Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In epistulam i ad Corinthios
John ChrysostomHom. 1 Cor. 0 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
0.0
Ἡ Κόρινθός ἐστι µὲν νῦν πόλις τῆς Ἑλλάδος ἡ πρώτη, πολλοῖς δὲ τὸ παλαιὸν πλεονεκτήµασι βιωτικοῖς ἐκόµα, καὶ πρὸ τῶν ἄλλων πάντων τῇ τῶνχρηµάτων περιουσίᾳ· διὸ καί τις τῶν ἔξωθεν συγγραφέων ἀφνειὸν ἐκάλει τὸ χωρίον. Ἐν γὰρ τῷ Ἰσθµῷ κεῖται τῆς Πελοποννήσου, καὶ πολλὴν εἶχεν ἐµπορίας ὑπόθεσιν. Ἦν δὲ καὶ ῥητόρων πολλῶν ἔµπλεως ἡ πόλις καὶ φιλοσόφων· καί τις τῶν ἑπτὰ καλουµένων σοφῶν ἀπὸ τῆς πόλεως ταύτης ἦν. Ταῦτα δὲ ἡµῖν οὐ φιλοτιµίας ἕνεκεν εἴρηται, οὐδὲ πρὸς ἐπίδειξιν πολυµαθείας·( τί γὰρ δὴ καὶ ἔστι τὸ ταῦτα εἰδέναι;) ἀλλὰ πρὸς τὴν ὑπόθεσιν ἡµῖν συντελεῖ τῆς Ἐπιστολῆς. Πολλὰ δὲ καὶ αὐτὸς ἔπαθεν ὁ Παῦλος ἐν ταύτῃ τῇ πόλει, καὶ ὁ Χριστὸς δὲ ἐν ταύτῃ αὐτῷ φανείς φησι· Μὴ σιγήσῃς, ἀλλὰ λάλει· διότι λαός µοι πολύς ἐστιν ἐν τῇ πόλει ταύτῃ. Καὶ ἔµεινεν ἐκεῖ δύο ἔτη. Ἐν ταύτῃ καὶ ὁ δαίµων ἐξῆλθεν, ὃν οἱ Ἰουδαῖοι ἐφορκίζοντες, τὰ ἀνήκεστα ἔπαθον παρ' αὐτοῦ· ἐν ταύτῃ τὰς βίβλους συναγαγόντες τῶν γοήτων οἱ µετανοήσαντες κατέκαυσαν, καὶ ὤφθησαν µυριάδες πέντε· ἐν ταύτῃ καὶ ἐπὶ Γαλλίωνος τοῦ ἀνθυπάτου ἐπὶ τοῦ βήµατος ὁ Παῦλος ἐτύπτετο. Ὁρῶν τοίνυν ὁ διάβολος πόλιν µεγάλην καὶ πολυάνθρωπον τῆς ἀληθείας ἐπειληµµένην, καὶ πλούτου καὶ σοφίας ἕνεκεν θαυµαστὴν οὖσαν, καὶ τῆςἙλλάδος τὸ κεφάλαιον( τὰ γὰρ Ἀθηναίων καὶ Λακεδαιµονίων ἀθλίως διέκειτο λοιπὸν, τῆς ἀρχῆς πάλαι µεταπεσούσης), καὶ θεασάµενος, ὅτι µετὰ πολλῆςτῆς προθυµίας ἐδέξαντο τὸν τοῦ Θεοῦ λόγον, τί ποιεῖ;∆ ιαιρεῖ τοὺς ἀνθρώπους· ᾔδει γὰρ, ὅτι καὶ βασιλεία ἡ πασῶν ἰσχυροτέρα ἐφ' ἑαυτὴν µερισθεῖσα, οὐ σταθήσεται. Εἶχε δὲ ἀφορµὴν πρὸς τὴν ἐπιβουλὴν ταύτην τὸν πλοῦτον καὶ τὴν σοφίαν τῶν οἰκούντων. Ἐντεῦθεν συµµορίας ποιησάµενοι καθ' ἑαυτοὺς καὶ αὐτοχειροτόνητοι γενόµενοί τινες, προειστήκεσαν τοῦ πλήθους, καὶ οἱ µὲν τούτοις, οἱ δὲ ἐκείνοιςἑαυτοὺς προσένεµον, τοῖς µὲν ὡς πλουσίοις, τοῖς δὲ ὡς σοφοῖς καὶ πλέον τι δυναµένοις διδάσκειν· οἳ δὴ καὶ παραλαβόντες αὐτοὺς, ἐφιλοτιµοῦντο πλέον τι τοῦ Ἀποστόλου δῆθεν λέγειν· ὅπερ οὖν καὶ αἰνιττόµενος ἔλεγεν· Οὐκ ἠδυνήθην ὑµῖν λαλῆσαι ὡς πνευµατικοῖς.∆ ηλονότι οὐ παρὰ τὴν οἰκείαν ἀπορίαν, ἀλλὰ παρὰ τὴν ἐκείνων ἀσθένειαν τὸ µὴ πολλὰ ἀκοῦσαι γέγονε· καὶ τὸ, Χωρὶς ἡµῶν ἐπλουτήσατε, τοῦτό ἐστιν ἐνδεικνυµένου. Καὶ ἦν τοῦτο οὐ µικρὸν, ἀλλὰ πάντων ὀλεθριώτερον, τὸ διεσπάσθαι τὴν Ἐκκλησίαν. Καὶ ἕτερον δὲ µετὰ τούτων ἁµάρτηµα ἐτολµᾶτο αὐτόθι, τὸ µητρυιᾷ τινα συγγενόµενον µὴ µόνον µὴ ἐπιπλήττεσθαι, ἀλλὰ καὶ ὀχλαγωγεῖν, καὶ τοῖς µετ' αὐτοῦ παρέχειν µέγα φρονεῖν· διό φησι· Καὶ ὑµεῖς πεφυσιωµένοι ἐστὲ, καὶ οὐχὶ µᾶλλον ἐπενθήσατε. Καὶ µετὰ τοῦτο πάλιν τινὲς τῶν δῆθεν τελειοτέρων, καὶ ὑπὸ γαστριµαργίας τῶν εἰδωλοθύτων ἀπογευόµενοι, καὶ ἐν τοῖς ἱεροῖς κατακλινόµενοι, τὰπάντα ἐλυµαίνοντο. Ἄλλοι πάλιν µάχας ἔχοντες καὶ φιλονεικίας ὑπὲρ χρηµάτων, τοῖς ἔξωθεν δικαστηρίοις τὰ καθ' ἑαυτοὺς ἐπέτρεπον ἅπαντα. Καὶ κοµῆται δὲ πολλοὶ παρ' αὐτοῖς περιῄεσαν, οὓς καὶ ἀποκείρασθαι κελεύει. Ἦν τι καὶ ἕτερον πληµµέληµα οὐ µικρὸν, τὸ καθ' ἑαυτοὺς ἐσθίειν ἐν ταῖς ἐκκλησίαις, καὶ µὴ µεταδιδόναι τοῖς δεοµένοις. Μετὰ δὲ τοῦτο καὶ ἕτερον ἐπληµµέλουν, ἐπὶ τοῖς χαρίσµασι µέγα φρονοῦντες, καὶ πρὸς ἀλλήλους ἐντεῦθεν ζηλοτύπως ἔχοντες, ὅπερ καὶ αὐτὸµάλιστα διέσπα τὴν Ἐκκλησίαν. Καὶ ὁ περὶ τῆς ἀναστάσεως δὲ λόγος ἐχώλευε παρ' αὐτοῖς· ἔνιοι γὰρ αὐτῶν οὐ σφόδρα ἐπίστευον ἀνάστασιν εἶναι σωµάτων, τὰ τῆς Ἑλληνικῆς µωρίας ἔτι νοσοῦντες. Καὶ γὰρ ἅπαντα ταῦτα ἀπὸ τῆς κατὰ τὴν φιλοσοφίαν τὴν ἔξωθεν ἀνοίας ἐτίκτετο, καὶ αὕτη ἦν τῶν κακῶν ἡ µήτηρ· ἐντεῦθεν καὶ διῄρηντο, καὶ αὐτὸ τοῦτο ἀπὸ τῶν φιλοσόφων µαθόντες. Καὶ γὰρ ἐκεῖνοι κατ' ἀλλήλων ἔστησαν, ἀεὶ ὑπὲρ φιλαρχίας καὶ κενοδοξίας ἕκαστος τοῖς ἀλλήλων ἐναντιούµενοι δόγµασι, καὶ σπουδάζοντες ἐφευρεῖν τιτοῖς προτέροις. Ταῦτα δὲ ἔπασχον, ἐπειδὴ λογισµοῖς ἐπέτρεπον τὰ καθ' ἑαυτούς. Ἔγραψαν µὲν οὖν αὐτῷ διὰ Φορτουνάτου καὶ Στεφανᾶ καὶ Ἀχαϊκοῦ, δι' ὧν καὶ αὐτὸς γράφει. Καὶ τοῦτο ἐδήλωσεν ἐν τῷ τέλει τῆς Ἐπιστολῆς, οὐ µὴν περὶ πάντων, ἀλλὰ περὶ γάµου καὶ παρθενίας· διὸ καὶ ἔλεγε· Περὶ δὲ ὧν ἐγράψατέ µοι. Αὐτὸς µέντοι, καὶ ὑπὲρ ὧν ἔγραψαν, καὶ ὑπὲρ ὧν οὐκ ἔγραψαν, ἐπιστέλλει, πάντα µετὰ ἀκριβείας µαθὼν αὐτῶν τὰ ἐλαττώµατα. Καὶ τὸν Τιµόθεον δὲ ἀποστέλλει µετὰ τῶν γραµµάτων, εἰδὼς ὅτι πολλὴν µὲν ἰσχὺν ἔχει καὶ τὰ γράµµατα, οὐ µικρὰν δὲ αὐτοῖς οἴσει προσθήκην καὶἡ παρουσία τοῦ µαθητοῦ. Ἐπειδὴ δὲ αἰσχυνόµενοι οἱ διανειµάµενοι τὴν Ἐκκλησίαν, µὴ δόξωσι φιλοτιµίας ἕνεκεν τοῦτο πεποιηκέναι, προκαλύµµατα τοῦ πάθους ἐπενόησαν, τὸτὰ τελειότερα δῆθεν διδάσκειν, καὶ σοφώτεροι τῶν ἄλλων εἶναι· κατ' αὐτοῦ πρῶτον ὁ Παῦλος ἵσταται τοῦ νοσήµατος, τὴν ῥίζαν τῶν κακῶν ἀναστέλλων, καὶ τὴν ἐντεῦθεν φυεῖσαν διχόνοιαν· καὶ πολλῇ κέχρηται τῇ παῤῥησίᾳ. Ἦσαν γὰρ αὐτῷ καὶ µαθηταὶ οὗτοι µάλιστα πάντων· διό φησιν· Εἰ ἄλλοις οὐκ εἰµὶ ἀπόστολος, ἀλλά γε ὑµῖν εἰµι· ἡ γὰρ σφραγὶς τῆς ἐµῆς ἀποστολῆς ὑµεῖς ἐστε. Καὶ ἀσθενέστερόν γε τῶν ἄλλων διέκειντο· διό φησιν, Οὐ γὰρ ὡς πνευµατικοῖς ἐλάλησα· οὔπω γὰρ ἐδύνασθε, ἀλλ' οὐδὲ ἔτι νῦν δύνασθε. Τοῦτο δὲ λέγει, ἵνα µὴ νοµίσωσιν, ὅτι ὑπὲρ τοῦ παρελθόντος τοῦτο λέγει χρόνου.∆ ιὸ ἐπήγαγε· Ἀλλ' οὐδὲ ἔτι νῦν δύνασθε. Πλὴν ἀλλ' οὐδὲ πάντας εἰκὸς ἦν διεφθάρθαι, ἀλλ' εἶναί τινας ἐν αὐτοῖς καὶ σφόδρα ἁγίους. Καὶ τοῦτο ἐν µέσῳ τῆς Ἐπιστολῆς ἐδήλωσεν εἰπών· Ἐµοὶ δὲ εἰς ἐλάχιστόν ἐστιν, ἵνα ὑφ' ὑµῶν ἀνακριθῶ, καὶ ἐπαγαγὼν, Ταῦτα δὲ µετεσχηµάτισα εἰς ἐµαυτὸν καὶ Ἀπολλώ. Ἐπεὶ οὖν ἐξ ἀπονοίας πάντα ἐτίκτετο τὰ κακὰ καὶ τοῦ νοµίζειν εἰδέναι τι πλέον, ταύτην πρὸ τῶν ἄλλων καθαιρεῖ, καὶ ἀρχόµενός φησι·

Intertext edge

Open linked passage

Note