In epistulam i ad Corinthios
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
11.11
Ἐµοὶ δὲ εἰς ἐλάχιστόν ἐστιν, ἵνα ὑφ' ὑµῶν ἀνα κριθῶ, ἢ ὑπὸ ἀνθρωπίνης ἡµέρας· ἀλλ' οὐδὲ ἐµαυτὸν ἀνακρίνω( οὐδὲν γὰρ ἐµαυτῷ σύνοιδα· ἀλλ' οὐκ ἐν τούτῳ δεδικαίωµαι)· ὁ δὲ ἀνακρί νων µε, Κύριός ἐστι. αʹ. Μετὰ τῶν ἄλλων κακῶν οὐκ οἶδα πῶς ἐπεισῆλθε τῇ τῶν ἀνθρώπων φύσει τὸ τῆς περιεργίας καὶ τὸ τῆς πολυπραγµοσύνης τῆς ἀκαίρου νόσηµα· ὃ καὶ ὁ Χριστὸς ἐκόλασεν εἰπών· Μὴ κρίνετε, ἵνα µὴ κριθῆτε· ὅπερ ἡδονὴν µὲν οὐδεµίαν ἔχει, καθάπερ καὶ τὰ λοιπὰ τῶν ἁµαρτηµάτων, κόλασιν δὲ µόνον καὶ τιµωρίαν. Καὶ γὰρ µυρίων αὐτοὶ γέµοντες κακῶν, καὶ τὰς δοκοὺς ἐπὶ τῶν ὀµµάτων φέροντες, τῶν ἁµαρτηµάτων τοῦ πλησίον, κάρφους οὐδὲν διαφερόντων, ἀκριβεῖς γινόµεθα ἐξετασταί· ὥσπερ καὶ ἐν τῇ Κορίνθῳ τοῦτο συνέβαινεν. Ἄνδρας γὰρ εὐλαβεῖς καὶ Θεῷ φίλους διὰ τὴν ἀµαθίαν ἐκωµῴδουν καὶ ἐξέβα[ λ] λον, τοὺς δὲ µυρίων γέµοντας κακῶν ἐνέκρινον διὰ τὴν εὐγλωττίαν. Εἶτα, καθάπερ δικασταὶ προκαθήµενοι, τοιαῦτα µετὰ προπετείας ἐψηφίζοντο· Ὁ δεῖνα ἄξιος, ὁ δεῖνα τοῦ δεῖνος ἀµείνων· καὶ οὗτος ἐκείνου καταδεέστερος, κἀκεῖνος τούτου βελτίων· καὶ ἀφέντες τὰ ἑαυτῶν πενθεῖν κακὰ, ἑτέροις ἐγίνοντο δικασταὶ, καὶ ταύτῃ πολέµους ἀνῆπτον πάλιν χαλεπούς. Ὁ Παῦλος οὖν ἀναιρῶν τοῦτο τὸ νόσηµα, ὅρα πῶς αὐτοὺς διορθοῦται συνετῶς. Ἐπειδὴ γὰρ εἶπεν, Ὃ δὲ λοιπὸν, ζητεῖται ἐν τοῖς οἰκονόµοις, ἵνα πιστός τις εὑρεθῇ, καὶ ἐδόκει πάροδον αὐτοῖς διδόναι τοῦ κρίνειν καὶ ἐξετάζειντὸν ἑκάστου βίον· τοῦτο δὲ τὴν στάσιν ἐπέτριβεν· ἵνα µὴ τοῦτο πάθωσιν, ἀπήγαγεν αὐτοὺς τῆς τοιαύτης ἐρεσχελίας, λέγων· Ἐµοὶ δὲ εἰς ἐλάχιστόν ἐστιν, ἵνα ὑφ' ὑµῶν ἀνακριθῶ· πάλιν ἐπὶ τοῦ οἰκείου προσώπου τὸν λόγον προάγων. Τί δέ ἐστιν, Ἐµοὶ δὲ εἰς ἐλάχιστόν ἐστιν, ἵνα ὑφ' ὑµῶν ἀνακριθῶ, ἢ ὑπὸ ἀνθρωπίνης ἡµέρας; Ἀνάξιον ἐµαυτὸν κρίνω, φησὶ, τοῦ παρ' ὑµῶν κρίνεσθαι· καὶ τί λέγω παρ' ὑµῶν; καὶ τὸ παρ' οὑτινοσοῦν ἑτέρου. Ἀλλὰ µηδεὶς ἀπόνοιαν καταγινωσκέτω τοῦ Παύλου, εἰ µηδένα τῶν ἀνθρώπων ἄξιον εἶναι λέγει τοῦ φέρειν τὴν περὶ αὐτοῦ ψῆφον. Πρῶτον µὲν γὰρ οὐ δι' ἑαυτὸν ταῦτά φησιν, ἀλλ' ἑτέρους ἐξαρπάσαι βουλόµενος τῆς παρ' ἐκείνων ἐπαχθείας· ἔπειτα δὲ οὐδὲ µέχρι Κορινθίων τὸ πρᾶγµα ἔστησεν, ἀλλὰ καὶ ἑαυτὸν τῆς κρίσεως ταύτης ἐξέβαλε, µεῖζον εἶναι τῆς αὑτοῦ γνώµης λέγων τὰτοιαῦτα ψηφίζεσθαι· ἐπήγαγε γοῦν· Οὐδὲ ἐµαυτὸν ἀνακρίνω. Πρὸς δὲ τοῖς εἰρηµένοις καὶ τὴν ὑπόθεσιν ἐξετάσαι χρὴ, δι' ἣν ταῦτα ἐλέγετο· οἶδε γὰρ πολλαχοῦ καὶ µεγαλοφρόνως φθέγγεσθαι. Τοῦτο δὲ οὐκ ἔστι τύφου οὐδὲ ἀπονοίας, ἀλλ' οἰκονοµίας ἀρίστης· ἐπεὶ καὶ νῦν οὐκ αὐτὸς ἐπαιρόµενος, ἀλλ' ἑτέρους καταστέλλων, ταῦτα ἔλεγε, καὶ ἀξίωµα σπεύδων περιθεῖναι τοῖς ἁγίοις. Ὅτι γὰρ τῶν σφόδρα ταπεινῶν ἦν, ἄκουσον τί φησι, τὴν τῶν ἐχθρῶν µαρτυρίαν εἰς µέσον περὶ τούτου φέρων· ὅτι Ἡ µὲν παρουσία τοῦ σώµατος ἀσθενὴς, καὶ ὁ λόγος ἐξουθενηµένος· καὶ πάλιν, Ἔσχατον δὲ πάντων ὡσπερεὶ τῷ ἐκτρώµατι ὤφθη κἀµοί. Ἀλλ' ὅµως ὁ ταπεινὸς οὗτος, καιροῦ καλοῦντος, σκόπει ποῦ τὰ φρονήµατα τῶν µαθητῶν ἐπῆρεν, οὐχὶ τῦφον διδάσκων, ἀλλὰ φρόνηµα ὑγιὲς ἐµποιῶν. Αὐτοῖς γὰρ τούτοις διαλεγόµενος ἔλεγε· Καὶ εἰ ἐν ὑµῖν κρίνεται ὁ κόσµος, ἀνάξιοί ἐστε κριτηρίων ἐλαχίστων. Ὥσπερ γὰρ ἀλαζονείας εἶναι χρὴ πόῤῥω τὸν Χριστιανὸν, οὕτω καὶ κολακείας καὶ ἀγεννοῦς φρονήµατος. Οὐδὲ γὰρ εἰ λέγοι τις, ὅτι Τὰ χρήµατα οὐδὲν ἡγοῦµαι εἶναι, ἀλλὰ τὰ παρόντα ἅπαντα σκιά µοι καὶ ὄναρ καὶ παίδων ἀθύρµατα, ἀλαζονείας αὐτὸν γραψόµεθα· ἐπεὶ καὶ τὸν Σολοµῶντα οὕτως εἰς ἀλαζονείαν διαβαλοῦµεν, περὶ τούτων φιλοσοφοῦντα καὶ λέγοντα· Ματαιότης µαταιοτήτων, καὶ τὰ πάντα µαταιότης. Ἀλλὰ µὴ γένοιτο τῷ τῆς ἀλαζονείας ὀνόµατι τὴν φιλοσοφίαν καλεῖν. Ἄρα οὐκ ἀπόνοια τὸ καταφρονεῖν τούτων, ἀλλὰ µεγαλοψυχία, καίτοι γε βασιλεῖς καὶ ἄρχοντας καὶ δυνάστας ὁρῶµεν αὐτῶν ἀντεχοµένους· ἀλλ' ὁ πτωχὸς φιλοσοφῶν πολλάκις αὐτῶν ὑπερορᾷ, καὶ οὐ διὰ τοῦτο ἀλαζόνα αὐτὸν, ἀλλὰ µεγαλόφρονα εἶναι φήσοµεν· ὥσπερ οὖν οὐδὲ τὸν σφόδρα ἀντεχόµενον αὐτῶν, ταπεινόφρονα καὶ µέτριον, ἀλλ' ἀσθενῆ καὶ µικρόψυχον καὶ ἀνελεύθερον. Καὶ γὰρ εἴ τις υἱὸς τῶν µὲν τῷ πατρὶ προσηκόντων κατεφρόνει, τὰ δὲ δουλικὰ ἐθαύµαζεν, οὐχ ὡς ταπεινόφρονα αὐτὸν ἐπῃνέσαµεν ἂν, ἀλλ' ὡς ἀγεννῆκαὶ δουλικὸν ἐκακίζοµεν· ἐθαυµάσαµεν δ' ἂν καταφρονοῦντα ἐκείνων, καὶ τῶν πατρικῶν πολὺν ποιούµενον λόγον. Ἀπονοίας γάρ ἐστι τὸ τῶν ὁµοδούλων ἑαυτὸν νοµίζειν εἶναι βελτίω· τὸ µέντοι τὴν οὖσαν περὶ τῶν πραγµάτων φέρειν ψῆφον, οὐχὶ ἀλαζονείας, ἀλλὰ φιλοσοφίας ἐστί. βʹ.∆ ιὰ τοῦτο καὶ ὁ Παῦλος οὐχ ἑαυτὸν ἐπαίρων, ἀλλ' ἑτέρους ταπεινῶν καὶ ἐξανισταµένους καταστέλλων καὶ πείθων µετριάζειν, ἔλεγεν· Ἐµοὶ δὲ εἰς ἐλάχιστόν ἐστιν, ἵνα ὑφ' ὑµῶν ἀνακριθῶ, ἢ ὑπὸ ἀνθρωπίνης ἡµέρας. Ὁρᾷς πῶς κἀκείνους ἐθεράπευσεν; Ὁ γὰρ ἀκούσας, ὅτι πάντων ὁµοίως καταφρονεῖ, καὶ ὑπ' οὐδενὸς ἀξιοῖ κρίνεσθαι, οὐκέτι λοιπὸν ἀλγήσει, ὡς µόνος αὐτὸς ἐκβεβληµένος. Εἰ γὰρ εἶπεν, Ὑφ' ὑµῶν, µόνον, καὶ ἐσίγησεν, ἱκανὸν ἴσως αὐτοὺς τοῦτο δακεῖν ὡς καταφρονηθέντας ἦν· νυνὶ δὲ τῷ ἐπαγαγεῖν, Οὐδὲ ἀνθρωπίνης ἡµέρας, παραµυθίαν ἐκόµισε τῇ πληγῇ, κοινωνοὺς αὐτοῖς δοὺς τῆς καταφρονήσεως. Ἀλλὰ καὶ αὐτὸ τοῦτο θεραπεύει πάλιν εἰπών· Ἀλλ' οὐδὲ ἐµαυτὸν ἀνακρίνω. Ὅρα πῶς οὐκ ἔστιν ἀπονοίας τὸ εἰρηµένον· οὐδὲ γὰρ ἑαυτὸν ἀρκεῖν φησι πρὸς τὴν τοιαύτην ἀκρίβειαν. Εἶτα, ἐπειδὴ καὶ τοῦτο σφόδρα ἐπαιρο[ υ] µένου ἐδόκει εἶναι τὸ ῥῆµα, καὶ αὐτὸ διωρθώσατο εἰπών· Ἀλλ' οὐκ ἐν τούτῳ δεδικαίωµαι. Τί οὖν, οὐ χρὴ δικάζειν ἑαυτοῖς καὶ τοῖς ἁµαρτήµασι; Καὶ σφόδρα µὲν οὖν χρὴ τοῦτο ποιεῖν, ὅταν ἁµαρτάνωµεν· ἀλλὰ Παῦλος τοῦτο οὐκ εἶπεν· Οὐδὲν γὰρ ἐµαυτῷ σύνοιδα, φησί. Ποῖον οὖν ἔµελλε κρίνειν ἁµάρτηµα, µηδὲν ἑαυτῷ συνειδώς; Ὁ δὲ οὔ φησι δεδικαιῶσθαι. Οἱ οὖν µυρίων τραυµάτων τὸ συνειδὸς ἐµπεπλησµένον ἔχοντες, καὶ µηδὲν συνειδότες ἑαυτοῖς ἀγαθὸν, ἀλλὰ πᾶν τοὐναντίον, τί ἂν εἴποιµεν; Καὶ τί δήποτε, εἰ µηδὲν ἑαυτῷ σύνοιδεν, οὐ δεδικαίωται; Ὅτι συνέβαινεν ἡµαρτῆσθαι µὲν αὐτῷ τινα ἁµαρτήµατα, µὴ µὴν αὐτὸν εἰδέναι ταῦτα ἁµαρτήµατα. Ἐντεῦθεν λογίζου πόση τῆς µελλούσης κρίσεως ἡ ἀκρίβεια. Οὐ τοίνυν ὡς ἄληπτον ἑαυτὸν νοµίζων, οὕτως ἀνάξιον ἑαυτοῦ εἶναι τὸ κρίνεσθαι παρ' ἐκείνων φησὶν, ἀλλ' ἐπιστοµίζων τοὺς ἀλόγως ταῦτα ποιοῦντας. Ἑτέρωθι γοῦν οὐδὲ φανερῶν ὄντων τῶν ἁµαρτηµάτων, ἐπιτρέπει κρίνειν ἑτέροις, ἐπειδὴ ὁ καιρὸς τοῦτο ἀπῄτει. Τί γὰρ κρίνεις τὸν ἀδελφόν σου; φησίν· ἢ καὶ σὺ τί ἐξουθενεῖς τὸν ἀδελφόν σου; Οὐ γὰρ τοῦτο ἐπετάγης, ἄνθρωπε, κρίνειν ἑτέρους, ἀλλὰ τὰ σαυτοῦ δοκιµάζειν. Τί τοίνυν τοῦ∆ εσπότου τὴν τάξιν ἁρπάζεις; ἐκείνου τὸ κρίνειν ἐστὶν, οὐχὶ σόν.∆ ιὸ καὶ ἐπήγαγεν· Ὥστε µὴ πρὸ καιροῦ τι κρίνετε, ἕως ἂν ἔλθῃ ὁ Κύριος, ὃς καὶ φωτίσει τὰ κρυπτὰ τοῦ σκότους, καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν· καὶ τότε ὁ ἔπαινος γενήσεται ἑκάστῳ ἀπὸ τοῦ Θεοῦ. Τί οὖν, οὐ χρὴ τοὺς διδασκάλους τοῦτο ποιεῖν; Χρὴ µὲν ἐπὶ τῶν φανερῶν ἁµαρτηµάτων καὶ ὡµολογηµένων, καὶ τοῦτο µετὰ τοῦ προσήκοντος καιροῦ, καὶ τότε δὲ ἀλγοῦντας καὶ δακνοµένους, καὶ οὐχ, ὡς οὗτοι τότε ἐποίουν, ἀπὸ κενοδοξίας καὶ ἀπονοίας. Καὶ γὰρ καὶ ἐνταῦθα οὐ περὶ τῶν ὡµολογηµένων ἁµαρτηµάτων φησὶν, ἀλλὰ περὶ τοῦ τὸν δεῖνα τοῦ δεῖνος προτιθέναι, καὶ συγκρίσεις ποιεῖσθαι βίων. Ταῦτα γὰρ αὐτὸς µόνος οἶδε κρίνειν µετὰ ἀκριβείας, ὁ µέλλων ἡµῶν τὰ ἀπόῤῥητα κρίνειν, ποῖα µὲν µείζονος, ποῖα δὲ ἐλάττονος κολάσεώς ἐστιν ἄξιακαὶ τιµῆς· ἡµεῖς δὲ κατὰ τὸ παραστὰν ταῦτα πράττοµεν. Εἰ γὰρ ἐν οἷς αὐτὸς ἥµαρτον, φησὶν, οὐδὲν οἶδα σαφῶς, πῶς ἄξιος ἂν εἴην ὑπὲρ ἑτέρων φέρειν ψῆφον; πῶς δὲ, ὁ τὰ ἐµαυτοῦ µετὰ ἀκριβείας µὴ ἐπιστάµενος, τὰ ἄλλων δυνήσοµαι κρίνειν; Εἰ δὲ Παῦλος τοῦτο ἔπασχε, πολλῷ µᾶλλον ἡµεῖς. Καὶ γὰρ ταῦτα ἔλεγεν, οὐχ ἵνα δείξῃ ἑαυτὸν ἄληπτον, ἀλλ' ἵνα δείξῃ, ὅτι εἰ καὶ τοιοῦτος εἴη τις παρ' αὐτοῖς µηδὲν ἡµαρτηκὼς, οὐδ' οὗτος ἄξιος ἂν εἴητοὺς ἑτέρων κρίνειν βίους· καὶ ὅτι εἰ οὗτος ὁ µηδὲν ἑαυτῷ συνειδὼς ὑπεύθυνος εἶναί φησι, πολλῷ µᾶλλον ἐκεῖνοι οἱ µυρία ἑαυτοῖς συνειδότες. Οὕτω τοίνυν ἐπιστοµίσας τοὺς τὰς τοιαύτας ποιουµένους κρίσεις, ὠδίνει λοιπὸν ἀποῤῥήξας τὸν θυµὸν ἐπὶ τὸν πεπορνευκότα ἐλθεῖν· καὶ καθάπερ χειµῶνος ἐπιόντος νέφη τινὰ ζοφώδη προτρέχει, εἶτα ἐπειδὰν ὁ τῶν βροντῶν πάταγος γένηται καὶ τὸν οὐρανὸν ἐργάσηται νέφος ἓν, τότε ἀθρόον ἐπὶ τὴν γῆν καταῤῥήγνυται ὁ ὑετός· οὕτω καὶ τότε συνέβαινε. Καὶ γὰρ ἔχων µετὰ πολλῆς ἀγανακτήσεως χρήσασθαι τῷ πεπορνευκότι, τοῦτο οὐ ποιεῖ, ἀλλὰ φοβεροῖς ῥήµασι καταστέλλει πρότερον τὸ φύσηµα τοῦ ἀνδρός· ἐπειδὴ καὶ διπλοῦν ἁµάρτηµα ἦν τὸ συµβὰν, πορνεία, καὶ πορνείας χεῖρον, τὸ µὴ πενθεῖν ὑπὲρ τοῦ πληµµεληθέντος. Οὐ γὰρ οὕτω τὸν ἡµαρτηκότα πενθεῖ, ὡς τὸν ἡµαρτηκότα, καὶ µὴ µετανοοῦντα. Πενθήσω γὰρ πολλοὺς, φησὶν, οὐχὶ τῶν προηµαρτηκότων ἁπλῶς, ἀλλὰ τῶν µὴ µετανοησάντων ἐπὶ τῇ ἀσελγείᾳ καὶ ἀκαθαρσίᾳ ᾗ ἔπραξαν. Ὁ γὰρ µετὰ τὸ ἁµαρτεῖν µετανοίᾳ κεχρηµένος, οὐ πένθους, ἀλλὰ µακαρισµῶν ἐστιν ἄξιος, ἐπὶ τὸν τῶν δικαίων χορὸν µεταστάς. Λέγε γὰρ σὺ τὰς ἀνοµίας σου πρῶτος, ἵνα δικαιωθῇς. Εἰ δὲ µετὰ τὸ ἁµαρτεῖν ἀναισχυντεῖ, οὐχ οὕτως ἐπὶ τῷ πεσεῖν ἐστιν ἐλεεινὸς, ὡς ἐπὶ τῷ κεῖσθαι πεσών. γʹ. Εἰ δὲ τὸ µὴ µετανοεῖν ἐπὶ ἁµαρτήµασι, χαλεπὸν, τὸ καὶ πεφυσιῶσθαι ἐπὶ τοῖς ἁµαρτήµασι, ποίας κολάσεώς ἐστιν ἄξιον! Εἰ γὰρ ὁ ἐπὶ τοῖςκατορθώµασιν ἐπαιρόµενος, ἀκάθαρτός ἐστιν, ὁ ἐπὶ ἁµαρτήµασι τοῦτο πάσχων, ποίας τεύξεται συγγνώµης; Ἐπεὶ οὖν τοιοῦτος ἦν ὁ πεπορνευκὼς, καὶ τὴν ψυχὴν οὕτως ἰταµὴν καὶ δυσένδοτον εἰργάσατο διὰ τῆς ἁµαρτίας, ἀναγκαίως αὐτοῦ προκαταβάλλει τὸν τῦφον. Καὶ οὔτε πρῶτον τίθησι τὸ ἔγκληµα, ὥστε µὴ ἀπαναισχυντῆσαι αὐτὸν, ὡς πρὸ τῶν ἄλλων ἐγκαλούµενον· οὔτε δὲ ὕστερον, ὥστε αὐτὸν µὴ νοµίσαι πάρεργον εἶναι τὸ κατ' αὐτόν· ἀλλὰ πρότερον πολὺν αὐτῷ φόβον ἐνθεὶς ἐκ τῆς πρὸς ἑτέρους παῤῥησίας, τότε ἐπ' αὐτὸν χωρεῖ, ἐν τῇ πρὸς ἑτέρους ἐπιτιµήσει προκατασείων αὐτοῦτὴν ἀπόνοιαν. Αὐτὰ γὰρ ταῦτα τὰ ῥήµατα τὸ, Οὐδὲν ἐµαυτῷ σύνοιδα, ἀλλ' οὐκ ἐν τούτῳ δεδικαίωµαι· καὶ τὸ, Ὁ κρίνων µε, Κύριός ἐστιν, ὃς καὶ φωτίσει τὰ κρυπτὰ τοῦ σκότους, καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν, οὐχ ὡς ἔτυχε κἀκείνου καὶ τῶν ἐκείνῳµὲν συγκροτούντων, τοὺς δὲ ἁγίους ἐξουθενούντων, καθάπτεται. Τί γὰρ, φησὶν, εἰ ἔξωθεν ἐνάρετοι φαίνονταί τινες καὶ θαυµαστοί; Οὐ τῶν ἔξωθεν κριτής ἐστι µόνον ἐκεῖνος ὁ δικαστὴς, ἀλλὰ καὶ τὰ ἀπόῤῥητα εἰς µέσον ἄγει.∆ ύο τοίνυν ἕνεκεν, µᾶλλον δὲ καὶ τριῶν, οὐκ ἔστιν ἡµῶν ἡ κρίσις ἀκριβής· ἑνὸς µὲν, ὅτι κἂν µηδὲν ὦµεν ἑαυτοῖς συνειδότες, ὅµως δεόµεθα τοῦ τὰ ἁµαρτήµατα ἡµῶν ἐλέγχοντος µετὰ ἀκριβείας· ἑτέρου δὲ, ὅτι τὰ πλείονα τῶν γινοµένων ἡµᾶς λανθάνει καὶ κρύπτεται· καὶ τρίτου πρὸς τούτοις, ὅτι πολλὰ τῶν γενοµένων παρ' ἑτέρων δοκεῖ µὲν ἡµῖν καλὰ, οὐκ ἀπὸ ὀρθῆς δὲ γίνεται γνώµης. Τί τοίνυν φατὲ, ὅτι οὐδὲν ἡµάρτηται τῷ δεῖνι καὶ τῷ δεῖνι, καὶ ὁ δεῖνα τοῦ δεῖνος βελτίων; Τοῦτο γὰρ οὐκ ἔστιν ἀποφήνασθαι, οὐδὲ περὶ τοῦ µηδὲν ἑαυτῷ συνειδότος· ὁ γὰρ τὰ ἀπόῤῥητα κρίνων, ἐκεῖνός ἐστιν ὁ µετὰ ἀκριβείας δικάζων. Ἰδοὺ γοῦν, οὐδὲ ἐγώ τι ἐµαυτῷ σύνοιδα· ἀλλ' οὐδὲ οὕτω δεδικαίωµαι· τουτέστιν, οὐκ ἀπήλλαγµαι τῶν εὐθυνῶν οὐδὲ τῶν ἐγκληµάτων. Οὐ γὰρ τοῦτό φησιν, ὅτι Οὐκ ἐν τοῖς δικαίοις τέταγµαι, ἀλλ' ὅτι Οὐκ εἰµὶ καθαρὸς ἀπὸ ἁµαρτίας. Καὶ γὰρ ἀλλαχοῦ φησιν· Ὁ δὲ ἀποθανὼν δεδικαίωται ἀπὸ τῆς ἁµαρτίας· τουτέστιν, ἀπήλλακται. Πολλὰ δὲ καὶ πράττοµεν ἀγαθὰ µὲν, οὐκ ἀπὸ ὀρθῆς δὲ γνώµης. Καὶ γὰρ ἐπαινοῦµεν πολλοὺς, οὐκ ἐκείνους ποιῆσαι λαµπροὺς βουλόµενοι, ἀλλ' ἑτέρους δι' ἐκείνων δάκνειν. Καὶ τὸ µὲν γινόµενον, καλὸν( ἐπαινεῖται γὰρ ὁ κατορθῶν), ἡ δὲ διάνοια διεφθαρµένη· ἀπὸ σατανικῆς γὰρ γίνεται γνώµης. Οὐ γὰρ τῷ ἀδελφῷ συγχαίρων, ἀλλὰ τὸν ἕτερον βαλεῖν ἐπιθυµῶν, τοῦτο πολλάκις πεποίηκέ τις. Πάλιν, ἥµαρτέ τις ἁµαρτίαν µεγάλην· ἕτερός τις αὐτὸν ὑποσκελίσαι βουλόµενος, οὐδέν φησιν εἰργάσθαι, καὶ παραµυθεῖται δῆθεν αὐτὸν ἁµαρτάνοντα, ἐπὶ τὸ κοινὸν τῆς φύσεως καταφεύγων· ἀλλ' οὐ συγγνῶναι πολλάκις, ἀλλὰ ῥᾳθυµότερον ἐργάσασθαι βουλόµενος, τοῦτο ποιεῖ. Πάλιν ἐπιπλήττει πολλάκις, οὐχ ὥστε ἐλέγξαι καὶ νουθετῆσαι, ἀλλ' ὥστε ἐκποµπεῦσαι καὶ ἐκτραγωδῆσαι τῷ πλησίον τὴν ἁµαρτίαν. Τὰς δὲ βουλὰς αὐτὰς ἄνθρωποι µὲν οὐκ ἴσασιν, ὁ δὲ τὰς καρδίας ἐρευνῶν ἀκριβῶς ἐπίσταται, καὶ εἰς µέσον ἄξει πάντα τότε ἐκεῖνα.∆ ιὸ καὶ ἔλεγεν· Ὃς φωτίσει τὰ κρυπτὰ τοῦ σκότους, καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν. Ὅταν οὖν καὶ ἐν τῷ µηδὲν ἑαυτοῖς συνειδέναι µὴ δυνώµεθα ἐγκληµάτων εἶναι καθαροὶ, καὶ ἐν οἷς ἀγαθόν τι πράττοµεν, οὐκ ἀπὸ ὀρθῆς δὲγνώµης πράττοµεν, τιµωρίας ὦµεν ὑπεύθυνοι, ἐννόησον πόση παρὰ ἀνθρώποις ἀπάτη περὶ τὰς κρίσεις. Πάντα γὰρ ταῦτα ἀνθρώποις µὲν οὐκ ἔστιν ἐφικτὰ, τῷ δὲ ἀκοιµήτῳ µόνῳ ὀφθαλµῷ· κἂν ἀνθρώπους ἀπατήσωµεν, ἐκεῖνον οὐδέποτε παραλογισόµεθα. Μὴ τοίνυν λέγε· Σκότος κύκλῳ µου καὶ τοῖχοι· τίς µε ὁρᾷ; ὁ γὰρ πλάσας καταµόνας τὰς καρδίας ἡµῶν, αὐτὸς πάντα ἐπίσταται, ὅτι σκότος οὐ σκοτισθήσεται παρ' αὐτῷ. Καλῶς δέ φησιν ὁ ἁµαρτάνων, ὅτι Σκότος κύκλῳ µου καὶ τοῖχοι. Εἰ µὴ γὰρ σκότος ἦν ἐν τῇ διανοίᾳ, οὐκ ἂν τὸν φόβον τοῦ Θεοῦ ἐκβαλὼν, µετὰ ἀδείας ἔπραττεν. Ἂν γὰρ µὴ πρότερον σκοτισθῇ τὸ ἡγεµονικὸν, ἐπεισελθεῖν ἡ ἁµαρτία µετὰ ἀδείας οὐ δύναται. Μὴ τοίνυν λέγε· Τίς µε ὁρᾷ; ἔστι γὰρ ὁ διικνούµενος µέχρι ψυχῆς καὶ πνεύµατος, ἁρµῶν τε καὶ µυελῶν· ἀλλὰ σὺ σαυτὸν οὐχ ὁρᾷς, οὐδὲ διατέµνειν δύνασαι τὸ νέφος, ἀλλ' ὥσπερ τειχίον πάντοθεν ἔχων περικείµενον, οὕτως ἀναβλέψαι πρὸς τὸν οὐρανὸν οὐκ ἔχεις. δʹ. Ποίαν γὰρ βούλει πρότερον ἁµαρτίαν ἐξετάσωµεν; καὶ ὄψει οὕτω γινοµένην αὐτήν. Καθάπερ γὰρ λῃσταὶ καὶ τοιχωρύκται, ἐπειδάν τι τῶν τιµίων λαβεῖν θελήσωσι, τὸν λύχνον κατασβέσαντες τοῦτο πράττουσιν· οὕτω καὶ ἐπὶ τῶν ἁµαρτανόντων ὁ διεφθαρµένος ποιεῖ λογισµός. Καὶ γὰρ καὶ ἐν ἡµῖν ἐστι φῶς τὸ λογικὸν διόλου καιόµενον. Ἂν δὲ τὸ πνεῦµα τῆς πορνείας σφοδρῶς ἐπελθὸν µετὰ πολλῆς τῆς ῥύµης κατασβέσῃ τὴν φλόγα ἐκείνην, ἐσκότισεν εὐθέως τὴν ψυχὴν καὶ κατηγωνίσατο, καὶ πάντα ἐσύλησεν εὐθέως τὰ ἐναποκείµενα. Ὅταν γὰρ ὑπὸ ἀσελγοῦς ἐπιθυµίας ἁλῷ ἡ ψυχὴ, καθάπερ νέφος καὶ ἀχλὺς τοὺς τοῦ σώµατος ὀφθαλµοὺς, οὕτω τῆς διανοίας τὸπροορατικὸν προκαταλαβοῦσα ἐκείνη, οὐδένα ἀφίησιν ἰδεῖν περαιτέρω, οὐ κρηµνὸν, οὐ γέενναν, οὐ φόβον, ἀλλ' ὑπὸ τῆς ἐπιβουλῆς ἐκείνης τυραννηθεῖσαλοιπὸν, εὐκαταγώνιστος ὑπὸ τῆς ἁµαρτίας γίνεται· καὶ καθάπερ τοῖχος ἀθυρίδωτος πρὸ τῶν ὀφθαλµῶν ἐγερθεὶς, οὐκ ἀφίησι τὴν ἀκτῖνα τῆς δικαιοσύνης ἐλλάµψαι τῇ διανοίᾳ, τῶν λογισµῶν τῶν ἀτόπωντῆς ἐπιθυµίας πάντοθεν αὐτὴν ἐπιτειχισάντων· καὶ ἀπαντᾷ αὐτῷ τότε λοιπὸν ἡ πορνευοµένη γυνὴ, πρὸ τῶν ὀφθαλµῶν, πρὸ τῆς διανοίας, πρὸ τῶν λογισµῶν ἑστῶσα καὶ φαινοµένη· καὶ ὥσπερ οἱ πεπηρωµένοι, κἂν ἐν σταθερᾷ µεσηµβρίᾳ ὑπ' αὐτοῦ τοῦ οὐρανοῦ τὸ µέσον ἑστηκότες ὦσιν, οὐ παραδέχονται τὸ φῶς, ἐγκεκλεισµένωναὐτοῖς τῶν ὀµµάτων· οὕτω δὴ καὶ οὗτοι, κἂν µυρία πάντοθεν αὐτοῖς ἐνηχῇ σωτήρια δόγµατα, τῷ πάθει τούτῳ προκατειληµµένοι τὴν ψυχὴν, πᾶσι τοῖς τοιούτοιςλόγοις ἀποφράττουσι τὴν ἀκοήν. Καὶ ἴσασιν οἱ τὴν πεῖραν εἰληφότες καλῶς. Ἀλλ' ὑµᾶς µὴ γένοιτο ἀπὸ τῆς πείρας αὐτῆς εἰδέναι. Οὐχ αὕτη δὲ µόνον ἡ ἁµαρτία ταῦτα ποιεῖ, ἀλλὰ καὶ πᾶς ἔρως ἄτοπος. Μεταθῶµεν γὰρ, εἰ δοκεῖ, τὸν λόγον ἀπὸ τῆς πορνευοµένης γυναικὸς ἐπὶ τὰ χρήµατα, καὶ θεασόµεθα καὶ ἐνταῦθα πυκνὸν σκότος καὶ συνεχές. Ἐκεῖ µὲν γὰρ, ἅτε µιᾶς οὔσης τῆς ἐρωµένης καὶ εἰς ἕνα τόπον ἀποκεκλεισµένης, οὐχ οὕτω σφοδρὸν τὸ πάθος· ἐπὶ δὲ τῶν χρηµάτων ἁπανταχοῦ φαινοµένων, ἐν ἀργυροκοπείοις, ἐν πανδοχείοις, ἐν χρυσοχοείοις, ἐν ταῖς τῶν πλουτούντων οἰκίαις, σφοδρῶς ὁ ἔρως πνεῖ. Ὅταν γὰρ παῖδας σοβοῦντας ἐπὶ τῆς ἀγορᾶς, ἵππους χρυσοφοροῦντας, ἀνθρώπους καλλωπιζοµένους πολυτελέσιν ἐσθήµασιν ἴδῃ µετ' ἐπιθυµίας ὁνοσῶν, πολὺς ὁ σκό τος καταχεῖται. Καὶ τί δεῖ λέγειν οἰκίας καὶ ἀργυροκοπεῖα; Ἐγὼ γὰρ οἶµαι τοὺς τοιούτους, κἂν ἐπὶ τῆς γραφῆς ἴδωσι καὶ τῆς εἰκόνος τὸν πλοῦτον, σπαράττεσθαι καὶ ἀγριαίνειν καὶ λυττᾷν· ὥστε πάντοθεν αὐτοῖς τὸ σκότος συνάγεται. Κἂν γὰρ εἰς εἰκόνα βλέψωσι βασιλικὴν, οὐ θαυµάζουσι τῶν λίθων τὸ κάλλος οὐδὲ τὸν χρυσὸν οὐδὲ τὸ ἁλουργὲς ἱµάτιον, ἀλλὰ τήκονται. Καὶ καθάπερ ὁ δύσερως ἐκεῖνος, κἂν εἰκόνα θεάσηται τῆς ἐρωµένης γυναικὸς, προσήλωται τῷ ἀψύχῳ· οὕτω καὶ οὗτος ἄψυχον ὁρῶν εἰκόνα τοῦ πλούτου, τὸ αὐτὸ πάσχει µειζόνως, ἅτε τυραννικωτέρῳ κατεχόµενος πάθει· καὶ χρὴ λοιπὸν ἢ µένειν ἐπὶ τῆς οἰκίας, ἢ ἐµβαλόντα ἐπὶ τῆς ἀγορᾶς, µυρίας λαβόντα πληγὰς ἀναχωρεῖν οἴκαδε· πολλὰ γὰρ τὰ λυποῦντα αὐτοῦ τοὺς ὀφθαλµούς. Καὶ καθάπερ ἐκεῖνος οὐδὲν ἕτερον ἢ τὴν γυναῖκα ὁρᾷ, οὕτω καὶ οὗτος πένητας µὲν καὶ τὰ ἄλλα πάντα παρατρέχει, ἵνα µηδὲ παραµυθίαν λάβῃ· πρὸς δὲ τοὺς εὐπόρους ἐνατενίζει τοὺς ὀφθαλµοὺς, πολὺν καὶ σφοδρὸν ἀπὸ τῆς ἐκείνων ὄψεως εἰς τὴν ἑαυτοῦ ψυχὴν εἰσάγων τὸ πῦρ. Πῦρ γάρ ἐστι χαλεπῶς κατεσθίον τὸν ἐµπεσόντα, καὶ εἰ µὴ γέεννα ἠπείλητο µηδὲ κόλασις, αὐτὰ τὰ παρόντα κόλασις ἦν, τὸ διηνεκῶς βασανίζεσθαικαὶ µηδέποτε πέρας εὑρίσκειν τοῦ νοσήµατος. Καὶ ἤρκει καὶ ταῦτα µόνα πεῖσαι φυγεῖν τὴν ἀῤῥωστίαν· ἀλλ' οὐδὲν ἀνοίας χεῖρον, ἣ καὶ τοῖς ἀθυµίαν φέρουσι πράγµασι καὶ κέρδος οὐδὲν προσηλῶσθαι παρασκευάζει.∆ ιὸ παρακαλῶ ἀρχόµενον ἐκκόπτειν τὸ πάθος. Καθάπερ γὰρ πυρετὸς παρὰ µὲν τὴν ἀρχὴν προσβαλὼν, οὐ σφόδρα φλέγει τῇ δίψῃ τοὺς κάµνοντας, ἐπιδοὺς δὲ καὶ τὴν φλόγα ἐπάρας, ἀνίαταδιψᾷν παρασκευάζει λοιπόν· κἂν παράσχῃ τις αὐτοῖς ἐµφορηθῆναι τοῦ πόµατος, οὗ σβέννυσιν, ἀλλ' ἐκκαίει τὴν κάµινον· οὕτω καὶ ἐπὶ τούτου συµβαίνει τοῦ πάθους· ἂν παρὰ τὴν ἀρχὴν εἰσελαῦνον εἰς τὴν ψυχὴν τὴν ἡµετέραν µὴ κωλύσωµεν µηδὲ ἀποκλείσωµεν τὰς θύρας, εἰσελθὸν λοιπὸν ἀνίατον ἐργάζεταιτοῖς δεξαµένοις τὸ νόσηµα. Καὶ γὰρ καὶ τὰ καλὰ καὶ τὰ κακὰ ὅταν ἐπιπλεῖον ἡµῖν ἐνδιατρίψῃ, δυνατώτερα γίνεται. εʹ. Καὶ ἐπὶ πάντων δὲ τῶν ἄλλων τοῦτο συµβαῖνον ἴδοι τις ἄν. Καὶ γὰρ φυτὸν ἄρτι µὲν ἐντεθὲν ἐπὶ τῆς γῆς, εὐκόλως ἀνασπᾶται· χρόνῳ δὲ πολλῷ ῥιζωθὲν, οὐκέτι, ἀλλὰ πολλῆς δεῖται τῆς µοχλείας· καὶ οἰκοδοµὴ νεοπαγὴς µὲν οὖσα, περιτρέπεται εὐκόλως ὑπὸ τῶν ἐνοχλούντων· παγεῖσα δὲ καλῶς, πολλὰ παρέχει τοῖς καθαιρεῖν ἐπιχειροῦσι τὰ πράγµατα· καὶ θηρίον τόποις ἐµφιλοχωρῆσαν πολλῷ χρόνῳ δυσκόλως ἐλαύνεται. Τοῖς µὲν οὖν οὐδέπω κατασχεθεῖσιν ὑπὸ τοῦ πάθους παρακαλῶ µὴ ἁλῶναι· εὐκολώτερον γὰρ φυλάξασθαι µὴ ἐµπεσεῖν, ἢ ἐµπεσόντας ἀποστῆναι. Τοῖς δὲ κατασχεθεῖσι καὶ κατεῤῥαγµένοις, ἐὰν θελήσωσιν ἐπιδοῦναι ἑαυτοὺς ἰατρῷ τῷ λόγῳ, πολλὴν ἐπαγγέλλοµαι σωτηρίας ἐλπίδα τῇ τοῦ Θεοῦ χάριτι. Ἂν γὰρ τοὺς παθόντας καὶ περιπεσόντας τῷ νοσήµατι, καὶ ἀνενεγκόντας ἐννοήσωσι, χρηστὰς ἕξουσιν ἐλπίδας ὑπὲρ τῆς τοῦ νοσήµατος ἀπαλλαγῆς. Τίς οὖν περιέπεσε τῷ νοσήµατι τούτῳ, καὶ ἀπηλλάγη ῥᾳδίως; Ὁ Ζακχαῖος ἐκεῖνος. Τί γὰρ τελώνου µᾶλλον φιλοχρήµατον γένοιτ' ἄν; Ἀλλ' ἀθρόον ἐγένετο φιλόσοφος, καὶ πᾶσαν ἔσβεσε τὴν πυράν. Ὁ Ματθαῖος ὁµοίως· καὶ γὰρ καὶ οὗτος τελώνης ἦν, ἐν ἁρπαγῇ διηνεκεῖ ζῶν. Ἀλλὰ καὶ οὗτος ἀθρόον ἀπεδύσατο τὴν βλάβην, καὶ τὸ δίψος ἔσβεσε, καὶ πραγµατείαν µετῆλθε πνευµατικήν. Τούτους τοίνυν καὶ τοὺς κατ' αὐτοὺς ἐννοῶν, µηδὲ σὺ ἀπογνῷς. Ἂν γὰρ θέλῃς, δυνήσῃ ταχέως ἀνενεγκεῖν. Καὶ εἰ βούλει, κατὰ τὸν τῶν ἰα τρῶν νόµον καὶ τὰ πρακτέα σοι µετὰ ἀκριβείας ὑπαγορεύσοµεν.∆ εῖ τοίνυν πρὸ τῶν ἄλλων ἁπάντων ἐκεῖνο κατορθοῦν, τὸ µὴ ἀπογινώσκειν µηδὲ ἀπελπίζειν ἑαυτῶν τὴν σωτηρίαν· µετὰ τοῦτο µὴ τὰ τῶν κατωρθωκότων παραδείγµατα µόνον, ἀλλὰ καὶ τὰ τῶν ἐναποµεινάντων παθήµατα ἐνορᾷν. Ὥσπερ γὰρ ἐνενοήσαµεν τὸν Ζακχαῖον καὶ τὸν Ματθαῖον, οὕτω δὴ καὶ τὸν Ἰούδαν λογίσασθαι χρὴ, καὶ τὸν Γιεζῆ, καὶ τὸν Ἄχαρ, καὶ τὸν Ἀχαὰβ, καὶτὸν Ἀνανίαν, καὶ τὴν Σάπφειραν· ἵνα δι' ἐκείνων µὲν τὴν ἀπόγνωσιν ἐκβάλωµεν, διὰ τούτων δὲ τὴν ῥᾳθυµίαν ἐκκόψωµεν, µηδὲ ὑπτία γένηται ἡ ψυχὴ πρὸς τὴν τῶνὑπαγορευοµένων παραίνεσιν· καὶ παιδεύσωµεν ἑαυτοὺς λέγειν, ἃ τότε τῷ Πέτρῳ προσελθόντες ἔλεγον οἱ Ἰουδαῖοι· Τί δεῖ ποιεῖν ἵνα σωθῶµεν; καὶ ἀκουέτωσαν ἃ χρὴ ποιεῖν. Τί οὖν χρὴ ποιεῖν; Εἰδέναι τὴν εὐτέλειαν τῶν πραγµάτων, καὶ πῶς δραπέτης οἰκέτης καὶ ἀγνώµων ἐστὶν ὁ πλοῦτος, καὶ µυρίοις περιβάλλει κακοῖς τοὺς ἔχοντας· καὶ τὰ τοιαῦτα αὐτοῖς συνεχῶς ἐπᾴδωµεν ῥήµατα. Καὶ καθάπερ ἰατροὶ τοὺς κάµνοντας ψυχρὸν αἰτοῦντας παραµυθοῦνται, παρέχειν λέγοντες, καὶ πηγὴν προφασιζόµενοι καὶ ἄγγος καὶ καιρὸν καὶπολλὰ τοιαῦτα( ἂν γὰρ ἀθρόον ἀνανεύσωσιν, ὑπὸ τῆς µανίας αὐτοὺς ἀγριοῦσθαι παρασκευάζουσι)· οὕτω δὴ καὶ ἡµεῖς πρὸς τοὺς φιλοχρηµάτους ποιῶµεν· καὶ ὅταν λέγωσιν, ὅτι Πλουτῆσαι βουλόµεθα, µὴ λέγωµεν εὐθέως, ὅτι κακὸν ὁ πλοῦτος, ἀλλὰ συνθώµεθα, καὶ εἴπωµεν, ὅτι καὶ ἡµεῖς τοῦτο βουλόµεθα, ἀλλ' ἐν καιρῷ τῷ προσήκοντι, ἀλλὰ πλοῦτον ἀληθῆ, ἀλλὰ τὸν ἡδονὴν ἔχοντα ἀθάνατον, ἀλλὰ τὸν σοὶ συλλεγόµενον, καὶ µὴ ἑτέροις, πολλάκις δὲ καὶ ἐχθροῖς· καὶ τοὺς περὶ φιλοσοφίας λόγους εἰς µέσον ἄγωµεν, καὶ λέγωµεν, ὅτι Οὐ κελεύοµεν µὴ πλουτεῖν, ἀλλὰ κακῶς µὴ πλουτεῖν· ἔξεστι γὰρ πλουτεῖν, ἀλλὰ χωρὶς πλεονεξίας, χωρὶς ἁρπαγῆς καὶ βίας καὶ τοῦ παρὰ πάντων ἀκούειν κακῶς. Καὶ τούτοις αὐτοὺς προλεαίνοντες τοῖς λόγοις, µηδέπω περὶ γεέννης διαλεγώµεθα· οὐ γὰρ ἀνέχεται ὁ κάµνων εὐθέως τῶν τοιούτων ῥηµάτων.∆ ιόπερ ἀπὸ τῶν παρόντων ἅπαντας τοὺς περὶ τούτων ποιώµεθα λόγους, καὶ λέγωµεν Τί βούλει ἀπὸ πλεονεξίας πλουτεῖν; ἵνα ἑτέροις µὲν τὸ χρυσίον ἀποκέηται καὶ τὸ ἀργύριον, σοὶ δὲ ἀραὶ καὶ κατηγορίαι µυρίαι; καὶ ὁ ἀποστερηθεὶς ὑπὸ τῆς τῶν ἀναγκαίων δάκνηται χρείας, καὶ ὀλοφύρηται, καὶ µυρίους ἐφέλκηταί σοι κατηγόρους, καὶ τῆς ἑσπέρας καταλαβούσηςπεριίῃ τὴν ἀγορὰν, ἐν τοῖς στενωποῖς ἐντυγχάνων πᾶσι, καὶ διαπορούµενος καὶ οὐδὲ ὑπὲρ τῆς νυκτὸς θαῤῥεῖν ἔχων; Πῶς γὰρ ἂν καθευδήσειε λοιπὸν, ὑπὸ τῆς γαστρὸς δακνόµενος, ἀγρυπνῶν, λιµῷ πολιορκούµενος, πάγου πολλάκις ὄντος καὶ ὑετοῦ καταφεροµένου; Καὶ σὺ µὲν ἐκ βαλανείου λελουµένος ἐπανέρχῃ, µαλακοῖς θαλπόµενος ἱµατίοις, γεγηθὼς καὶ χαίρων, καὶ ἐπὶ δεῖπνον ἕτοιµον τρέχων πολυτελές· ἐκεῖνος δὲ πανταχοῦ κατὰ τὴν ἀγορὰν ὑπὸ τοῦ κρυµοῦ καὶ τοῦ λιµοῦ συνεχῶς ἐλαυνόµενος, περιέρχεται συγκεκυφὼς καὶ χεῖρας προτείνων· καὶ οὐδὲ θαῤῥῶν ἀδεῶς τῷ ἐµπεπλησµένῳ καὶ ἀναπεπαυµένῳ ῥήµατα προσενεγκεῖν ὑπὲρ τῆς ἀναγκαίας τροφῆς, πολλάκις δὲ καὶ ὑβρισθεὶς ἀνεχώρησεν. Ὅταν οὖν ἀνέλθῃς οἴκαδε, ὅταν ἐπὶ τῆς εὐνῆς ἀνακλιθῇς, ὅταν φῶς ᾖ περὶ τὸν οἶκον λαµπρὸν, ὅταν ἑτοίµη καὶ δαψιλὴς ἡ τράπεζα, τότε ἀναµνήσθητιτοῦ ταλαιπώρου καὶ ἀθλίου ἐκείνου, τοῦ περιιόντος κατὰ τοὺς κύνας ἐν τοῖς στενωποῖς καὶ τῷ σκότῳ καὶ τῷ πηλῷ, καίτοι πολλάκις ἐκεῖθεν ἀπιόντος οὐκεἰς οἰκίαν οὐδὲ πρὸς γυναῖκα, οὐδ' εἰς εὐνὴν, ἀλλ' εἰς στιβάδα χόρτου, καθάπερ τοὺς κύνας ὁρῶµεν δι' ὅλης λυττῶντας νυκτός. Καὶ σὺ µὲν, κἂν µικράν τινα σταγόνα κατενεχθεῖσαν ἀπὸ τῆς στέγης ἴδῃς, πάντα ἀνατρέπεις τὸν οἶκον, οἰκέτας καλῶν, πάντα κινῶν· ἐκεῖνος δὲ ἐν ῥακίοις καὶ χόρτῳ καὶ πηλῷ κείµενος, ἅπαντα ὑποµένει τὸν κρυµόν. ὰʹ. Ποῖον οὖν θηρίον τούτοις οὐκ ἂν κατακλασθείη τοῖς πράγµασι; τίς οὕτως ὠµὸς καὶ ἀπάνθρωπος, ὡς µὴ γενέσθαι τούτοις ἥµερος; Ἀλλὰ γὰρ εἰσί τινες, οἳ πρὸς τοσοῦτον ἀπηνείας ἥκουσιν, ὡς καὶ λέγειν ἄξια πάσχειν αὐτούς.∆ έον γὰρ ἐλεεῖν καὶ δακρύειν καὶ συνδιαλύειν τὰς συµφορὰς, οἱ δὲ καὶ κατηγοροῦσιν ὠµῶς καὶ ἀπανθρώπως αὐτῶν· οὓς ἡδέως ἂν ἐροίµην· Τίνος ἕνεκεν ἄξια πάσχουσιν, εἰπέ µοι; ὅτι τρέφεσθαι βούλονται καὶ µὴ λιµώττειν; Οὐχὶ, φησὶν, ἀλλ' ὅτι ἀργοῦντες. Σὺ δὲ οὐκ ἀργῶν σπαταλᾷς; τί δὲ, οὐκ ἐργασίαν πολλάκις πάσης ἀργίας χαλεπωτέραν ἐργάζῃ, ἁρπάζων καὶ βιαζόµενος καὶ πλεονεκτῶν; Βέλτιον ἦν, εἰ καὶ σὺ ἤργεις τοιαύτην ἀργίαν· τοῦ γὰρ πλεονεκτεῖν τὸ οὕτως ἀργεῖν βέλτιον. Νῦν δὲ καὶ ἀλλοτρίαις ἐπεµβαίνεις συµφοραῖς, οὐ µόνον ἀργῶν, οὐδὲ µόνον ἀργίας χαλεπωτέραν ἐργασίαν µετιὼν, ἀλλὰ καὶ κατηγορῶντῶν δυσηµερούντων.∆ ιηγώµεθα δὲ αὐτοῖς καὶ τὰς ἀλλοτρίας συµφορὰς, τὰς ὀρφανίας τὰς ἀώρους, τοὺς τὸ δεσµωτήριον οἰκοῦντας, τοὺς ἐν δικαστηρίοις σπαραττοµένους, τοὺς περὶ τὸ ζῇν δεδοικότας, τὰς χηρείας τὰς ἀδοκήτους τῶν γυναικῶν, τὰς ἀθρόους µεταβολὰς τῶν πλουτούντων, καὶ τῷ φόβῳ τούτῳ καταµαλάττωµεν αὐτῶντὴν διάνοιαν. Ἐν γὰρ τοῖς περὶ ἑτέρων διηγήµασι πείσοµεν αὐτοὺς ταῦτα δεδοικέναι πάντως καὶ περὶ ἑαυτῶν. Ὅταν γὰρ ἀκούσωσιν, ὅτι ὁ τοῦ δεῖνος υἱὸς πλεονέκτου καὶ ἅρπαγος ἦν, τοῦ δεῖνος ἡ γυνὴ, τοῦ πολλὰ τυραννικὰ πεποιηκότος, µετὰ τὴν τελευτὴντοῦ συνοικοῦντος µυρία ὑπέµεινε δεινὰ, τῶν ἀδικηθέντων καὶ τῇ γυναικὶ καὶ τοῖς παιδίοις ἐπιόντων, καὶ κοινοῦ πολέµου πάντοθεν ἠρµένου κατὰ τῆς οἰκίαςτῆς ἐκείνου, κἂν πάντων ἀναισθητότερος ᾖ, καὶ αὐτὸς προσδοκῶν τὰ αὐτὰ πείσεσθαι, καὶ ὑπὲρ τῶν ἑαυτοῦ δεδοικὼς µήποτε τὰ αὐτὰ ὑποµείνωσι, σωφρονέστερος ἔσται. Πολλῶν δὲ ἡµῖν τοιούτων διηγηµάτων ὁ βίοςἐµπέπλησται, καὶ οὐκ ἀπορήσοµεν τῆς τοιαύτης διορθώσεως. Ὅταν δὲ ταῦτα λέγωµεν, µὴ ὡς παραινοῦντες µηδὲ ὡς συµβουλεύοντες αὐτὰ λέγωµεν, ἵνα µὴ φορτικώτερος γένηται ὁ λόγος, ἀλλ' ὡς ἐν τάξει διηγήµατος· καὶ ἐξ ἑτέρας ἀκολουθίας ἐπὶ τὴν τοιαύτην ἀεὶ βαδίζωµεν τὴν διάλεξιν, καὶ συνεχῶς αὐτοὺς εἰς ταῦτα ἐµβάλλωµεν τὰ διηγήµατα, µηδὲνἕτερον συγχωροῦντες λαλεῖν, ἢ ταῦτα· πῶς ἡ τοῦ δεῖνος οἰκία λαµπρὰ καὶ περιφανὴς οὖσα κατέπεσε· πῶς οὕτως ἔρηµός ἐστιν, ὡς εἰς ἑτέρων ἐλθεῖν χεῖρας τὰ ἐν αὐτῇ πάντα· πόσα δικαστήρια καθ' ἑκάστην ἡµέραν ὑπὲρ ταύτης συνίστατο τῆς οὐσίας, πόσα πράγµατα· πόσοι τῶν οἰκετῶν ἐκείνου, οἱ µὲν ἐπαιτοῦντες, οἱ δὲ τὸ δεσµωτήριον οἰκοῦντες ἀπέθανον· καὶ ταῦτα πάντα ὡς ἐλεοῦντες τὸν ἀπελθόντα λέγωµεν, καὶ ὡς τὰ παρόντα ἐξευτελίζοντες, ἵνα καὶ τῷ φόβῳ καὶ τῷ ἐλέῳ καταµαλάξωµεν τὴνἀπηνῆ διάνοιαν· καὶ ὅταν συσταλέντας ἴδωµεν τοῖς διηγήµασι τούτοις, τότε λοιπὸν αὐτοῖς καὶ τὸν περὶ τῆς γεέννης ἐπεισάγωµεν λόγον, µὴ ὡς τούτους φοβοῦντες, ἀλλ' ὡς ἑτέρους ἐλεοῦντες· καὶ λέγωµεν· Καὶ τί χρὴ λέγειν τὰ παρόντα; οὐδὲ γὰρ µέχρι τούτων ἕστηκε τὰ ἡµέτερα, ἀλλὰ χαλεπωτέρα δέξεται κόλασις τοὺς τοιούτους, καὶ ποταµὸς πυρὸς καὶ σκώληξ ἰοβόλος καὶσκότος ἀτελεύτητον καὶ ἀθάνατοι κολάσεις. Ἂν τούτοις αὐτοὺς κατεπᾴδωµεν τοῖς διηγήµασι, καὶ ἡµᾶς αὐτοὺς κἀκείνους διορθώσοµεν, καὶ τῆς ἀῤῥωστίας ταχέως ἀπαλλάξοµεν, καὶ κατὰ τὴνἡµέραν ἐκείνην ἐπαινέτην τὸν Θεὸν ἕξοµεν, καθάπερ καὶ ὁ Παῦλός φησι· Καὶ τότε ὁ ἔπαινος ἑκάστου γενήσεται ἀπὸ τοῦ Θεοῦ. Ὁ µὲν γὰρ παρὰ ἀνθρώποις καὶ διαῤῥεῖ καὶ ἔστιν ὅτε οὐκ ἀπὸ ἀγαθῆς πολλάκις γίνεται διανοίας· ὁ δὲ παρὰ τοῦ Θεοῦ καὶ µένει διηνεκῶς καὶ διαλάµπει σαφῶς. Ὅταν γὰρ ὁ τὰ πάντα εἰδὼς πρὶν γενέσεως, καὶ πάθους ἐκτὸς ὢν ἐπαινῇ, τότε καὶ ἀναµφισβήτητός ἐστι τῆς ἀρετῆς ἡ ἀπόδειξις. Ταῦτα οὖν εἰδότες, τοιαῦτα πράττωµεν ὡς παρὰ τοῦ Θεοῦ ἐπαινεῖσθαι, καὶ τῶν µεγίστων τυχεῖν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡµᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, µεθ' οὗ τῷ Πατρὶ, ἅµα τῷ ἁγίῳ Πνεύµατι, δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.