In epistulam i ad Corinthios
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
16.16
Ἔγραψα ὑµῖν ἐν τῇ ἐπιστολῇ µὴ συναναµίγνυ σθαι πόρνοις· καὶ οὐ πάντως τοῖς πόρνοις τοῦ κόσµου τούτου, ἢ πλεονέκταις ἢ ἅρπαξιν ἢ εἰ δωλολάτραις· ἐπεὶ ὀφείλετε ἄρα ἐκ τοῦ κόσµου ἐξελθεῖν. Νυνὶ δὲ ἔγραψα ὑµῖν µὴ συναναµί γνυσθαι, ἐάν τις ἀδελφὸς ὀνοµαζόµενος ᾖ πόρνος ἢ πλεονέκτης ἢ εἰδωλολάτρης ἢ µέθυ σος ἢ λοίδορος ἢ ἅρπαξ, τῷ τοιούτῳ µηδὲ συν εσθίειν. αʹ. Ἐπειδὴ γὰρ εἶπεν, Οὐχὶ µᾶλλον ἐπενθήσατε, ἵνα ἐξαρθῇ ὁ τοιοῦτος, καὶ, Ἐκκαθάρατε τὴν παλαιὰν ζύµην, καὶ εἰκὸς ἦν αὐτοὺς ὑποπτεῦσαι ὅτι πάνταςτοὺς πόρνους δεῖ φεύγειν( εἰ γὰρ µεταδίδωσι τῆς οἰκείας λύµης ὁ ἡµαρτηκὼς τοῖς οὐχ ἡµαρτηκόσι, πολλῷ µᾶλλον τοὺς ἔξωθεν ἀποστρέφεσθαι χρή· εἰ γὰρ τοῦ οἰκείου οὐ δεῖ φείδεσθαι διὰ τὸ τοιαύτην ἐξ αὐτοῦ βλάβην γίνεσθαι, πολλῷ µᾶλλον τῶν ἄλλων)· τούτου δὲ ὑπονοουµένου ἀνάγκη ἦν χωρίζεσθαι καὶ τῶν παρ' Ἕλλησι πόρνων, καὶ οὕτως εἰς ἀδύνατον τοῦ πράγµατος περιισταµένου, µειζόνωςἂν ἐδυσχέρανον, τῇ ἐπιδιορθώσει ταύτῃ κέχρηται, λέγων· Ἔγραψα ὑµῖν µὴ συναναµίγνυσθαι πόρνοις· καὶ οὐ πάντως τοῖς πόρνοις τοῦ κόσµου τούτου· τὸ, Πάντως, ὡς ἐπὶ ὡµολογηµένου τιθείς. Ἵνα γὰρ µὴ νοµίσωσιν, ὅτι ὡς ἀτελεστέροις αὐτοῖς τοῦτο οὐκ ἐπέταξε, καὶ ὡς τέλειοι δῆθεν αὐτὸ πρᾶξαι ἐπιχειρήσωσι, δείκνυσιν ὅτι οὐδὲ δυνατὸντοῦτο γενέσθαι, οὐδὲ εἰ σφόδρα βούλοιντο· ἐπεὶ ἑτέραν οἰκουµένην ἔδει ζητῆσαι.∆ ιὸ καὶ ἐπήγαγεν· Ἐπεὶ ὀφείλετε ἄρα ἐκ τοῦ κόσµου ἐξελθεῖν. Εἶδες πῶς ἐστιν ἀνεπαχθὴς, καὶ πανταχοῦ οὐ τὸ δυνατὸν µόνον, ἀλλὰ καὶ τὸ εὔκολον τῆς νοµοθεσίας σκοπεῖ; Πῶς γὰρ ἔνι ἄνθρωπον ὄντα, φησὶ, καὶ οἰκίας καὶ παίδων προϊστάµενον, καὶ τὰ τῆς πόλεως πράττοντα, ἢ χειροτέχνην ὄντα, ἢ στρατευόµενον, τῶνπλειόνων ὄντων Ἑλλήνων, τοὺς πανταχοῦ πόρνους φεύγειν; πόρνους γὰρ κόσµου τοὺς παρὰ τοῖς Ἕλλησι λέγει. Νῦν δὲ ἔγραψα ὑµῖν, ἐάν τις ἀδελφὸς ᾖ τοιοῦτος, τῷ τοιούτῳ µηδὲ συνεσθίειν. Ἐνταῦθα καὶ ἑτέρους αἰνίττεται ἐν πονηρίᾳ ζῶντας. Καὶ πῶς ἀδελφὸς ὢν, εἰδωλολάτρης εἶναι δύναται; Ὡς ἐπὶ τῶν Σαµαρειτῶν συνέβη ποτὲ, οἳ ἐξ ἡµισείας τὴν εὐσέβειαν ᾑροῦντο· ἄλλως δὲ καὶ προκαταβάλλεται τὸν περὶ τῶν εἰδωλοθύτων λόγον, ὃν µετὰ ταῦτα µέλλει γυµνάζειν. Ἢ πλεονέκτης. Καὶ γὰρ καὶ πρὸς τούτους ἀποδύεται· διὸ καὶ ἔλεγε·∆ ιὰ τί οὐκ ἀδικεῖσθε µᾶλλον; διὰ τί οὐκ ἀποστερεῖσθε; ἀλλ' ὑµεῖς ἀδικεῖτε καὶ ἀποστερεῖτε. Ἢ µέθυσος. Καὶ γὰρ καὶ τοῦτο ἐγκαλεῖ προϊὼν, ὡς ὅταν λέγῃ· Ὃς µὲν πεινᾷ, ὃς δὲ µεθύει· καὶ, Τὰ βρώµατα τῇ κοιλίᾳ, καὶ ἡ κοιλία τοῖς βρώµασιν. Ἢ λοίδορος, ἢ ἅρπαξ. Καὶ γὰρ καὶ τούτοις ἐπετίµησεν ἔµπροσθεν. Εἶτα καὶ τὴν αἰτίαν προστίθησι, δι' ἢν οὐ κωλύει τοῖς ἔξωθεν τοιούτοις οὖσιν ἀναµίγνυσθαι, δεικνὺς ὅτι οὐ µόνον οὐ δυνατὸν, ἀλλὰ καὶ περιττόν· Τί γάρ µοι καὶ τοὺς ἔξωθεν κρίνειν; τοὺς ἔσω καὶ τοὺς ἔξω, τοὺς Χριστιανοὺς καὶ τοὺς Ἕλληνας καλῶν, καθὼς καὶ ἀλλαχοῦ φησι·∆ εῖ δὲ καὶ µαρτυρίαν ἔχειν αὐτὸν καλὴν ὑπὸ τῶν ἔξωθεν. Καὶ ἐν τῇ πρὸς Θεσσαλονικέας δὲ Ἐπιστολῇ τὸ αὐτό φησι λέγων· Μὴ συναναµίγνυσθε αὐτῷ, ἵνα ἐντραπῇ· καὶ µὴ ὡς ἐχθρὸν ἡγεῖσθε, ἀλλὰ νουθετεῖτε ὡς ἀδελφόν. Ἐνταῦθα µέντοι τὴν αἰτίαν οὐ τίθησι. Τί δήποτε; Ὅτι ἐκεῖ µὲν παραµυθήσασθαι ἐβούλετο, ἐνταῦθα δὲ οὐκέτι. Οὐ γὰρ τὸ ἁµάρτηµα ἐνταῦθα κἀκεῖ τὸ αὐτὸ, ἀλλ' ἐκεῖ ἔλαττον· ἀργίαν γὰρ ἐγκαλεῖ· ἐνταῦθα δὲ πορνείαν καὶ ἕτερα χαλεπώτατα ἁµαρτήµατα. Καὶ πρὸς Ἕλληνας µὲν εἰ βούλοιτό τις ἀπιέναι, οὐ κωλύει συνεσθίειν, διὰ τὴν αὐτὴν πάλιν αἰτίαν. Οὕτω δὲ καὶ ἡµεῖς ποιοῦµεν, ὑπὲρ µὲν τῶν υἱῶν καὶ τῶν ἀδελφῶν πάντα πράττοντες, τῶν δὲ ἀλλοτρίων οὐ πολὺν ποιούµεθα λόγον. Τί οὖν; οὐκ ἐκήδετο καὶ τῶν ἔξωθεν Παῦλος; Ἐκήδετο µὲν, ἀλλὰ µετὰ τὸ δέξασθαι τὸ κήρυγµα καὶ ὑπευθύνους ποιῆσαι τῇ διδασκαλίᾳ τοῦ Χριστοῦ, τότε αὐτοῖς ἐνοµοθέτει· ἕως δὲ ὅτε κατεφρόνουν, περιττὸν ἦν τὰ προστάγµατα τοῦ Χριστοῦ λέγειν τοῖς αὐτὸν οὐκ εἰδόσι τὸν Χριστόν. Οὐχὶ τοὺς ἔσω ὑµεῖς κρίνετε; τοὺς δὲ ἔξω ὁ Θεὸς κρινεῖ. Ἐπειδὴ γὰρ εἶπε, Τί µοι τοὺς ἔξω κρίνειν; ἵνα µή τις νοµίσῃ ἀτιµωρήτους τούτους ἀφίεσθαι, ἕτερον δικαστήριον ἐφίστησιν αὐτοῖς φοβερόν. Τοῦτο δὲ εἶπεν, ὁµοῦ µὲν ἐκείνους φοβῶν, ὁµοῦ δὲ τούτους παραµυθούµενος, καὶ δεικνὺς ὅτι ἡ κόλασις αὕτη ἡ πρόσκαιρος, τῆς ἀθανάτου καὶδιηνεκοῦς ἐξαρπάζει· ὃ καὶ ἀλλαχοῦ δηλῶν ἔλεγε· Νυνὶ δὲ κρινόµενοι, παιδευόµεθα, ἵνα µὴ σὺν τῷ κόσµῳ κατακριθῶµεν· καὶ, Ἐξαρεῖτε τὸν πονηρὸν ἐξ ὑµῶν αὐτῶν. βʹ. Ἐµνηµόνευσε ῥήσεως ἐν τῇ Παλαιᾷ κειµένης, ὁµοῦ µὲν δεικνὺς, ὅτι καὶ αὐτοὶ τὰ µέγιστα κερδανοῦσιν, ὥσπερ λοιµοῦ τινος ἀπαλλαγέντες χαλεποῦ, ὁµοῦδὲ δηλῶν, ὅτι οὐ καινοτοµία τὸ τοιοῦτον, ἀλλὰ καὶ ἄνωθεν ἐδόκει τοῦτο τῷ νοµοθέτῃ τοὺς τοιούτους ἐκτέµνεσθαι· ἀλλ' ἐκεῖ µὲν σφοδρότερον, ἐνταῦθα δὲ ἡµερώτερον.∆ ιόπερ καὶ εἰκότως ἄν τις διαπορήσειε, τί δήποτε ἐκεῖ µὲν συνεχώρει κολάζεσθαι τὸν ἡµαρτηκότα καὶ καταλεύεσθαι, ἐνταῦθα δὲ οὐκέτι, ἀλλ' ἐπὶµετάνοιαν αὐτὸν ἄγει. Τί δήποτ' οὖν ἑτέρως µὲν ἐκεῖνα, ἑτέρως δὲ ταῦτα διετυποῦτο;∆ ιὰ δύο ταύτας αἰτίας· µίαν µὲν, ὅτι ἐπὶ µείζονα ἀγῶνα οὗτοι ἤγοντο, καὶ πλείονος ἐδέοντο τῆς µακροθυµίας· ἑτέραν δὲ τὴν ἀληθεστέραν, ὅτι οὗτοι µὲν ἀπὸ τῆς ἀτιµωρησίας εὐκολώτερον διωρθοῦντο ἐπὶ µετάνοιαν ἐρχόµενοι, ἐκεῖνοι δὲ ἐπὶ κακίαν µείζοναἔµελλον ἕρπειν. Εἰ γὰρ τοὺς πρώτους κολαζοµένους ὁρῶντες τοῖς αὐτοῖς ἐνέµενον, εἰ µηδὲ ἐκολάζοντό τινες, πολλῷ µᾶλλον τοῦτο ἂν ἔπαθον.∆ ιὰ τοῦτο ἐκεῖ µὲν τῷ µοιχῷ καὶ τῷ ἀνδροφόνῳ θάνατος εὐθέως ἐπάγεται· ἐνταῦθα δὲ, ἐὰν διὰ µετανοίας ἀπολούσωνται, διέφυγον τὴν κόλασιν. Πλὴν καὶ ἐνταῦθα σφοδροτέρας, καὶ ἐν τῇ Παλαιᾷ ἡµερωτέρας ἴδοι τις ἂν τιµωρίας, ἵνα δειχθῇ διὰ πάντων, ὅτι συγγενεῖς αἱ διαθῆκαι καὶ ἑνὸς καὶ τοῦαὐτοῦ νοµοθέτου· καὶ παρὰ πόδας καὶ ἐκεῖ καὶ ἐνταῦθα τὰς τιµωρίας, καὶ µετὰ πολὺν χρόνον πολλάκις ἐν ἑκατέρᾳ, καὶ οὐδὲ µετὰ πολὺν χρόνον πολλάκις, ἀλλὰ µετανοίᾳµόνῃ ἀρκούµενον τὸν Θεόν. Καὶ γὰρ ἐν τῇ Παλαιᾷ µοιχεύσας καὶ φονεύσας ὁ∆ αυῒδ, διὰ µετανοίας ἐσώθη, καὶ ἐν τῇ Καινῇ µικρὰ ἀπὸ χωρίου τιµῆς ὑφελόµενος ὁ Ἀνανίας µετὰτῆς γυναικὸς ἀπώλετο. Εἰ δὲ πλεονάζει ταῦτα ἐν τῇ Παλαιᾷ, τὰ δὲ ἐναντία ἐν τῇ Καινῇ, ἡ διαφορὰ τῶν προσώπων τὴν διαφορὰν τῆς τοιαύτης οἰκονοµίας ἐργάζεται. Τολµᾷ τις ὑµῶν, πρὸς τὸν ἀδελφὸν αὐτοῦ πρᾶγµα ἔχων, κρίνεσθαι ἐπὶ τῶν ἀδίκων, καὶ οὐχὶ ἐπὶ τῶν ἁγίων; Καὶ ἐνταῦθα πάλιν ὡς ἐπὶ ὡµολογηµένων ποιεῖται τὴν κατηγορίαν. Καὶ γὰρ ἐκεῖ φησιν, Ὅλως ἀκούεται ἐν ὑµῖν πορνεία· καὶ ἐνταῦθα, Τολµᾷ τις ὑµῶν; ἐκ προοιµίων εὐθέως τὸν θυµὸν ἐνδεικνύµενος, καὶ δεικνὺς ὅτι τόλµης ἐστὶ τὸ πρᾶγµα καὶ παρανοµίας. Καὶ τί δήποτε τὸν περὶ πλεονεξίας καὶ τοῦ µὴ δεῖν ἔξω κρίνεσθαι παρενέβαλε λόγον; Οἰκεῖον νόµον πληρῶν. Καὶ γὰρ ἔθος αὐτῷ τὰ παρεµπίπτοντα διορθοῦν, ὥσπερ ἡνίκα περὶ τῶν κοινῶν τραπεζῶν διαλεγόµενος, εἰς τὸν περὶ τῶν µυστηρίων ἐξέβη λόγον. Καὶ ἐνταῦθα τοίνυν, ἐπειδὴ πλεονεκτῶν ἀδελφῶν ἐµνηµόνευσε, ζέων τῇ φροντίδι τῆς διορθώσεως τῶν ἁµαρτανόντων οὐκ ἀνέχεται διατηρῆσαι τάξιν· ἀλλὰ τὸ ἐκ τῆς ἀκολουθίας ἀχθὲν εἰς µέσον ἁµάρτηµα διορθοῦται πάλιν, καὶ οὕτως ἐπὶ τὸν πρότερον ἐπάνεισιν. Ἀκούσωµεν οὖν τί φησι καὶ περὶ τούτου· Τολµᾷ τις ὑµῶν πρὸς τὸν ἀδελφὸν αὐτοῦ πρᾶγµα ἔχων, κρίνεσθαι ἐπὶ τῶν ἀδίκων, καὶ οὐχὶ ἐπὶ τῶν ἁγίων; Τέως ἐκ τῶν ὀνοµάτων γυµνοῖ καὶ ἀποτρέπει, καὶ ἐγκαλεῖ. Καὶ ἐκ προοιµίων µὲν οὐκ ἀνατρέπει τὴν κρίσιν τὴν ἐπὶ τῶν πιστῶν· ὅτε δὲ αὐτοὺς κατέπληξε διὰ πολλῶν, τότε καὶ τὸ ὅλως κρίνεσθαι ἀνεῖλε. Μάλιστα µὲν γὰρ εἰ δεῖ κρίνεσθαι, φησὶν, ἐπὶ τῶν ἀδίκων οὐκ ἔδει· ὅλως δὲ οὐδὲ κρίνεσθαι δεῖ. Ἀλλὰ τοῦτο µὲν ὕστερον τίθησι· τέως δὲ τὸ πρῶτον διακαθαίρει τὸ µὴ ἔξω δικάζεσθαι. Πῶς γὰρ οὐκ ἄτοπον πρὸς τὸν φίλον µικροψυχοῦντα, τὸν ἐχθρὸν καταλλάκτην λαµβάνειν, φησί; πῶς δὲ οὐκ αἰσχύνῃ οὐδὲ ἐρυθριᾷς, ὅταν Ἕλλην τῷ Χριστιανῷ καθέζηται δικάζων; Εἰ δὲ ὑπὲρ ἰδιωτικῶν οὐ χρὴ παρ' Ἕλλησι δικάζεσθαι, πῶς αὐτοῖς ἐπιτρέψοµεν ὑπὲρ ἑτέρων µειζόνων; Καὶ ὅρα πῶς εἶπεν· οὐκ εἶπεν, Ἐπὶ τῶν ἀπίστων, ἀλλ', Ἐπὶ τῶν ἀδίκων, λέξιν θεὶς, ἧς µάλιστα χρείαν εἶχεν εἰς τὴν προκειµένην ὑπόθεσιν, ὥστε ἀποτρέψαι καὶ ἀπαγαγεῖν. Ἐπειδὴ γὰρ περὶ δίκης αὐτῷ ὁ λόγος ἦν, οἱ δικαζόµενοι δὲ οὐδὲν οὕτως ἐπιζητοῦσιν, ὡς τὸ πολλὴν εἶναι πρόνοιαν τοῦ δικαίου παρὰ τοῖς δικάζουσιν, ἐντεῦθεν αὐτοὺς ἀποτρέπει, µονονουχὶ λέγων· Ποῖ φέρῃ καὶ τί ποιεῖς, ἄνθρωπε, τοὐναντίον πάσχων, ὧν ἐπιθυµεῖς, καὶ ὑπὲρ τοῦ τῶν δικαίων τυχεῖν ἀδίκοις ἐπιτρέπων ἀνθρώποις; Καὶ ἐπειδὴ εὐθέως φορτικὸν ἦν ἀκοῦσαι τὸ µὴ δικάζεσθαι, οὐκ εὐθέως τοῦτο ἐπήγαγεν, ἀλλὰ τοὺς δικάζοντας ἤµειψε µόνον, ἔξωθεν εἰς τὴνἘκκλησίαν εἰσάγων τοὺς δικαζοµένους. Εἶτα, ἐπειδὴ εὐκαταφρόνητον εἶναι ἐδόκει τὸ παρὰ τοῖς ἔνδον δικάζεσθαι, καὶ µάλιστα τότε( οὐ γὰρ ἦσαν ἴσως ἱκανοὶ πρᾶγµα συνιδεῖν, οὔτε τοιοῦτοι οἷοιοἱ ἔξωθεν δικασταὶ νόµων ἔµπειροι καὶ ῥητορείας, ἅτε ἐξ ἰδιωτῶν οἱ πλείους ὄντες)· ὅρα πῶς αὐτοὺς ἀξιοπίστους ποιεῖ, πρῶτον ἁγίους καλέσας. Ἀλλ' ἐπειδὴ τοῦτο βίου καθαρότητα, οὐκέτι δὲ ἀκρίβειαν τὴν περὶ τὴν ἀκρόασιν αὐτοῖς ἐµαρτύρει, ὅρα πῶς καὶ τοῦτο µεθοδεύει τὸ µέρος, λέγων οὕτως· Ἢ οὐκ οἴδατε ὅτι οἱ ἅγιοι τὸν κόσµον κρινοῦσι; γʹ. Σὺ τοίνυν ὁ µέλλων κρίνειν ἐκείνους τότε, πῶς ὑπ' ἐκείνων ἀνέχῃ κρίνεσθαι νῦν; Κρινοῦσι δὲ οὐχὶ αὐτοὶ καθήµενοι καὶ λόγον ἀπαιτοῦντες, ἀλλὰ κατακρινοῦσι. Τοῦτο γοῦν δηλῶν ἔλεγε· Καὶ εἰ ἐν ὑµῖν κρίνεται ὁ κόσµος, ἀνάξιοί ἐστε κριτηρίων ἐλαχίστων; Οὐ γὰρ εἶπεν, Ὑφ' ὑµῶν, ἀλλ', Ἐν ὑµῖν· ὥσπερ ὅταν λέγῃ· Βασίλισσα νότου ἀναστήσεται, καὶ κατακρινεῖ τὴν γενεὰν ταύτην· καὶ, Ἄνδρες Νινευῗται ἀναστήσονται, καὶ κατακρινοῦσι τὴν γενεὰν ταύτην. Ὅταν γὰρ τὸν αὐτὸν ἥλιον ὁρῶντες, καὶ τῶν αὐτῶν µετέχοντες πάντων, ἡµεῖς µὲν εὑρεθῶµεν πιστεύσαντες, ἐκεῖνοι δὲ ἠπιστηκότες, οὐ δυνήσονταιεἰς ἄγνοιαν καταφυγεῖν· κατηγορήσοµεν γὰρ αὐτῶν ἡµεῖς δι' αὐτῶν, ὧν ἐπράξαµεν. Καὶ πολλὰ τοιαῦτα εὑρήσει τις ἐκεῖ κριτήρια. Εἶτα, ἵνα µὴ δόξῃ τις περὶ ἄλλων λέγειν, ὅρα πῶς κοινοποιεῖ τὸν λόγον· Καὶ εἰ ἐν ὑµῖν κρίνεται ὁ κόσµος, ἀνάξιοί ἐστε κριτηρίων ἐλαχίστων; Αἰσχύνην ὑµῖν φέρει τὸ πρᾶγµα, φησὶ, καὶ ὄνειδος ἄφατον. Ἐπειδὴ γὰρ εἰκὸς ἦν αὐτοὺς ὑπὸ τῶν ἔσω κρινοµένους αἰσχύνεσθαι, τοὐναντίον µὲν οὖν ἐστιν αἰσχύνη, φησὶν, ὅταν ὑπὸ τῶν ἔξω κρίνεσθε· ἐκεῖνα γάρ ἐστιν ἐλάχιστα τὰ κριτήρια, οὐ ταῦτα. Οὐκ οἴδατε ὅτι ἀγγέλους κρινοῦµεν, µήτι γε βιωτικά; Τινὲς ἐνταῦθά φασι τοὺς ἱερέας αἰνίττεσθαι· ἀλλ' ἄπαγε· περὶ γὰρ δαιµόνων ὁ λόγος αὐτῷ. Εἰ γὰρ περὶ ἱερέων ἔλεγε διεφθαρµένων, ᾐνίξατο ἂν αὐτοὺς ἄνω εἰπὼν, ὅτι Ἐν ὑµῖν κρίνεται ὁ κόσµος· οἶδε γὰρ κόσµον καὶ τοὺς πονηροὺς ἀνθρώπους καλεῖν ἡ Γραφή· καὶ οὐκ ἂν ἐκ δευτέρου τὸ αὐτὸ εἶπεν, οὐδ' ἂν ὡς µεῖζόν τι λέγων ὕστερον αὐτὸ τέθεικεν. Ἀλλὰ περὶ ἐκείνων λέγει τῶν ἀγγέλων, περὶ ὧν φησιν ὁ Χριστός· Πορεύεσθε εἰς τὸ πῦρ τὸ ἡτοιµασµένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ· καὶ ὁ Παῦλος, ὅτι Οἱ ἄγγελοι αὐτοῦ µετασχηµατίζονται ὡς διάκονοι δικαιοσύνης. Ὅταν γὰρ αἱ ἀσώµατοι δυνάµεις αὗται ἔλαττον ἡµῶν εὑρεθῶσιν ἔχουσαι τῶν σάρκα περιβεβληµένων, χαλεπωτέραν δώσουσι δίκην. Εἰ δὲ ἔτι φιλονεικοῖέν τινες ἱερέας λέγειν αὐτὸν, ἐρόµεθα ποίους ἱερέας; Τοὺς βιωτικῶς περιπατήσαντας πάντως. Πῶς οὖν φησιν, Ἀγγέλους κρινοῦµεν, µήτι γε βιωτικὰ, πρὸς ἀντιδιαστολὴν τῶν βιωτικῶν τιθεὶς τοὺς ἀγγέλους; Εἰκότως, ἅτε τῆς τούτων χρείας ἐκτὸς γενοµένους διὰ τὴν τῆς φύσεως ὑπεροχήν. Βιωτικὰ µὲν οὖν κριτήρια ἐὰν ἔχητε, τοὺς ἐξουθενηµένους ἐν τῇ Ἐκκλησίᾳ, τούτους καθίζετε. Μεθ' ὑπερβολῆς ἡµᾶς διδάξαι βουλόµενος, ὅτι, οὐδ' ἂν ὁτιοῦν ᾖ, τοῖς ἔξωθεν ἑαυτοὺς διδόναι χρὴ, τὴν δοκοῦσαν εἶναι ἀντίθεσιν κινήσας, προηγουµένως ταύτην ἔλυσεν. Ὃ γὰρ λέγει, τοιοῦτόν ἐστιν· Ἴσως ἐρεῖ τις, ὅτι οὐδεὶς ἐν ὑµῖν σοφὸς οὐδὲ ἱκανὸς διακρῖναι, ἀλλ' εὐκαταφρόνητοι πάντες. Καὶ τί τοῦτο; Κἂν γὰρ µηδεὶς ᾖ σοφὸς, φησὶ, τοῖς ἐλαχίστοις ἐπιτρέπετε. Τοῦτο δὲ πρὸς ἐντροπὴν ὑµῖν λέγω. Ἐλέγχοντός ἐστι τὴν τούτων ἀντίθεσιν, ὡς σκῆψιν οὖσαν περιττήν· διὸ καὶ ἐπήγαγεν· Οὕτως οὐκ ἔνι σοφὸς ἐν ὑµῖν οὐδὲ εἷς; Τοσαύτη, φησὶν, ἀπορία; τοσαύτη σπάνις ἀνδρῶν συνετῶν παρ' ὑµῖν· Καὶ ἡ ἐπαγωγὴ δὲ µείζονα τὴν πληγὴν ἔχει εἰπὼν γὰρ, Οὕτως οὐκ ἔνι σοφὸς ἐν ὑµῖν οὐδὲ εἷς; ἐπήγαγεν· Ὃς δυνήσηται διακρῖναι µεταξὺ τοῦ ἀδελφοῦ αὐτοῦ; Ὅταν γὰρ ἀδελφὸς δικάζηται µετὰ ἀδελφοῦ, οὐδὲ πολλῆς δεῖ τῆς συνέσεως καὶ τῆς δεινότητος τῷ µεσιτεύοντι τῇ δίκῃ, τῆς διαθέσεως καὶ τῆςσυγγενείας πολλὰ συµπραττούσης πρὸς τὴν λύσιν τῆς τοιαύτης φιλονεικίας. Ἀλλὰ ἀδελφὸς µετὰ ἀδελφοῦ κρίνεται, καὶ τοῦτο ἐπὶ ἀπίστων. Εἶδες πῶς ἐν ἀρχῇ µὲν χρησίµως διέβαλε τοὺς δικάζοντας, ἀδίκους καλέσας· ἐνταῦθα δὲ ἐντρεπτικῶς, ἀπίστους εἰπών; Καὶ γὰρ σφόδρα αἰσχρὸν, εἰ µηδὲ ἀδελφοῖς δυνατὸν γενέσθαι καταλλαγῆς αἴτιον τὸν ἱερέα, ἀλλ' ἀνάγκη πρὸς τοὺς ἔξω τρέχειν. Ὥστε εἰπὼν, Τοὺς ἐξουθενηµένους, οὐ τοῦτο εἶπε προηγουµένως, ὅτι τοὺς ἀπεῤῥιµµένους δεῖ καθίζειν, ἀλλὰ καθαπτόµενος αὐτῶν. Ὅτι γὰρ τοῖς δυναµένοις διακρίνειν ἐπιτρέπειν χρὴ, ἐδήλωσεν εἰπών· Οὕτως οὐκ ἔνι σοφὸς ἐν ὑµῖν οὐδὲ εἷς; καὶ ἐκ περιουσίας ἐπιστοµίζων καὶ λέγων, ὅτι εἰ καὶ µηδεὶς ἦν σοφὸς ἐν ὑµῖν, τοῖς ἀσυνέτοις ἐπιτρέπειν ἐχρῆν µᾶλλον τὴν ἀκρόασιν, ἢ τοὺς ἔξωθεν δικάζειν. Πῶς γὰρ οὐκ ἄτοπον, ἐν οἰκίᾳ µὲν γινοµένης µάχης, µηδένα τῶν ἔξωθεν καλεῖν, ἀλλ' αἰσχύνεσθαι εἰ διαδοθείη πρὸς τοὺς ἔξω τὰ ἔνδον γινόµενα· ἔνθα δὲ Ἐκκλησία, τῶν ἀποῤῥήτων µυστηρίων ὁ θησαυρὸς, πάντα ἐκφέρεσθαι ἔξω; Ἀλλὰ ἀδελφὸς µετὰ ἀδελφοῦ κρίνεται, καὶ τοῦτο ἐπὶ ἀπίστων.∆ ιπλοῦν τὸ ἔγκληµα, ὅτι κρίνεται, καὶ ἐπὶ ἀπίστων. Εἰ γὰρ καὶ καθ' ἑαυτὸ τὸ πρᾶγµα ἁµάρτηµα τὸ πρὸς ἀδελφὸν κρίνεσθαι, τὸ καὶ ἐπὶ ἐξωτικῶν ποίαν ἔχει συγγνώµην; Ἤδη µὲν οὖν ὅλως ἥττηµα ὑµῖν ἐστιν, ὅτι κρίµατα ἔχετε µεθ' ἑαυτῶν. Εἶδες ποῦ αὐτὸ ἐτήρησε, καὶ πῶς εὐκαίρως αὐτὸ ἀνεῖλεν; Οὔπω γὰρ λέγω, φησὶ, τὶς ἀδικεῖ, ἢ τὶς ἀδικεῖται· τέως αὐτῷ τῷ κρίνεσθαι ἑκάτερος διαβέβληται, καὶ οὐδὲν ἕτερος ἑτέρου βελτίων κατὰ τοῦτο. δʹ. Εἰ δὲ δικαίως ἢ ἀδίκως κρίνεται, ἑτέρου λόγου τοῦτο. Μὴ τοίνυν λέγε· Τὶς ἠδίκησεν· ἐντεῦθεν γὰρ ἤδη σε κατακρίνω ἀπὸ τοῦ δικάζεσθαι. Εἰ δὲ τὸ µὴ δύνασθαι φέρειν ἀδικοῦντα, ἔγκληµα, τὸ καὶ ἀδικεῖν πόσης κατηγορίας ἄξιον;∆ ιὰ τί οὐχὶ µᾶλλον ἀδικεῖσθε; διὰ τί οὐχὶ µᾶλλον ἀποστερεῖσθε; ἀλλ' αὐτοὶ ἀδικεῖτε καὶ ἀποστερεῖτε, καὶ ταῦτα ἀδελφούς. Πάλιν διπλοῦν τὸ ἔγκληµα, τάχα δὲ καὶ τριπλοῦν καὶ τετραπλάσιον. Ἓν µὲν, τὸ µὴ εἰδέναι ἀδικούµενον φέρειν· δεύτερον δὲ, τὸ καὶ ἀδικεῖν· τρίτον, τὸ καὶ τοῖς ἀδίκοις ἐπιτρέπειν περὶ τούτων· τέταρτον, τὸ καὶ ἀδελφόν. Οὐδὲ γὰρ ὁµοίως τὰ ἁµαρτήµατα κρίνεται, ὅταν εἰς τὸν τυχόντα καὶ εἰς τὸ οἰκεῖον γίνηται µέλος. Ἀπὸ γὰρ πλείονος ἰταµότητος τολµᾶται τοῦτο· κἀκεῖ µὲν ἡ φύσις τοῦ πράγµατος καταπεπάτηται µόνη, ἐνταῦθα δὲ καὶ ἡ τοῦ προσώπου ποιότης. Ἐντρέψας τοίνυν ἀπὸ τῶν κοινῶν λογισµῶν, καὶ πρὸ τούτων ἀπὸ τῶν κειµένων ἐπάθλων, εἰς ἀπειλὴν κατακλείει τὴν παραίνεσιν, ἰσχυρότερον ποιῶντὸν λόγον, καὶ οὕτω λέγων· Οὐκ οἴδατε ὅτι ἄδικοι βασιλείαν Θεοῦ οὐ κληρονοµήσουσι; Μὴ πλανᾶσθε· οὔτε πόρνοι, οὔτε εἰδωλολάτραι, οὔτε µοιχοὶ, οὔτε µαλακοὶ, οὔτε ἀρσενοκοῖται, οὔτε πλεονέκται, οὐ κλέπται, οὐ µέθυσοι, οὐ λοίδοροι, οὐχ ἅρπαγεςβασιλείαν Θεοῦ κληρονοµήσουσι. Τί λέγεις; περὶ πλεονεκτῶν διαλεγόµενος, τοσοῦτον ὄχλον ἐπήγαγες ἡµῖν παρανόµων ἀνθρώπων; Ναὶ, φησίν· ἀλλ' οὐ συγχέων τὸν λόγον τοῦτο ποιῶ, ἀλλὰ καὶ τάξει προβαίνων. Ὥσπερ γὰρ περὶ τῶν πόρνων διαλεγόµενος, µέµνηται πάντων ὁµοῦ, οὕτω πάλιν τοῦ πλεονέκτου µνησθεὶς, πάντας εἰς µέσον ἄγει, πρὸς τοὺςἐλέγχους συνεθίζων τοὺς τὰ τοιαῦτα συνειδότας ἑαυτοῖς. Τὸ γὰρ ἐν ταῖς τῶν ἑτέρων µνήµαις συνεχῶς ἀκούειν τὴν κειµένην κόλασιν αὐτοῖς, εὐπαράδεκτον ποιεῖ τὸν ἔλεγχον, ἐπειδὰν τοῖς οἰκείοιςαὐτῶν ἁµαρτήµασιν ἐπαποδύηται. Οὐδὲ γὰρ ὡς συνειδὼς ἐνταῦθα αὐτοῖς ταῦτα, οὐδὲ ὡς ἐλέγχων ποιεῖται τὴν ἀπειλήν· ὃ µάλιστα καὶ ἱκανόν ἐστι κατασχεῖν τὸν ἀκροατὴν, καὶ µὴ ἀφεῖναι ἀποπηδῆσαι, ὅταν µὴ πρὸς αὐτὸν ὁ λόγος ἀποτείνηται, ἀλλ' ἀδιορίστωςλεγόµενος, λανθανόντως αὐτοῦ πλήττῃ τὸ συνειδός. Μὴ πλανᾶσθε. Ἐνταῦθα αἰνίττεταί τινας λέγοντας, ὅπερ καὶ νῦν λέγουσιν οἱ πολλοὶ, ὅτι Φιλάνθρωπος ὢν ὁ Θεὸς καὶ ἀγαθὸς, οὐκ ἐπεξέρχεται τοῖς πληµµελήµασι· µὴ δὴ φοβηθῶµεν· οὐδένα γὰρ ἐπ' οὐδενὶ δίκην ἀπαιτήσει ποτέ. Καὶ τούτων ἕνεκέν φησιν· Μὴ πλανᾶσθε. Πλάνης γάρ ἐστιν ἐσχάτης καὶ ἀπάτης, ἐλπίσαντα χρηστὰ τῶν ἐναντίων ἐπιτυχεῖν, καὶ ταῦτα περὶ Θεοῦ ὑποπτεύειν, ἃ µηδὲ περὶ ἀνθρώπου τις ἐννοήσειε.∆ ιό φησιν ὁ προφήτης ἐκ προσώπου αὐτοῦ· Ὑπέλαβες ἀνοµίαν, ὅτι ἔσοµαί σοι ὅµοιος· ἐλέγξω σε καὶ παραστήσω κατὰ πρόσωπόν σου τὰς ἀνοµίας σου· καὶ ὁ Παῦλος ἐνταῦθα, Μὴ πλανᾶσθε· οὔτε πόρνοι( τὸν ἤδη καταδικασθέντα πρῶτον τίθησιν), οὔτε µοιχοὶ, οὔτε µαλακοὶ, οὔτε µέθυσοι, οὔτε λοίδοροι βασιλείαν Θεοῦ κληρονοµήσουσι. Πολλοὶ τούτου ἐπελάβοντο τοῦ χωρίου, ὡς σφόδρα τραχέος, εἴ γε τὸν µέθυσον καὶ λοίδορον µετὰ τοῦ µοιχοῦ καὶ τοῦ ἡταιρηκότος καὶ τοῦἀρσενοκοίτου τίθησι· καίτοι γε οὐκ ἴσα τὰ ἐγκλήµατα, πῶς οὖν τὰ τῆς κολάσεως ἴσα; Τί οὖν ἐροῦµεν; Ὅτι µάλιστα µὲν οὖν οὐ µικρὸν τὸ τῆς µέθης καὶ τὸ τῆς λοιδορίας, ἐπεὶ καὶ ὁ Χριστὸς τὸν µωρὸν καλέσαντα τὸν ἀδελφὸν τῇ γεέννῃ παρέδωκε. Πολλάκις γὰρ ἐντεῦθεν ἐτέχθη θάνατος· καὶ ὁ τῶν Ἰουδαίων δὲ δῆµος τὰ χαλεπώτατα ἐκ τῆς µέθης ἐξήµαρτεν ἁµαρτήµατα· ἔπειτα, ὅτι οὐ περὶ κολάσεως ὁ λόγος αὐτῷ τέως, ἀλλὰ περὶ ἐκπτώσεως βασιλείας. Τῆς µὲν οὖν βασιλείας ὁµοίως καὶ οὗτος καὶ ἐκεῖνος ἐκπίπτουσιν· εἰ δέ τινα ἐν τῇ γεέννῃ διαφορὰν ἕξουσιν, οὐ τοῦ παρόντος καιροῦ ζητεῖν· οὐ γὰρ περὶ τούτου πρόκειται νῦν ἡµῖν. Καὶ ταῦτά τινες ἦτε· ἀλλ' ἀπελούσασθε, ἀλλ' ἡγιάσθητε. Σφόδρα ἐντρεπτικῶς ἐπήγαγε λέγων· Ἐννοήσατε ἡλίκων ὑµᾶς ἐξείλετο κακῶν ὁ Θεὸς, ὅσην ὑµῖν φιλανθρωπίας παρέσχετο πεῖραν καὶ ἀπόδειξιν· καὶ οὐδὲ µέχρι τῆς ἀπαλλαγῆς τὴν ἀντίδοσιν ἔδωκεν, ἀλλ' ἐπὶ πολὺ τὴν εὐεργεσίαν προήγαγε· καὶ γὰρ καθαρὸν ἐποίησεν. Ἆρ' οὖν τοῦτο µόνον; Οὐδαµῶς, ἀλλὰ καὶ ἡγίασεν· ἀλλ' οὐδὲ τοῦτο µόνον, ἀλλὰ καὶ ἐδικαίωσε. Καίτοι γε καὶ τὸ τῶν ἁµαρτηµάτων ἀπαλλαγῆναι, δωρεὰ µεγάλη· νυνὶ δέ σε καὶ µυρίων ἐνέπλησεν ἀγαθῶν. Καὶ τοῦτο γέγονεν Ἐν τῷ ὀνόµατι τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ· οὐκ ἐν τῷδε καὶ τῷδε, ἀλλὰ Καὶ ἐν τῷ Πνεύµατι τοῦ Θεοῦ ἡµῶν. Ταῦτα οὖν εἰδότες, ἀγαπητοὶ, καὶ τὸ µέγεθος τῆς γεγενηµένης εὐεργεσίας ἐννοοῦντες, µένωµεν σωφρόνως βιοῦντες, τῶν τε ἀπηριθµηµένωνκαθαρεύοντες ἁπάντων, καὶ τὰ δικαστήρια φεύγωµεν τὰ ἐν ἀγοραῖς ταῖς ἔξω, καὶ τὴν εὐγένειαν, ἣν ὁ Θεὸς ἡµῖν ἐχαρίσατο, ταύτην διαφυλάξωµεν. Ἐννόησονγὰρ ἡλίκης ἐστὶν αἰσχύνης καθέζεσθαι Ἕλληνά σοι δίκαια νέµοντα. εʹ. Τί οὖν, φησὶν, ἐὰν παρανόµως ὁ ἔνδον κρίνῃ;∆ ιὰ τί, εἰπέ µοι; κατὰ ποίους γὰρ νόµους δικάζει ὁ Ἕλλην; καὶ κατὰ ποίους ὁ Χριστιανός; οὐκ εὔδηλον ὅτι κατὰ µὲν τοὺς τῶν ἀνθρώπων ὁ Ἕλλην, κατὰ δὲ τοὺς τοῦ Θεοῦ ὁ Χριστιανός; Οὐκοῦν ἐνταῦθα µᾶλλον τὸ δίκαιον, ἐπειδὴ καὶ ἐξ οὐρανῶν εἰσιν οἱ νόµοι πεµφθέντες. Ἐπὶ µὲν γὰρ τῶν ἔξωθεν µετὰ τῶν εἰρηµένων καὶ ἕτερα ἔστιν ὑποπτεῦσαι πολλὰ, καὶ ῥητόρων δεινότητα καὶ διαφθορὰν ἀρχόντων καὶ πολλὰ ἄλλα τὸδίκαιον λυµαινόµενα· ἐνταῦθα δὲ τοιοῦτον οὐδέν. Τί οὖν, ἂν ὁ ἀντίδικος δυνάστης ᾖ, φησί; Καὶ διὰ τοῦτο µὲν οὖν µάλιστα δικάζεσθαι ἐνταῦθα χρή· ἐν γὰρ τοῖς ἔξω δικαστηρίοις περιέσται σου πάντως. Εἰ δὲ οὐκ ἀνέχεται, ἀλλὰ καὶ τῶν ἔνδον καταφρονεῖ καὶ ἔξω πρὸς βίαν ἕλκει, βέλτιον, ὅπερ ἐξ ἀνάγκης µέλλεις πάσχειν, ἑκὼν ὑποστῆναι καὶ µὴ δικάσασθαι, ἵνα καὶ µισθὸν ἔχῃς. Ἂν γάρ τίς σοι, φησὶ, θέλῃ κριθῆναι, καὶ τὸν χιτῶνά σου λαβεῖν, ἀφήσεις αὐτῷ καὶ τὸ ἱµάτιον· καὶ, Ἴσθι εὐνοῶν τῷ ἀντιδίκῳ σου ταχὺ, ἕως ὅτου εἶ ἐν τῇ ὁδῷ µετ' αὐτοῦ. Καὶ τί χρὴ λέγειν τὰ ἡµέτερα; καὶ γὰρ αὐτοὶ οἱ τῶν ἔξωθεν δικαστηρίων συνήγοροι µυριάκις ταῦτα λέγουσι, ὅτι βέλτιον ἔξωθεν διαλύεσθαι. Ἀλλ' ὢ τῶν χρηµάτων! µᾶλλον δὲ, ὢ τοῦ ἀτόπου ἔρωτος τῶν χρηµάτων! ὅτι πάντα ἀνέτρεψε καὶ κατέβαλε, καὶ πάντα λῆρος τοῖς πολλοῖς καὶ µῦθοι διὰτὰ χρήµατα. Καὶ τὸ µὲν βιωτικοὺς εἶναι τοὺς τοῖς δικαστηρίοις ἐνοχλοῦντας, οὐδὲν θαυµαστόν· τὸ δὲ πολλοὺς τῶν ἀποταξαµένων τὰ αὐτὰ δὴ ταῦτα ποιεῖν, τοῦτό ἐστιν ὃ συγγνώµης πάσης ἐστέρηται. Εἰ γὰρ ἐθέλοις ἰδεῖν πόσον ταύτης ἀπέχειν σε τῆς χρείας, τῆς τῶν δικαστηρίων λέγω, προσέταξεν ἡ Γραφὴ, καὶ τίσιν οἱ νόµοι κεῖνται µαθεῖν, ἄκουσον τίφησιν ὁ Παῦλος·∆ ικαίῳ νόµος οὐ κεῖται, ἀνόµοις δὲ καὶ ἀνυποτάκτοις. Εἰ δὲ περὶ τοῦ Μωσαϊκοῦ ταῦτά φησι, πολλῷ µᾶλλον περὶ τῶν ἔξωθεν. Ἂν µὲν οὖν ἀδικῇς, δῆλον ὡς οὐκ ἂν εἴης δίκαιος· ἐὰν δὲ ἀδικῇ καὶ φέρῃς( δικαίου γὰρ µάλιστα τοῦτό ἐστιν), οὐδὲν χρείαν ἔχεις τῶν ἔξωθεν νόµων. Καὶ πῶς δυνήσοµαι φέρειν ἀδικούµενος, φησί; Καίτοι γε ὁ Χριστὸς καὶ τούτου τι πλέον προσέταξεν. Οὐ γὰρ µόνον ἀδικούµενον φέρειν ἐκέλευσεν, ἀλλὰ καὶ προσεπιδαψιλεύεσθαι τῷ ἀδικοῦντι, καὶ τῇ προθυµίᾳ τοῦ πάσχειν ὑπερβαίνειν τὴν ἐπιθυµίαντοῦ ποιοῦντος κακῶς. Οὐ γὰρ εἶπε, Τῷ θέλοντί σοι κριθῆναι καὶ τὸν χιτῶνά σου λαβεῖν ἄφες τὸν χιτῶνα· ἀλλὰ, Μετ' ἐκείνου καὶ τὸ ἱµάτιον δός. Νίκησον γὰρ αὐτὸν, φησὶ, τῷ κακῶς πάσχειν, µὴ τῷ κακῶς ποιεῖν· αὕτη γὰρ ἡ σαφὴς νίκη καὶ λαµπρά.∆ ιὸ καὶ προϊὼν ἔλεγεν ὁ Παῦλος· Ἤδη µὲν οὖν ὅλως ἥττηµα ὑµῖν ἐστιν, ὅτι κρίµατα ἔχετε µεθ' ἑαυτῶν. Καὶ διὰ τί οὐ µᾶλλον ἀδικεῖσθε; Ὅτι γὰρ ὁ ἀδικούµενος νικᾷ µᾶλλον τοῦ µὴ φέροντος ἀδικεῖσθαι, τοῦτο ὑµῖν ποιήσω φανερόν. Ὁ µὴ φέρων ἀδικεῖσθαι, κἂν εἰς δικαστήριον ἑλκύσῃ, κἂν περιγένηται, τότε µάλιστα ἥττηται· ὃ γὰρ οὐκ ἤθελεν, ἔπαθεν· ἠνάγκασε γὰρ αὐτὸν ὁ ἀντίδικος καὶ ἀλγῆσαι καὶ δικάσασθαι. Τί γὰρ ὅτι νενίκηκας; τί δὲ ὅτι τὰ χρήµατα ἀπέλαβες ἅπαντα; ὅπερ οὐκ ἐβούλου τέως ὑπέµεινας, ἀναγκασθεὶς δικάσασθαι. Ἂν δὲ ἐνέγκῃς τὴν ἀδικίαν, νικᾷς χρηµάτων µὲν ἀποστερούµενος, τῆς δὲ νίκης, οὐκέτι τῆς ἐπὶ τῇ φιλοσοφίᾳ ταύτῃ· οὐ γὰρ ἴσχυσέ σε ἀναγκάσαι ἐκεῖνος, ὅπερ οὐκ ἐβούλου, ποιῆσαι. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, εἰπέ µοι, τίς ἐνίκησεν, ὁ βάσκανος, ἢ ὁ ἐπὶ τῆς κοπρίας; τίς ἡττήθη, ὁ πάντα ἀφαιρεθεὶς Ἰὼβ, ἢ ὁ πάντα ἀφελόµενος διάβολος;∆ ῆλον ὅτι ὁ πάντα ἀφελόµενος διάβολος. Τίνα οὖν θαυµάζοµεν τῆς νίκης, τὸν διάβολον τὸν πλήξαντα, ἢ τὸν Ἰὼβ τὸν πληγέντα;∆ ῆλον ὅτι τὸν Ἰώβ· καίτοι γε οὐκ ἴσχυσε χρήµατα ἀπολλύµενα κατασχεῖν, οὐ σῶσαι τοὺς παῖδας τοὺς αὐτοῦ. Καὶ τί λέγω χρήµατα καὶ παῖδας; τὴν τοῦ σώµατος οὐκ ἴσχυσε περιποιήσασθαι σωτηρίαν. Ἀλλ' ὅµως οὗτός ἐστιν ὁ νικήσας, ὁ πάντα τὰ ὄντα ἀποβαλών. Χρήµατα µὲν γὰρ οὐκ ἴσχυσε κατασχεῖν, τὴν δὲ εὐσέβειαν κατέσχε µετὰ ἀκριβείας ἁπάσης. Ἀλλὰ παισὶν οὐκ ἐπήµυνεν ἀπολλυµένοις. Καὶ τί τοῦτο; καὶ γὰρ ἐκείνους λαµπροτέρους ἐποίησε τὸ συµβὰν, καὶ ἑαυτῷ δὲ οὕτως ἤµυνεν ἐπηρεαζοµένῳ. Εἰ δὲ µὴ κακῶς ἔπαθε καὶ ἠδικήθη παρὰ τοῦ διαβόλου, οὐκ ἂν ἐνίκησε τὴν λαµπρὰν νίκην ἐκείνην. Εἰ πονηρὸν ἦν τὸ ἀδικεῖσθαι, οὐκ ἂν ἡµῖν αὐτὸ ἐπέταξεν ὁ Θεός· πονηρὰ γὰρ ὁ Θεὸς οὐκ ἐπιτάττει· ἢ οὐκ ἴστε, ὅτι αὐτός ἐστιν ὁ Θεὸς τῆς δόξης; καὶ οὐκ ἂν αἰσχύνῃ καὶ γέλωτι καὶ ζηµίᾳ περιβαλεῖν ἡµᾶς ἠθέλησεν, ἀλλὰ τἀναντία προξενῆσαι.∆ ιὰ τοῦτο κελεύει ἡµᾶς ἀδικεῖσθαι, καὶ πάντα πράττει, ὥστε ἀποστῆσαι ἡµᾶς τῶν βιωτικῶν, καὶ πεῖσαι τί δόξα καὶ τί αἰσχύνη, τί ζηµία καὶ τί κέρδος. ὰʹ. Ἀλλὰ δεινὸν τὸ ἀδικεῖσθαι καὶ ἐπηρεάζεσθαι. Οὐκ ἔστι δεινὸν, οὐκ ἔστιν, ἄνθρωπε. Μέχρι τίνος πρὸς τὰ παρόντα ἐπτόησαι; Οὐδὲ γὰρ ἂν ἐπέταξεν αὐτὸ ὁ Θεὸς, εἰ δεινὸν ἦν. Σκόπει δέ· Ὁ ἠδικηκὼς ἀπῆλθε χρήµατα ἔχων, ἀλλὰ καὶ συνειδὸς πονηρόν· ὁ δὲ ἠδικηµένος, χρηµάτων µὲν ἀπεστερηµένος, παῤῥησίαν δὲ κεκτηµένος πρὸς τὸν Θεὸν, κτῆµα µυρίων θησαυρῶν τιµιώτερον. Ταῦτ' οὖν εἰδότες, φιλοσοφῶµεν ἐκ προαιρέσεως, καὶ µὴ πάσχωµεν τὰ τῶν ἀνοήτων, οἳ τότε νοµίζουσι µὴ ἀδικεῖσθαι, ὅταν ἀπὸ δικαστηρίου τοῦτο πάθωσι. Τοὐναντίον δὲ ἅπαν ἐστὶν ἡ µεγίστη ζηµία, καὶ ὅλως ὅταν µὴ ἑκόντες ταῦτα φιλοσοφῶµεν, ἀλλ' ἡττηθέντες ἐκεῖθεν. Οὐδὲν γὰρ κέρδος ἀπὸ δικαστηρίου ἡττηθέντα ἐνεγκεῖν· καὶ γὰρ τῆς ἀνάγκης τὸ πρᾶγµα γίνεται λοιπόν. Τίς οὖν ἡ λαµπρὰ νίκη; Ὅταν σὺ καταφρονήσῃς, ὅταν µὴ δικάσῃ. Τί φής; Ἀφῃρέθην ἅπαντα τὰ ὄντα, φησὶ, καὶ σιγᾷν κελεύεις; ἐπηρεάσθην, καὶ φέρειν πράως παραινεῖς; καὶ πῶς δυνήσοµαι; Ῥᾷστα µὲν οὖν, ἂν εἰς τὸν οὐρανὸν ἀναβλέψῃς, ἂν ἴδῃς τὸ κάλλος τοῦτο, καὶ ποῦ σε ἐπηγγείλατο δέξασθαι ὁ Θεὸς φέροντα ἀδικίαν γενναίως. Τοῦτο τοίνυν ποίει, καὶ ἀναβλέψας εἰς τὸν οὐρανὸν, ἐννόησον ὅτι τῷ ἐκεῖ καθηµένῳ ἐπὶ τῶν Χερουβὶµ γέγονας ὅµοιος. Καὶ γὰρ καὶ ἐκεῖνος ὑβρίσθη καὶ ἤνεγκε, καὶ ὠνειδίσθη καὶ οὐκ ἠµύνατο, καὶ ἐπτύσθη καὶ οὐκ ἐπεξῆλθεν· ἀλλὰ καὶ τοῖς ἐναντίοις ἠµείψατο εὐεργεσίαις µυρίαις τοὺς τὰ τοιαῦτα πεποιηκότας, καὶ ἡµᾶς µιµητὰς αὐτοῦ γενέσθαι ἐκέλευσεν. Ἐννόησον ὅτι γυµνὸς ἐξῆλθες ἐκ κοιλίας µητρός σου· γυµνὸς καὶ ἀπελεύσῃ καὶ σὺ κἀκεῖνος ὁ ἠδικηκώς· µᾶλλον δὲ ἐκεῖνος µὲν µετὰ µυρίων τραυµάτων σκώληκα τικτόντων. Ἐννόησον ὅτι πρόσκαιρα τὰ παρόντα, λόγισαι τοὺς τάφους τῶν προγόνων, κατάµαθε τὰ γεγενηµένα σαφῶς, καὶ ὄψει ὅτι ἰσχυρότερόν σε ἐποίησενὁ ἀδικήσας. Τὸ µὲν γὰρ αὐτοῦ πάθος χαλεπώτερον ἐποίησε, τὴν φιλαργυρίαν λέγω· τὸ δὲ σὸν ἀσθενέστερον, λαβὼν τὴν τροφὴν τοῦ θηρίου. Καὶ ἔτι πρὸς τούτοις ἀπήλλαξέ σε φροντίδων, ἀγωνίας, βασκανίας συκοφαντῶν, θορύβου, ταραχῆς, φόβου διηνεκοῦς· καὶ τὸν φορυτὸν τῶν κακῶν ἐπεσώρευσεν ἐπὶ τὴν ἑαυτοῦ κεφαλήν. Τί οὖν, ἐὰν λιµῷ παλαίσω, φησί; Μετὰ Παύλου τοῦτο πάσχεις τοῦ λέγοντος· Ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶµεν καὶ διψῶµεν καὶ γυµνητεύοµεν. Ἀλλ' ἐκεῖνος διὰ τὸν Θεὸν, φησί. Καὶ σὺ διὰ τὸν Θεόν· ὅταν γὰρ µὴ ἐπεξέλθῃς, διὰ τὸν Θεὸν τοῦτο ποιεῖς. Ἀλλ' ὁ ἠδικηκὼς µετὰ τῶν πλουτούντων τρυφᾷ. Μᾶλλον δὲ µετὰ τοῦ διαβόλου· ἀλλὰ σὺ µετὰ Παύλου στεφανοῦσαι. Μὴ τοίνυν δέδιθι λιµόν· Οὐ γὰρ λιµοκτονήσει Κύριος ψυχὰς δικαίων. Καὶ ἕτερός φησι πάλιν· Ἐπίῤῥιψον ἐπὶ Κύριον τὴν µέριµνάν σου, καὶ αὐτός σε διαθρέψει. Εἰ γὰρ τὰ στρουθία τοῦ ἀγροῦ διατρέφει, πῶς σὲ οὐ διαθρέψει; Μὴ γινώµεθα τοίνυν ὀλιγόπιστοι µηδὲ ὀλιγόψυχοι, ἀγαπητοί. Ὁ γὰρ βασιλείαν οὐρανῶν ἐπαγγειλάµενος καὶ τοσαῦτα ἀγαθὰ, τὰ παρόντα πῶς οὐ δώσει; Μὴ περιττῶν ἐπιθυµῶµεν, ἀλλ' αὐταρκείας ἐχώµεθα, καὶ ἀεὶ πλουτήσοµεν· σκεπάσµατα ζητῶµεν καὶ τροφὰς, καὶ πάντων ἐπιληψόµεθα καὶ τούτων καὶ τῶν πολλῷ µειζόνων. Εἰ δὲ ἀλγεῖς ἔτι καὶ κάτω κύπτεις, ἠβουλόµην σοι τοῦ ἠδικηκότος µετὰ τὴν νίκην δεῖξαι τὴν ψυχὴν, πῶς τέφρα γίνεται. Καὶ γὰρ ἡ ἁµαρτία τοιοῦτον· ἕως µὲν ἂν ἐργασθῇ, παρέχει τινὰ ἡδονήν· ὅταν δὲ τελεσθῇ, τότε ἡ µικρὰ ἡδονὴ ὑπεξίσταται, ἐπεισέρχεται δὲ ἀθυµία. Ταῦτα καὶ ὅταν ὑβρίζωµέν τινας πάσχοµεν· ὕστερον γοῦν ἑαυτῶν κατηγοροῦµεν. Οὕτω καὶ ὅταν πλεονεκτήσωµεν, χαίροµεν· µετὰ δὲ ταῦτα κεντούµεθα ὑπὸ τοῦ συνειδότος. Ὁρᾷς παρὰ τῷ δεῖνι τὴν οἰκίαν τοῦ πένητος;∆ άκρυσον, µὴ τὸν ἀπεστερηµένον, ἀλλὰ τὸν εἰληφότα· οὐ γὰρ ἔδωκεν, ἀλλ' ἔλαβε κακόν. Ἐκεῖνον µὲν γὰρ τῶν παρόντων ἀπεστέρησεν, ἑαυτὸν δὲ τῶν ἀφάτων ἀγαθῶν ἐξέβαλεν. Εἰ γὰρ ὁ µὴ δοὺς τοῖς δεοµένοις, εἰς γέενναν ἄπεισιν, ὁ λαµβάνων τὰ τῶν δεοµένων, τί πείσεται; Καὶ τί τὸ κέρδος, φησὶν, ὅταν ἐγὼ πάθω κακῶς; Μέγα µὲν οὖν τὸ κέρδος. Οὐ γὰρ τῇ τιµωρίᾳ τοῦ κακῶς πεποιηκότος ἵστησί σοι τὴν ἀντίδοσιν ὁ Θεός· ἐπεὶ οὐδὲν ἂν ἦν µέγα. Τί γὰρ ὄφελος, ὅταν ἐγὼ πάθω κακῶς, κἀκεῖνος πάσχῃ κακῶς; καίτοι γε πολλοὺς οἶδα µεγίστην παραµυθίαν ταύτην ἡγουµένους, καὶ τὸ πᾶν ἀπειληφέναι νοµίζοντας, ὅταν τοὺς ἐπηρεάσαντας ἴδωσι κολαζοµένους. Ἀλλ' ὅµως ὁ Θεὸς οὐκ ἐν τούτοις ἵστησι τὴν ἀµοιβήν. Ἀλλὰ βούλει µαθεῖν ὅσα τὰ ἀγαθά σε διαδέξεται; Τὸν οὐρανόν σοι πάντα ἀνοίγει, τῶν ἁγίων ποιεῖ συµπολίτην, εἰς τὸν αὐτῶν χορὸν τελεῖν σε παρασκευάζει, ἁµαρτηµάτων ἀπολύει, δικαιοσύνῃ στεφανοῖ. Εἰ γὰρ οἱ τοῖς ἡµαρτηκόσιν ἀφιέντες τυγχάνουσιν ἀφέσεως, οἱ µὴ µόνον ἀφιέντες, ἀλλὰ καὶ ἐπιδαψιλευόµενοι, τίνος οὐ τεύξονται εὐλογίας; Μὴ τοίνυν ἀγεννῶς ἐνέγκῃς, ἀλλὰ καὶ εὖξαι ὑπὲρ τοῦ ἠδικηκότος· ὑπὲρ γὰρ σαυτοῦ τοῦτο ποιεῖς. Ἔλαβέ σου χρήµατα; ἀλλὰ καὶ ἁµαρτίας· ὅπερ καὶ ἐπὶ τοῦ Νεεµὰν καὶ τοῦ Γιεζῆ γέγονε. Πόσον οὐκ ἂν ἠθέλησας δοῦναι πλοῦτον ὥστε ἀφεθῆναί σοι τὰ ἁµαρτήµατα; Τοῦτο τοίνυν γίνεται νῦν· ἂν γὰρ ἐνέγκῃς γενναίως καὶ µὴ καταράσῃ, λαµπρὸν ἀνεδήσω τὸν στέφανον. Οὐκ ἐµὸς ὁ λόγος, ἀλλὰ τοῦ Χριστοῦ λέγοντος ἤκουσας· Εὔχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑµᾶς. Καὶ τὸ ἔπαθλον ἐννόησον ἡλίκον· Ὅπως γένησθε ὅµοιοι τοῦ Πατρὸς ὑµῶν τοῦ ἐν τοῖς οὐρανοῖς. Ὥστε οὐδὲν ἀπεστέρησαι, ἀλλὰ καὶ προσέλαβες· οὐκ ἠδίκησαι, ἀλλὰ καὶ ἐστεφανώ θης, φιλοσοφώτερος γενόµενος τὴν ψυχὴν, ὅµοιος τῷ Θεῷ καταστὰς, τῆς φροντίδος τῶν χρηµάτων ἀπαλλαγεὶς, τὴν βασιλείαν τῶν οὐρανῶν κτησάµενος. Ταῦτα οὖν ἅπαντα ἀναλογισάµενοι, φιλοσοφῶµεν ἐν ταῖς ἀδικίαις, ἀγαπητοὶ, ἵνα καὶ τῆς τοῦ παρόντος βίου ταραχῆς ἀπαλλαγῶµεν καὶ τὴνἀνόνητον ἐκβάλωµεν ἀθυµίαν, καὶ τῆς µελλούσης χαρᾶς ἐπιτύχωµεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, µεθ' οὗ τῷ Πατρὶ ἅµα τῷἁγίῳ Πνεύµατι δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.