In epistulam i ad Corinthios
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
15.15
Ὅλως ἀκούεται ἐν ὑµῖν πορνεία, καὶ τοιαύτη πορνεία, ἥτις οὐδὲ ἐν τοῖς ἔθνεσιν ὀνοµάζε ται, ὥστε γυναῖκα τινὰ τοῦ πατρὸς ἔχειν. Καὶ ὑµεῖς πεφυσιωµένοι ἐστὲ, καὶ οὐχὶ µᾶλλον ἐπενθήσατε, ἵνα ἐξαρθῇ ἐκ µέσου ὑµῶν ὁ τὸ ἔργον τοῦτο ποιήσας. αʹ. Ὅτε µὲν περὶ τοῦ διεσπάσθαι αὐτοὺς διελέγετο, οὐκ εὐθέως καταφορικῶς ἐχρήσατο τῷ λόγῳ, ἀλλὰ προσηνέστερον πρότερον, καὶ ὕστερον εἰςκατηγορίαν ἐτελεύτησεν, οὕτως εἰπών· Ἐδηλώθη γάρ µοι περὶ ὑµῶν, ἀδελφοί µου, ὑπὸ τῶν Χλόης, ὅτι ἔριδες ἐν ὑµῖν εἰσιν. Ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλ' εὐθέως πληκτικῶς, καὶ κοινοῖ ὡς οἷόν τε τὸ ὄνειδος τοῦ ἐγκλήµατος. Οὐ γὰρ εἶπε,∆ ιὰ τί ὁ δεῖνα ἐπόρνευσεν; ἀλλ', Ὅλως ἀκούεται ἐν ὑµῖν πορνεία· ἵνα µὴ ὡς ἀλλότριοι πάντη τῆς κατηγορίας ὄντες ῥᾳθυµήσωσιν, ἀλλ' ὡς τοῦ κοινοῦ πληγέντος, καὶ τῆς Ἐκκλησίας διαβληθείσης, οὕτω γένωνται ἐναγώνιοι. Οὐδεὶς γὰρ ἐρεῖ, φησὶν, ὅτι Ὁ δεῖνα ἐπόρνευσεν, ἀλλ', ὅτι Ἐν τῇ Κορινθίων Ἐκκλησίᾳ γέγονε τὸ ἁµάρτηµα. Καὶ οὐκ εἶπε, Τολµᾶται πορνεία, ἀλλὰ, Ἀκούεται, ἥτις οὐδὲ ἐν τοῖς ἔθνεσιν ὀνοµάζεται. Καὶ γὰρ ἀεὶ ἀπὸ τῶν ἐθνικῶν ὀνειδίζει τοῖς πιστοῖς· καὶ Θεσσαλονικεῦσι γράφων ἔλεγεν· Ἕκαστος τὸ ἑαυτοῦ σκεῦος κτάσθω ἐν ἁγιασµῷ, µὴ ἐν πάθει ἐπιθυµίας, καθὼς καὶ τὰ λοιπὰ ἔθνη· καὶ Κολασσαεῦσι καὶ Ἐφεσίοις· Μηκέτι ὑµᾶς περιπατεῖν, καθὼς καὶ τὰ λοιπὰ ἔθνη περιπατεῖ. Εἰ δὲ τὸ τὰ αὐτὰ αὐτοὺς ἁµαρτάνειν ἀσύγγνωστον, τὸ καὶ ὑπερβαίνειν τοὺς ἐθνικοὺς, ποῦ θήσοµεν, εἰπέ µοι; Παρὰ γὰρ ἐκείνοις, φησὶν, οὐ µόνον οὐ τολµᾶταί τι τοιοῦτον, ἀλλ' οὐδὲ ὀνοµάζεται. Εἶδες ποῦ τὸ ἔγκληµα ἐπῆρεν; Ὅταν γὰρ τοιούτους φαίνωνται εὑρίσκοντες ἀσελγείας τρόπους, οὓς οὐ µόνον οὐ τολµῶσιν, ἀλλ' οὐδὲ ἴσασιν οἱ ἄπιστοι, ἄφατος τῆς ἁµαρτίας ἡ ὑπερβολή. Καὶ τὸ Ἐν ὑµῖν δὲ, ἐµφατικῶς εἴρηται, τουτέστιν, Ἐν ὑµῖν τοῖς πιστοῖς, τοῖς τοσούτων ἀπολελαυκόσι µυστηρίων, τοῖς ἀποῤῥήτων κεκοινωνηκόσι, τοῖς ἐπὶτὸν οὐρανὸν κληθεῖσιν. Ὁρᾷς πόσης βαρυθυµίας ὁ λόγος γέµει; πόσου θυµοῦ κατὰ πάντων; Εἰ γὰρ µὴ πολλῆς ὀργῆς ἐπέπληστο, µηδὲ πρὸς πάντας ἀπετείνετο, οὕτως ἂν εἶπεν· Ἐπειδὴ ἤκουσα ὅτι ὁ δεῖνα ἐπόρνευσε, κολάσατε αὐτόν· νῦν δὲ οὐχ οὕτως, ἀλλὰ πρὸς πάντας ἀποδύεται. Καὶ γὰρ εἰ µὲν προλα βόντες ἔγραψαν, ἐκεῖνα ἂν εἶπεν· ἐπειδὴ δὲ οὐ µόνον οὐκ ἔγραψαν, ἀλλὰ καὶ συνεσκίασαν τὸ σφάλµα, τούτου χάριν σφοδρότερον κέχρηται τῷ λόγῳ. Ὥστε γυναῖκα τινὰ τοῦ πατρὸς ἔχειν.∆ ιὰ τί µὴ εἶπεν, Ὥστε πορνεύειν εἰς γυναῖκα; Τὸ σφόδρα αἰσχρὸν παρῃτήσατο.∆ ιὸ σεµνοτέρως αὐτὸ παρέδραµεν, ὡς ἐν τοῖς ἔµπροσθεν δεδηλωµένον, κἀν τούτῳ αὔξων τὸ ἔγκληµα πάλιν, καὶ δεικνὺς ὅτι τοιαῦτα τολµᾶται παρ' αὐτοῖς, ἃ οὐδὲ εἰπεῖν σαφῶς ἀνεκτὸν τῷ Παύλῳ.∆ ιὰ τοῦτο καὶ προϊὼν τῷ αὐτῷ κέχρηται τρόπῳ λέγων· Τὸν οὕτω τοῦτο κατεργασάµενον· καὶ πάλιν αἰσχύνεται καὶ ἐρυθριᾷ σαφῶς εἰπεῖν, ὅπερ καὶ ἡµῖν ἔθος ἐπὶ τῶν σφόδρα αἰσχρῶν ποιεῖν. Καὶ οὐκ εἶπε, Μητρυιὰν, ἀλλὰ, Γυναῖκα πατρὸς, ὥστε πολλῷ χαλεπώτερον πλῆξαι. Καὶ γὰρ ὅταν τὰ ὀνόµατα ἀρκῇ πρὸς κατηγορίαν, δι' αὐτῶν πρόεισιν, οὐδὲν προστιθείς. Καὶ µή µοι εἴπῃς, φησὶν, ὅτι εἷς ἐστιν ὁ πεπορνευκώς· κοινὸν πάντων τὸ ἔγκληµα γέγονε.∆ ιὸ καὶ ἐπήγαγε· Καὶ ὑµεῖς πεφυσιωµένοι ἐστέ. Οὐκ εἶπε, τῷ ἁµαρτήµατι( τοῦτο γὰρ ἀλογίας ἐστὶ), ἀλλ' ἐπὶ τῇ διδασκαλίᾳ τῇ παρ' ἐκείνου. Αὐτὸς δὲ οὐ τοῦτο τέθεικεν, ἀλλ' ἀφῆκεν αὐτὸ µέσον, ἵνα πλήξῃ µειζόνως. Καὶ σκόπει τὴν σύνεσιν Παύλου. Πρότερον καθελὼν τὴν σοφίαν τὴν ἔξωθεν, καὶ δείξας οὐδὲν οὖσαν καθ' ἑαυτὴν, κἂν µὴ ἁµάρτηµα ᾖ προσκείµενον, τότε λοιπὸν καὶ περὶ τοῦἁµαρτήµατος διαλέγεται. Εἰ µὲν γὰρ πρὸς σύγκρισιν τοῦ πεπορνευκότος, σοφοῦ τινος ἴσως ὄντος, µέγα εἶναι τὸ χάρισµα τὸ πνευµατικὸν ἔφησεν, οὐδὲν ἂν µέγα ἐποίει· τὸ δὲ καὶ χωρὶς ἁµαρτίας καθελεῖν, καὶ µηδὲν οὖσαν ἀποφῆναι τὴν σοφίαν τὴν ἔξωθεν, τοῦτο ἦν δεῖξαι σφόδρα εὐτελῆ αὐτὴν οὖσαν.∆ ιὸ πρότερον οὕτω τὴν σύγκρισιν ποιησάµενος, τότε καὶ τοῦ σφάλµατος αὐτοῦ µέµνηται. Κἀκείνῳ µὲν οὐκ ἀξιοῖ διαλέγεσθαι( κἀν τούτῳ δείκνυσι τὴν ὑπερβολὴν τῆς ἀτιµίας)· τούτοις δέ φησιν, ὅτι Ἔδει πενθεῖν ὑµᾶς καὶ θρηνεῖν καὶ ἐγκαλύπτεσθαι· νῦν δὲ τοὐναντίον ποιεῖτε· διὸ καὶ ἐπήγαγε· Καὶ ὑµεῖς πεφυσιωµένοι ἐστὲ, καὶ οὐχὶ µᾶλλον ἐπενθήσατε. Καὶ τί γέγονεν ἵνα πενθήσωµεν, φησίν; Ὅτι εἰς τὸ κοινὸν ἡ διαβολὴ τῆς Ἐκκλησίας προεχώρησε. Καὶ ἵνα τί κατορθώσωµεν πενθήσαντες; Ἵνα ἐξαρθῇ ἐξ ὑµῶν ὁ τοιοῦτος. Καὶ οὐδὲ ἐνταῦθα τίθησιν αὐτοῦ τὸ ὄνοµα, µᾶλλον δὲ οὐδαµοῦ, ὅπερ ἐπὶ τῶν σφόδρα ἀτόπων ποιεῖν εἰώθαµεν. Καὶ οὐκ εἶπεν, Οὐχὶ µᾶλλον ἐξεβάλετε, ἀλλ', ὡς ἐπὶ νόσου τινὸς καὶλοιµοῦ, πένθους χρεία καὶ ἱκετηρίας ἐπιτεταµένης, Ἵνα ἐξαρθῇ, φησί· καὶ εὐχῇ χρήσασθαι δεῖ εἰς τοῦτο, καὶ πάντα ἐργάσασθαι ὥστε αὐτὸν ἀποτµηθῆναι. Καὶ οὐκ ἐγκαλεῖ, ὅτι οὐκ ἐδήλωσαν αὐτῷ, ἀλλ' ὅτι οὐκ ἐπένθησαν ὥστε ἐξαρθῆναι, δεικνὺς ὅτι καὶ χωρὶς τοῦ διδασκάλου τοῦτο γενέσθαι ἔδει διὰτὴν περιφάνειαν τοῦ πληµµελήµατος. Ἐγὼ µὲν γὰρ ὡς ἀπὼν τῷ σώµατι, παρὼν δὲ τῷ πνεύµατι. βʹ. Ὅρα θυµόν· οὐδὲ ἀναµεῖναι αὐτοῦ τὴν παρουσίαν ἀφίησιν, οὐδὲ ἐκδέξασθαι αὐτὸν καὶ τότε δῆσαι, ἀλλ' ὥσπερ τινὰ λοιµὸν µέλλων ἀπελαύνειν, πρὶν ἢ διαδοθῆναι εἰςτὸ λοιπὸν σῶµα, ἐπείγεται κατασχεῖν.∆ ιὸ καὶ ἐπάγει λέγων· Ἤδη κέκρικα ὡς παρών. Ταῦτα δὲ ἔλεγεν, οὐ µόνον κατεπείγων αὐτοὺς εἰς τὴν ἀπόφασιν, καὶ οὐκ ἀφιεὶς ἄλλο τι βουλεύσασθαι, ἀλλὰ καὶ φοβῶν, ὡς εἰδὼς τὰ ἐκεῖ γενησόµενακαὶ κριθησόµενα. Τοῦτο γάρ ἐστι παρεῖναι τῷ πνεύµατι, ὥσπερ ὁ Ἑλισσαῖος παρῆν τῷ Γιεζῇ, καὶ ἔλεγεν· Οὐχὶ ἡ καρδία µου ἦν µετὰ σοῦ; Βαβαί! πόση τοῦ χαρίσµατος ἡ δύναµις, ὅταν πάντας ὁµοῦ καὶ κατ' αὐτὸ εἶναι ποιῇ, καὶ τὰ πόῤῥωθεν εἰδέναι παρασκευάζῃ! Ἤδη κέκρικα ὡς παρών. Οὐκ ἀφίησιν αὐτοὺς ἕτερόν τι ἐννοῆσαι· Καὶ γὰρ ἐξήνεγκα τὴν ἀπόφασιν ὡς παρών· µή µοι ἀναβολὰς καὶ µελλήσεις λέγε· οὐδὲν γὰρ ἕτερον δεῖ γενέσθαι. Εἶτα ἵνα µὴ δόξῃ πολλὴ εἶναι ἡ αὐθεντία, µηδὲ αὐθαδέστερος γένηται ὁ λόγος, ὅρα πῶς καὶ αὐτοὺς κοινωνοὺς ποιεῖ τοῦ κρίµατος. Εἰπὼν γὰρ, Κέκρικα, ἐπήγαγε. Τὸν οὕτω τοῦτο κατεργασάµενον. Ἐν τῷ ὀνόµατι τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, συναχθέντων ὑµῶν καὶ τοῦ ἐµοῦ πνεύµατος, σὺν τῇ δυνάµει τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ παραδοῦναιτὸν τοιοῦτον τῷ σατανᾷ. Καὶ τί ἐστιν, Ἐν τῷ ὀνόµατι τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ; Ἀντὶ τοῦ, Κατὰ Θεὸν, µὴ ἀνθρωπίνῃ κατεχοµένους προλήψει. Τινὲς δὲ οὕτως ἀναγινώσκουσι· Τὸν οὕτω τοῦτο κατεργασάµενον ἐν τῷ ὀνόµατι τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ· καὶ ὑποστίξαντες ἐνταῦθα, ἢ µέσην θέντες, οὕτως ἐπάγουσι τὸ ἑξῆς λέγοντες· Συναχθέντων ὑµῶν καὶ τοῦ ἐµοῦ πνεύµατος παραδοῦναι τὸν τοιοῦτον τῷ σατανᾷ. Καί φασι τὴν ἔννοιαν ταύτην εἶναι τῆς τοιαύτης ἀναγνώσεως· Τὸν τοῦτο κατεργασάµενον, φησὶν, ἐν τῷ ὀνόµατι τοῦ Χριστοῦ παράδοτε τῷ σατανᾷ· τουτέστι, τὸν εἰς τὸ ὄνοµα τοῦ Χριστοῦ ἐνυβρίσαντα, τὸν µετὰ τὸ γενέσθαι πιστὸν καὶ ἐπώνυµον ἐκείνης τῆς προσηγορίας τοιαῦτα τολµήσαντα, τοῦτον παράδοτε τῷ σατανᾷ. Ἐµοὶ δὲ ἡ προτέρα ἀληθεστέρα ἔκδοσις εἶναι δοκεῖ. Ποία δὴ αὕτη; Ἐν τῷ ὀνόµατι τοῦ Κυρίου συναχθέντων ὑµῶν· τουτέστιν, Αὐτοῦ τοῦ ὀνόµατος ὑµᾶς συνάγοντος, ὑπὲρ οὗ συνέρχεσθε. Καὶ τοῦ ἐµοῦ πνεύµατος. Πάλιν ἐπέστησεν αὐτοῖς ἑαυτὸν, ἵν' ὅταν δικάζωσιν, ὡς αὐτοῦ παρόντος, οὕτως αὐτὸν ἀποτέµωσι, καὶ µηδεὶς τολµήσῃ συγγνώµης αὐτὸν ἀξιῶσαι, εἰδὼςὅτι Παῦλος εἴσεται τὰ γενόµενα. Εἶτα φοβερώτερον αὐτὸ ποιῶν, φησί· Σὺν τῇ δυνάµει τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, τουτέστιν, ἢ ὅτι ὁ Χριστὸς δύναται τοιαύτην ὑµῖν χάριν δοῦναι, ὡς δύνασθαι τῷ διαβόλῳ παραδιδόναι· ἢ ὅτι καὶ αὐτὸς µεθ' ὑµῶν κατ' αὐτοῦ φέρει τὴν ψῆφον. Καὶ οὐκ εἶπεν, Ἐνδοῦναι τὸν τοιοῦτον τῷ σατανᾷ, ἀλλὰ, Παραδοῦναι, ἀνοίγων αὐτῷ τῆς µετανοίας τὰς θύρας, καὶ ὥσπερ παιδαγωγῷ τὸντοιοῦτον παραδιδούς. Καὶ πάλιν. Τὸν τοιοῦτον, καὶ οὐδαµοῦ ἀνέχεται τῆς προσηγορίας αὐτοῦ µνηµονεῦσαι. Εἰς ὄλεθρον τῆς σαρκός. Ὥσπερ ἐπὶ τοῦ µακαρίου Ἰὼβ γέγονεν, ἀλλ' οὐχ ὑπὲρ τῆς αὐτῆς ὑποθέσεως. Ἐκεῖ µὲν γὰρ ὑπὲρ στεφάνων λαµπροτέρων, ἐνταῦθα δὲ ὑπὲρ ἁµαρτηµάτων λύσεως, ἵνα µαστίξῃ αὐτὸν ἕλκει πονηρῷ ἢ νόσῳ ἑτέρᾳ. Καὶ µὴν ἀλλαχοῦ φησιν, ὅτι Ὑπὸ τοῦ Κυρίου κρινόµεθα, ταῦτα πάσχοντες. Ἀλλ' ἐνταῦθα µᾶλλον καθάψασθαι θέλων, τῷ σατανᾷ παραδίδωσι. Καὶ τοῦτο δὲ Θεῷ δοκοῦν ἐγίνετο, ὥστε κολάζεσθαι αὐτοῦ τὴν σάρκα. Ἐπειδὴ γὰρ ἀπὸ τῆς ἀδηφαγίας καὶ τῆς τρυφῆς τῆς κατὰ τὴν σάρκα ἐπιθυµίαι τίκτονται, ταύτην κολάζει. Ἵνα τὸ πνεῦµα σωθῇ ἐν τῇ ἡµέρᾳ τοῦ Κυρίου Ἰησοῦ. Τουτέστιν, ἡ ψυχή· οὐχ ὡς ταύτης σωζοµένης µόνης, ἀλλ' ὡς ὁµολογουµένου τούτου, ὅτι σωζοµένης ἐκείνης, ἀναντιῤῥήτως καὶ τὸ σῶµα κοινωνήσει τῆς σωτηρίας. Καὶ γὰρ θνητὸν δι' αὐτὴν ἐγένετο ἁµαρτοῦσαν· κἂν αὐτὴ δικαιοπραγήσῃ, πάλιν πολλῆς καὶ αὐτὸ ἀπολαύσεται δόξης. Τινὲς δὲ τὸ πνεῦµα τὸ χάρισµά φασιν, ὅπερ σβέννυται ἁµαρτανόντων ἡµῶν. Ἵν' οὖν τοῦτο µὴ γένηται, φησὶ, τιµωρείσθω, ἵνα ταύτῃ βελτίων γενόµενος, ἐπισπάσηται τὴν χάριν, καὶ εὑρεθῇ σώαν αὐτὴν ἐν ἐκείνῃ τῇ ἡµέρᾳ παρεχόµενος. Ὥστε κηδοµένου µᾶλλόν ἐστι καὶ ἰατρεύοντος, οὐχὶ κόπτοντος ἁπλῶς, οὐδὲ κολάζοντος εἰκῆ καὶ µάτην. Μεῖζον γὰρ τὸ κέρδος τῆς τιµωρίας· ἡ µὲν γὰρ πρόσκαιρος, τὸ δὲ διηνεκές. Καὶ οὐχ ἁπλῶς εἶπεν, Ἵνα τὸ πνεῦµα σωθῇ, ἀλλ', Ἐν ἐκείνῃ τῇ ἡµέρᾳ. Καλῶς αὐτοὺς καὶ εὐκαίρως τῆς ἡµέρας ἐκείνης ἀναµιµνήσκει, ἵνα καὶ αὐτοὶ προθυµότερον ἔλθωσιν ἐπὶ τὴν ἰατρείαν, κἀκεῖνος καταδέξηται µᾶλλον, οὐχὡς ὀργῆς ῥήµατα ὄντα, ἀλλ' ὡς πατρὸς κηδεµονικοῦ πρόνοιαν.∆ ιὰ γὰρ τοῦτο, Καὶ εἰς ὄλεθρον τῆς σαρκὸς, εἶπεν· ἤδη τῷ διαβόλῳ νόµους τιθεὶς, καὶ οὐκ ἀφεὶς αὐτὸν περαιτέρω προβῆναι· ὥσπερ ἐπὶ τοῦ Ἰὼβ ἔλεγεν ὁ Θεός· Πλὴν τῆς ψυχῆς αὐτοῦ µὴ ἅψῃ. γʹ. Εἶτα ἀπαρτίσας τὴν ἀπόφασιν, καὶ ἐν βραχεῖ αὐτὴν εἰπὼν καὶ οὐκ ἐνδιατρίψας, ἐπάγει πάλιν ἐπιτίµησιν, πρὸς ἐκείνους ἀποτεινόµενος· Οὐ καλὸν τὸ καύχηµα ὑµῶν· δεικνὺς ὅτι ἐκεῖνοι µέχρι τοῦ παρόντος οὐκ εἴασαν αὐτὸν µετανοῆσαι, καυχώµενοι ἐπ' αὐτῷ. Εἶτα δηλοῖ ὅτι οὐκ ἐκείνου φειδόµενος µόνον τοῦτο ποιεῖ, ἀλλὰ καὶ αὐτῶν τούτων· διὸ καὶ ἐπάγει· Οὐκ οἴδατε ὅτι µικρὰ ζύµη ὅλον τὸ φύραµα ζυµοῖ; Εἰ γὰρ καὶ ἐκείνου τὸ ἁµάρτηµα, φησὶν, ἀλλ' ἀµελούµενον δύναται καὶ τὸ λοιπὸν τῆς Ἐκκλησίας σῶµα λυµήνασθαι. Ὅταν γὰρ ὁ πρῶτος ἁµαρτὼν µὴ δῷ δίκην, ταχέως καὶ ἕτεροι ταῦτα πληµµελήσουσι. Ταῦτα δὲ λέγει, δεικνὺς ὅτι ὑπὲρ ὅλης τῆς Ἐκκλησίας, οὐχ ὑπὲρ ἑνὸς αὐτοῖς ἐστιν ὁ ἀγὼν καὶ ὁ κίνδυνος· διὸ καὶ τῆς εἰκόνος ἐδεήθη τῆς ζύµης. Ὥσπερ γὰρ ἐκείνη, φησὶ, καὶ βραχεῖα οὖσα, ὅλον πρὸς ἑαυτὴν µεταβάλλει τὸ φύραµα· οὕτω καὶ οὗτος, ἂν ἀφεθῇ ἀτιµώρητος καὶ ἀνεκδίκητος ἡ ἁµαρτία αὕτη γένηται, καὶ τοῖς λοιποῖς λυµανεῖται. Ἐκκαθάρατε τὴν παλαιὰν ζύµην. Τουτέστι, τὸν πονηρὸν τοῦτον· µᾶλλον δὲ οὐ περὶ τούτου µόνον φησὶν, ἀλλὰ καὶ ἄλλους αἰνίττεται. Οὐ γὰρ πορνεία µόνον παλαιὰ ζύµη, ἀλλὰ καὶ πᾶσα κακία. Καὶ οὐκ εἶπε, Καθάρατε, ἀλλ', Ἐκκαθάρατε· µετὰ ἀκριβείας καθάρατε, ὥστε µηδὲ λείψανον µηδὲ σκιὰν εἶναι τοιαύτην. Τῷ µὲν οὖν εἰπεῖν, Ἐκκαθάρατε, δείκνυσιν ἔτι πονηρίαν παρ' αὐτοῖς οὖσαν· τῷ δὲ εἰπεῖν, Ἵνα ἦτε νέον φύραµα, καθώς ἐστε ἄζυµοι, δηλοῖ καὶ ἐµφαίνει οὐ σφόδρα πολλῶν κρατοῦσαν τὴν κακίαν. Εἰ δὲ λέγει, Καθώς ἐστε ἄζυµοι, οὐ τοῦτο λέγει, ὅτι πάντες ἦσαν καθαροὶ, ἀλλὰ καθὼς πρέπει εἶναι ὑµᾶς. Καὶ γὰρ τὸ πάσχα ἡµῶν ὑπὲρ ἡµῶν ἐτύθη, Χριστός. Ὥστε ἑορτάζωµεν µὴ ἐν ζύµῃ παλαιᾷ, µηδὲ ἐν ζύµῃ κακίας καὶ πονηρίας, ἀλλ' ἐν ἀζύµοις εἰλικρινείας καὶ ἀληθείας. Οὕτω καὶ ὁ Χριστὸς ζύµην τὴν διδασκαλίαν ἐκάλεσε. Καὶ αὐτὸς δὲ ἐπιµένει τῇ µεταφορᾷ, ἀναµιµνήσκων παλαιᾶς αὐτοὺς ἱστορίας, καὶ πάσχα καὶ ἀζύµων καὶ τῶν εὐεργεσιῶν τῶν τότε καὶ τῶν νῦν, καὶτῶν κολάσεων καὶ τῶν τιµωριῶν. Ἑορτῆς ἄρα ὁ παρὼν καιρός. Καὶ γὰρ εἰπὼν, Ἑορτάζωµεν, οὐκ ἐπειδὴ Πάσχα παρῆν, οὐδὲ ἐπειδὴ ἡ Πεντηκοστὴ, ἔλεγεν, ἀλλὰ δεικνὺς ὅτι πᾶς ὁ χρόνος ἑορτῆς ἐστι καιρὸς τοῖςΧριστιανοῖς διὰ τὴν ὑπερβολὴν τῶν δοθέντων ἀγαθῶν. Τί γὰρ οὐ γέγονεν ἀγαθόν; ὁ Υἱὸς τοῦ Θεοῦ ἄνθρωπος γέγονε διὰ σέ· θανάτου σε ἀπήλλαξεν, εἰς βασιλείαν ἐκάλεσεν. Ὁ τοιούτων τοίνυν ἐπιτυχὼν σὺ καὶ ἐπιτυγχάνων, πῶς οὐκ ὀφείλεις ἑορτάζειν πάντα τὸν βίον; Μηδεὶς τοίνυν ἔστω κατηφὴς ἐπὶ πενίᾳ καὶ νόσῳ καὶ ἐπιβουλῇ· ἑορτῆς γὰρ ἡµῶν ὁ καιρὸς ἅπας.∆ ιό φησιν ὁ Παῦλος· Χαίρετε ἐν Κυρίῳ, χαίρετε, πάλιν ἐρῶ, χαίρετε. Ἐν ταῖς ἑορταῖς οὐδεὶς ῥυπαρὰ ἐνδέδυται ἱµάτια· µὴ τοίνυν µηδὲ ἡµεῖς· γάµοι γὰρ γεγόνασι, γάµοι πνευµατικοί. Ὡµοιώθη γὰρ, φησὶν, ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὅστις ἠθέλησε ποιῆσαι γάµους τῷ υἱῷ αὐτοῦ. Ἔνθα δὲ βασιλεὺς γάµους ποιεῖ, καὶ γάµους τῷ υἱῷ, τί µεῖζον ἂν γένοιτο τῆς ἑορτῆς ταύτης; Μηδεὶς τοίνυν ῥάκια περιβεβληµένος εἰσίτω. Οὐ περὶ ἱµατίων ἡµῖν ὁ λόγος, ἀλλὰ περὶ πράξεων ἀκαθάρτων. Εἰ γὰρ, πάντων λαµπρὰ ἐνδεδυµένων, εἷς µόνος εὑρεθεὶς εἰς τὸν γάµον ῥυπαρὰ ἔχων, ἀπεῤῥίφη µετὰ ἀτιµίας, ἐννόησον ὅσην ἀπαιτεῖ τὴν ἀκρίβειαν καὶτὴν καθαρότητα ἡ εἰς τὸν γάµον ἐκεῖνον εἴσοδος. Οὐ διὰ ταῦτα δὲ αὐτοὺς µόνον ὑποµιµνήσκει τῶν ἀζύµων, ἀλλὰ καὶ δεικνὺς τὴν συγγένειαν τῆς Παλαιᾶς πρὸς τὴν Καινὴν, δεικνὺς δὲ καὶ ὅτι οὐκ ἔνι µετὰτὰ ἄζυµα πάλιν εἰς Αἴγυπτον εἰσελθεῖν, ἀλλ' ἂν ὑποστρέψαι βουληθῇ τις, τὰ αὐτὰ πείσεται ἐκείνοις· σκιὰ γὰρ ἐκεῖνα τούτων, κἂν ἀναισχυντῇ ὁ Ἰουδαῖος.∆ ιόπερ κἂν ἐρωτήσῃς αὐτὸν, οὐδὲν µέγα ἐρεῖ· µᾶλλον δὲ µέγα µὲν ἐρεῖ, ἀλλ' οὐδὲν τοιοῦτον οἷον ἡµεῖς, ἐπειδὴ τὴν ἀλήθειαν οὐκ οἶδεν. Ἐκεῖνος µὲν γὰρ ἐρεῖ, ὅτι τοὺς κατέχοντας Αἰγυπτίους οὕτω µετέβαλεν ὁ Θεὸς, ὥστε αὐτοὺς ἡµᾶς προσεξωθεῖν τοὺς πρὸ τούτου κατέχοντας ἡµᾶς πρὸςβίαν, καὶ µὴ συγχωρήσαντας ζυµῶσαι τὸ φύραµα. Ἂν δὲ ἐµέ τις ἔρηται, οὐκ Αἴγυπτον ἀκούσεται οὐδὲ τὸν Φαραὼ, ἀλλὰ τὴν ἐλευθερίαν τῆς πλάνης τῶν δαιµόνων καὶ τοῦ σκότους τοῦ διαβόλου· οὐχὶ Μωϋσέα, ἀλλὰ τὸν τοῦ Θεοῦ Υἱόν· οὐχὶ Ἐρυθρὰν θάλασσαν, ἀλλὰ βάπτισµα µυρίων γέµον ἀγαθῶν, ἔνθα ὁ παλαιὸς ἄνθρωπος ἀπεπνίγη. Πάλιν τὸν Ἰουδαῖον ἂν ἐρωτήσῃς, τίνος ἕνεκεν ἐξελαύνει πάντων τῶν ὁρίων τὴν ζύµην, ἐνταῦθα καὶ σιγήσεται καὶ οὐδὲ αἰτίαν ἐρεῖ. Ἐπειδὴ γὰρ τὰ µὲν τύποι τῶν µελλόντων ἦσαν, καὶ αἰτίας εἶχε τῶν γινοµένων, τὰ δὲ οὐκέτι, ἵνα µὴ ἐξῇ κακουργεῖν Ἰουδαίοις, ἵνα µὴ ἐπιµένωσι τῇ σκιᾷ. Τί γὰρ, εἰπέ µοι, βούλεται τὸ ἄρσεν, καὶ τὸ ἄµωµον, καὶ τὸ ἐνιαυσιαῖον, καὶ τὸ, Ὀστοῦν οὐ συντριβήσεται; τί δὲ βούλεται τὸ καὶ τοὺς γείτονας καλεῖν; ἢ τὸ, ἑστῶτας, ἢ τὸ ἐν ἑσπέρᾳ ἐσθίειν; ἢ τὸ, τῷ αἵµατι τειχίζεσθαι τὴν οἰκίαν; Οὐδὲν ἕτερον ἐκεῖνος ἐρεῖ, ἀλλ' ἄνω καὶ κάτω τὴν Αἴγυπτον. Ἐγὼ δὲ ἐρῶ καὶ τὸ αἷµα τί βούλεται, καὶ ἡ ἑσπέρα, καὶ τὸ πάντας ἐσθίειν ὁµοῦ, καὶ τὸ ἑστῶτας πάντας. δʹ. Πρότερον δὲ εἴπωµεν, διὰ τί ἐκ τῶν ὁρίων πάντων ἐλαύνεται ἡ ζύµη. Τί οὖν ἐστι τὸ αἴνιγµα; Πάσης πονηρίας ἀπηλλάχθαι δεῖ τὸν πιστόν. Ὥσπερ γὰρ ἐκεῖνος ἀπόλλυται, ἔνθα ἂν εὑρεθῇ παλαιὰ ζύµη, οὕτω καὶ παρ' ἡµῖν ἔνθα ἂν εὑρεθῇ πονηρία. Οὐ γὰρ δήπου ἐπὶ µὲν τῆς σκιᾶς τοσαύτη ἡ κόλασις, ἐπὶ δὲ ἡµῶν οὐ πολλῷ µείζων. Εἰ γὰρ τὰς οἰκίας οὕτως ἐκκαθαίρουσι τῆς ζύµης, καὶ µυῶν ὀπὰς περιεργάζονται, πολλῷ µᾶλλον ἡµᾶς τὴν ψυχὴν διερευνᾶσθαι δεῖ, ὥστε πάνταλογισµὸν ἀκάθαρτον ἐκβάλλειν. Ἀλλὰ τοῦτο παρ' αὐτοῖς πρώην µὲν ἐγίνετο, νῦν δὲ οὐκέτι· πανταχοῦ γὰρ ζύµη ὅπου Ἰουδαῖος. Ἐν µέσαις γὰρ ταῖς πόλεσι τὸ ἄζυµον γίνεται, ὅπερ ἐστὶ παίγνια µᾶλλον, ἢ νόµος λοιπόν. Ἐπειδὴ γὰρ ἦλθεν ἡ ἀλήθεια, οὐκέτι χώραν ἔχουσιν οἱ τύποι. Ὥστε καὶ διὰ τοῦ παραδείγµατος τούτου σφόδρα ἐξελαύνει τῆς Ἐκκλησίας τὸν πεπορνευκότα. Οὐ γὰρ δὴ µόνον, φησὶν, οὐδὲν ὠφελεῖ παρὼν, ἀλλὰ καὶ βλάπτει, τῷ κοινῷ πάλιν τοῦ σώµατος λυµαινόµενος. Οὐ γὰρ οἶδέ τις πόθεν ἡ δυσωδία, κρυπτοµένου τοῦ σεσηπότος, ἀλλὰ τῷ κοινῷ ταύτην λογίζεται.∆ ιὸ καὶ κατεπείγει σφόδρα αὐτοὺς ἐκκαθᾶραι τὴν ζύµην· Ἵνα ἦτε, φησὶ, νέον φύραµα, καθώς ἐστε ἄζυµοι· καὶ γὰρ τὸ πάσχα ἡµῶν ὑπὲρ ἡµῶν ἐτύθη Χριστός. Οὐκ εἶπεν, Ἀπέθανεν, ἀλλ' οἰκειότερον τῷ προκειµένῳ, Ἐτύθη. Μὴ ζήτει τοίνυν ἄζυµα τοιαῦτα, ἐπειδὴ µηδὲ ἀµνὸν ἔχεις τοιοῦτον· µὴ ζήτει ζύµην τοιαύτην, ἐπειδὴ µηδὲ τὰ ἄζυµά σου τοιαῦτα. Ἐπὶ µὲν οὖν τῆς ζύµης τῆς αἰσθητῆς τὸ µὲν ἄζυµον γένοιτ' ἂν ζυµωτὸν, τὸ δὲ ζυµωτὸν οὐκέτ' ἂν γένοιτ' ἄζυµον· ἐνταῦθα δὲ ἔνι τοὐναντίον τούτου γενέσθαι πάλιν· ἀλλ' ὅµως αὐτὸ οὐκ ἐδήλωσε. Καὶ θέα τὴν σύνεσιν· Ἐν τῇ προτέρᾳ Ἐπιστολῇ οὐ δίδωσιν ἐλπίδας ἐπανόδου τῷ πεπορνευκότι, ἀλλὰ πάντα αὐτοῦ τὸν βίον ἐν µετανοίᾳ κελεύει γενέσθαι, ἵνα µὴῥᾳθυµότερον αὐτὸν ἐργάσηται τῇ ὑποσχέσει. Οὐ γὰρ εἶπε, Παράδοτε αὐτὸν τῷ σατανᾷ, ἵνα µετανοήσας πάλιν τῇ Ἐκκλησίᾳ παραδοθῇ, ἀλλὰ τί; Ἵνα σωθῇ ἐν τῇ ἐσχάτῃ ἡµέρᾳ. Παραπέµπει γὰρ αὐτὸν εἰς ἐκεῖνον τὸν καιρὸν, ἵνα αὐτὸν ἐναγώνιον ἐργάσηται· καὶ ὅπερ ἔµελλεν αὐτῷ χαρίζεσθαι µετὰ τὴν µετάνοιαν, οὐκ ἐκκαλύπτει, τὸν ἑαυτοῦ∆ εσπότην µιµούµενος. Ὥσπερ γὰρ ὁ Θεός φησιν, Ἔτι τρεῖς ἡµέραι, καὶ Νινευῒ καταστραφήσεται, καὶ οὐ προσέθηκεν, Ἐὰν δὲ µετανοήσῃ, σωθήσεται· οὕτω καὶ οὗτος οὐκ εἶπεν, Ἐὰν δὲ µετανοήσῃ ἀξίως, κυρώσοµεν εἰς αὐτὸν ἀγάπην· ἀλλ' ἀναµένει ποιῆσαι αὐτὸν τὸ ἔργον, καὶ τότε λαβεῖν αὐτὸν τὴν χάριν. Εἰ γὰρ ἐξ ἀρχῆς τοῦτο εἶπεν, ἐξέλυσεν ἂν αὐτοῦ τὸν φόβον· διόπερ οὐ µόνον οὐ ποιεῖ τοῦτο, ἀλλὰ διὰ τοῦ παραδείγµατος τῆς ζύµης οὐδὲ ἀφίησιν αὐτὸν ἐλπίσαι ἐπάνοδον, ἀλλ' ἐκείνῃ τηρεῖ τῇ ἡµέρᾳαὐτὸν, Ἐκκαθάρατε, λέγων, τὴν παλαιὰν ζύµην, καὶ, Μὴ ἑορτάζωµεν ἐν ζύµῃ παλαιᾷ. Ἐπειδὴ δὲ µετενόησε, µετὰ πάσης αὐτὸν εἰσήγαγε πάλιν τῆς σπουδῆς.∆ ιὰ τί δὲ παλαιὰν καλεῖ; Ἢ διὰ τὸ τὸν πρότερον ἡµῶν βίον τοιοῦτον εἶναι· ἢ διὰ τὸ τὸ παλαιὸν ἐγγὺς εἶναι ἀφανισµοῦ, καὶ δυσῶδες ὁµοῦ καὶ αἰσχρὸν, οἷόν ἐστιν ἡ ἁµαρτία· οὔτε γὰρ ἁπλῶς διαβέβληται τὸ παλαιὸν, οὔτε ἁπλῶς ἐπαινεῖται τὸ καινὸν, ἀλλὰ πρὸς τὰ ὑποκείµενα. Καὶ γὰρ ἀλλαχοῦ φησιν· Οἶνος νέος, φίλος νέος· ἐὰν δὲ παλαιωθῇ, τότε µετ' εὐφροσύνης πίεσαι αὐτόν· ἐγκωµιάζων ἐπὶ φιλίας µᾶλλον τὸ παλαιὸν, ἢ τὸ νέον· καὶ πάλιν, Ὁ παλαιὸς τῶν ἡµερῶν ἐκάθητο, καὶ ἐνταῦθα πάλιν ἐπὶ ἐγκωµίων καὶ δόξης µεγίστης τὸ παλαιὸν ἐκλαµβάνων. Ἀλλαχοῦ δὲ ἐπὶ ψόγου λαµβάνει τὸ παλαιὸν ἡ Γραφή. Ἐπειδὴ γὰρ τὰ πράγµατα ποικίλα ἐστὶν ἐκ πολλῶν συγκείµενα, καὶ ἐπὶ ἀγαθοῖς καὶ ἐπὶ κακοῖς κέχρηται τοῖς αὐτοῖς, οὐ κατὰ τὸ αὐτὸ σηµαινόµενον. Ὅρα γοῦν καὶ ἀλλαχοῦ ψεγόµενον τὸ παλαιόν· Ἐπαλαιώθησαν, καὶ ἐχώλαναν ἀπὸ τῶν τρίβων αὐτῶν· καὶ πάλιν, Ἐπαλαιώθην ἐν πᾶσι τοῖς ἐχθροῖς µου· καὶ πάλιν, Πεπαλαιωµένε ἡµερῶν κακῶν. Οὕτω καὶ ἡ ζύµη πολλάκις εἰς τὴν βασιλείαν τῶν οὐρανῶν λαµβάνεται, καίτοι γε ἐνταῦθα διαβληθεῖσα· ἀλλ' ἐκεῖ πρὸς ἕτερον, καὶ ἐνταῦθα πρὸς ἕτερον. εʹ. Ἐµοὶ δὲ δοκεῖ µάλιστα ὁ περὶ τῆς ζύµης λόγος καὶ πρὸς τοὺς ἱερέας ἀποτείνεσθαι, οἳ ἀνέχονται πολλὴν ἔνδοθεν εἶναι ζύµην παλαιὰν, οὐκ ἐκκαθαίροντεςἐκ τῶν ὁρίων, τουτέστιν, ἐκ τῆς Ἐκκλησίας τοὺς πλεονέκτας, τοὺς ἅρπαγας, καὶ πᾶν ὅπερ ἂν ἐκβάλλῃ τῆς βασιλείας τῶν οὐρανῶν. Καὶ γὰρ πλεονεξία ζύµη παλαιὰ, καὶ ὅπουπερ ἂν πέσῃ, καὶ εἰς οἵαν οἰκίαν εἰσέλθῃ, ἀκάθαρτον αὐτὴν ἐργάζεται. Κἂν µικρὰ ἐξ ἀδικίας κερδάνῃς, ὁλόκληρόν σου τὴν οὐσίαν ἐζύµωσε.∆ ιὰ τοῦτο πολλάκις τὰ εἰσενεχθέντα κακῶς ὀλίγα, τὰ καλῶς κείµενα ἐξέβαλε πολλὰ ὄντα. Οὐδὲν γὰρ σαθρότερον πλεονεξίας· κἂν τὴν κλεῖν ἐπιθῇς τῷ τοιούτῳ ταµιείῳ, κἂν θύραν, κἂν µοχλὸν, εἰκῆ πάντα ποιεῖς, πλεονεξίαν ἔνδον τὸν χαλεπώτατον λῃστὴν ἀποκλείσας, καὶπάντα δυνάµενον ἐξενεγκεῖν. Τί οὖν, φησὶν, ὅταν πολλοὶ πλεονεκτοῦντες µὴ ταῦτα πάσχωσι; Μάλιστα µὲν πείσονται, κἂν µὴ παρ' αὐτὰ πάθωσιν· ἂν δὲ νῦν ἐκφύγωσι, τότε φοβήθητι µᾶλλον· ἐπὶ µείζονι γὰρ κολάσει τηροῦνται. Μᾶλλον δὲ, κἂν αὐτοὶ διαφύγωσιν, ἀλλ' οἱ κληρονοµήσαντες τὰ αὐτῶν τὰ αὐτὰ πείσονται. Καὶ ποῦ τοῦτο δίκαιον, φησί; Καὶ σφόδρα δίκαιον. Ὁ γὰρ διαδεξάµενος κλῆρον ἀδικίας γέµοντα, εἰ καὶ αὐτὸς µὴ ἥρπασεν, ἀλλ' ὅµως τὰ ἑτέρων ἔχει· καὶ τοῦτο πέπεισται ἀκριβῶς, καὶ διὰ τοῦτο δίκαιος ἦν παθεῖν. Εἰ γὰρ τοῦ δεῖνος ἁρπάσαντος ἔλαβες σὺ, εἶτα ἐλθὼν ὁ ἁρπαγεὶς ἀπῄτει, ἆρα ἂν ἤρκεσέ σοι εἰς ἀπολογίαν τὸ µὴ αὐτὸν ἡρπακέναι σε; Οὐδαµῶς· τί γὰρ ἂν εἶπες ἐγκαλούµενος, εἰπέ µοι; Ὅτι ἕτερος ἀπέδυσεν; ἀλλὰ σὺ κατέχεις. Ἐκεῖνος ἥρπασεν; ἀλλὰ σὺ ἀπολαύεις. Ταῦτα δὲ καὶ οἱ τῶν ἔξωθεν ἴσασι νόµοι, οἳ τοὺς ἁρπάσαντας καὶ ὑφελοµένους ἀφέντες, ἐκείνους κελεύουσιν ἀπαιτεῖν παρ' οἷς ἂν εὕροι τις τὰ αὐτοῦκείµενα ἅπαντα. Εἰ µὲν οὖν οἶδας τοὺς ἠδικηµένους, ἀπόδος, καὶ ποίησον ὅπερ ἐποίησεν ὁ Ζακχαῖος µετὰ πολλῆς τῆς προσθήκης· εἰ δὲ ἀγνοεῖς, καὶ ἑτέραν σοι δίδωµι ὁδὸν, καὶ οὐκ ἀποκλείω σε τῆς θεραπείας· εἰς τοὺς δεοµένους διάνειµαι ταῦτα ἅπαντα, καὶ παραµυθήσῃ καὶ οὕτω τὸ δεινόν. Εἰ δέ τινες καὶ εἰς παῖδας καὶ ἐκγόνους ταῦτα παρέπεµψαν, ἀλλ' ἕτερα ἀντὶ τούτων ἔπαθον δεινά. Καὶ τί λέγω τὰ ἐνταῦθα; Οὐ γὰρ δήπου καὶ κατ' ἐκείνην τὴν ἡµέραν ταῦτα ἐρεῖται, ὅταν ἀµφότεροι γυµνοὶ φαίνωνται, οἵ τε ἁρπαγέντες οἵ τε ἁρπάσαντες· µᾶλλον δὲ οὐχ ὁµοίως γυµνοί. Τῶν µὲν γὰρ χρηµάτων ὁµοίως ἑκάτερος γυµνὸς ἔσται, θάτερος δὲ καὶ τῶν ἐκ τούτων ἐγκληµάτων ἐµπεπλησµένος. Τί τοίνυν ποιήσοµεν κατὰ τὴν ἡµέραν ἐκείνην, ὅταν πρὸ τοῦ βήµατος τοῦ φοβεροῦ ὁ κακῶς παθὼν καὶ τὰ αὐτοῦ πάντα ἀπολωλεκὼς παρ άγηταιεἰς µέσον, σοῦ µηδένα ἔχοντος συνήγορον; τί πρὸς τὸν δικάζοντα ἐρεῖς; Νῦν µὲν γὰρ καὶ διαφθεῖραι τὸ δικαστήριον δυνήσῃ τὸ τῶν ἀνθρώπων, ἐκεῖνο δὲ τότε οὐκέτι· µᾶλλον δὲ οὐδὲ νῦν· καὶ γὰρ καὶ νῦν πάρεστιν ἐκεῖνο τὸ δικαστήριον. Καὶ γὰρ ὁ Θεὸς ὁρᾷ τὰ γινόµενα, καὶ ἐγγύθεν ἐστὶ τοῖς ἀδικουµένοις καὶ µὴ καλούµενος. Ὁ γὰρ κακῶς παθὼν, κἂν αὐτὸς ἀνάξιος ᾖ τοῦ τυχεῖν τινος ἐκδικίας, ἀλλ' ὅµως, ἐπειδὴ τῷ Θεῷ τὰ γινόµενα οὐκ ἀρέσκει, ἔχει τὸν ἀµύνοντα πάντως. Πῶς οὖν, φησὶν, ὁ δεῖνα εὖ πράττει πονηρὸς ὤν; Ἀλλ' οὐκ εἰς τέλος. Ἄκουσον τί φησιν ὁ προφήτης· Μὴ παραζήλου ἐν πονηρευοµένοις, ὅτι ὡσεὶ χόρτος ταχὺ ἀποξηρανθήσονται. Ποῦ γὰρ, εἰπέ µοι, µετὰ τὴν ἐντεῦθεν ἀπαγωγὴν ὁ ἁρπάσας; ποῦ αἱ λαµπραὶ ἐλπίδες; ποῦ τὸ σεµνὸν ὄνοµα; οὐχὶ πάντα παρῆλθεν; οὐχὶ ὄναρ καὶ σκιὰ πάντα τὰ ἐκείνου; Τοῦτο καὶ περὶ ἑκάστου τῶν τοιούτων προσδόκα, καὶ τοῦ ζῶντος καὶ τοῦ µετ' ἐκεῖνον. Ἀλλ' οὐ τὰ τῶν ἁγίων ἀνδρῶν τοιαῦτα, οὐδὲ δυνήσῃ τὰ αὐτὰ καὶ ἐπ' ἐκείνων εἰπεῖν, ὅτι σκιὰ καὶ ὄναρ καὶ διηγήµατα τὰ τούτων. Καὶ εἰ βούλει, αὐτὸν τὸν ταῦτα εἰρηκότα, τὸν σκηνοποιὸν, τὸν Κίλικα, τὸν οὐδὲ τίνος ἦν πατρὸς δῆλον, παραγάγωµεν εἰς µέσον. Καὶ πῶς δυνατὸν, φησὶ, γενέσθαι τοιοῦτον; Ὅλως γὰρ ἐπιθυµεῖς; ὅλως ἐφίεσαι καὶ βούλει γενέσθαι τοιοῦτος; Ναὶ, φησίν. Οὐκοῦν ἐλθὲ τὴν ὁδὸν, ἣν οὗτος ἦλθε, καὶ οἱ µετ' αὐτοῦ. Καὶ ποίαν ἦλθεν ὁδόν; Ὁ µέν φησιν· Ἐν λιµῷ καὶ δίψει καὶ γυµνότητι· ὁ δὲ, Ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει µοι. Οὕτως οὐδὲν εἶχον, καὶ ὅµως πάντα κατεῖχον. ὰʹ. Τί ταύτης σεµνότερον τῆς φωνῆς; τί µακαριώτερόν τε καὶ εὐπορώτερον; Ἕτεροι µὲν γὰρ ἐπὶ τοῖς ἐναντίοις ἡβρύνοντο λέγοντες· Ἔχω τόσα καὶ τόσα χρυσίου τάλαντα, καὶ πλέθρα γῆς ἄπειρα καὶ οἰκίας καὶ ἀνδράποδα· οὗτος δὲ, ἐπὶ τῷ πάντων εἶναι γυµνός· καὶ οὐ καταδύεται τῇ πενίᾳ, ὅπερ πάσχουσιν οἱ ἀνόητοι, οὐδὲ ἐγκαλύπτεται, ἀλλὰ καὶ ἐγκαλλωπίζεται. Ποῦ νῦν οἱ πλουτοῦντες, οἱ τόκους ἀριθµοῦντες καὶ τόκους τόκων, οἱ τὰ πάντων λαµβάνοντες, καὶ οὐδέποτε κορεννύµενοι; ἠκούσατε τῆς Πέτρου φωνῆς τῆς ἐπιδεικνυµένης πενίαν πλούτου µητέρα; τῆς οὐδὲν ἐχούσης, καὶ τῶν τὰ διαδήµατα περικειµένων εὐπορωτέρας; Αὕτη γὰρ ἡ µηδὲν ἔχουσα καὶ νεκροὺς ἀνίστα, καὶ χωλοὺς διώρθου, καὶ δαίµονας ἤλαυνε, καὶ τοιαῦτα ἐχαρίζετο, ἅπερ οἱ τὴν ἁλουργίδα περιβεβληµένοι, καὶ τὰ µεγάλα καὶ φοβερὰ στρατόπεδα ἄγοντες, οὐδέποτε ἴσχυσαν· αὕτη ἡ φωνὴ τῶν εἰς οὐρανὸν ἤδη µεταστάντων, τῶν ἐκείνης ἐπειληµµένων τῆς κορυφῆς. Οὕτως ἔστι µηδὲν ἔχοντα, τὰ πάντων κατέχειν· οὕτως ἔστι µηδὲν κτώµενον, τὰ πάντων κεκτῆσθαι. Ἂν δὲ κτησώµεθα τὰ πάντων, τῶν πάντων ἀπεστερήµεθα. Τάχα αἴνιγµα τὸ εἰρηµένον εἶναι δοκεῖ, ἀλλ' οὐκ ἔστιν. Ἀλλὰ πῶς, φησὶν, ὁ µηδὲν ἔχων, τὰ πάντων κατέχει; οὐ πολλῷ µᾶλλον ὁ τὰ πάντων ἔχων; Οὐδαµῶς, ἀλλὰ τοὐναντίον ἅπαν. Ὁ γὰρ µηδὲν ἔχων πᾶσιν ἐπιτάττει, ὡς κἀκεῖνοι ἐποίουν· καὶ γὰρ αἱ κατὰ τὴν οἰκουµένην αὐτοῖς οἰκίαι ἦσαν ἀνεῳγµέναι πᾶσαι, καὶ χάριν εἶχον οἱ παρέχοντες, καὶ ὡς πρὸς φίλους καὶ συγγενεῖς ἤρχοντο. Καὶ γὰρ πρὸς τὴν πορφυροπώλιδα ἦλθον, καὶ ἐκείνη καθάπερ θεραπαινὶς τὰ ἑαυτῆς προὔθηκε· καὶ πρὸς τὸν δεσµοφύλακα, κἀκεῖνος τὴν οἰκίαν αὐτοῖς ἀνέῳξεν ἅπασαν· καὶ πρὸς ἑτέρους µυρίους. Οὕτω πάντα εἶχον, καὶ οὐδὲν εἶχον. Οὐδὲν γὰρ τῶν ὑπαρχόντων ἔλεγον ἴδιον εἶναι· διὰ τοῦτο πάντα ἦν αὐτῶν. Ὁ γὰρ κοινὰ τὰ ὄντα ἡγούµενος, οὐ τοῖς αὐτοῦ µόνον, ἀλλὰ καὶ τοῖς ἑτέρων χρήσεται ὡς ἰδίοις· ὁ δὲ ἀποσχίζων, καὶ ποιῶν ἑαυτὸν κύριον τῶν αὐτοῦ µόνων, οὐδὲ τούτων ἔσται κύριος. Καὶ τοῦτο ἀπὸ ὑποδείγµατος δῆλον. Ὁ µηδὲν ὅλως κεκτηµένος, µήτε οἰκίαν µήτε τράπεζαν µήτε περιττὸν ἱµάτιον, ἀλλὰ διὰ τὸν Θεὸν πάντων ἀπεστερηµένος, ὡς ἰδίοις κέχρηται τοῖς κοινοῖς, καὶ παρὰ πάντων ἅπερ ἂν θέλῃ, λήψεται· καὶ οὕτω τὰ πάντων ὁ µηδὲν ἔχων κατέχει. Ὁ δὲ ἔχων τινὰ, οὐδὲ τούτων ἔσται κύριος· οὔτε γὰρ δώσει τις τῷ κεκτηµένῳ, καὶ λῃστῶν καὶ κλεπτῶν καὶ συκοφαντῶν καὶ µεταβολῆς πραγµάτων καὶ πάντων µᾶλλον ἔσται, ἢ ἐκείνου, τὰ ἐκείνου. Πᾶσαν γοῦν τὴν οἰκουµένην διέδραµεν ὁ Παῦλος, οὐδὲν ἐπιφερόµενος, οὐ πρὸς φίλους ἀπιὼν, οὐ πρὸς συνήθεις· καὶ γὰρ κοινὸς ἐν ἀρχῇ πολέµιος πᾶσιν ἦν· ἀλλ' ὅµως τὰ πάντων εἶχε µετὰ τὸ εἰσελθεῖν. Ὁ δὲ Ἀνανίας καὶ ἡ Σάπφειρα, ἵνα µικρόν τι τῶν ἰδίων κτήσωνται σπεύσαντες, πάντων ἐξέπεσον µετὰ καὶ αὐτῆς τῆς ζωῆς. Ἀπόστηθι τοίνυν τῶν σῶν, ἵνα ὡς ἰδίοις χρήσῃ τοῖς ἀλλοτρίοις. Ἀλλὰ γὰρ οὐκ οἶδα πῶς εἰς τοσαύτην ἐξηνέχθην ὑπερβολὴν, ἀνθρώποις τοιαῦτα φθεγγόµενος, οἷς ἀγαπητὸν κἂν τῶν ὄντων µεταδοῦναί τι µικρόν.∆ ιόπερ ταῦτα µὲν ἡµῖν πρὸς τοὺς τελείους εἰρήσθω· πρὸς δὲ τοὺς ἀτελεστέρους ἐκεῖνα λέγωµεν∆ ότε τῶν ὄντων τοῖς δεοµένοις, αὐξήσατε τὴν οὐσίαν. Ὁ γὰρ διδοὺς πτωχῷ, φησὶ, δανείζει Θεῷ. Εἰ δὲ ἐπείγῃ, καὶ οὐκ ἀναµένεις τὸν καιρὸν τῆς ἀντιδόσεως, ἐννόει τοὺς τὰ χρήµατα ἀνθρώποις δανείζοντας. Οὐδὲ γὰρ οὗτοι παραχρῆµα βούλονται τοὺς τόκους ἀπολαβεῖν, ἀλλὰ πλείονα ἐπιθυµοῦσι χρόνον µεῖναι παρὰ ταῖς τοῦ δανεισαµένου χερσὶ τὸκεφάλαιον, µόνον ἐὰν ἀσφαλὴς ἡ ἀπόδοσις ᾖ, καὶ µὴ ὑποπτεύωσι τὸν εἰληφότα. Τοῦτο τοίνυν καὶ ἐνταῦθα γινέσθω· ἄφες αὐτὰ παρὰ τῷ Θεῷ, ἵνα ἀποδῷ σοι τὸν µισθὸν πολλαπλασίω. Μὴ ἐνταῦθα τὸ πᾶν ζήτει· ἂν γὰρ ἐνταῦθα αὐτὸ ἀπολάβῃς ὅλον, πῶς ἀπολήψῃ ἐκεῖ;∆ ιὰ τοῦτο καὶ ὁ Θεὸς ἐκεῖ ταµιεύεται, ἅτε ἐπικήρου τοῦ παρόντος βίου τυγχάνοντος.∆ ίδωσι δὲ καὶ ἐνταῦθα· Ζητεῖτε γὰρ, φησὶ, τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ ταῦτα πάντα προστεθήσεται ὑµῖν. Ἀλλ' ἡµεῖς πρὸς ἐκείνην βλέπωµεν, καὶ µὴ ἐπειγώµεθα πρὸς τὴν ἁπάντων ἀντίδοσιν, ἵνα µὴ ἐλαττώσωµεν τὴν ἀµοιβὴν, ἀλλ' ἀναµένωµεν τὸν καιρόν. Οὐ γὰρ τοιοῦτοι οὗτοι οἱ τόκοι, ἀλλ' οἵους εἰκὸς παρὰ τοῦ Θεοῦ δίδοσθαι. Τούτους τοίνυν συναγαγόντες µετὰ δαψιλείας πολλῆς, οὕτως ἐντεῦθεν ἀπέλθωµεν, ἵνα καὶ τῶν παρόντων καὶ τῶν µελλόντων ἐπιτύχωµεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, µεθ' οὗ τῷ Πατρὶ ἅµα τῷ ἁγίῳ Πνεύµατι δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.