In epistulam i ad Corinthios
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
1.1
Παῦλος κλητὸς ἀπόστολος Χριστοῦ Ἰησοῦ διὰ θελήµατος Θεοῦ, καὶ Σωσθένης ὁ ἀδελφὸς, τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ τῇ οὔσῃ ἐν Κορίνθῳ, ἡγιασµένοις ἐνΧριστῷ Ἰησοῦ, κλητοῖς ἁγίοις σὺν πᾶσι τοῖς ἐπικαλουµένοις τὸ ὄνοµα τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ ἐν παντὶ τόπῳ αὐτῶν τε καὶ ἡµῶν· χάρις ὑµῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡµῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. αʹ. Ὅρα πῶς εὐθέως ἐκ προοιµίων τὸν τῦφον κατέβαλε, καὶ χαµαὶ ἔῤῥιψε πᾶσαν αὐτῶν τὴν οἴησιν, κλητὸν ἑαυτὸν εἰπών. Οὐ γὰρ αὐτὸς εὗρον, φησὶν, ὅπερ ἔµαθον, οὐδὲ οἰκείᾳ κατέλαβον σοφίᾳ, ἀλλὰ διώκων καὶ πορθῶν τὴν Ἐκκλησίαν, ἐκλήθην. Ἐνταῦθα δὲ τοῦ µὲν καλοῦντος τὸ πᾶν· τοῦ δὲ κληθέντος οὐδὲν, ὡς εἰπεῖν, γίνεται, ἢ τὸ ὑπακοῦσαι µόνον. Χριστοῦ Ἰησοῦ. Ὁ διδάσκαλος ὑµῶν Χριστός· καὶ ὑµεῖς ἀνθρώπους ἐπιγράφεσθε τῆς διδασκαλίας προστάτας·∆ ιὰ θελήµατος Θεοῦ. Ὁ γὰρ Θεὸς τοῦτο ἠθέλησε τὸ οὕτως ὑµᾶς σωθῆναι. Οὐδὲν γὰρ ἡµεῖς κατωρθώσαµεν, ἀλλὰ διὰ τοῦ θελήµατος τοῦ Θεοῦ τὴν σωτηρίαν εὑράµεθα· καὶ ἐπειδὴ αὐτῷ ἔδοξεν, ἐκλήθηµεν, οὐκ ἐπειδὴ ἄξιοι ἦµεν. Πάλιν µετριάζει, συντάττων ἑαυτῷ τὸν ἐλάττονα πολλῷ· καὶ γὰρ πολὺ τὸ µέσον ἦν Παύλου καὶ Σωσθένους. Εἰ δὲ, ἔνθα τοσοῦτον ἦν τὸ µέσον, συνέταξεν ἑαυτῷ τὸν καταδεέστερον, τί ἂν ἔχοιεν εἰπεῖν ἐκεῖνοι οἱ τοὺς ὁµοτίµους ὑπερορῶντες; Τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ. Οὐ τοῦδε καὶ τοῦδε, ἀλλὰ τοῦ Θεοῦ. Τῇ οὔσῃ ἐν Κορίνθῳ. Ὁρᾷς πῶς καθ' ἑκάστην λέξιν κατέβαλεν αὐτῶν τὸ φύσηµα, τὴν διάνοιαν ἐθίζων διὰ πάντων πρὸς τὸν οὐρανόν; Ἐκκλησίαν δὲ Θεοῦ καλεῖ, δεικνὺς ὅτι ἡνῶσθαι αὐτὴν χρή. Εἰ γὰρ Θεοῦ ἐστιν, ἥνωται, καὶ µία ἐστὶν, οὐκ ἐν Κορίνθῳ µόνον, ἀλλὰ καὶ ἐν πάσῃ τῇ οἰκουµένῃ. Τὸ γὰρ τῆς Ἐκκλησίας ὄνοµα οὐ χωρισµοῦ, ἀλλὰ ἑνώσεώς ἐστι καὶ συµφωνίας ὄνοµα. Ἡγιασµένοις ἐν Χριστῷ Ἰησοῦ. Πάλιν τοῦ Ἰησοῦ τὸ ὄνοµα. οὐδαµοῦ ἀνθρώπων τίθησι. Τί δέ ἐστιν ὁ ἁγιασµός; Τὸ λουτρὸν, ὁ καθαρισµός. Ἀναµιµνήσκει γὰρ αὐτοὺς τῆς οἰκείας ἀκαθαρσίας, ἧς ἀπήλλαξε, καὶ πείθει µικρὰ φρονεῖν· οὐ γὰρ ἐν τοῖς οἰκείοις κατορθώµασιν, ἀλλ' ἐν τῇ τοῦ Θεοῦ φιλανθρωπίᾳ ἡγιάσθησαν. Κλητοῖς ἁγίοις. Καὶ γὰρ τοῦτο αὐτὸ τὸ πίστει σωθῆναι, φησὶν, οὐκ ἐξ ὑµῶν· οὐ γὰρ προσήλθετε πρῶτοι, ἀλλ' ἐκλήθητε. Ὥστε οὐδὲ τὸ µικρὸν τοῦτο, ὑµέτερον ὅλον. Καίτοι εἰ καὶ προσήλθετε, µυρίων ὄντες ὑπεύθυνοι κακῶν, οὐδὲ οὕτως ὑµῖν χάρις, ἀλλὰ τῷ Θεῷ.∆ ιὰ τοῦτο καὶ Ἐφεσίοις γράφων ἔλεγε· Χάριτί ἐστε σεσωσµένοι διὰ πίστεως, καὶ τοῦτο οὐκ ἐξ ὑµῶν. Οὐδὲ ἡ πίστις ὑµῶν ὁλόκληρος· οὐ γὰρ ὑµεῖς ἐπιστεύσατε προλαβόντες, ἀλλὰ κληθέντες ὑπηκούσατε. Σὺν πᾶσι τοῖς ἐπικαλουµένοις τὸ ὄνοµα τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ. Οὐ τοῦ δεῖνος καὶ τοῦ δεῖνος, ἀλλὰ Τὸ ὄνοµα τοῦ Κυρίου. Ἐν παντὶ τόπῳ αὐτῶν τε καὶ ἡµῶν. Εἰ γὰρ καὶ πρὸς Κορινθίους τὰ γράµµατά ἐστι γεγραµµένα µόνον, ἀλλὰ καὶ πάντων τῶν ἐν πάσῃ τῇ γῇ µέµνηται πιστῶν, δεικνὺς ὅτι τὴν ἐπὶ τῆςοἰκουµένης µίαν δεῖ εἶναι Ἐκκλησίαν, καίτοι τόποις πολλοῖς κεχωρισµένην, καὶ πολλῷ µᾶλλον τὴν ἐν Κορίνθῳ. Εἰ δὲ ὁ τόπος χωρίζει, ἀλλ' ὁ Κύριος αὐτοὺς συνάπτει κοινὸς ὤν· διὸ καὶ ἑνῶν αὐτοὺς ἐπήγαγε τὸ, Ἡµῶν τε καὶ αὐτῶν. Πολὺ δὲ τοῦτο ἐκείνου κυριώτερον. Ὥσπερ γὰρ οἱ ἐν ἑνὶ τόπῳ ὄντες, ὅταν πολλοὺς ἔχωσιν ἐναντίους δεσπότας, διεσπασµένοι εἰσὶ, καὶ οὐδὲν ἀπὸ τοῦ τόπου εἰς ὁµόνοιαν ὠφελοῦνται, διάφορα τῶν δεσποτῶν ἐπιταττόντων, καὶ πρὸς ἑαυτοὺς ἑλκόντων( Οὐ δύνασθε γὰρ, φησὶ, Θεῷ δουλεύειν καὶ µαµµωνᾷ)· οὕτως οἱ ἐν διαφόροις τόποις ὄντες, ἐὰν µὴ διαφόρους ἔχωσι κυρίους, ἀλλ' ἕνα µόνον, οὐδὲν ἀπὸ τῶν τόπων εἰς ὁµόνοιαν παραβλάπτονται, τοῦ Κυρίουτοῦ ἑνὸς συνάπτοντο ς αὐτούς. Οὐ λέγω τοίνυν, φησὶν, ὅτι πρὸς Κορινθίους Κορίνθιοι ὄντες ὁµονοεῖν ὀφείλετε µόνον, ἀλλὰ καὶ πρὸς πάντας τοὺς ἐν τῇ οἰκουµένῃ πάσῃ, κοινὸνἔχοντες∆ εσπότην.∆ ιὰ τοῦτο καὶ ἐκ δευτέρου προσέθηκε τὸ, Ἡµῶν. Ἐπειδὴ γὰρ εἶπε, Τὸ ὄνοµα τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, ἵνα µὴ δόξῃ χωρίζειν παρὰ τοῖς ἀνοήτοις, ἐπάγει πάλιν, Κυρίου ἡµῶν τε καὶ αὐτῶν. Καὶ ἵνα σαφέστερον ὃ λέγω γένηται, ἀναγνώσοµαι κατὰ τὸ νόηµα οὕτω· Παῦλος καὶ Σωσθένης τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ τῇ οὔσῃ ἐν Κορίνθῳ, καὶ πᾶσι τοῖς ἐπικαλουµένοις τὸ ὄνοµα τοῦ Κυρίου ἡµῶν τε καὶ αὐτῶν ἐν παντὶ τόπῳ, κἂν ἐν Ῥώµῃ, κἂν ὅπου δήποτε ἂν ὦσι· Χάρις ὑµῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡµῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. Ἢ οὕτω πάλιν, ὃ καὶ µᾶλλον ἡγοῦµαι ἀληθέστερον εἶναι· Παῦλος καὶ Σωσθένης τοῖς ἐν Κορίνθῳ ἡγιασµένοις, κλητοῖς ἁγίοις σὺν πᾶσι τοῖς ἐπικαλουµένοις τὸ ὄνοµα τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ ἐν παντὶτόπῳ αὐτῶν τε καὶ ἡµῶν. Τουτέστι, Χάρις ὑµῖν καὶ εἰρήνη ὑµῖν τοῖς ἐν Κορίνθῳ ἡγιασµένοις, καὶ κλητοῖς γενοµένοις· οὐ µόνοις, ἀλλὰ µετὰ πάντων τῶν ἐν παντὶ τόπῳ ἐπικαλουµένων τὸ ὄνοµα τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ καὶ αὐτῶν. Εἰ δὲ ἀπὸ χάριτος ἡ εἰρήνη, τί µέγα φρονεῖς, τί µέγα φυσᾷς, χάριτι σωθείς; εἰ δὲ εἰρήνην ἔχεις πρὸς τὸν Θεὸν, τί ἑτέροις σεαυτὸν προσνέµεις; τοῦτο γὰρ διαστασιάζειν ἐστί. Τί γὰρ, εἰ πρὸς τόνδε εἰρηνεύετε καὶ πρὸς τόνδε, καὶ χάριν ἔχετε; Ἐγὼ δὲ ἀπὸ τοῦ Θεοῦ αἰτῶ ταῦτα ὑµῖν ἀµφότερα γενέσθαι, καὶ ἀπ' αὐτοῦ καὶ πρὸς αὐτόν. Οὔτε γὰρ βεβαία µένει, ἂν µὴ τῆς ἄνωθεν ἀπολαύσῃ ῥοπῆς· οὔτε, ἐὰν µὴ πρὸς αὐτὸν ᾖ, ἔσται τι πλέον ὑµῖν. Οὐδὲν γὰρ ὄφελος ἡµῖν, κἂν πρὸς πάντας ὦµεν εἰρηνικοὶ, πρὸς δὲ τὸν Θεὸν ἐκπεπολεµωµένοι· ὥσπερ οὐδὲν βλάβος ἡµῖν, κἂν παρὰ πάντων πολεµώµεθα, τῷ δὲ Θεῷ εἰρηνεύωµεν· καὶ πάλιν οὐδὲν ὄφελος, κἂν παρὰ πᾶσιν εὐδοκιµῶµεν, τῷ δὲ Κυρίῳ προσκρούωµεν· ὥσπερ οὐδεὶς κίνδυνος, κἂν πάντες ἡµᾶς ἀποστρέφωνται καὶ µισῶσιν, ὁ δὲ Θεὸς ἀποδέχηται καὶ φιλῇ. Ἡ γὰρ ὄντως χάρις, ἡ ὄντως εἰρήνη, παρὰ τοῦ Θεοῦ. Ὁ µὲν γὰρ τὴν παρὰ τῷ Θεῷ χάριν ἔχων, οὐδένα δέδοικε, κἂν µυρία πάσχῃ δεινά· οὐ λέγω ἄνθρωπον, ἀλλ' οὐδὲ αὐτὸν τὸν διάβολον· ὁ δὲ τούτῳ προσκεκρουκὼς, πάντας ὑποπτεύει, κἂν ἐν ἀσφαλείᾳ εἶναι δοκῇ. Ἄστατον γὰρ τὸ τῶν ἀνθρώπων γένος, καὶ οὐ φίλοι µόνον καὶ ἀδελφοὶ, ἀλλ' ἤδη καὶ πατέρες µεταβαλλόµενοι, πολλάκις ἀπὸ πικρᾶς αἰτίας τοῦτον, ὃν ἐγέννησαν, ὃν ἐφύτευσαν, πάντων πολεµίων µᾶλλον ἤλασαν· καὶ παῖδες πατέρας ἐξέβαλον. Σκόπει δέ. βʹ. Εἶχε χάριν ὁ∆ αυῒδ παρὰ τῷ Θεῷ· εἶχε χάριν ὁ Ἀβεσαλὼµ παρὰ τοῖς ἀνθρώποις· οἷον οὖν τέλος ἑκάτερος ἔσχε, καὶ τίς ηὐδοκίµησε µᾶλλον, ἴστε. Εἶχε χάριν ὁ Ἀβραὰµ παρὰ τῷ Θεῷ, ὁ δὲ Φαραὼ παρὰ τοῖς ἀνθρώποις· χαριζόµενοι γὰρ αὐτῷ, τὴν γυναῖκα τοῦ δικαίου προὔδωκαν. Τίς οὖν λαµπρότερος γέγονε καὶ µακάριος, παντί που δῆλον. Καὶ τί λέγω περὶ δικαίων; Εἶχον χάριν οἱ Ἰσραηλῖται παρὰ τῷ Θεῷ, ἐµισοῦντο δὲ παρὰ ἀνθρώπων τῶν Αἰγυπτίων· ἀλλ' ὅµως τῶν µισούντων περιεγένοντο, καὶ ἐκράτησαν, µεθ' ὅσης ἅπαντες ἴστε περιφανείας. Τοῦτο τοίνυν σπουδάζωµεν ἅπαντες· κἂν δοῦλος ᾖ τις, τοῦτο εὐχέσθω, πρὸ τοῦ δεσπότου παρὰ τῷ Θεῷ χάριν εὑρεῖν· κἂν γυνή τις ᾖ, πρὸ τοῦ ἀνδρὸς παρὰ τοῦ Σωτῆρος Θεοῦ ζητείτω χάριν· κἂν στρατιώτης ᾖ, πρὸ τοῦ βασιλέως καὶ πρὸ τοῦ ἄρχοντος τὴν ἄνωθεν εὔνοιαν ζητείτω· οὕτω γὰρ καὶ παρὰ ἀνθρώποις ἐπέραστος ἔσῃ. Πῶς δ' ἄν τις εὕροι χάριν παρὰ τῷ Θεῷ; Πῶς δὲ ἑτέρως, εἰ µὴ ἀπὸ ταπεινοφροσύνης; Ὁ Θεὸς γὰρ, φησὶν, ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν· καὶ, Θυσία τῷ Θεῷ πνεῦµα συντετριµµένον, καὶ τεταπεινωµένην καρδίαν ὁ Θεὸς οὐκ ἐξουδενώσει. Εἰ γὰρ παρὰ ἀνθρώποις οὕτω ποθεινὸν τὸ ταπεινὸν, πολλῷ µᾶλλον παρὰ Θεῷ. Οὕτω καὶ οἱ ἐξ ἐθνῶν χάριν εὗρον, οὕτω καὶ οἱ Ἰουδαῖοι τῆς χάριτος ἐξέπεσον· Τῇ γὰρ δικαιοσύνῃ τοῦ Θεοῦ οὐχ ὑπετάγη σαν. Ὁ ταπεινὸς οὗτος, καὶ ἐπίχαρις γίνεται καὶ πᾶσιν ἡδὺς, καὶ εἰρήνῃ σύντροφος διηνεκεῖ, καὶ οὐδεµίαν ἔχων πολέµων ὑπόθεσιν. Κἂν γὰρ ὑβρίσῃς, κἂν λοιδορήσῃς, κἂν ὁτιοῦν εἴπῃς, σιγήσεται καὶ πράως οἴσει, καὶ τοσαύτην ἕξει τὴν εἰρήνην πρὸς πάντας, ὅσην οὐδὲ ἔστιν εἰπεῖν, καὶπρὸς τὸν Θεὸν δέ. Τὰ γὰρ τοῦ Θεοῦ προστάγµατα, µετὰ ἀνθρώπων εἰρηνεύειν ἐστὶ, καὶ ὁ βίος ἅπας ἡµῖν οὕτω κατορθοῦται ἐν τῇ πρὸς ἀλλήλους εἰρήνῃ· οὐ γὰρ δὴ Θεόν τις ἀδικῆσαι δυνήσεται· ἀνώλεθρος γὰρ ἡ φύσις ἐκείνη, καὶ παντὸς ἀνωτέρα πάθους. Οὐδὲν οὕτω θαυµαστὸν ποιεῖ τὸν Χριστιανὸν, ὡς ταπεινοφροσύνη. Ἄκουσον γοῦν τοῦ Ἀβραὰµ λέγοντος· Ἐγὼ δέ εἰµιγῆ καὶ σποδός· καὶ τοῦ Θεοῦ περὶ Μωϋσέως πάλιν, ὅτι πραότατος ἦν πάντων ἀνθρώπων. Οὐδεὶς γὰρ ἐκείνου ταπεινότερος γέγονεν, ὃς δῆµον τοσοῦτον ἄγων, καὶ τὸν βασιλέα καὶ τὸ στρατόπεδον ἅπαν τῶν Αἰγυπτίων καθάπερ µυίαςκαταποντίσας, καὶ τοσαῦτα µὲν ἐν Αἰγύπτῳ, τοσαῦτα δὲ ἐπὶ τῆς Ἐρυθρᾶς θαλάσσης ἐργασάµενος καὶ ἐπὶ τῆς ἐρήµου, καὶ τοσαύτης ἀπολαύσας µαρτυρίας, ὡς εἷςτῶν πολλῶν ὢν, οὕτω διέκειτο· καὶ τοῦ κηδεστοῦ γαµβρὸς ταπεινότερος ἦν, καὶ ἐδέχετο τὴν παρ' ἐκείνου γνώµην. Καὶ οὐδὲ ἐδυσχέραινεν οὐδὲ εἶπε· Τί τοῦτο; µετὰ τοιαῦτα καὶ τοσαῦτα κατορθώµατα ἦλθες ἡµῖν συµβουλεύων; ὅπερ πάσχουσιν οἱ πολλοὶ, κἂν ἀρίστην τις εἰσηγήσηται γνώµην, διὰ τὸ τοῦ προσώπου ταπεινὸν καταφρονοῦντες. Ἀλλ' οὐκ ἐκεῖνος οὕτως, ἀλλὰ διὰ ταπεινοφροσύνης πάντα κατώρθου. Ἐντεῦθεν καὶ τῶν βασιλικῶν κατεφρόνησεν αὐλῶν, ἐπειδὴ ταπεινὸς ἦν ὄντως· τὸ γὰρ ὑγιὲς φρόνηµα καὶ τὸ ὑψηλὸν ἡ ταπεινοφροσύνη ποιεῖ. Πόσης γὰρ οἴει µεγαλοφροσύνης εἶναι καὶ µεγαλοψυχίας τὸ καὶ οἰκίας καὶ τραπέζης ὑπεριδεῖν βασιλικῆς; Καὶ γὰρ ὡς θεοὶ τιµῶνται οἱ βασιλεῖς παρ' Αἰγυπτίοις, καὶ πλούτου καὶ θησαυρῶν ἀπολαύουσι µυρίων. Ἀλλ' ὅµως πάντα ἀφεὶς ἐκεῖνα, καὶ αὐτὰ τῆς Αἰγύπτου ῥίψας τὰ σκῆπτρα, τοῖς αἰχµαλώτοις καὶ καταπονουµένοις, τοῖς ἐν τῷ πηλῷ καὶ τῇπλινθείᾳ δαπανωµένοις, οὓς οἱ δοῦλοι αὐτοῦ ἐβδελύττοντο( ἐβδελύττοντο γὰρ αὐτοὺς οἱ Αἰγύπτιοι, φησὶ), τούτοις προσέδραµε, καὶ τῶν δεσποτῶν αὐτοὺς προετίθει. Ὅθεν δῆλον, ὅτι ὁ ταπεινὸς, οὗτός ἐστιν ὁ ὑψηλὸς καὶ µεγαλόφρων. Καὶ γὰρ ἡ ἀπόνοια ἀπὸ εὐτελοῦς γίνεται διανοίας καὶ ἀγεννοῦς ψυχῆς, καὶ ἡ ἐπιείκεια ἀπὸ µεγαλόφρονος, ἀπὸ µεγαλοψύχου γνώµης. γʹ. Καὶ εἰ βούλεσθε, ἐπὶ τῶν ὑποδειγµάτων ἑκάτερα ἐξετάζωµεν. Εἰπὲ γάρ µοι, τί τοῦ Ἀβραὰµ γέγονεν ὑψηλότερον; καίτοι γε ἐκεῖνος ἦν ὁ λέγων· Ἐγώ εἰµι γῆ καὶ σποδός· ἐκεῖνος ἦν ὁ λέγων· Μὴ ἔστω µάχη ἀνὰ µέσον ἐµοῦ, καὶ ἀνὰ µέσον σοῦ. Ἀλλ' οὗτος ὁ οὕτω ταπεινὸς λαφύρων κατεφρόνησε Περσικῶν, καὶ τροπαίων ὑπερεῖδε βαρβαρικῶν. Τοῦτο δὲ ἀπὸ πολλῆς ὑψηλοφροσύνης καὶ µεγαλοφυοῦς διανοίας ἐποίει. Ἐκεῖνος γάρ ἐστιν ὑψηλὸς ὁ γνησίως ταπεινὸς, οὐχ ὁ κόλαξ οὐδὲ ὁ εἴρων. Ἕτερον γὰρ µεγαλοφροσύνη, καὶ ἕτερον ἀπόνοια· καὶ τοῦτο δῆλον ἐκεῖθεν. Εἴ τις γὰρ τὸν πηλὸν πηλὸν ἡγοῖτο καὶ καταφρονοῖ, ἕτερος δέ τις τὸν πηλὸν ὡς χρυ σὸν θαυµάζοι καὶ µέγα ἄγοι, τίς ἄρα ἐστὶν ὁ ὑψηλός; οὐχὶ ὁ τὸν πηλὸν µὴ θαυµάζων; τίς δὲ ὁ ταπεινὸς καὶ εὐτελής; οὐχὶ ὁ θαυµάζων αὐτὸν, καὶ µέγα τιθέµενος; Οὕτω δὴ καὶ ἐνταῦθα λογίζου, ὅτι ὁ µὲν γῆν καὶ σποδὸν ἑαυτὸν λέγων, ὑψηλὸς ἂν εἴη, καίτοι γε ἀπὸ ταπεινοφροσύνης λέγει· ὁ δὲ µὴ γῆν καὶ σποδὸν ἑαυτὸν νοµίζων, ἀλλὰ περιέπων ἑαυτὸν, καὶ µεγαλοφρονῶν, οὗτος µὲν οὖν ἂν εἴη εὐτελὴς τὸ µικρὰ µεγάλα τιθέµενος. Ὅθεν δῆλον, ὅτι ἀπὸ πολλοῦ διανοίας ὕψους ἐφθέγγετο τὸ ῥῆµα ἐκεῖνο ὁ πατριάρχης, Ἐγὼ δέ εἰµι γῆ καὶ σποδός· ἀπὸ ὕψους, οὐκ ἀπὸ ἀπονοίας. Καθάπερ γὰρ ἐπὶ σωµάτων ἄλλο µὲν ἔστιν, εὐεκτοῦντα καὶ σφριγῶντα εἶναι, ἄλλο δὲ φλεγµαίνοντα· καίτοι γε ἀµφότερα ὑψηλῆς ἐστι σαρκὸς, ἀλλὰ τὸ µὲν διεφθαρµένης, τὸ δὲ ὑγιοῦς· οὕτω καὶ ἐνταῦθα ἕτερόν ἐστιν εἶναι ἀπονενοηµένον, ὅπερ ἐστὶ φλεγµαίνοντα εἶναι· καὶ ἕτερόν ἐστιν ὑψηλὸν, ὅπερ ἐστὶν εὐεκτοῦντα εἶναι. Καὶ πάλιν ἐστί τις ὑψηλὸς τῷ µέτρῳ τοῦ σώµατος· ἄλλος δὲ βραχὺς ὢν, προσλαβὼν ἐµβάδας ὑψηλότερος γίνεται· τίνα οὖν καλέσοµεν ὑψηλὸν καὶ µέγαν, εἰπέ µοι; οὐκ εὔδηλον ὅτι τὸν οἴκοθεν τὸ ὕψος ἔχοντα; Ἐκεῖνος γὰρ ἀλλότριον ἔχει τοῦτο, καὶ τῶν ταπεινῶν ἐπιβὰς, οὕτω γέγονεν ὑψηλός· ὃ πολλοὶ πάσχουσι τῶν ἀνθρώπων, ἐπὶ χρηµάτων καὶ δόξης ἑαυτοὺς ἀναβιβάζοντες, ὅπερ οὐκ ἔστιν ὕψος. Ὑψηλὸς γάρ ἐστιν ὁ µηδενὸς δεόµενος τούτων, ἀλλὰ καταφρονῶν ἁπάντων, καὶ οἴκοθεν ἔχων τὸ µέγεθος. Γενώµεθα τοίνυν ταπεινοὶ, ἵνα γενώµεθα ὑψηλοί· Ὁ γὰρ ταπεινῶν ἑαυτὸν, ὑψωθήσεται, φησί. Ἀλλ' οὐχ ὁ ἀπονενοηµένος τοιοῦτος, ἀλλὰ πάντων ἐστὶν εὐτελέστερος· καὶ γὰρ ἡ ποµφόλυξ πεφύσηται, ἀλλ' οὐκ ἔστιν ὑγιὲς τὸ φύσηµα.∆ ιὰ τοῦτο καὶ τούτους πεφυσιωµένους καλοῦµεν. Ὁ µὲν γὰρ µετριοφρονῶν οὐδὲ ἐπὶ τοῖς µεγάλοις µέγα φρονεῖ, τὸ ταπεινὸν εἰδὼς τὸ ἑαυτοῦ· ὁ δὲ εὐτελὴς καὶ ἐπὶ τοῖς µικροῖς µέγα φαντάζεται. Κτησώµεθα τοίνυν τὸ διὰ ταπεινοφροσύνης ὕψος· ἐπισκεψώµεθα τῶν ἀνθρωπίνων τὴν φύσιν, ἵνα ἐκκαῶµεν τῷ πόθῳ τῶν µελλόντων. Ἑτέρως γὰρ οὐκ ἔστι γενέσθαι ταπεινὸν, ἀλλ' ἢ διὰ τοῦ τῶν θείων ἔρωτος καὶ τῆς τῶν παρόντων ὑπεροψίας. Ὥσπερ γὰρ εἴ τις βασιλείας ἐπιτυγχάνειν µέλλοι, εἶτα ἀντὶ τῆς ἁλουργίδος ἐκείνης ἰδιωτικήν τινά τις αὐτῷ παράσχοι τιµὴν, οὐδὲν αὐτὴν εἶναι ἡγήσεται· οὕτω καὶ ἡµεῖς πάντων καταγελασόµεθα τῶν παρόντων, εἰ τῆς τιµῆς ἐπιθυµήσαιµεν ἐκείνης. Οὐχ ὁρᾶτε τοὺς παῖδας, ὅταν παίζοντες τάξιν ποιῶσι, καὶ στρατιώτας, καὶ προηγῶνται αὐτῶν κήρυκες καὶ ῥαβδοῦχοι, καὶ µέσος ὁ παῖς ἐν χώρᾳἄρχοντος βαδίζῃ, ὡς παιδικὰ τὰ γινόµενα; Τοιαῦτά ἐστι τὰ ἀνθρώπινα, καὶ τούτων εὐτελέστερα, σήµερον ὄντα καὶ αὔριον οὐκ ὄντα. Ὑψηλότεροι τοίνυν γενώµεθα τούτων, καὶ µὴ µόνον αὐτῶν µὴ ἐπιθυµῶµεν, ἀλλὰ καὶ αἰσχυνώµεθα εἴ τις ἡµῖν ταῦτα προτείνοι. Οὕτω γὰρ τὸν τούτων ἐκβαλόντες ἔρωτα, τὸν θεῖον ἐκεῖνον ἕξοµεν, καὶ τῆς ἀθανάτου δόξης ἀπολαύσοµεν· ἧς γένοιτο πάντας ἡµᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, µεθ' οὗ τῷ Πατρὶ, ἅµα τῷ ἁγίῳ Πνεύµατι δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.