In epistulam i ad Corinthios
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
13.13
Ἡµεῖς µωροὶ διὰ Χριστὸν( ἀναγκαῖον γὰρ ἐντεῦ θεν πάλιν τὸν λόγον ἀναλαβεῖν), ὑµεῖς δὲ φρό νιµοι ἐν Χριστῷ· ἡµεῖς ἀσθενεῖς, ὑµεῖς δὲ ἰσχυροί· ὑµεῖς ἔνδοξοι, ἡµεῖς δὲ ἄτιµοι. αʹ. Πολλῆς βαρύτητος τὸν λόγον ἐµπλήσας, ὃ πάσης κατηγορίας µείζονα εἶχε πληγὴν, τοῦτο ἐνταῦθα µεταχειρίζει µετὰ τῆς πρεπούσης αὐτῷ ἀξίας, καὶεἰπὼν, ὅτι Χωρὶς ἡµῶν ἐβασιλεύσατε, καὶ ὅτι Ἡµᾶς ὁ Θεὸς ἐσχάτους ἀπέδειξεν ὡς ἐπιθανατίους, διὰ τῶν ἑξῆς δείκνυσι, πῶς ἐπιθανάτιοι, λέγων· Ἡµεῖς µωροὶ καὶ ἀσθενεῖς καὶ ἄτιµοι, καὶ πεινῶµεν καὶ διψῶµεν, καὶ γυµνητεύοµεν, καὶ κολαφιζόµεθα, καὶ ἀστατοῦµεν, καὶ κοπιῶµεν ἐργαζόµενοι ταῖςἰδίαις χερσίν· ἅπερ ἦν δείγµατα διδασκάλων καὶ ἀποστόλων γνησίων. Ἀλλ' ἐκεῖνοι ἐπὶ τοῖς ἐναντίοις µέγα ἐφρόνουν, ἐπὶ σοφίᾳ, ἐπὶ δόξῃ, ἐπὶ πλούτῳ, ἐπὶ τῷ τιµᾶσθαι. Βουλόµενος οὖν αὐτῶν καθελεῖν τὸν τῦφον, καὶ δεῖξαι ὅτι ἐπὶ τούτοις οὐ µόνον οὐ καλλωπίζεσθαι, ἀλλὰ καὶ αἰσχύνεσθαι δεῖ, πρῶτον µὲν αὐτοὺςκωµῳδεῖ λέγων· Χωρὶς ἡµῶν ἐβασιλεύσατε. Ἐγὼ µὲν γὰρ λέγω, φησὶν, ὅτι ὁ παρὼν καιρὸς οὐ τιµῆς οὐδὲ δόξης ἐστὶν, ὧν ὑµεῖς ἀπολαύετε, ἀλλὰ τοῦ διώκεσθαι καὶ ὑβρίζεσθαι, ἅπερ ἡµεῖς πάσχοµεν. Εἰ δὲ οὐχ οὕτως ἔχει, ἀλλὰ τῶν ἀµοιβῶν ὁ καιρὸς οὗτος, ὡς ὁρῶ( τοῦτο δὲ εἰρωνευόµενος λέγει), ὑµεῖς µὲν οἱ µαθηταὶ καὶ ἐβασιλεύσατε λοιπόν· ἡµεῖς δὲ οἱ διδάσκαλοι καὶ ἀπόστολοι, καὶ πρὸ πάντων ὀφείλοντες λαβεῖν τὸν µισθὸν, οὐ µόνον ὑµῶν ἔσχατοι γεγόναµεν, ἀλλὰ καὶ ὡς ἐπιθανάτιοι, τουτέστι, κατάδικοι, διόλου ἐν ἀτιµίαις καὶ κινδύνοις καὶ λιµῷ διάγοµεν, ὑβριζόµενοί τε ὡς µωροὶ καὶ ἐλαυνόµενοι καὶ τὰ ἀνήκεστα ὑποµένοντες. Ταῦτα δὲ ἔλεγεν, ἵνα καὶ αὐτοὺς ἐκ τούτων ποιήσῃ συνιδεῖν, ὅτι τὰ τῶν ἀποστόλων ὀφείλουσι ζηλοῦν, τοὺς κινδύνους καὶ τὰς ὕβρεις, οὐ τὰς τιµὰς καὶτὰς δόξας· οὐ γὰρ ἐκεῖνα, ἀλλὰ ταῦτα ἀπαιτεῖ τὸ κήρυγµα. Ἀλλ' οὕτω µὲν ἐξ εὐθείας οὐ λέγει, ὥστε µὴ φορτικὸς αὐτοῖς φανῆναι· ὡς δὲ αὐτῷ πρέπον ἦν, οὕτω µεταχειρίζει τὴν ἐπίπληξιν ταύτην. Εἰ γὰρ ἐξ εὐθείας εἰσήγαγε τὸν λόγον, οὕτως ἂν εἶπε· Πλανᾶσθε καὶ ἀπατᾶσθε, καὶ πολὺ τῆς ἀποστολικῆς νουθεσίας ἀφεστήκατε· τὸν γὰρ ἀπόστολον καὶ διάκονον τοῦ Χριστοῦ, µωρὸν εἶναι δοκεῖν χρὴ, καὶ ἐν θλίψει καὶ ἐν ἀδοξίᾳ διάγειν, ὅπερ ἐσµὲν ἡµεῖς· ὑµεῖς δὲ ἐν τοῖς ἐναντίοις. Ἀλλ' οὕτως ἂν µᾶλλον καὶ προσέστη τὰ λεγόµενα αὐτοῖς, ὡς ἐγκώµια τῶν ἀποστόλων ἔχοντα, καὶ ἐκείνους ἂν θρασυτέρους εἰργάσατο, ὡςδιαβαλλοµένους ἐπὶ ῥᾳθυµίᾳ καὶ κενοδοξίᾳ καὶ τῷ τρυφᾷν.∆ ιὰ τοῦτο τοῦτον µὲν τὸν τρόπον οὐ µεθοδεύει τὰ εἰρηµένα, ἑτέρως δὲ, πληκτικώτερον µὲν, ἀνεπαχθέστερον δέ.∆ ιὸ καὶ οὕτω προάγει τὸν λόγον κατ' εἰρωνείαν, λέγων· Ὑµεῖς δὲ ἰσχυροὶ καὶ ἔνδοξοι. Ὡς εἰ µὴ τῇ εἰρωνείᾳ ἐκέχρητο, οὕτως ἂν εἶπεν· Οὐ δυνατὸν τὸν µὲν µωρὸν νοµίζεσθαι, τὸν δὲ φρόνιµον, καὶ τὸν µὲν ἰσχυρὸν, τὸν δὲ ἀσθενῆ, τοῦ κηρύγµατος µὴ ἀπαιτοῦντος θάτερα. Εἰ µὲν γὰρ ἐξῆν τοὺς µὲν τοῦτο εἶναι, τοὺς δὲ ἐκεῖνο, ἴσως εἶχέ τινα λόγον τὰ παρ' ὑµῶν λεγόµενα· νυνὶ δὲ οὐκ ἔνι, οὐ φρόνιµον εἶναι δοκεῖν, οὐκ ἔνδοξον, οὐκ ἀπηλλάχθαι κινδύνων. Εἰ δὲ µὴ, ἀνάγκη ὑµᾶς ἡµῶν προτετιµῆσθαι παρὰ τῷ Θεῷ, ὑµᾶς τοὺς µαθητὰς τῶν διδασκάλων καὶ µυρία παθόντων. Εἰ δὲ οὐδὲ τοῦτό τις ἂν εἴποι, λείπεται τὰ ἡµέτερα ὑµᾶς διώκειν. Καὶ µὴ µέ τις, φησὶν, οἰέσθω τὰ παρελθόντα λέγειν µόνον· Μέχρι γὰρ τῆς ἄρτι ὥρας καὶ πεινῶµεν καὶ διψῶµεν καὶ γυµνητεύοµεν. Ὁρᾷς ὅτι πάντα τὸν βίον τοιοῦτον εἶναι δεῖ τῶν Χριστιανῶν, οὐ µίαν ἡµέραν καὶ δευτέραν; Οὐδὲ γὰρ ἂν ἀθλητὴς τὴν µίαν µόνην νικήσας πάλην στεφανωθῇ, πάλιν στεφανοῦται καταπεσών. Καὶ πεινῶµεν, πρὸς τοὺς τρυφῶντας· καὶ κολαφιζόµεθα, πρὸς τοὺς πεφυσιωµένους· καὶ ἀστατοῦµεν, πρὸς τοὺς ἀναπίπτοντας· καὶ γυµνητεύοµεν, πρὸς τοὺς πλουτοῦντας· καὶ κοπιῶµεν, ἤδη πρὸς τοὺς ψευδαποστόλους τοὺς οὔτε ἐργάζεσθαι οὔτε κινδυνεύειν ἀνεχοµένους, ἀλλὰ καρπουµένους αὐτούς. Ἀλλ' οὐχ ἡµεῖς οὕτω, φησὶν, ἀλλὰ µετὰ τῶν ἔξωθεν κινδύνων καὶ ἑαυτοὺς κατατείνοµεν τῇ διηνεκεῖ ἐργασίᾳ. Καὶ τὸ δὴ µεῖζον, ὅτι οὐκ ἔχοι τις ἂν εἰπεῖν, ὅτι δυσχεραίνοµεν ἐπὶ τούτοις, ἢ τοῖς διώκουσιν ἐγκαλοῦµεν· τοῖς γὰρ ἐναντίοις τοὺς ἐπηρεάζοντας ἀµειβόµεθα. Τὸ γὰρ µέγα τοῦτό ἐστιν, οὐ τὸ κακῶς παθεῖν· τοῦτο γὰρ πάντων κοινόν· ἀλλὰ τὸ πάσχοντας µὴ ἀλύειν µηδὲ δυσχεραίνειν. βʹ. Ἡµεῖς δὲ οὐ µόνον οὐ δυσχεραίνοµεν, ἀλλὰ καὶ ἀγαλλόµεθα. Καὶ τούτου τεκµήριον τὸ τοὺς ποιοῦντας κακῶς τοῖς ἐναντίοις ἀµείβεσθαι. Ὅτι δὲ τοῦτο ἐποίουν, ἄκουσον τῶν ἑξῆς· Λοιδορούµενοι εὐλογοῦµεν, διωκόµενοι ἀνεχόµεθα, βλασφηµούµενοι παρακαλοῦµεν· ὡς περικαθάρµατα τοῦ κόσµου ἐγενήθηµεν, τουτέστι, µωροὶ διὰ Χριστόν. Ὁ γὰρ κακῶς παθὼν, καὶ µήτε ἀµυνόµενος µήτε ἀλγῶν, µωρὸς εἶναι δοκεῖ παρὰ τοῖς ἔξωθεν καὶ ἄτιµος καὶ ἀσθενής. Καὶ ἵνα µὴ φορτικώτερον τὸν λόγον ἐργάσηται, εἰς τὴν ἐκείνων πόλιν τὰ πάθη περιστήσας, τί φησι; Περικαθάρµατα, οὐ τῆς πόλεως ὑµῶν, ἀλλὰ τοῦ κόσµου ἐγενήθηµεν· καὶ πάλιν, Πάντων περίψηµα· οὐχ ὑµῶν µόνον, ἀλλὰ πάντων. Ὥσπερ οὖν ὅταν περὶ τῆς τοῦ Χριστοῦ διαλέγηται κηδεµονίας, τὴν γῆν, τὸν οὐρανὸν, τὴν πᾶσαν κτίσιν ἀφεὶς, τὸν σταυρὸν ἐν µέσῳ τίθησιν· οὕτω καὶ ὅταν πρὸς ἑαυτὸν ἐπισπάσασθαι βουληθῇ, τὰ σηµεῖα παραδραµὼν, τὰ πάθη λέγει τὰ δι' αὐτούς. Οὕτω καὶ ἡµῖν ἔθος, ὅταν ἀδικώµεθα παρά τινων καὶ καταφρονώµεθα, ἅπερ ὑπὲρ αὐτῶν ἐπάθοµεν, ταῦτα φέρειν εἰς µέσον. Πάντων περίψηµα ἕως ἄρτι. Εὔτονον τὴν πληγὴν ἔδωκε πρὸς τῷ τέλει. Πάντων δὲ, οὐ τῶν διωκόντων, φησὶν, ἀλλὰ τῶν δι' οὓς ταῦτα πάσχοµεν· τουτέστι, Χάριν ἔχω πολλὴν αὐτοῖς. Βαρυθυµοῦντος τὸ ῥῆµα, οὐκ ἀλγοῦντος αὐτοῦ, ἀλλ' ἐκείνους πλῆξαι βουλοµένου. Ὁ γὰρ µυρία ἔχων ἐγκαλεῖν, καὶ ἀσπάζεται.∆ ιὰ τοῦτο καὶ ὁ Χριστὸς κελεύει πράως ἡµᾶς φέρειν τὰς ὕβρεις, ἵνα καὶ αὐτοὶ φιλοσοφῶµεν, κἀκείνους µᾶλλον ἐντρέπωµεν. Οὐ γὰρ οὕτως ὑβρίζων, ὡς σιγῶν τις, τοῦτο ἐργάζεται. Εἶτ' ἐπειδὴ εἶδεν ἀφόρητον τὴν πληγὴν, ταχέως αὐτὴν ἐθεράπευσεν, εἰπών· Οὐκ ἐντρέπων ὑµᾶς γράφω ταῦτα, ἀλλ' ὡς τέκνα µου ἀγαπητὰ νουθετῶ. Οὐχ ὡς καταισχύνων γὰρ ὑµᾶς, ταῦτα λέγω, φησίν. Ὅπερ ἐποίησε διὰ τῶν ῥηµάτων, τοῦτό φησιν οὐ πεποιηκέναι· µᾶλλον δὲ πεποιηκέναι µέν φησιν, οὐ µὴν διανοίᾳ πονηρᾷ καὶ µισούσῃ· ἐπεὶ καὶ ἀρίστη αὕτη ἡ θεραπεία, εἰπόντα τὸν λόγον προσθεῖναι τὴν ἀπὸ τῆς διανοίας ἀπολογίαν. Μὴ εἰπεῖν µὲν γὰρ οὐκ ἐνῆν, ἐπεὶ ἔµειναν ἂν ἀδιόρθωτοι· εἰπόντα δὲ ἀφεῖναι πάλιν τὴν πληγὴν ἀνίατον, χαλεπόν· διόπερ µετὰ βαρύτητος ἀπολογεῖται. Τοῦτο γὰρ οὐ µόνον οὐκ ἐξαίρει τὴν τοµὴν, ἀλλὰ καὶ ἐνδοτέρω ποιεῖ καταδῦναι, τῆς πληγῆς τὴν ἀλγηδόνα παραµυθούµενον ἅπασαν. Ὁ γὰρ ἀκούσας, ὅτι οὐκ ὀνειδίζων, ἀλλ' ἀγαπῶν ταῦτα λέγει, µᾶλλον καταδέχεται τὴν διόρθωσιν. Πολλὴ δὲ καὶ ἐνταῦθα ἡ βαρύτης καὶ ἡ ἐντροπή. Οὐ γὰρ εἶπεν, ὡς διδάσκαλος, οὐδὲ ὡς ἀπόστολος, οὐδὲ ὡς µαθητὰς ἔχων, ὅπερ τῆς ἀξίας ἦν, ἀλλ', Ὡς τέκνα µου ἀγαπητὰ νουθετῶ· καὶ οὐχ ἁπλῶς τέκνα, ἀλλὰ ποθούµενα. Σύγγνωτέ µοι, φησί· καὶ εἴ τι φορτικὸν εἴρηται, ἐξ ἀγάπης ταῦτα γίνεται. Καὶ οὐκ εἶπεν, Ἐπιτιµῶ, ἀλλὰ, Νουθετῶ. Τίς δὲ οὐκ ἂν ἀνάσχοιτο πατρὸς ἀλγοῦντος, καὶ τὰ δέοντα συµβουλεύοντος;∆ ιὰ τοῦτο οὐ πρότερον εἶπε τοῦτο, ἀλλ' ὅτε τὴν πληγὴν ἔδωκε. Τί οὖν, ἀφειδοῦσιν ἡµῶν οἱ ἄλλοι διδάσκαλοι, φησίν; Οὐ τοῦτο λέγω, ἀλλ' οὐχ οὕτω φείδονται. Ἀλλὰ τοῦτο µὲν συντόµως οὐκ εἶπε, διὰ δὲ τῶν ἐπιτηδευµάτων καὶ τῶν ὀνοµάτων αὐτὸ ἐνέφηνε, τὸν παιδαγωγὸν καὶ τὸν πατέρα θείς. Ἐὰν γὰρ, φησὶ, πολλοὺς παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ, ἀλλ' οὐ πολλοὺς πατέρας. Οὐ τὸ ἀξίωµα ἐµφαίνει ἐνταῦθα, ἀλλὰ τῆς ἀγάπης τὴν ὑπερβολήν. Καὶ οὐδὲ ἐκείνους ἔπληξε, τὸ, Ἐν Χριστῷ, προσθεὶς, ἀλλὰ καὶ παρεµυθήσατο αὐτοὺς, οὐχὶ κόλακας, ἀλλὰ παιδαγωγοὺς εἰπὼν τοὺς σπουδάζονταςκαὶ ἀνεχοµένους τῶν πόνων· καὶ τὴν ἑαυτοῦ κηδεµονίαν ἀπεδείξατο.∆ ιὸ οὐκ εἶπεν, Ἀλλ' οὐ πολλοὺς διδασκάλους, ἀλλ', Οὐ πατέρας. Οὕτως οὐκ ἀξίωµα θεῖναι ἐβούλετο, οὐδὲ, ὅτι πλείονα παρ' αὐτοῦ ὠφέληντο, διδάξαι· ἀλλὰ συγχωρήσας ἐκείνοις τὰ πολλὰ περὶ αὐτοὺς πεπονηκέναι( τοιοῦτον γὰρ ὁ παιδαγωγὸς), τὴν τῆς ἀγάπης ὑπερβολὴν ἑαυτῷ ταµιεύεται. Τοιοῦτον γὰρ ὁ πατήρ. Καὶ οὐ λέγει µόνον, ὅτι Οὐδεὶς ὑµᾶς οὕτω φιλεῖ, ὅπερ ἀνεύθυνον ἦν, ἀλλὰ καὶ πρᾶγµα γεγονὸς εἰς µέσον ἄγει. Ποῖον δὴ τοῦτο; Ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ Εὐαγγελίου ἐγὼ ὑµᾶς ἐγέννησα. Ἐν Χριστῷ Ἰησοῦ· οὐκ ἐµαυτῷ τοῦτο λογίζοµαι, φησί. Πάλιν τοὺς ἑαυτοῖς ἐπιφηµίζοντας τὴν διδασκαλίαν πλήττει. Ὑµεῖς γάρ ἐστε, φησὶν, ἡ σφραγὶς τῆς ἐµῆς ἀποστολῆς· καὶ πάλιν, Ἐγὼ ἐφύτευσα· καὶ ἐνταῦθα, Ἐγὼ ἐγέννησα. Οὐκ εἶπε, Κατήγγειλα τὸν λόγον, ἀλλ', Ἐγὼ ἐγέννησα, τοῖς τῆς φύσεως ὀνόµασι κεχρηµένος. Ἓν γὰρ ἐσπούδαζε, τὴν ἀγάπην ἐπιδείξασθαι, ἣν περὶ αὐτοὺς εἶχεν. Ἐκεῖνοι µὲν γὰρ παρ' ἐµοῦ δεξάµενοι ἐνήγαγον ὑµᾶς· τὸ δὲ εἶναι πιστοὺς, δι' ἐµοῦ γέγονεν. Ἐπειδὴ γὰρ εἶπεν, Ὡς τέκνα, ἵνα µὴ κολακείας εἶναι νοµίσῃς τὸ ῥῆµα, παρίστησι καὶ τὸ πρᾶγµα. Παρακαλῶ οὖν ὑµᾶς, µιµηταί µου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ. Βαβαί! πόση τοῦ διδασκάλου ἡ παῤῥησία! πῶς ἀπηκριβωµένη ἡ εἰκὼν, ὅταν καὶ ἑτέρους ἐπὶ τοῦτο παρακαλῇ! Οὐκ ἐπαίρων δὲ ἑαυτὸν τοῦτο ποιεῖ, ἀλλὰ δεικνὺς εὔκολον οὖσαν τὴν ἀρετήν. γʹ. Μὴ γάρ µοι εἴπῃς, ὅτι Οὐ δύναµαί σε µιµήσασθαι· σὺ διδάσκαλος εἶ, καὶ µέγας. Οὐ γάρ ἐστι τοσοῦτον τὸ µέσον ἐµοῦ πρὸς ὑµᾶς, ὅσον τοῦ Χριστοῦ πρὸς ἐµέ· ἀλλ' ὅµως ἐµιµησάµην ἐκεῖνον ἐγώ. Ὅταν µὲν οὖν Ἐφεσίοις γράφῃ, οὐ τίθησι µέσον ἑαυτὸν, ἀλλ' εὐθὺς αὐτοὺς ἐκεῖ πάντας ἀπάγει, Γίνεσθε µιµηταὶ τοῦ Θεοῦ, λέγων· ἐνταῦθα δὲ, ἐπειδὴ πρὸς ἀσθενεῖς ἦν ὁ λόγος αὐτῷ, ἑαυτὸν παρενέβαλε. Καὶ ἄλλως δὲ δείκνυσιν, ὅτι ἔνι καὶ οὕτω τὸν Χριστὸν µιµήσασθαι. Ὁ γὰρ τὴν σφραγῖδα µιµησάµενος τὴν ἀπηκριβωµένην, τὸ ἀρχέτυπον ἐµιµήσατο. Ἴδωµεν οὖν πῶς αὐτὸς ἐµιµήσατο τὸν Χριστόν. Ἡ γὰρ µίµησις αὕτη οὐ χρόνων δεῖται καὶ τέχνης, ἀλλὰ προαιρέσεως µόνης. Εἰς ζωγράφου µὲν γὰρ εἰσελθόντες οὐ δυνησόµεθα µιµήσασθαι τὴν εἰκόνα, κἂν µυριάκις ἴδωµεν· τοῦτον δὲ καὶ ἐξ ἀκροάσεως µόνης ἔνι µιµήσασθαι. Οὐκοῦν βούλεσθε τὸν πίνακα εἰς µέσον ἀγαγόντες, ὑπογράψωµεν ἐφ' ὑµῶν τὴν πολιτείαν τοῦ Παύλου; Προκείσθω τοίνυν ὁ πίναξ πολὺ λαµπρότερος ὢν τῶν βασιλικῶν εἰκόνων. Τὸ γὰρ ὑποκείµενον, οὐ σανίδες κεκολληµέναι οὐδὲ σινδόνες ἐπικείµεναι, ἀλλ' ἔργον Θεοῦ τὸ ὑποκείµενον· ψυχὴ γάρ ἐστι καὶ σῶµα. Ψυχὴ Θεοῦ ἔργον, οὐκ ἀνθρώπων, καὶ σῶµα πάλιν ὁµοίως Ἐκροτήσατε ἐνταῦθα; Ἀλλ' οὐκ ἐνταῦθα τῶν κρότων ὁ καιρὸς, ἀλλ' ἐπὶ τῶν ἑξῆς καὶ τοῦ κροτῆσαι καὶ τοῦ ζηλῶσαι. Τέως γὰρ ἡ ὕλη ὑπόκειται κοινὴ πρὸς ἅπαντας οὖσα. Ψυχὴ γὰρ ψυχῆς οὐδὲν διαφέρει, καθὸ ψυχὴ, ἀλλ' ἡ προαίρεσις δείκνυσι τὴν διαφοράν. Ὥσπερ γὰρ σῶµα σώµατος, καθό ἐστι σῶµα, οὐδὲν διενήνοχεν, ἀλλ' ὅµοιόν ἐστι καὶ τὸ τοῦ Παύλου καὶ τῶν πολλῶν, οἱ δὲ κίνδυνοι φαιδρότερονἐργάζονται τοῦτο ἐκείνου· οὕτω δὴ καὶ ἐπὶ ψυχῆς. Ὑποκείσθω τοίνυν ὁ πίναξ ἡµῖν ἡ ψυχὴ Παύλου. Οὗτος ὁ πίναξ ἔκειτο πρώην ἠσβολωµένος, ἀραχνίων γέµων· οὐδὲν γὰρ βλασφηµίας χεῖρον. Ἐπειδὴ δὲ ἦλθεν ὁ πάντα µετασκευάζων, καὶ εἶδεν οὐ παρὰ ῥᾳθυµίαν καὶ βλακείαν οὕτω διαγραφέντα, ἀλλὰ παρὰ ἀπειρίαν, καὶ τὸ µὴ ἔχειν τὰ ἄνθητῆς εὐσεβείας( ζῆλον µὲν γὰρ εἶχε, τὰ δὲ χρώµατα οὐ παρῆν· οὐ γὰρ κατ' ἐπίγνωσιν τὸν ζῆλον εἶχε)· δίδωσιν αὐτῷ τῆς ἀληθείας τὸ ἄνθος, τουτέστι, τὴν χάριν· καὶ ἀθρόον βασιλικὴν ἀπέδειξε τὴν εἰκόνα. Λαβὼν γὰρ τὰ χρώµατα, καὶ µαθὼν ἅπερ ἠγνόει, οὐκ ἀνέµεινε χρόνον, ἀλλ' εὐθέως ἐφάνη τεχνίτης ἄριστος. Καὶ πρῶτον δείκνυσι τὴν κεφαλὴν βασιλικὴν, τὸν Χριστὸν κηρύττων· εἶτα καὶ τὸ λοιπὸν σῶµα, τὸ τῆς πολιτείας τῆς ἀκριβοῦς Οἱ µὲν οὖν ζωγράφοι κατακλείσαντες ἑαυτοὺς, µετὰ πολλῆς τῆς ἀκριβείας καὶ ἡσυχίαςἅπαντα πράττουσιν, οὐδενὶ τὰς θύρας παρανοίγοντες· οὗτος δὲ ἐν µέσῳ τῆς οἰκουµένης τὸν πίνακα προθεὶς, πάντων ἐναντιουµένων, θορυβούντων, ταραττόντων, οὕτω; εἰργάζετο τὴν βασιλικὴν ταύτην εἰκόνα, καὶ οὐκ ἐκωλύετο.∆ ιὸ καὶ ἔλεγε· Θέατρον ἐγενήθηµεν τῷ κόσµῳ, ἐν µέσῳ γῆς καὶ θαλάσσης, καὶ τοῦ οὐρανοῦ καὶ τῆς οἰκουµένης ἁπάσης, καὶ τοῦ κόσµου τοῦ τε αἰσθητοῦ τοῦτε νοητοῦ, τὴν εἰκόνα ζωγραφῶν. Βούλεσθε καὶ τὰ λοιπὰ µέρη ταύτης ἰδεῖν, τὰ ἀπὸ τῆς κεφαλῆς κάτω; ἢ βούλεσθε κάτωθεν τὸν λόγον ἀναγάγωµεν; Θέα τοίνυν ἀνδριάντα χρυσοῦν, µᾶλλον δὲ καὶ τούτου τιµιώτερον, καὶ οἷον ἐν οὐρανῷ ἑστάναι εἰκὸς, οὐ µολίβδῳ προσδεδεµένον, οὐδὲ ἑνὶ ἱδρυµένονχωρίῳ, ἀλλ' ἀπὸ Ἱερουσαλὴµ µέχρι τοῦ Ἰλλυρικοῦ τρέχοντα, καὶ εἰς Ἱσπανίαν ἀπιόντα, καὶ πανταχοῦ τῆς οἰκουµένης καθάπερ ὑπόπτερον φερόµενον. Τί γὰρ τῶν ποδῶν τούτων ὡραιότερον γένοιτ' ἂν, τῶν ἅπασαν ἐπελθόντων τὴν ὑφ' ἡλίῳ κειµένην γῆν; Ταύτην τὴν ὡραιότητα καὶ ὁ προφήτης ἄνωθεν κηρύττει λέγων· Ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζοµένων εἰρήνην! Εἶδες πῶς καλοὶ οἱ πόδες; Θέλεις καὶ τὸ στῆθος ἰδεῖν;∆ εῦρό σοι δείξω καὶ τοῦτο, καὶ πολλῷ λαµπρότερον ὄψει τῶν ποδῶν τούτων τῶν ὡραίων, καὶ αὐτῶν τῶν τοῦ παλαιοῦ νοµοθέτου στέρνων. Μωϋσῆς µὲν γὰρ πλάκας ἐβάσταζε λιθίνας· οὗτος δὲ αὐτὸν ἔνδοθεν εἶχε τὸν Χριστὸν, αὐτὴν τὴν βασιλικὴν ἔφερεν εἰκόνα καὶ τοῦ ἱλαστηρίου· διὰ τοῦτο καὶ τῶν Χερουβὶµ σεµνότερος ἦν. Οὐ γὰρ τοιαύτη ἐφέρετο ἐκεῖθεν φωνὴ, οἵα ἐντεῦθεν, ἀλλ' ἐκεῖθεν µὲν τὰ πλείονα περὶ αἰσθητῶν διελέγετο, ἀπὸ δὲ τῆς Παύλου γλώττης περὶ τῶν ὑπὲρτοὺς οὐρανοὺς πραγµάτων· καὶ ἀπὸ µὲν τοῦ ἱλαστηρίου Ἰουδαίοις ἐχρηµάτιζε µόνοις, ἐντεῦθεν δὲ τῇ οἰκουµένῃ πάσῃ· κἀκεῖ µὲν διὰ ἀψύχων, ἐνταῦθα δὲ διὰ ψυχῆς ἐναρέτου. δʹ. Τοῦτο καὶ οὐρανοῦ λαµπρότερον ἦν τὸ ἱλαστήριον, οὐ ποικιλίᾳ ἄστρων καταλαµπόµενον οὐδ' ἀκτῖσιν ἡλιακαῖς, ἀλλ' αὐτὸν τὸν ἥλιον τῆς δικαιοσύνηςἔχον ἐκεῖθεν ἀφιέντα τὰς ἀκτῖνας. Καὶ τοῦτον µὲν τὸν οὐρανὸν νέφος ὑποδραµόν ποτε σκυθρωπότερον ἐργάζεται, τὸ δὲ στῆθος ἐκεῖνο οὐδεὶς ὑπέδραµέ ποτε χειµὼν τοιοῦτος· µᾶλλον δὲ ὑπέδραµον µὲν πολλοὶ πολλάκις χειµῶνες, τὸ δὲ φῶς οὐκ ἐπεσκότισαν, ἀλλ' ἐν µέσῳ τῷ πειρασµῷ καὶ τοῖς κινδύνοις τὸ φῶς ἀπέλαµπε τοῦτο.∆ ιὸ καὶ αὐτὸς ἅλυσιν περικείµενος ἐβόα· Ὁ λόγος τοῦ Θεοῦ οὐ δέδεται. Οὕτως ἀεὶ διὰ τῆς γλώττης ἐκείνης ἠφίει τὰς ἀκτῖνας· καὶ οὐ φόβος, οὐ κίνδυνος τὸ στῆθος ἐκεῖνο σκυθρωπὸν ἐποίει. Τάχα παρελαύνειν δοκεῖ τὸ στῆθος τοὺς πόδας· ἀλλὰ κἀκεῖνοι ὡς πόδες καλοὶ, καὶ τοῦτο ὡς στῆθος. Βούλει καὶ γαστέρα ἰδεῖν ὡραίαν; Ἄκουσον τί φησι περὶ αὐτῆς· Εἰ βρῶµα σκανδαλίζει τὸν ἀδελφόν µου, οὐ µὴ φάγω κρέα εἰς τὸν αἰῶνα. Καλὸν τὸ µὴ φαγεῖν κρέα, µηδὲ πιεῖν οἶνον, µηδὲ ἐν ᾧ ὁ ἀδελφός σου προσκόπτει ἢ σκανδαλίζεται ἢ ἀσθενεῖ. Τὰ βρώµατα τῇ κοιλίᾳ, καὶ ἡ κοιλία τοῖς βρώµασι. Τί ταύτης τῆς γαστρὸς γένοιτ' ἂν ὡραιότερον τῆς οὕτω πεπαιδευµένης ἠρεµεῖν, καὶ σωφροσύνην πᾶσαν δεδιδαγµένης, καὶ εἰδυίας καὶ πεινῇν καὶλιµώττειν καὶ διψῇν; Καθάπερ γὰρ ἵππος εὔτακτος χρυσῆν ἡνίαν λαβὼν, οὕτω καὶ αὕτη εὔρυθµα ἐβάδιζε τῆς φύσεως τὴν ἀνάγκην νικήσασα· ὁ γὰρ Χριστὸς ἐβάδιζεν ἐν αὐτῇ. Ταύτης δὲ οὕτω σωφρονούσης, εὔδηλον ὅτι καὶ ἡ ἄλλη πᾶσα κακία ἐλύετο. Βούλει καὶ χεῖρας ἰδεῖν τὰς νῦν; ἢ βούλει τὴν προτέραν αὐτῶν πρότερον κακίαν θεάσασθαι; Εἰσερχόµενος οὗτος εἰς τὰς οἰκίας, ἔσυρε πρώην ἄνδρας καὶ γυναῖκας, οὐχὶ ἀνδρὸς χεῖ ρας, ἀλλὰ θηρίου τινὸς χαλεποῦ ἔχων. Ἐπειδὴ δὲ τὰ χρώµατα τῆς ἀληθείας ἔλαβε καὶ τὴν πνευµατικὴν ἐµπειρίαν, οὐκέτι ἀνδρὸς ἐγένοντο αἱ χεῖρες αὗται, ἀλλὰ πνευµατικαὶ, καθ' ἑκάστηνἡµέραν δεσµούµεναι ἁλύσεσι· καὶ ἔπληξαν µὲν οὐδένα ποτὲ, ἐπλήγησαν δὲ µυριάκις. Ἠδέσθη ποτὲ καὶ ἔχις ταύτας τὰς χεῖρας· οὐ γὰρ ἦσαν ἀνθρώπου χεῖρες λοιπόν· διὰ τοῦτο οὐδὲ καθήψατο αὐτῶν. Βούλει καὶ τὰ νῶτα ἰδεῖν τοῖς λοιποῖς ἐοικότα µέλεσιν; Ἄκουσον τί φησι καὶ περὶ αὐτῶν· Πεντάκις τεσσαράκοντα παρὰ µίαν ἔλαβον ὑπὸ Ἰουδαίων, τρὶς ἐῤῥαπίσθην, ἅπαξ ἐλιθάσθην, τρὶς ἐναυάγησα, νυχθήµερον ἐν τῷ βυθῷ πεποίηκα. Ἀλλ' ἵνα µὴ καὶ ἡµεῖς εἰς βυθὸν ἄπειρον ἐµπεσόντες, πολλὰ περιενεχθῶµεν καθ' ἕκαστον αὐτοῦ τῶν µελῶν ἐπιόντες, δεῦρο ἀποστάντες τοῦ σώµατος, ἕτερον κάλλος ἴδωµεν τὸ ἀπὸ τῶν ἱµατίων, ὃ καὶ δαίµονες ᾐδέσθησαν· διὸ καὶ αὐτοὶ ἔφευγον, καὶ νοσήµατα ἐδραπέτευε. Καὶ ὅπουπερ ἂν ἐφάνη Παῦλος, πάντα ὑπεχώρει καὶ ὑπεξίστατο, καθάπερ τοῦ τῆς οἰκουµένης ἀριστέως παραγενοµένου. Καὶ ὥσπερ οἱ πολλὰς λαβόντες ἐν πολέµῳ πληγὰς, κἂν ὅπλον ἴδωσι τοῦ πλήξαντος αὐτοὺς, πεφρίκασιν· οὕτω δὴ καὶ οἱ δαίµονες, σηµικίνθια µόνον ὁρῶντες, ἐξίσταντο. Ποῦ νῦν εἰσιν οἱ πλουτοῦντες, καὶ µέγα φρονοῦντες ἐπὶ χρήµασι; ποῦ οἱ τὰ ἀξιώµατα ἑαυτῶν ἀριθµοῦντες, καὶ τὰ ἱµάτια τὰ πολυτελῆ; Πρὸς ταῦτα παραβάλλοντες ἑαυτοὺς, πηλὸν ὄψονται καὶ βόρβορον τὰ ἑαυτῶν ἅπαντα. Καὶ τί λέγω ἱµάτια καὶ χρυσία; Εἰ γάρ µοι τῆς οἰκουµένης ἔδωκέ τις κρατῆσαι πάσης, τὸν ὄνυχα µόνον Παύλου πάσης ἂν τῆς βασιλείας ἐκείνης ἰσχυρότερον εἶναι ἐνόµισα, πάσης τρυφῆςτὴν πενίαν, πάσης δόξης τὴν ἀδοξίαν, παντὸς πλούτου τὴν γύµνωσιν, πάσης ἀδείας τὸν κολαφισµὸν τῆς ἱερᾶς ἐκείνης κεφαλῆς, παντὸς διαδήµατος τοὺς λίθουςοὓς ἐδέξατο. Τοῦτον ποθήσωµεν τὸν στέφανον, ἀγαπητοί· καὶ εἰ µὴ διωγµός ἐστι, τέως παρασκευάσωµεν ἑαυτούς. Οὐδὲ γὰρ οὗτος ἀπὸ διωγµῶν µόνων ἦν λαµπρὸς ὁ ἀνήρ· καὶ γὰρ ἔλεγεν· Ὑποπιέζω µου τὸ σῶµα· τοῦτο δὲ καὶ χωρὶς διωγµοῦ δυνατὸν κατορθοῦν. Καὶ τῆς σαρκὸς πρόνοιαν µὴ ποιεῖσθαι παρῄνει εἰς ἐπιθυµίας· καὶ πάλιν, Ἔχοντες διατροφὰς καὶ σκεπάσµατα, τούτοις ἀρκεσθησόµεθα. Εἰς ταῦτα γὰρ διωγµῶν οὐ χρεία. Καὶ τοὺς εὐπόρους δὲ ἐσωφρόνιζε, λέγων· Οἱ βουλόµενοι πλουτεῖν, ἐµπίπτουσιν εἰς πειρασµόν. Ἐὰν οὖν καὶ ἡµεῖς οὕτως ἑαυτοὺς ἀσκήσωµεν, εἰς τὸν ἀγῶνα εἰσελθόντες στεφανωθησόµεθα, καὶ διωγµοῦ µὴ παρόντος, πολλὰ ὑπὲρ αὐτῶν ληψόµεθατὰ βραβεῖα· ἐὰν δὲ λιπαίνωµεν τὸ σῶµα καὶ χοίρων βίον ζῶµεν, καὶ ἐν εἰρήνῃ πολλὰ ἁµαρτησόµεθα καὶ αἰσχύνην οἴσοµεν. Οὐχ ὁρᾷς πρὸς τίνας ἡµῖν ἡ πάλη; Πρὸς τὰς ἀσωµάτους δυνάµεις. Πῶς οὖν, σάρκες ὄντες, τούτων περιεσόµεθα; Εἰ γὰρ πρὸς ἀνθρώπους τις παλαίων, δεῖται σωφρόνως ἑστιᾶσθαι, πολλῷ µᾶλλον πρὸς δαίµονας. Ὅταν δὲ µετὰ τῆς πολυσαρκίας καὶ τῷ πλούτῳ ὦµεν προσδεδεµένοι, πόθεν κρατήσοµεν τῶν ἀντιπάλων;∆ εσµὸς γάρ ἐστιν ὁ πλοῦτος, δεσµὸς χαλεπὸς τοῖς οὐκ εἰδόσιν αὐτῷ χρῆσθαι, τύραννος ὠµὸς καὶ ἀπάνθρωπος, ἐπὶ λύµῃ τῶν δουλευόντων πάντα ἐπιτάττων. Ἀλλ', ἐὰν θέλωµεν, τὴν πικρὰν ταύτην τυραννίδα ἀπὸ τοῦ θρόνου καταστρέψοµεν, καὶ ἡµῖν εἴκειν ποιήσοµεν, ἀλλ' οὐκ ἐπιτάττειν. Πῶς οὖν τοῦτο ἔσται; Ὅταν εἰς πάντας τὸν πλοῦτον διανέµωµεν. Ἕως µὲν γὰρ ἂν µόνος ᾖ πρὸς µόνους καθάπερ λῃστής τις ἐν ἐρηµίᾳ, πάντα ἐργάζεται τὰ κακά· ὅταν δὲ εἰς µέσον αὐτὸν ἀγάγωµεν, οὐκέτι ἡµῶν κρατήσει, πάντοθεν αὐτὸν πάντων δεσµούντων. εʹ. Καὶ ταῦτα λέγω, οὐκ ἐπειδὴ ἁµαρτία τὰ χρήµατα· τοῖς πτωχοῖς δὲ µὴ διανέµειν αὐτὰ, ἁµαρτία, καὶ κακῶς αὐτοῖς χρῆσθαι. Οὐδὲν γὰρ ὁ Θεὸς κακὸν ἐποίησεν, ἀλλὰ πάντα καλὰ λίαν· ὥστε καὶ τὰ χρήµατα καλὰ, ἀλλ' ἐὰν µὴ κρατῇ τῶν κεκτηµένων, ἐὰν τὰς πενίας τῶν πλησίον λύῃ. Οὐδὲ γὰρ φῶς ἐκεῖνο καλὸν τὸ µὴ ἀφανίζον σκότος, ἀλλὰ καὶ ἐπιτεῖνον, οὐδὲ πλοῦτον ἂν εἴποιµι τοῦτον τὸν οὐ λύοντα πενίαν, ἀλλ' αὔξοντα πενίαν. Ὁ γὰρ πλουτῶν οὐ ζητεῖ παρ' ἑτέρων λαµβάνειν, ἀλλ' ἑτέροις ἐπικουρεῖν· ὁ δὲ παρ' ἑτέρων ζητῶν λαβεῖν, οὐκέτι πλουτεῖ, ἀλλ' αὐτός ἐστιν ὁ πένης. Ὥστε οὐ τὰ χρήµατα κακὸν, ἀλλ' ἡ πενιχρὰ διάνοια, ἡ τὸν πλοῦτον εἰς πενίαν ἄγουσα. Οὗτοι τῶν διὰ τῶν στενωπῶν ἐπαιτούντων ἀθλιώτεροι, τῶν πήρωσιν ἐχόντων καὶ λελωβηµένων τὰ σώµατα, τῶν ῥάκια περιβεβληµένων οἱ ἐν τοῖςσηρικοῖς καὶ λαµπροῖς ἱµατίοις· οἱ σοβοῦντες ἐπὶ τῆς ἀγορᾶς τῶν κατὰ τὰ ἄµφοδα βαδιζόντων καὶ εἰς τὰς αὐλὰς εἰσιόντων καὶ κάτωθεν βοώντων καὶ ἐπαιτούντων ἐλεεινότεροι. Οὗτοι µὲν γὰρ τὸν Θεὸν ἀνυµνοῦσι, καὶ ἐλέου φθέγγονται ῥήµατα καὶ φιλοσοφίας πολλῆς· διὸ καὶ ἐλεοῦµεν αὐτοὺς, καὶ χεῖρα ὀρέγοµεν, καὶ οὐδέποτε ἐγκαλοῦµεν. Οἱ δὲ πλουτοῦντες κακῶς, ὠµότητος καὶ ἀπανθρωπίας, ἁρπαγῆς καὶ σατανικῆς ἐπιθυµίας ἐρεύγονται λόγους· διὸ καὶ παρὰ πᾶσίν εἰσι µισητοὶ καὶ καταγέλαστοι. Σκόπει δὲ, τί παρὰ πᾶσιν ἀνθρώποις αἰσχρὸν εἶναι δοκεῖ, τὸ παρὰ τῶν πλουτούντων αἰτεῖν, ἢ τὸ παρὰ τῶν ἀπόρων; Παντί που δῆλον, ὅτι τὸ παρὰ τῶν ἀπόρων. Τοῦτο τοίνυν οἱ πλουτοῦντες ποιοῦσιν· οὐ γὰρ ἂν τολµήσαιεν τοῖς πλουσιωτέροις προσελθεῖν. Οἱ δὲ ἐπαιτοῦντες, παρὰ τῶν εὐπόρων· οὐ γὰρ τὸν ἐπαίτην ὁ ἐπαίτης αἰτήσει, ἀλλὰ τὸν εὔπορον· ὁ δὲ πλούσιος τὸν πένητα σπαράττει. Πάλιν τί σεµνότερον, εἰπέ µοι, παρὰ ἑκόντων λαβεῖν καὶ χάριν ἐχόντων, ἢ τοὺς οὐ θέλοντας ἀναγκάζειν καὶ ἐνοχλεῖν; Εὔδηλον ὅτι τοὺς µὴ βουλοµένους µὴ ἐνοχλεῖν. Ἀλλὰ καὶ τοῦτο οἱ πλουτοῦντες ποιοῦσιν. Οἱ µὲν γὰρ πένητες παρ' ἑκόντων λαµβάνουσι καὶ χάριν εἰδότων, οἱ δὲ πλουτοῦντες παρὰ ἀκόντων καὶ µὴ βουλοµένων, ὃ µείζονός ἐστι πενίας ἀπόδειξις. Εἰ γὰρ οὐδὲ ἐπ' ἄριστον ἕλοιτό τις ἀπελθεῖν, εἰ µὴ χάριν ὁ καλῶν εἰδείη τῷ καλουµένῳ, πῶς χρήµατα λαβεῖν µετ' ἀνάγκης καλόν; Τοὺς κύνας οὐ διὰ τοῦτο ἀποστρεφόµεθα καὶ φεύγοµεν τοὺς ὑλακτοῦντας, ὅτι τῇ πολλῇ προσεδρίᾳ ἡµᾶς ἐκβιάζονται; Τοῦτο καὶ οἱ πλούσιοι ποιοῦσιν. Ἀλλὰ τὸν φόβον προσεῖναι τῇ δόσει σεµνότερον. Τοῦτο µὲν οὖν πάντων αἰσχρότερον· ὁ γὰρ πάντα κινῶν ὑπὲρ τοῦ λαβεῖν, τίνος οὐκ ἂν εἴη καταγελαστότερος; Καὶ γὰρ τοὺς κύνας πολλάκις φοβηθέντες, προηκάµεθα ἅπερ κατείχοµεν. Τί πάλιν αἰσχρότερον, εἰπέ µοι, ῥάκια περιβεβληµένον αἰτεῖν, ἢ σηρικὰ φοροῦντα; Ὅταν µὲν γὰρ πλουτῶν τις γέροντας θεραπεύῃ πένητας, ὥστε τὰ ἐκείνων λαβεῖν, καὶ ταῦτα παίδων ὄντων, τίνος ἔσται συγγνώµης ἄξιος; Εἰ δὲ βούλεσθε, καὶ τὰ ῥήµατα αὐτὰ ἐξετάσωµεν, τίνα µὲν οἱ πλουτοῦντες ἐπαιτοῦντες λέγουσι, τίνα δὲ οἱ πένητες. Τί οὖν ὁ πένης φησίν; Ὅτι ὁ διδοὺς ἐλεηµοσύνην οὐ µετριάσει ποτὲ, ὅτι ἀπὸ τῶν τοῦ Θεοῦ δίδωσιν, ὅτι ὁ Θεὸς φιλάνθρωπος καὶ µείζονα ἀντιδίδωσιν· ἅπερ ἅπαντα φιλοσοφίας ἐστὶ ῥήµατα καὶ παραινέσεως καὶ συµβουλῆς. Ἀξιοῖ σε γὰρ πρὸς τὸν∆ εσπότην ἰδεῖν, καὶ τὸν φόβον ἐξαίρει σου τῆς µελλούσης πενίας· καὶ πολλὴν ἄν τις ἴδοι διδασκαλίαν ἐν τοῖς τῶν ἐπαιτούντων ῥήµασι. Τὰ δὲ τῶν πλουτούντων ὁποῖα; Χοίρων καὶ κυνῶν καὶ λύκων καὶ τῶν ἄλλων θηρίων. Οἱ µὲν γὰρ αὐτῶν περὶ τραπεζῶν καὶ ὄψων καὶ καρυκευµάτων καὶ οἴνου παντοδαποῦ καὶ µύρων καὶ ἱµατίων καὶ τῆς ἄλλης διαπαντὸς διαλέγονται ἀσωτίας· οἱ δὲ περὶ τόκων καὶ δανεισµάτων, καὶ γραµµατεῖα πλάττοντες καὶ χρεῶν ὄγκον ἀφόρητον ἐπαιωροῦντες, ὡς ἐκ πατέρων ἢ πάππων ἀρχὴν εἰληφότα, τοῦµὲν τὴν οἰκίαν, τοῦ δὲ τὸν ἀγρὸν, τοῦ δὲ ἀνδράποδον ἀφαιροῦνται καὶ τὰ ὄντα ἅπαντα. Τί ἄν τις εἴποι τὰς διαθήκας, τὰς ἀντὶ µέλανος αἵµατι γεγραµµένας; Ἢ γὰρ κίνδυνον ἀφόρητον περιστήσαντες, ἢ µικραῖς τισι καταγοητεύσαντες ὑποσχέσεσιν, οὓς ἂν ἴδωσιν ὀλίγα τινὰ κεκτηµένους, ἔπεισαν τοὺςµὲν προσήκοντας ἅπαντας καὶ πενίᾳ πολλάκις ἀπολλυµένους παραδραµεῖν, αὐτοὺς δὲ ἀντ' ἐκείνων ἐγγράψαι. Ταῦτ' οὖν ποίων θηρίων οὐκ ἀποκρύπτει µανίαν καὶ ἀγριότητα;∆ ιὸ, παρακαλῶ, πάντα τὸν τοιοῦτον πλοῦτον φύγωµεν, τὸν αἰσχρὸν καὶ φόνων γέµοντα· καὶ κτησώµεθα τὸν πνευµατικὸν, καὶ τοὺς ἐν τοῖς οὐρανοῖς θησαυροὺς ἐπιζητήσωµεν. Οἱ γὰρ τούτους ἔχοντες, ἐκεῖνοι οἱ πλούσιοι, ἐκεῖνοι οἱ εὔποροι, καὶ τῶν ἐνταῦθα καὶ τῶν ἐκεῖ πάντων ἀπολαύοντες. Ὁ γὰρ βουλόµενος πένεσθαι κατὰ τὸν τοῦ Θεοῦ λόγον, τὰς πάντων οἰκίας ἀνεῳγµένας ἔχει. Τῷ γὰρ οὐδὲν κεκτηµένῳ διὰ τὸν Θεὸν, ἕκαστος ἂν εἰσενέγκοι τὰ ἑαυτοῦ· ὁ δὲ µικρὰ µετὰ ἀδικίας βουλόµενος ἔχειν, τὰς ἁπάντων ἀπέκλεισε θύρας. Ἵνα τοίνυν καὶ τῶν ἐνταῦθα καὶ τῶν ἐκεῖ ἀγαθῶν ἐπιτύχωµεν, ἑλώµεθα τὸν πλοῦτον τὸν ἀκίνητον, τὴν ἀθάνατον εὐπορίαν· ἧς γένοιτο πάντας ἡµᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, καὶ τὰ ἑξῆς.