῆς εὐκολίας, καθάπερ ἡ χήρα, καὶ τῆς πρὸς τὸν πλησίον ἔχθρας οὐδεμίαν ἕξουσιν ἀφορμὴν, καὶ πάντων ἔσονται ἐλευθερώτεροι· οὐδεὶς ἀπειλῆσαι δυνήσεται τῷ τοιούτῳ δήμευσιν, ἀλλ' ἔστιν ἀνώτερος τοῦ παθεῖν κακῶς. Καὶ καθάπερ τοὺς γυμνοὺς φεύγοντας οὐδεὶς ἂν ταχέως κατάσχοι, τῶν δὲ πολλὰ περιβεβλημένων καὶ ἐπισυρομένων ῥᾳδίως ἄν τις ἐπιλάβοιτο· οὕτω καὶ ὁ πλούσιος, καὶ ὁ πένης ἐστίν. Ὁ μὲν γὰρ, κἂν ἁλῷ, εὐκόλως διαδρᾶναι δυνήσεται· ὁ δὲ, κἂν μὴ κατασχεθῇ, τοῖς ἑαυτοῦ σχοινίοις συμποδίζεται, φροντίσι μυρίαις, ἀθυμίαις, ὀργαῖς, παροξυσμοῖς. Ταῦτα πάντα καταχωννύει τὴν ψυχήν· καὶ οὐ ταῦτα μόνα, ἀλλὰ καὶ ἄλλα πολλὰ, ἅπερ ἀπὸ τοῦ πλούτου ἐπισυρόμεθα. Καὶ γὰρ μετριάζειν δυσκολώτερον τὸν πλούσιον ἢ τὸν πένητα, καὶ ἐν εὐτελείᾳ ζῇν, καὶ θυμοῦ ἀπηλλάχθαι δυσκολώτερον τοῦτον ἢ ἐκεῖνον. Οὐκοῦν πλείονα, φησὶν, ἕξει μισθόν; Οὐδαμῶς. Διὰ τί, εἴ γε τὰ δύσκολα κατορθοῖ; Ὅτι αὐτὸς ἑαυτῷ τὰς δυσκολίας ἐπενόησεν· οὐ γὰρ ἐπιτέτακται πλουτεῖν, ἀλλὰ καὶ τοὐναντίον· ἑαυτῷ δὲ μυρία σκάνδαλα καὶ κωλύματα κατασκευάζει. Ἄλλοι δὲ οὐ μόνον τὰ χρήματα ἀποτίθενται, ἀλλὰ καὶ τοῦ σώματος τὸ πλέον κατατήκουσιν, ὡς στενὴν ὁδεύοντες ὁδόν· σὺ δὲ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ αὔξεις τὴν κάμινον τῶν παθῶν, καὶ ἕτερα περιβάλλεις. Οὐκοῦν εἰς τὴν εὐρύχωρον ἄπιθι· ἐκείνη γάρ ἐστιν ἡ τοὺς τοιούτους δεχομένη· ἡ δὲ στενὴ τοὺς θλιβομένους, τοὺς ἐστενωμένους, τοὺς οὐδὲν βαστάζοντας, ἀλλ' ἢ ταῦτα τὰ φορτία, ἃ δι' αὐτῆς κομίζεσθαι δυνατὸν, ἐλεημοσύνην, φιλανθρωπίαν, χρηστότητα, ἐπιείκειαν. Ἂν ταῦτα βαστάζῃς, εὐκόλως δυνήσῃ εἰσελθεῖν· ἂν δὲ ἀπόνοιαν καὶ φλεγμονὴν ψυχῆς, καὶ τὸ τῶν ἀκανθῶν φορτίον, τὸν πλοῦτον, πολλῆς σοι δεῖ τῆς εὐρυχωρίας. Οὐδὲ γὰρ εἰς τὸν ὄχλον ἐμβῆναί σοι δυνατὸν, ὥστε μὴ ἑτέρους πλήττειν ἄνωθεν ἐπιφερόμενον, ἀλλ' ἔδει πολλῆς διαστάσεως ἐνταῦθα. Ὁ μέντοι ἀποφέρων χρυσίον καὶ ἀργύριον, τὰ τῆς ἀρετῆς λέγω κατορθώματα, οὐ μόνον φεύγοντας οὐκ ἔχει τοὺς πλησίον, ἀλλὰ καὶ πλησίον γινομένους καὶ συνδυάζοντας. Πλὴν εἰ ὁ πλοῦτος αὐτὸς ἄκανθά ἐστι, τί ἡ πλεονεξία; τίνος ἕνεκεν ταύτην ἀπάγεις ἐκεῖ; ἵνα μείζονα τὴν φλόγα ἐργάσῃ, φορτία ὑποτιθεὶς τῷ πυρί; οὐ γὰρ ἀρκεῖ τὸ τῆς γεέννης πῦρ; Ἐννόησον οἱ τρεῖς παῖδες πῶς περιεγένοντο τῆς καμίνου· ἐκείνην νόμισον γέενναν εἶναι· μετὰ θλίψεως ἐνέπεσον εἰς αὐτὴν δεδεμένοι καὶ συμπεπεδημένοι· ἀλλὰ πολλὴν εὗρον ἔνδον τὴν εὐρυχωρίαν· ἀλλ' οὐχ οἱ ἔξωθεν περιεστῶτες.
500.4.1
Τοιοῦτόν τι ἔσται καὶ νῦν, ἐὰν βουλώμεθα γενναίως καὶ ἀνδρείως ἵστασθαι πρὸς τοὺς ἐπαγομένους πειρασμούς· ἂν εἰς τὸν Θεὸν ἔχωμεν τὰς ἐλπίδας, ἐσόμεθα μὲν ἡμεῖς ἐν ἀσφαλείᾳ καὶ εὐρυχωρίᾳ, οἱ δὲ ἐμβάλλοντες ἡμᾶς ἀπολοῦνται· Ὁ γὰρ ὀρύσσων βόθρον, φησὶν, ἐμπεσεῖται εἰς αὐτόν. Κἂν τὰς χεῖρας δήσωσι, κἂν τοὺς πόδας, ἡ θλῖψις λῦσαι δυνήσεται. Ὅρα γὰρ τὸ θαυμαστόν· οὓς ἔδησαν ἄνθρωποι, τούτους ἔλυσε τὸ πῦρ. Καθάπερ γὰρ εἴ τις παραδοίη τινὰς τοῖς οἰκέταις τῶν φίλων, οὗτοι δὲ τὴν φιλίαν αἰδούμενοι τοῦ δεσπότου, οὐ μόνον αὐτοῖς οὐ λυμαίνονται, ἀλλὰ καὶ πολλῆς μεταδιδόασι τιμῆς· οὕτω καὶ τὸ πῦρ, ἐπειδὴ ἐπέγνω ὅτι φίλοι τοῦ Δεσπότου αὐτοῦ εἰσιν οἱ παῖδες ἐκεῖνοι, καὶ διέῤῥηξεν αὐτῶν τὰ δεσμὰ, καὶ ἔλυσεν αὐτοὺς καὶ ἀφῆκε, καὶ ἔδαφος αὐτοῖς ἐγίνετο, καὶ κατεπατεῖτο ὑπ' αὐτῶν, εἰκότως· ὑπὲρ γὰρ τῆς δόξης ἐνεβέβληντο τοῦ Θεοῦ. Ὅσοι ἐν θλίψεσίν ἐσμεν, ταῦτα κατέχωμεν τὰ ὑποδείγματα. Ἀλλ' ἰδοὺ, φησὶν, ἐκεῖνοι ἀπηλλάγησαν τῆς θλίψεως, ἡμεῖς δὲ οὔ. Καὶ εἰκότως, ἐπειδὴ οὐχ οὕτως ἐνέβησαν εἰς τὴν κάμινον ἐκεῖνοι, ὡς ἀπαλλαγησόμενοι, ἀλλ' ὡς τεθνηξόμενοι τέλεον· ἄκουε γὰρ αὐτῶν λεγόντων· Ἔστι Θεὸς ἐν οὐρανοῖς, ὃς ῥύσεται ἡμᾶς· καὶ ἐὰν μὴ, γνωστὸν ἔστω σοι, βασιλεῦ, ὅτι τοῖς θεοῖς σου οὐ λατρεύομεν, καὶ τῇ εἰκόνι τῇ χρυσῇ, ᾗ ἔστησας, οὐ προσκυνοῦμεν. Ἡμεῖς δὲ ὡς πραγματευόμενοι τοῦ Θεοῦ τὰς παιδείας, καὶ χρόνον ὁρίζομεν λέγοντες· Ἐὰν μέχρι τοσοῦδε μὴ ἐλεήσῃ. Διὰ τοῦτο οὐκ ἀπαλλαττόμεθα. Ἐπεὶ καὶ ὁ Ἀβραὰμ οὐχ ὡς σῶον ληψόμενος τὸν υἱὸν, οὕτως ἀπήρχετο, ἀλλ' ὡς σφαγιάσων· καὶ παρὰ προσδοκίαν σῶον ἔλαβε. Καὶ σὺ ὅταν ἐμπέσῃς εἰς θλῖψιν, μὴ ταχύνῃς, μὴ σπεύσῃς ἀπαλλαγῆναι, παρασκεύασον τὴν διάνοιάν σου πρὸς πᾶσαν ὑπομονὴν, καὶ ἀπαλλαγήσῃ ταχέως τῆς θλίψεως· διὰ γὰρ τοῦτο καὶ ἐπάγει αὐτὴν ὁ Θεὸς, ἵνα παιδεύσῃ. Ὅταν οὖν ἐκ προοιμίων παιδευθῶμεν φέρειν, καὶ μὴ ἀλύωμεν, ἀνίησι λοιπὸν, ὡς τοῦ παντὸς κατωρθωμένου. Βούλομαί τι διήγημα πρὸς ὑμᾶς εἰπεῖν χρήσιμον, καὶ πολλὴν ἔχον τὴν ὠφέλειαν. Τί δὲ τοῦτό ἐστι; Διωγμοῦ ποτε κατειληφότος, καὶ πολέμου σφοδροῦ κατὰ τῆς Ἐκκλησίας ἀναῤῥιπισθέντος, δύο τινὲς συνελήφθησαν ἄνδρες· καὶ ὁ μὲν ἕτοιμος ἦν πᾶν ὁτιοῦν παθεῖν, ὁ δὲ πρὸς μὲν τὸ ἀποτμηθῆναι τὴν κεφαλὴν καὶ αὐτὸς ἕτοιμος καὶ γενναῖος, πρὸς δὲ τὰς ἄλλας βασάνους δεδοικὼς καὶ τρέμων. Ὅρα τοίνυν τὴν οἰκονομίαν· Ἐπειδὴ ἐκάθισεν ὁ δικαστὴς, τὸν μὲν ἕτοιμον ὄντα πᾶν ὁτιοῦν παθεῖν, ἐκέλευσεν ἀποτμηθῆναι τὴν κεφαλήν· ἐκεῖνον δὲ ἀναρτήσας κατέξαινε, καὶ οὐχ ἅπαξ οὐδὲ δεύτερον, ἀλλὰ πάσας περιάγων τὰς πόλεις. Τί δήποτε τοῦτο συνεχωρήθη; Ἵνα τὸ ἠμελημένον αὐτοῦ τῆς διανοίας ἀνακτήσηται διὰ τῶν βασάνων, ἵνα τὴν δειλίαν πᾶσαν ἐκβάλῃ, ἵνα μηκέτι ᾖ δεδοικὼς μηδὲ ὀκνῶν μηδὲ τρέμων πρὸς τὸ πρᾶγμα. Καὶ Ἰωσὴφ δὲ ὅτε μάλιστα ἠπείγετο ἐξελθεῖν, τότε μάλιστα ἐναπέμεινεν· ἄκουε γὰρ αὐτοῦ λέγοντος, Κλοπῇ ἐκλάπην ἐκ γῆς Ἑβραίων· καὶ, Μνήσθητί μου, φησὶ, πρὸς τὸν βασιλέα. Διὰ τοῦτο ἐναπέμεινεν, ἵνα μάθῃ ὅτι οὐ χρὴ θαῤῥεῖν, οὐδὲ ἐπελπίζειν ἀνδράσιν, ἀλλὰ τὸ πᾶν ἐπὶ τὸν Θεὸν ῥίπτειν. Ταῦτα οὖν εἰδότες, χάριν ὁμολογῶμεν τῷ Θεῷ, καὶ πάντα πράττωμεν τὰ πρὸς τὸ συμφέρον· ἵνα τῶν μελλόντων ἀγαθῶν ἐπιτύχωμεν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.