In epistulam i ad Corinthios
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
20.20
Περὶ δὲ τῶν εἰδωλοθύτων οἴδαµεν ὅτι πάντες γνῶσιν ἔχοµεν. Ἡ γνῶσις φυσιοῖ, ἡ δὲ ἀγάπη οἰκοδοµεῖ. αʹ. Ἀναγκαῖον πρῶτον εἰπεῖν τί βούλεται αὐτῷ τουτὶ τὸ χωρίον· οὕτω γὰρ εὔληπτος ἔσται ὁ λόγος ἡµῖν. Ὁ γὰρ ἐγκαλούµενόν τινα ὁρῶν, ἂν µὴ πρότερον ἴδῃ τοῦ ἁµαρτήµατος τὴν φύσιν, οὐκ εἴσεται τίνα ἐστὶ τὰ λεγόµενα. Τί ποτ' οὖν ἐστιν ὅπερ ἐνεκάλει τότε Κορινθίοις; Ἔγκληµα µέγα καὶ πολλῶν αἴτιον κακῶν. Ποῖον δὴ τοῦτο; Πολλοὶ παρ' αὐτοῖς µαθόντες, ὅτι οὐ τὰ εἰσερχόµενα κοινοῖ τὸν ἄνθρωπον, ἀλλὰ τὰ ἐκπορευόµενα, καὶ ὅτι τὰ εἴδωλα, ξύλα καὶ λίθοι καὶ δαίµονες, οὔτε βλάψαι οὔτε ὠφελῆσαι δυνάµενα, ἀµέτρως τῇ τελειότητι τῆς γνώσεως ταύτης ἐκέχρηντο, καὶ εἰς τὴν ἑτέρων καὶ εἰς τὴν ἑαυτῶν βλάβην. Καὶ γὰρ εἰς εἴδωλα εἰσῄεσαν, καὶ τῶν αὐτόθι µετεῖχον τραπεζῶν, καὶ µέγαν ἐντεῦθεν τὸν ὄλεθρον ἔτικτον. Οἵ τε γὰρ ἔτι τὸν τῶν εἰδώλων ἔχοντες φόβον, καὶ οὐκ εἰδότες αὐτῶν καταφρονεῖν, µετεῖχον τῶν δείπνων ἐκείνων, ἐπειδὴ τοὺς τελειοτέρους ἑώρωντοῦτο ποιοῦντας, καὶ τὰ µέγιστα ἐντεῦθεν ἐβλάπτοντο( οὐδὲ γὰρ µετὰ τῆς αὐτῆς ἐκείνοις γνώµης τῶν προκειµένων ἥπτοντο, ἀλλ' ὡς ἐπ' εἰδωλοθύτων, καὶ ὁδὸςἐπὶ εἰδωλολατρείαν τὸ πρᾶγµα ἐγίνετο)· αὐτοί τε οὗτοι πάλιν οἱ δῆθεν τελειότεροι, οὐχ ὡς ἔτυχεν ἠδικοῦντο, δαιµονικῶν ἀπολαύοντες τραπεζῶν, Τὸ µὲν οὖν ἔγκληµα τοῦτο ἦν· ὁ δὲ µακάριος οὗτος µέλλων αὐτὸ διορθοῦν, οὐκ εὐθέως καταφορικῶς κέχρηται τῷ λόγῳ· καὶ γὰρ ἀνοίας µᾶλλον ἢ κακίας ἦν τὸ γινόµενον.∆ ιὸ καὶ παραινέσεως ἐν ἀρχῇ µᾶλλον ἐδεῖτο, ἢ ἐπιπλήξεως σφοδρᾶς καὶ ὀργῆς. Σκόπει τοίνυν αὐτοῦ τὴν σύνεσιν, πῶς εὐθέως ἄρχεται τῆς νουθεσίας. Περὶ δὲ τῶν εἰδωλοθύτων, οἴδαµεν ὅτι πάντες γνῶσιν ἔχοµεν. Τοὺς ἀσθενεῖς ἀφεὶς, ὅπερ ἀεὶ ποιεῖ, τοῖς ἰσχύουσι διαλέγεται πρώτοις. Τοῦτο γὰρ καὶ ἐν τῇ πρὸς Ῥωµαίους ἐποίησεν εἰπών· Σὺ δὲ τί κρίνεις τὸν ἀδελφόν σου; οὗτος γάρ ἐστιν ὁ καὶ ἐπιτίµησιν εὐκόλως δέξασθαι δυνάµενος. Ὃ δὴ καὶ ἐνταῦθα ποιεῖ· καὶ κενοῖ τὸν τῦφον αὐτῶν πρῶτον, ὅπερ ἐνόµιζον αὐτῶν εἶναι ἐξαίρετον τὸ γνῶσιν ἔχειν τελείαν, τοῦτο κοινὸν ἀποφήνας· Οἴδαµεν γὰρ, φησὶν, ὅτι πάντες γνῶσιν ἔχοµεν. Καὶ γὰρ εἰ ἀφεὶς αὐτοὺς µέγα φρονεῖν, πρῶτον ἔδειξεν ἐπιβλαβὲς ὂν τὸ πρᾶγµα ἑτέροις, οὐδὲν ἂν τοσοῦτον ὠφέλησεν, ὅσον ἔβλαψεν. Ἡ γὰρ φιλότιµος ψυχὴ, ὅταν ἐπί τινι καλλωπίζηται, κἂν ἑτέρους βλάπτῃ τοῦτο, σφόδρα αὐτοῦ ἔχεται διὰ τὴν τῆς κενοδοξίας τυραννίδα.∆ ιὰ τοῦτο Παῦλος πρῶτον αὐτὸ καθ' ἑαυτὸ τὸ πρᾶγµα ἐξετάζει, ὅπερ καὶ ἐπὶ τῆς σοφίας τῆς ἔξωθεν ἐν τοῖς ἔµπροσθεν ἐποίησε, καθαιρῶν αὐτὴνµεθ' ὑπερβολῆς. Ἀλλ' ἐκεῖ µὲν τοῦτο εἰκότως ἐποίει· ὅλον γὰρ διόλου κατηγορίας ἄξιον ἦν καὶ πολλὴ ἡ εὐκολία· διόπερ οὐδὲ περιττὸν αὐτὸ δείκνυσι µόνον, ἀλλὰ καὶ ἐναντίον τῷ κηρύγµατι. Ἐνταῦθα δὲ οὐκ ἐνῆν τοῦτο ποιῆσαι· γνῶσις γὰρ ἦν τὸ τελούµενον, καὶ γνῶσις τελεία. Οὔτε οὖν αὐτὴν καταβαλεῖν ἀσφαλὲς ἦν, καὶ τὸν τῦφον ἄλλως οὐκ ἐνῆν ἐκβαλεῖν τὸν ἐπὶ ταύτῃ. Τί οὖν ποιεῖ; Πρῶτον τῷ δεῖξαι κοινὴν αὐτὴν οὖσαν, καταστέλλει τὸ φύσηµα τὸ ἐκείνων. Οἱ γὰρ ἔχοντές τι µέγα καὶ καλὸν, ὅταν µόνοι ἔχωσι, µᾶλλον ἐπαίρονται· ἂν δὲ µετὰ ἄλλων φανῶσιν αὐτὸ κεκτηµένοι, οὐκέτι ὁµοίως τοῦτο πάσχουσι. Πρῶτον µὲν οὖν αὐτὸ κοινοποιεῖ, ἐπειδὴ ἐκεῖνοι αὐτῶν αὐτὸ εἶναι ἐνόµιζον µόνων· ἔπειτα ποιήσας κοινὸν, οὐ τίθησιν ἑαυτὸν ἐν τῇ κοινωνίᾳ µόνον, ἐπεὶ καὶ οὕτως ἂν µᾶλλον αὐτοὺς ἐπῆρεν. Ὥσπερ γὰρ τὸ µόνον ἔχειν ἐπαίρει, οὕτω κοινωνὸν ἕνα που καὶ δεύτερον ἔχειν τῶν ὑπερεχόντων, οὐκ ἔλαττον τοῦτο ποιεῖ.∆ ιὰ τοῦτο οὐχ ἑαυτὸν τίθησιν, ἀλλὰ πάντας. Οὐ γὰρ εἶπεν, ὅτι Καὶ ἐγὼ ἔχω γνῶσιν, ἀλλ', Οἴδαµεν ὅτι πάντες γνῶσιν ἔχοµεν. Ἑνὶ µὲν οὖν τούτῳ πρώτῳ κατέβαλεν αὐτῶν τὸ φρόνηµα, δευτέρῳ δὲ σφοδροτέρως. Ποίῳ δὴ τούτῳ; Τῷ δεῖξαι ὅτι οὐδὲ αὐτὸ τὸ πρᾶγµα ἀπηρτισµένον ἐστὶν, ἀλλὰ καὶ σφόδρα ἀτελές· καὶ οὐ µόνον ἀτελὲς, ἀλλὰ καὶ βλαβερὸν, ἐὰν µὴ ᾖ συνεζευγµένον ἕτερον αὐτῷ. Εἰπὼν γὰρ, Ὅτι πάντες γνῶσιν ἔχοµεν, ἐπήγαγεν· Ἡ γνῶσις φυσιοῖ, ἡ δὲ ἀγάπη οἰκοδοµεῖ. Ὥστε ὅταν χωρὶς ἀγάπης ᾖ, καὶ εἰς ἀπόνοιαν αἴρει. Ἀλλ' οὐδὲ ἡ ἀγάπη, φησὶ, χωρὶς γνώσεως κέρδος ἔχει τι. Ἀλλ' οὐκ εἶπε τοῦτο· ἀλλ' ὡς ὡµολογηµένον ἀφεὶς, δείκνυσιν ὅτι σφόδρα δεῖται ἐκείνου τοῦτο. Ὁ µὲν γὰρ ἀγαπῶν, ἅτε ἐντολὴν πληρῶν τὴν πασῶν κυριωτέραν, κἂν ἐλλείποντά τινα ἔχῃ, ταχέως ἀπολαύσεται τῆς γνώσεως διὰ τὴν ἀγάπην, ὥσπερὁ Κορνήλιος καὶ ἕτεροι πολλοί· ὁ δὲ γνῶσιν µὲν ἔχων, ἀγάπην δὲ µὴ ἔχων, οὐ µόνον οὐδὲν προσλήψεται, ἀλλὰ καὶ αὐτῆς ἐκπεσεῖται ἧς ἔχει, πολλάκις εἰς ἀπόνοιαν ἐµπεσών. Ὥστε ἡ µὲν γνῶσις ἀγάπης οὐκ ἔστι ποιητικὴ, ἀλλὰ καὶ τοὐναντίον ἀποσχίζει τὸν µὴ προσέχοντα, φυσῶσα καὶ ἐπαίρουσα. Καὶ γὰρ διαιρεῖν εἴωθεν ἡ ἀλαζονεία· ἡ δὲ ἀγάπη καὶ συνάγειν καὶ πρὸς γνῶσιν ἄγειν. Ὅπερ οὖν καὶ δηλῶν ἔλεγεν· Εἰ δέ τις ἀγαπᾷ τὸν Θεὸν, οὗτος ἔγνωσται ὑπ' αὐτοῦ. Ὥστε οὐ τοῦτο κωλύω, φησὶ, τὸ τελείαν γνῶσιν ἔχειν, ἀλλὰ τὸ µετὰ ἀγάπης ταύτην ἔχειν, τοῦτο κελεύω· ἐπεὶ κέρδος οὐδὲν, ἀλλὰ καὶ βλάβος. βʹ. Ὁρᾷς ὅπως ἤδη προανακρούεται τὸν περὶ ἀγάπης λόγον; Ἐπειδὴ γὰρ ταῦτα πάντα ἀπὸ τούτου συνέβαινε τὰ κακὰ, καὶ οὐκ ἀπὸ τελείας γνώσεως, ἀλλ' ἀπὸ τοῦ µὴ σφόδρα φιλεῖν µηδὲ φείδεσθαι τῶν πλησίον, ὅθεν καὶ τὸ διασπασθῆναι αὐτοὺς γέγονε καὶ τὸ ἐπαίρεσθαι, καὶ τὰ ἄλλα πάντα ἅπερ αὐτοῖς ἐνεκάλεσε, καὶ πρὸ τούτου καὶ µετὰ ταῦτα, συνεχῶς αὐτῆςἐπιµελεῖται, τὴν πηγὴν τῶν ἀγαθῶν διορθούµενος. Τί τοίνυν πεφύσησθε, φησὶν, ἐπὶ τῇ γνώσει; Ἂν γὰρ τὴν ἀγάπην µὴ ἔχητε, καὶ βλαβήσεσθε ἐντεῦθεν· τί γὰρ ἀλαζονείας χεῖρον; ἂν δὲ ἐκεῖνο προσῇ, καὶ τοῦτο ἔσται ἐν ἀσφαλείᾳ. Κἂν γάρ τι πλέον εἰδῇς τοῦ πλησίον, φιλῶν αὐτὸν οὐκ ἐπαίρῃ, ἀλλὰ ἄγεις καὶ αὐτὸν ἐπὶ τοῦτο.∆ ιὸ καὶ εἰπὼν, Ἡ γνῶσις φυσιοῖ, ἐπήγαγεν, Ἡ δὲ ἀγάπη οἰκοδοµεῖ. Οὐκ εἶπε, Μετριάζει, ἀλλὰ τὸ πολλῷ πλέον καὶ κερδαλεώτερον· οὐδὲ γὰρ ἐφύσα µόνον ἡ γνῶσις, ἀλλὰ καὶ διέσπα.∆ ιὰ τοῦτο ἐκείνῳ τοῦτο ἀντέθηκεν. Εἶτα καὶ τρίτον τίθησι δυνάµενον αὐτοὺς καθελεῖν. Ποῖον δὴ τοῦτο; Ὅτι κἂν συνεζευγµένη ᾖ ἡ ἀγάπη, οὐδὲ οὕτως ἀπηρτισµένη ἐστὶν αὕτη ἡ γνῶσις· διὸ καὶ ἐπήγαγεν· Εἰ δέ τις δοκεῖ εἰδέναι τι, οὐδέπω οὐδὲν ἔγνωκε, καθὼς δεῖ γνῶναι. Αὕτη καιρία ἡ πληγή. Οὐ λέγω γὰρ, φησὶν, ὅτι κοινὴ ἡ γνῶσις πάντων· οὐ λέγω ὅτι µισῶν τὸν πλησίον καὶ ἀπονοούµενος, τὰ µέγιστα σεαυτὸν καταβλάπτεις. Κἂν γὰρ µόνος ἔχῃς, κἂν µετριάζῃς, κἂν φιλῇς τὸν ἀδελφὸν, καὶ οὕτως ἀτελὴς εἶ κατὰ τὴν γνῶσιν· οὐδέπω γὰρ οὐδὲν οἶδας, ὡς δεῖ εἰδέναι. Εἰ δὲ οὐδενὸς οὐδέπω ἀκριβῆ τὴν γνῶσιν ἔχοµεν, πῶς τινες εἰς τοσοῦτον µανίας ἤλασαν, ὡς λέγειν τὸν Θεὸν εἰδέναι µετὰ ἀκριβείας ἁπάσης; ὅπου γε εἰ καὶ πάντων εἴχοµεν ἀκριβῆ γνῶσιν τὴν τῶν ἄλλων, οὐδὲ οὕτω δυνατὸν ἦν ἔχειν ταύτην οὕτως. Ὅσον γὰρ αὐτοῦ πρὸς ἅπαντα τὸ µέσον, οὐδὲ εἰπεῖν ἔνι. Καὶ ὅρα πῶς αὐτῶν κατέσπασε τὸ φύσηµα. Οὐ γὰρ εἶπεν, ὅτι Περὶ τῶν προκειµένων οὐκ ἔχετε τὴν προσήκουσαν γνῶσιν, ἀλλὰ περὶ παντὸς πράγµατος. Καὶ οὐκ εἶπεν, ὅτι Ὑµεῖς, ἀλλ', ὅτι Οὐδ' ὁστισοῦν, κἂν Πέτρος ᾖ, κἂν Παῦλος, κἂν ὁστισοῦν. Τούτῳ γὰρ καὶ παρεµυθήσατο, καὶ συνέστειλεν αὐτοὺς µετὰ ἀκριβείας. Εἰ δέ τις ἀγαπᾷ τὸν Θεὸν, οὗτος ἔγνωσται ὑπ' αὐτοῦ. Οὐκ εἶπεν, Ἔγνω αὐτὸν, ἀλλ' Ἔγνωσται ὑπ' αὐτοῦ. Οὐ γὰρ ἡµεῖς αὐτὸν ἔγνωµεν, ἀλλ' αὐτὸς ἡµᾶς ἔγνω.∆ ιὸ καὶ ὁ Χριστὸς ἔλεγεν, Οὐχ ὑµεῖς µε ἐξελέξασθε, ἀλλ' ἐγὼ ὑµᾶς ἐξελεξάµην· καὶ Παῦλος ἀλλαχοῦ, Τότε δὲ ἐπιγνώσοµαι, καθὼς καὶ ἐπεγνώσθην. Σκόπει τοίνυν δι' ὅσων κατήνεγκεν αὐτῶν τὸ φρόνηµα. Πρῶτον ἔδειξεν, ὅτι οὐ µόνοι ἐπίστανται, ἅπερ ἴσασι· Πάντες γὰρ, φησὶ, γνῶσιν ἔχοµεν· ἔπειτα, ὅτι βλαβερὸν τὸ πρᾶγµα, χωρὶς ἀγάπης ὄν· Ἡ γὰρ γνῶσις, φησὶ, φυσιοῖ· εἶτα, ὅτι καὶ µετὰ ἀγάπης ὂν, οὐκ ἀπηρτισµένον ἐστὶν οὐδὲ τέλειον· Εἰ γάρ τις δοκεῖ εἰδέναι τι, οὐδέπω οὐδὲν ἔγνωκε, φησὶ, καθὼς δεῖ γνῶναι. Πρὸς τούτοις, ὅτι οὐδὲ αὐτὸ τοῦτο οἴκοθεν ἔχουσιν, ἀλλὰ τοῦ Θεοῦ δωρησαµένου· οὐ γὰρ εἶπεν, Ἔγνω τὸν Θεὸν, ἀλλ' Ἔγνωσται ὑπ' αὐτοῦ· εἶτα, ὅτι ἀπὸ ἀγάπης γίνεται τοῦτο αὐτὸ, ἣν οὐκ ἔχουσιν ὡς χρή· Εἰ γάρ τις, φησὶν, ἀγαπᾷ τὸν Θεὸν, οὗτος ἔγνωσται ὑπ' αὐτοῦ.∆ ιὰ τοσούτων τοίνυν καταλεάνας αὐτῶν τὴν φλεγµονὴν, ἄρχεται δογµατίζειν, οὕτω λέγων· Περὶ τῆς βρώσεως οὖν τῶν εἰδωλοθύτων, οἴδαµεν ὅτι οὐδὲν εἴδωλον ἐν κόσµῳ, καὶ ὅτι οὐδεὶς Θεὸς ἕτερος, εἰ µὴ εἷς. Θέα εἰς ὅσην στενοχωρίαν ἐνέπεσε. Καὶ γὰρ ἀµφότερα βούλεται κατασκευάσαι, ὅτι τε ἀπέχεσθαι δεῖ τῆς τοιαύτης τραπέζης, καὶ ὅτι ἰσχὺν οὐκ ἔχει πρὸς τὸ βλάψαι τοὺς µετέχοντας· ἅπερ οὐ σφόδρα ἀλλήλοις συµβαίνοντα ἦν. Μαθόντες γὰρ ὅτι οὐκ ἔχει βλάβην, ὡς ἀδιαφόροις ἔµελλον ἐπιτρέχειν· κωλυθέντες δὲ αὐτῶν ἅπτεσθαι, πάλιν ὑπώπτευον ὅτι ὡς ἰσχὺν ἐχόντων εἰς τὸ βλάπτειν ἐκωλύθησαν.∆ ιὰ δὴ τοῦτο καθελὼν τὴν τῶν εἰδώλων ὑπόνοιαν, αἰτίαν πρώτην τίθησι τοῦ ἀπέχεσθαι, τὰ σκάνδαλα τῶν ἀδελφῶν, οὕτω λέγων· Περὶ τῆς βρώσεως οὖν τῶν εἰδωλοθύτων, οἴδαµεν ὅτι οὐδὲν εἴδωλον ἐν κόσµῳ. Πάλιν κοινὸν αὐτὸ ποιεῖ, καὶ οὐ συγχωρεῖ µόνων ἐκείνων γενέσθαι τοῦτο, ἀλλ' ἐκτείνει τὴν γνῶσιν πανταχοῦ τῆς οἰκουµένης. Οὐδὲ γὰρ παρ' ὑµῖν µόνον, φησὶν, ἀλλὰ πανταχοῦ τῆς γῆς τοῦτο κρατεῖ τὸ δόγµα· Ποῖον δὴ τοῦτο, Ὅτι οὐδὲν εἴδωλον ἐν κόσµῳ, καὶ ὅτι οὐδεὶς Θεὸς ἕτερος, εἰ µὴ εἷς; Οὐκ ἔστιν οὖν εἴδωλα; οὐκ ἔστι ξόανα; Ἔστι µὲν, ἀλλ' οὐκ ἔχει τινὰ ἰσχὺν, οὐδὲ θεοί εἰσιν, ἀλλὰ λίθοι καὶ δαίµονες. Πρὸς γὰρ ἀµφοτέρους ἀποτείνεται νῦν, καὶ τοὺς παχυτέρους αὐτῶν καὶ τοὺς δοκοῦντας φιλοσοφεῖν. Ἐπειδὴ γὰρ οἱ µὲν οὐδὲν πλέον τῶν λίθων ἴσασιν, οἱ δὲ λέγουσι καὶ δυνάµεις τινὰς οἰκεῖν ἐν αὐτοῖς, ἃς καὶ θεοὺς καλοῦσι, πρὸς µὲν οὖν ἐκείνους φησὶν, ὅτι Οὐδὲν εἴδωλον ἐν κόσµῳ· πρὸς δὲ τούτους, ὅτι Οὐδεὶς Θεὸς ἕτερος, εἰ µὴ εἷς. γʹ. Ὁρᾷς πῶς οὐχ ἁπλῶς δογµατίζων γράφει ταῦτα, ἀλλὰ πρὸς ἀντιδιαστολὴν τῶν ἔξωθεν; καὶ γὰρ καὶ τοῦτο πανταχοῦ χρὴ παρατηρεῖν, εἴτε ἀπολελυµένως λέγει τι, εἴτε πρός τινας ἱστάµενος. Οὐδὲ γὰρ τὸ τυχὸν εἰς τὴν τῶν δογµάτων ἡµῖν ἀκρίβειαν τοῦτο συντελεῖ, καὶ εἰς αὐτὴν τῶν λεγοµένων τὴν κατανόησιν. Καὶ γὰρ εἴπερ εἰσὶ λεγόµενοι θεοὶ, εἴτε ἐν οὐρανῷ εἴτε ἐπὶ γῆς, ὥσπερ οὖν εἰσὶ θεοὶ πολλοὶ, καὶ κύριοι πολλοί· ἀλλ' ἡµῖν εἷς Θεὸς ὁ Πατὴρ, ἐξ οὗ τὰ πάντα, καὶ ἡµεῖς εἰς αὐτόν· καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι' οὗ τὰ πάντα, καὶ ἡµεῖς δι' αὐτοῦ. Ἐπειδὴ εἶπεν ὅτι οὐδὲν εἴδωλον καὶ οὐδεὶς Θεὸς ἕτερος, ἦν δὲ καὶ εἴδωλα, ἦσαν δὲ καὶ θεοὶ λεγόµενοι· ἵνα µὴ δόξῃ τοῖς φανεροῖς µάχεσθαι, ἐπάγει λέγων( καὶ γὰρ εἴπερ εἰσὶ λεγόµενοι θεοὶ, ὥσπερ οὖν καὶ εἰσὶν, οὐχ ἁπλῶς εἰσιν, ἀλλὰ λεγόµενοι, οὐκἐν πράγµατι, ἀλλ' ἐν ῥήµατι τοῦτο ἔχοντες)· Εἴτε ἐν οὐρανῷ, εἴτε ἐπὶ γῆς· ἐν οὐρανῷ τὸν ἥλιον λέγων καὶ τὴν σελήνην καὶ τὸν λοιπὸν τῶν ἄστρων χορόν· καὶ γὰρ καὶ ταῦτα προσεκύνησαν Ἕλληνες· ἐπὶ γῆς δὲ δαίµονας, καὶ τοὺς ἐξ ἀνθρώπων θεοποιηθέντας ἅπαντας. Ἀλλ' ἡµῖν εἷς Θεὸς ὁ Πατήρ. Πρότερον θεὶς χωρὶς τοῦ Πατρὸς, καὶ εἰπὼν, Οὐδεὶς Θεὸς ἕτερος, εἰ µὴ εἷς, νῦν καὶ τοῦτο προστίθησιν, ὅτε παντελῶς ἐκείνους ἐξέβαλεν. Εἶτα καὶ ὅπερ ἐστὶ δεῖγµα µέγιστον θεότητος, καὶ τοῦτο ἐπάγει· Ἐξ οὗ τὰ πάντα. Τοῦτο γὰρ δείκνυσι κἀκείνους οὐκ ὄντας θεούς. Θεοὶ γὰρ, φησὶν, οἳ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν, ἀπολέσθωσαν. Εἶτα καὶ τὸ τούτου οὐκ ἔλαττον προστίθησι· Καὶ ἡµεῖς εἰς αὐτόν. Ὅταν µὲν γὰρ εἴπῃ, Ἐξ οὗ τὰ πάντα, τὴν δηµιουργίαν λέγει, καὶ τὴν ἐκ τοῦ µὴ ὄντος εἰς τὸ εἶναι παραγωγήν· ὅταν δὲ εἴπῃ, Καὶ ἡµεῖς εἰς αὐτὸν, τὸν τῆςπίστεως καὶ τῆς οἰκειώσεως λόγον λέγει· ὃ καὶ ἔµπροσθεν ἔλεγεν· Ἐξ αὐτοῦ δὲ καὶ ὑµεῖς ἐστε ἐν Χριστῷ Ἰησοῦ.∆ ιπλῇ γάρ ἐσµεν ἐξ αὐτοῦ, καὶ τῷ µὴ ὄντες γενέσθαι, καὶ τῷ πιστοὶ γενέσθαι· καὶ γὰρ καὶ τοῦτο κτίσις· ὃ καὶ ἀλλαχοῦ φησιν· Ἵνα τοὺς δύο κτίσῃ ἐν ἑαυτῷ εἰς ἕνα καινὸν ἄνθρωπον. Καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι' οὗ τὰ πάντα, καὶ ἡµεῖς δι' αὐτοῦ. Καὶ ἐπὶ τοῦ Χριστοῦ πάλιν ὁµοίως τοῦτο νοητέον.∆ ι' αὐτοῦ γὰρ καὶ ἐκ τοῦ µὴ ὄντος παρήχθη τὸ τῶν ἀνθρώπων γένος εἰς τὸ εἶναι, καὶ ἀπὸ πλάνης εἰς ἀλήθειαν ἐπανῆλθεν. Ὥστε τὸ, Ἐξ οὗ, τοῦτο οὐκ ἔστι, Χωρὶς τοῦ Χριστοῦ· ἐξ αὐτοῦ γὰρ διὰ τοῦ Χριστοῦ ἐδηµιουργήθηµεν. Οὐ τοίνυν οὐδὲ τὰ ὀνόµατα ὡς ἀποκεκληρωµένα διεῖλε, τῷ µὲν Υἱῷ τὸ, Κύριος, τῷ δὲ Πατρὶ τὸ, Θεὸς, προσνέµων. Οἶδε γὰρ αὐτὰ καὶ ἐναλλάττειν ἡ Γραφὴ πολλάκις, ὡς ὅταν λέγῃ· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ µου· καὶ πάλιν,∆ ιὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου· καὶ, Ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων Θεός. Καὶ πολλαχοῦ ἂν ἴδοις ταῦτα µεταβαίνοντα τὰ ὀνόµατα. Εἰ δὲ ἀποκεκληρωµένα ἦν ἑκάστῃ φύσει, καὶ οὐχὶ Θεὸς ἦν ὁ Υἱὸς, καὶ Θεὸς ὡς ὁ Πατὴρ, µένων Υἱός· εἰπὼν, Ἀλλ' ἡµῖν εἷς Θεὸς, περιττῶς προσετίθει τὸ Πατὴρ, βουλόµενος γνωρίσαι τὸν ἀγέννητον· ἤρκει γὰρ τὸ Θεὸς, εἴ γε αὐτοῦ µόνον ἦν γνωριστικὸν, τοῦτο δηλῶσαι. Οὐ τοῦτο δὲ µόνον, ἀλλὰ καὶ ἕτερον ἔστιν εἰπεῖν. Εἰ γὰρ λέγοις, ὅτι ἐπειδὴ εἷς Θεὸς εἴρηται, οὐχ ἁρµόζει τῷ Υἱῷ τὸ, Θεὸς, ὅρα καὶ ἐπὶ τοῦ Υἱοῦ τὸ αὐτὸ κείµενον. Καὶ γὰρ ὁ Υἱὸς εἷς Κύριος εἴρηται, καὶ οὐ διὰ τοῦτο αὐτῷ µόνῳ τὸ, Κύριος, ἁρµόττειν φαµέν. Ὥστε ἣν ἔχει ἰσχὺν τὸ, Εἷς, ἐπὶ τοῦ Υἱοῦ, ταύτην καὶ ἐπὶ τοῦ Πατρός· καὶ καθάπερ οὐκ ἐξωθεῖ τὸν Πατέρα τοῦ Κύριον εἶναι, οἷος ὁ Υἱός ἐστι Κύριος, διὰ τὸ ἕνα αὐτὸν λέγεσθαι Κύριον τὸν Υἱόν· οὕτως οὐδὲ τὸν Υἱὸν ἐκβάλλει τοῦ εἶναι Θεὸν, οἷός ἐστι Θεὸς ὁ Πατὴρ, διὰ τὸ ἕνα Θεὸν λέγεσθαι τὸν Πατέρα. Εἰ δέ τινες λέγοιεν· Τίνος ἕνεκεν Πνεύµατος οὐκ ἐµνηµόνευσεν; ἐκεῖνο ἂν εἴποιµεν, ὅτι πρὸς εἰδωλολάτρας ἦν ὁ λόγος αὐτῷ, καὶ περὶ θεῶν πολλῶν ὁ ἀγὼν, καὶ περὶ κυρίων πολλῶν.∆ ιὸ καὶ Θεὸν τὸν Πατέρα εἰπὼν, τὸν Υἱὸν ἐκάλεσε Κύριον. Εἰ τοίνυν τὸν Πατέρα οὐκ ἐτόλµησε καλέσαι Κύριον νῦν µετὰ τοῦ Υἱοῦ, ἵνα µὴ δύο παρ' ἐκείνοις ὑποπτεύηται λέγειν Κυρίους, οὐδὲ τὸν Υἱὸν Θεὸν µετὰτοῦ Πατρὸς, ἵνα µὴ δύο νοµίζηται λέγειν θεούς· τί θαυµάζεις, εἰ τοῦ Πνεύµατος οὐκ ἐµνηµόνευσε; πρὸς γὰρ ἐκείνους αὐτῷ τέως ἦν ὁ ἀγὼν, καὶ τὸ δεῖξαι, ὅτι οὐκ ἔστι πολυθεΐα παρ' ἡµῖν.∆ ιὸ τὸ Εἷς τοῦτο συνεχῶς κατέχει λέγων· Οὐδεὶς Θεὸς ἕτερος, εἰ µὴ εἷς· καὶ, Ἡµῖν εἷς Θεὸς καὶ εἷς Κύριος. Ὅθεν δῆλον ὅτι φειδόµενος τῆς ἀσθενείας τῶν ἀκουόντων, ταύτῃ ἐχρήσατο τῇ διασκευῇ, καὶ διὰ τοῦτο οὐδὲ τοῦ Πνεύµατος ἐµνηµόνευσεν· ἐπεὶ εἰ µὴ τοῦτό ἐστιν, οὐδὲ ἀλλαχοῦ µνησθῆναι ἔδει τοῦ Πνεύµατος, οὐδὲ συντάττεσθαι αὐτῷ Πατρὶ καὶ Υἱῷ. Εἰ γὰρ ἀπέῤῥιπται Πατρὸς καὶ Υἱοῦ, πολλῷ µᾶλλον ἐπὶ τοῦ βαπτίσµατος αὐτὸ συντάττεσθαι οὐκ ἔδει, ἔνθα µάλιστα φαίνεται τὸ ἀξίωµα τῆςθεότητος, καὶ δωρεαὶ δίδονται Θεῷ προσήκουσαι µόνῳ παρέχειν. δʹ. Ἐγὼ µὲν οὖν τὴν αἰτίαν εἶπον, δι' ἢν ἐνταῦθα σεσίγηται· σὺ δὲ, εἰ µὴ τοῦτό ἐστιν, εἰπὲ διὰ τί ἐν τῷ βαπτίσµατι συντάττεται. Ἀλλ' οὐκ ἂν ἔχοις ἑτέραν αἰτίαν εἰπεῖν, ἢ τὸ, ὁµότιµον αὐτὸ εἶναι. Ὅταν γοῦν µηδεµίαν ἔχῃ τοιαύτην ἀνάγκην, ὅρα πῶς αὐτὸ συντάττει οὕτω λέγων· Ἡ χάρις τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, καὶ ἡ ἀγάπη τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ ἡ κοινωνία τοῦ ἁγίου Πνεύµατος µετὰ πάντων ὑµῶν· καὶ πάλιν,∆ ιαιρέσεις δὲ χαρισµάτων εἰσὶ, τὸ δὲ αὐτὸ Πνεῦµα· καὶ διαιρέσεις διακονιῶν εἰσιν, ὁ δὲ αὐτὸς Κύριος· καὶ διαιρέσεις ἐνεργηµάτων εἰσὶν, ὁ δὲ αὐτὸς Θεός. Ἀλλ' ἐπειδὴ νῦν πρὸς Ἕλληνας ὁ λόγος ἦν αὐτῷ καὶ τοὺς ἐξ Ἑλλήνων ἀσθενεστέρους, διὰ τοῦτο ταµιεύεται τέως· ὅπερ οὖν καὶ οἱ προφῆται ποιοῦσιν ἐπὶ τοῦ Υἱοῦ, οὐδαµοῦ σαφῶς αὐτοῦ µεµνηµένοι διὰ τὴν ἀσθένειαν τῶν ἀκουόντων. Ἀλλ' οὐκ ἐν πᾶσιν ἡ γνῶσις, φησί. Ποία αὕτη; ἡ περὶ τοῦ Θεοῦ, ἢ ἡ περὶ τῶν εἰδωλοθύτων; Ἢ γὰρ τοὺς Ἕλληνας αἰνίττεται ἐνταῦθα, τοὺς πολλοὺς λέγοντας θεοὺς καὶ κυρίους, καὶ οὐκ εἰδότας τὸν ὄντα Θεόν· ἢ τοὺς ἐξ Ἑλλήνων ἀσθενεστέρους ἔτι, τοὺς οὐδέπω σαφῶς εἰδότας, ὅτι οὐ χρὴ δεδοικέναι τὰ εἴδωλα, καὶ ὅτι οὐδὲν εἴδωλον ἐν κόσµῳ. Τοῦτο δὲ εἰπὼν, ἠρέµα παρεµυθήσατο καὶ ἐπῆρε τούτους. Οὐδὲ γὰρ πάντα καθάπτεσθαι ἔδει, καὶ µάλιστα µέλλοντα πάλιν καθικνεῖσθαι αὐτῶν σφοδρότερον. Τινὲς δὲ τῇ συνειδήσει τοῦ εἰδώλου ἕως ἄρτι ὡς εἰδωλοθύτων ἐσθίουσι, καὶ ἡ συνείδησις αὐτῶν ἀσθενὴς οὖσα µολύνεται. Ἔτι τρέµουσι, φησὶ, τὰ εἴδωλα. Μὴ γάρ µοι τὴν παροῦσαν εἴπῃς κατάστασιν, καὶ ὅτι ἐκ προγόνων τὴν εὐσέβειαν ἐδέξω· ἀλλὰ παράπεµψον τὴν διάνοιαν εἰς ἐκείνους τοὺς χρόνους, καὶ ἐννόησον, ἄρτι τοῦ κηρύγµατος καθισταµένου, καὶ τῆς ἀσεβείας ἔτι κρατούσης, καὶβωµῶν καιοµένων καὶ θυσιῶν καὶ σπονδῶν τελουµένων, καὶ τῶν πλειόνων Ἑλλήνων ὄντων, τοὺς ἐκ προγόνων διαδεξαµένους τὴν ἀσέβειαν, καὶ πατέρων καὶπάππων καὶ ἐπιπάππων τοιούτων ὄντας ἐκγόνους, καὶ πολλὰ παρὰ τῶν δαιµόνων παθόντας κακὰ, ἀθρόον µεταστάντας, πῶς εἰκὸς ἦν διακεῖσθαι· πῶς δὲ δεδοικέναι καὶ τρέµειν τὰς τῶν δαιµόνων ἐπιβουλάς· δι' οὓς καὶ αἰνιττόµενος ἔλεγε· Τινὲς δὲ τῇ συνειδήσει τοῦ εἰδωλοθύτου. Οὔτε γὰρ ἐκκαλύπτει αὐτοὺς σαφῶς, ἵνα µὴ πλήξῃ, οὔτε παρατρέχει καθόλου, ἀλλ' ἀορίστως αὐτῶν µέµνηται, λέγων· Τινὲς δὲ τῇ συνειδήσει τοῦ εἰδωλοθύτου ἕως ἄρτι ὡς εἰδωλόθυτον ἐσθίουσι· τουτέστι, µετὰ τῆς αὐτῆς διανοίας, µεθ' ἧς πρότερον· καὶ ἡ συνείδησις αὐτῶν ἀσθενὴς οὖσα µολύνεται· οὐδέπω δυναµένη καταφρονῆσαι οὐδὲ καθάπαξ αὐτῶν καταγελάσαι, ἀλλ' ἔτι διακρινοµένη. Ὥσπερ ἂν εἴ τις τῷ νεκροῦ ἅπτεσθαι νοµίζοι µολύνειν ἑαυτὸν κατὰ Ἰουδαϊκὴν συνήθειαν, εἶτα ἑτέρους ὁρῶν ἁπτοµένους µετὰ καθαροῦ συνειδότος, µὴ ἁπτόµενος µετὰ τῆς αὐτῆς γνώµης, µολύνοιτο· οὕτω κἀκεῖνοι τότε ἔπασχον. Τινὲς γὰρ, φησὶ, τῇ συνειδήσει τοῦ εἰδώλου ἕως ἄρτι. Οὐχ ἁπλῶς τὸ, Ἕως ἄρτι, τέθεικεν, ἀλλ' ἵνα δείξῃ ὅτι οὐδὲν ἤνυσαν µὴ συγκαταβαίνοντες. Οὐδὲ γὰρ οὕτως αὐτοὺς ἐνάγειν ἐχρῆν, ἀλλ' ἑτέρως πως λόγῳ πείθοντας καὶ διδασκαλίᾳ. Καὶ ἡ συνείδησις αὐτῶν ἀσθενὴς οὖσα µολύνεται. Οὐδαµοῦ τέως περὶ τὴν φύσιν τοῦ πράγµατος τὸν λόγον ἵστησιν, ἀλλ' ἄνω καὶ κάτω περὶ τὸ συνειδὸς τοῦ µεταλαµβάνοντος στρέφεται.∆ έδοικε γὰρ µή πως θέλων διορθῶσαι τὸν ἀσθενῆ, πλήξῃ τὸν ἰσχυρὸν, καὶ ἀσθενῆ καὶ τοῦτον ἐργάσηται.∆ ιόπερ οὐχ ἧττον τούτου φείδεται, ἢ ἐκείνου. Καὶ οὐκ ἀφίησιν αὐτὸ νοµισθῆναί τι, ἀλλὰ πολὺν κατασκευάζει τὸν λόγον, ὥστε µὴ τοῦτο ὑποπτευθῆναι. Βρῶµα δὲ ἡµᾶς οὐ παρίστησι τῷ Θεῷ. Οὔτε γὰρ ἐὰν φάγωµεν, περισσεύοµεν· οὔτε ἐὰν µὴ φάγωµεν, ὑστεροῦµεν. Ὁρᾷς πῶς πάλιν αὐτῶν καθεῖλε τὸ φρόνηµα; Εἰπὼν γὰρ ὅτι οὐ µόνον ἐκεῖνοι, ἀλλὰ πάντες γνῶσιν ἔχοµεν, καὶ, ὅτι οὐδεὶς οὐδὲν ἔγνωκε καθὼς δεῖ γνῶναι, καὶ, ὅτι ἡ γνῶσις φυσιοῖ· εἶτα παραµυθησάµενος αὐτοὺς, καὶ εἰπὼν, ὅτι οὐκ ἐν πᾶσιν ἡ γνῶσις, καὶ ὅτι δι' ἀσθένειαν οὗτοι µολύνονται· ἵνα µὴ λέγωσιν ἐκεῖνοι, Καὶ τί πρὸς ἡµᾶς, εἰ µὴ ἐν πᾶσιν ἡ γνῶσις; διὰ τί γὰρ µὴ ἔχει γνῶσιν ὁ δεῖνα; διὰ τί ἀσθενής; ἵνα µὴ ταῦτα ἀνθυποφέρωσιν, οὐκ εὐθέως ἦλθεν ἐπὶ τὸ δεῖξαι σαφῶς, ὅτι διὰ τὴν ἐκείνου βλάβην ἀπέχεσθαι δεῖ· ἀλλὰ προακροβολισάµενος αὐτὸν µόνον πρῶτον, τὸ τούτου πλέον δείκνυσι. Ποῖον δὴ τοῦτο; Ὅτι εἰ καὶ µηδεὶς ἐβλάπτετο, µηδὲ ἡ τοῦ πλησίον προσῆν διαστροφὴ, οὐδὲ οὕτω δεῖ τοῦτο ποιεῖν· µαταιοπονεῖν γὰρ τοῦτό ἐστιν. Ὁ γὰρ ἀκούσας ὅτι βλάπτεται µὲν ἕτερος, αὐτὸς δὲ ἔχει τὸ κέρδος, οὐ σφόδρα ἀφίσταται, ἀλλὰ τότε µᾶλλον, ὅταν µάθῃ ὅτι οὐδὲν αὐτὸς ὠφελεῖται ἀπὸτοῦ πράγµατος.∆ ιὰ τοῦτο πρῶτον τοῦτο τίθησι λέγων· Βρῶµα δὲ ἡµᾶς οὐ παρίστησι τῷ Θεῷ. Εἶδες πῶς αὐτὸ ἐξευτελίζει, ὃ ἐδόκει ἀπὸ τελείας γνώσεως γίνεσθαι; Οὔτε γὰρ ἐὰν φάγωµεν, περισσεύοµεν· τουτέστιν, εὐδοκιµοῦµεν παρὰ τῷ Θεῷ, ὡς ἀγαθόν τι ποιήσαντες καὶ µέγα· οὔτε ἐὰν µὴ φάγωµεν, ὑστεροῦµεν· τουτέστιν, οὐκ ἔλαττόν τι ἔχοµεν. Τέως µὲν οὖν αὐτὸ ἔδειξε περιττὸν καὶ οὐδέν· ὃ γὰρ µήτε γινόµενον ὠφελεῖ, µήτε µὴ γινόµενον βλάπτει, περιττὸν ἂν εἴη· προϊὼν δὲ καὶ τὴν βλάβην ἐκκαλύπτει πᾶσαν τοῦ πράγµατος. Νῦν µέντοι τὴν εἰς τοὺς ἀδελφοὺς γινοµένην λέγει· Βλέπετε γὰρ, φησὶ, µή πως ἡ ἐξουσία ὑµῶν αὕτη πρόσκοµµα γένηται τοῖς ἀσθενοῦσι τῶν ἀδελφῶν. Οὐκ εἶπεν, ὅτι Ἡ ἐξουσία ὑµῶν πρόσκοµµα γίνεται, οὐδὲ ἀπεφήνατο, ἵνα µὴ ἀναισχυντοτέρους ποιήσῃ· ἀλλὰ πῶς· Βλέπετε· φοβῶν αὐτοὺς καὶ ἐντρέπων, καὶ ἐπὶ ἄρνησιν ἄγων τοῦ µὴ ποιεῖν. Καὶ οὐκ εἶπεν, Ἡ γνῶσις ὑµῶν αὕτη, ὅπερ ἦν ἐγκωµίου µᾶλλον· οὐδὲ, Ἡ τελειότης ὑµῶν αὕτη· ἀλλ', Ἡ ἐξουσία· ὅπερ προπετείας µᾶλλον καὶ αὐθαδείας καὶ ἀλαζονείας εἶναι ἐδόκει. Καὶ οὐκ εἶπε, Τοῖς ἀδελφοῖς, ἀλλὰ, Τοῖς ἀσθενοῦσι τῶν ἀδελφῶν· αὔξων τὴν κατηγορίαν, ὅτι οὐδὲ ἀσθενούντων φείδονται, καὶ ταῦτα ἀδελφῶν. Ἔστω γὰρ, οὐ διορθοῖς οὐδὲ ἐγείρεις· τί καὶ ὑποσκελίζεις καὶ προσπταίειν ποιεῖς, δέον χεῖρα ὀρέγειν; Ἀλλ' οὐ βούλει τοῦτο· οὐκοῦν µηδὲ καταβάλῃς. Εἰ µὲν γὰρ πονηρὸς ἦν, κολάσεως ἐδεῖτο· εἰ δὲ ἀσθενὴς, ἰατρείας. Νῦν δὲ οὐκ ἀσθενὴς µόνον, ἀλλὰ καὶ ἀδελφός. Ὅταν γάρ τις ἴδῃ σε τὸν ἔχοντα γνῶσιν ἐν εἰδωλείῳ κατακείµενον, οὐχὶ ἡ συνείδησις αὐτοῦ ἀσθενοῦς ὄντος οἰκοδοµηθήσεται εἰς τὸ τὰεἰδωλόθυτα ἐσθίειν; Εἰπὼν, Βλέπετε µὴ πρόσκοµµα γένηται ἡ ἐξουσία ὑµῶν αὕτη, λέγει πῶς καὶ τίνι τρόπῳ γίνεται. Καὶ πανταχοῦ τὴν ἀσθένειαν τίθησιν, ἵνα µὴ δόξῃ τῆς τοῦ πράγµατος φύσεως εἶναι ἡ βλάβη, καὶ φοβεροὶ φανῶσιν οἱ δαίµονες. Νῦν µὲν γὰρ ἐγγύς ἐστιν ἀποστῆναι τέλεον τῶν εἰδώλων, φησί· σὲ δὲ ὁρῶν ἐµφιλοχωροῦντα ἐκείνοις, ἀντὶ παραινέσεως τὸ πρᾶγµα δέχεται, καὶ ἐναποµένει καὶ αὐτός. Ὥστε οὐ τῆς ἀσθενείας µόνον ἐστὶ τῆς ἐκείνου, ἀλλὰ καὶ τῆς σῆς ἀκαιρίας ἡ ἐπιβουλή· σὺ γὰρ αὐτὸν ἀσθενέστερον ποιεῖς. Καὶ ἀπολεῖται ὁ ἀσθενῶν ἀδελφὸς ἐπὶ τῇ σῇ βρώσει, δι' ὃν Χριστὸς ἀπέθανε.∆ ύο γὰρ ἔχεις τὰ συγγνώµης σε ἀποστεροῦντα ἐπὶ τῇ βλάβῃ ταύτῃ, καὶ ὅτι ἀσθενὴς, καὶ ὅτι ἀδελφός· µᾶλλον δὲ καὶ τρίτον, καὶ πάντων φοβερώτερον. Ποῖον δὴ τοῦτο; Ὅτι Χριστὸς µὲν οὐδὲ ἀποθανεῖν παρῃτήσατο ὑπὲρ αὐτοῦ, σὺ δὲ αὐτῷ οὐδὲ συγκαταβαίνειν ἀνέχῃ.∆ ιὰ δὴ τούτων καὶ ἀναµιµνήσκει τὸν τέλειον, τίς ἦν καὶ αὐτὸς ἔµπροσθεν, καὶ ὅτι ὑπὲρ αὐτοῦ ἀπέθανε. Καὶ οὐκ εἶπεν, Ὑπὲρ οὗ καὶ ἀποθανεῖν σε ἔδει, ἀλλ' ὃ πολλῷ µεῖζον ἦν, ὅτι καὶ Χριστὸς δι' αὐτὸν ἀπέθανεν. Εἶτα ὁ µὲν∆ εσπότης ὁ σὸς ἀποθανεῖν ὑπὲρ αὐτοῦ οὐ παρῃτήσατο, σὺ δὲ καὶ οὕτως οὐδένα αὐτοῦ ποιῇ λόγον, ὡς µηδὲ τραπέζης ἐναγοῦς ἀποσχέσθαιδι' αὐτόν· ἀλλ' ἐᾷς αὐτὸν ἀπόλλυσθαι µετὰ τὴν σωτηρίαν τὴν οὕτω γενοµένην, καὶ τὸ δὴ χαλεπώτατον, διὰ βρῶµα; Οὐδὲ γὰρ εἶπεν, Ἐπὶ τῇ σῇ τελειότητι, οὐδὲ, Ἐπὶ τῇ σῇ γνώσει, ἀλλ', Ἐπὶ τῇ σῇ βρώσει. Ὥστε τέσσαρα τὰ ἐγκλήµατα καὶ σφόδρα µέγιστα, ὅτι καὶ ἀδελφὸς, καὶ ἀσθενῶν, καὶ οὗ τοσοῦτον ὁ Χριστὸς ἐποιήσατο λόγον ὡς καὶ ἀποθανεῖν ὑπὲραὐτοῦ, καὶ ὅτι µετὰ ταῦτα πάντα διὰ βρῶµα ἀπόλλυται. Οὕτω δὲ ἁµαρτάνοντες εἰς τοὺς ἀδελφοὺς, καὶ τύπτοντες αὐτῶν τὴν συνείδησιν ἀσθενοῦσαν, εἰς Χριστὸν ἁµαρτάνετε. Ὁρᾷς πῶς ἠρέµα καὶ κατὰ µικρὸν εἰς αὐτὴν τῆς παρανοµίας τὴν κορυφὴν ἀνήγαγε τὸ ἁµάρτηµα; Καὶ πάλιν τῆς ἀσθενείας µέµνηται τῆς ἐκείνων. Ὅπερ γὰρ ἐνόµιζον ὑπὲρ αὐτῶν εἶναι οὗτοι, τοῦτο πανταχοῦ εἰς τὴν αὐτῶν περιτρέπει κεφαλήν. Καὶ οὐκ εἶπε, Σκανδαλίζοντες, ἀλλὰ, Τύπτοντες, ὥστε τῇ ἐµφάσει τῆς λέξεως τὴν ὠµότητα ἐνδείξασθαι. Τί γὰρ ἀπηνέστερον ἀνθρώπου γένοιτ' ἂν τοῦ τὸν νοσοῦντα τύπτοντος; Καὶ γὰρ πληγῆς ἁπάσης χαλεπώτερον τὸ σκανδαλίζειν· πολλάκις γοῦν καὶ θάνατον τοῦτο εἰργάσατο. Καὶ πῶς εἰς Χριστὸν ἁµαρτάνουσιν; Ἑνὶ µὲν τρόπῳ, ὅτι τὰ τῶν οἰκετῶν αὐτὸς οἰκειοῦται· δευτέρῳ δὲ, ὅτι εἰς τὸ σῶµα αὐτοῦ καὶ εἰς τὸ µέλος τελοῦσιν οἱ τυπτόµενοι· τρίτῳ, ὅτι τὸ ἔργον αὐτοῦ, ὃ διὰ τῆς οἰκείας ᾠκοδόµησε σφαγῆς, τοῦτο οὗτοι καθαιροῦσι διὰ τὴν οἰκείαν φιλοτιµίαν.∆ ιόπερ εἰ βρῶµα σκανδαλίζει τὸν ἀδελφόν µου, οὐ µὴ φάγω κρέα εἰς τὸν αἰῶνα. Τοῦτο, ὡς διδάσκαλος ἄριστος, τὸ δι' ἑαυτοῦ παιδεύειν ἃ λέγει. Καὶ οὐκ εἶπεν, Εἴτε δικαίως, εἴτε ἀδίκως· ἀλλ' ὁπωσοῦν. Καὶ οὐ λέγω, φησὶν, εἰδωλόθυτον, ὃ καὶ δι' ἑτέραν αἰτίαν κεκώλυται· ἀλλ' εἴ τι καὶ τῶν ἐν ἐξουσίᾳ καὶ συγκεχωρηµένων σκανδαλίζει, καὶ ἐκείνων ἀφέξοµαι· καὶ οὐ µίαν οὐδὲ δευτέραν ἡµέραν, ἀλλὰ τὸν πάντα χρόνον τῆς ζωῆς µου· Οὐ µὴ γὰρ φάγω, φησὶ, κρέα εἰς τὸν αἰῶνα. Καὶ οὐκ εἶπεν, Ἵνα µὴ ἀπολέσω τὸν ἀδελφόν· ἀλλ', Ἵνα µηδὲ ἁπλῶς σκανδαλίσω. Καὶ γὰρ ἐσχάτης ἀνοίας τὰ περισπούδαστα τῷ Χριστῷ, καὶ τοιαῦτα ὡς καὶ θάνατον ἑλέσθαι δι' αὐτὰ, ταῦτα οὕτως ἡµᾶς εὐκαταφρόνητα νοµίζειν, ὡςµηδὲ βρωµάτων ἀπέχεσθαι δι' αὐτά. Ταῦτα δὲ οὐ πρὸς ἐκείνους µόνον, ἀλλὰ καὶ πρὸς ἡµᾶς ἂν ἔχοι καιρὸν λέγεσθαι, τοὺς καταφρονοῦντας τῆς τῶν πλησίον σωτηρίας, καὶ τὰ σατανικὰἐκεῖνα φθεγγοµένους ῥήµατα. Τὸ γὰρ λέγειν, Τί δέ µοι µέλει, ἂν ὁ δεῖνα σκανδαλίζηται, καὶ ὁ δεῖνα ἀπόλλυται; τῆς ὠµότητος τῆς ἐκείνου καὶ τῆς ἀπανθρωπίας ἐστί. Καίτοι γε τότε µὲν καὶ τῆς τῶν σκανδαλιζοµένων ἦν ἀσθενείας τὸ συµβαῖνον· ἐφ' ἡµῶν δὲ οὐκέτι. Τοιαῦτα γὰρ ἁµαρτάνοµεν, ἃ καὶ τοὺς ἰσχυροὺς σκανδαλίζει. Ὅταν γὰρ τύπτωµεν καὶ ἁρπάζωµεν καὶ πλεονεκτῶµεν, καὶ ὡς ἀνδραπόδοις τοῖς ἐλευθέροις ἀποχρώµεθα, τίνα οὐχ ἱκανὰ ταῦτα σκανδαλίσαι; Μὴ γὰρ εἴπῃς ὅτι ὁ δεῖνα ὑποδηµατοῤῥάφος, µηδ' ὅτι δευσοποιὸς ἕτερος, µηδ' ὅτι χαλκοτύπος ἄλλος· ἀλλ' ἐννόησον ὅτι πιστὸς καὶ ἀδελφός. Ἐκείνων γάρ ἐσµεν µαθηταὶ τῶν ἁλιέων, τῶν τελωνῶν, τῶν σκηνοῤῥάφων, ἐκείνου τοῦ τραφέντος ἐν οἰκίᾳ τέκτονος, καὶ τὴν µνηστὴν τούτουµητέρα καταξιώσαντος σχεῖν, καὶ ἐκ σπαργάνων ἐπὶ φάτνης κειµένου, καὶ οὐκ ἔχοντος ὅπου κλίνῃ τὴν κεφαλὴν, τοῦ τοσαῦτα ὁδοιποροῦντος, ὡς καὶ κοπιᾷν ἀπὸτῆς ὁδοιπορίας, τοῦ παρ' ἑτέρων τρεφοµένου. ὰʹ. Ταῦτα λογίζου, καὶ µηδὲν εἶναι νόµιζε τὸν τῦφον τὸν ἀνθρώπινον· ἀλλὰ καὶ τὸν σκηνοποιὸν, καὶ τὸν ἐπ' ὀχήµατος φερόµενον καὶ µυρίους παῖδας ἔχοντα καὶ σοβοῦντα ἐπὶ τῆς ἀγορᾶς, ἀδελφὸν εἶναι νόµιζε· µᾶλλον δὲ τοῦτον πλέον, ἢ ἐκεῖνον. Καὶ γὰρ ἀδελφὸς ἐκεῖνος εἰκότως ἂν λέγοιτο µᾶλλον ὁ µᾶλλον ἐοικώς. Τίς οὖν ἔοικε τοῖς ἁλιεῦσιν; ὁ ἐκ τῆς καθ' ἡµέραν ἐργασίας τρεφόµενος, καὶ µηδὲ οἰκέτην ἔχων µηδὲ καταγώγιον, ἀλλὰ πάντοθεν ἐσταυρωµένος, ἢ ἐκεῖνος ὁ τοσοῦτονπεριβεβληµένος τῦφον, καὶ τὰ ἐναντία ποιῶν τοῖς τοῦ Θεοῦ νόµοις; Μὴ δὴ καταφρόνει τοῦ µᾶλλον ἀδελφοῦ· τῆς γὰρ εἰκόνος οὗτος µᾶλλον ἕστηκεν ἐγγὺς τῆς ἀποστολικῆς. Ἀλλ' οὐχ ἑκὼν, ἀλλ' ἀναγκαζόµενος, φησίν· οὐ γὰρ κατὰ γνώµην τοῦτο ποιεῖ. Πόθεν τοῦτο; οὐκ ἤκουσας, Μὴ κρίνετε, ἵνα µὴ κριθῆτε; Ἵνα δὲ µάθῃς ὅτι οὐκ ἄκων, πρόσελθε, καὶ δὸς µύρια χρυσίου τάλαντα, καὶ ὄψει διακρουόµενον. Ὥστε εἰ καὶ µὴ ἐκ προγόνων διεδέξατο πλοῦτον, ἀλλ' ὅταν, ἐξὸν λαβεῖν, µὴ προσίηται µηδὲ προστιθῇ τοῖς οὖσι, µέγιστον δεῖγµα ἐκφέρει τοῦχρηµάτων ὑπερορᾷν. Ἐπεὶ καὶ ὁ Ἰωάννης ὁ Ζεβεδαίου τοῦ σφόδρα πένητος υἱὸς ἦν· ἀλλ' οὐ δήπου διὰ τοῦτο κατηναγκασµένην αὐτοῦ τὴν πενίαν εἶναι φήσοµεν. Ὅταν οὖν ἴδῃς ὑλοκοποῦντα, σφυροκοποῦντα. ἠσβολωµένον, µὴ διὰ τοῦτο καταφρόνει, ἀλλὰ διὰ τοῦτο θαύµαζε· ἐπεὶ καὶ Πέτρος καὶ διεζώσατο καὶ σαγήνην µετεχείριζε καὶ ἡλίευε µετὰ τὴν ἀνάστασιν τοῦ∆ εσπότου. Καὶ τί λέγω Πέτρον; Παῦλος γὰρ αὐτὸς οὗτος µετὰ τοὺς µυρίους διαύλους, καὶ τὰ τοσαῦτα θαύµατα, ἐπὶ σκηνοῤῥαφείου ἑστὼς, δέρµατα ἔῤῥαπτε, καὶ ᾐδοῦντο αὐτὸν ἄγγελοι, καὶ δαίµονες ἔτρεµον· καὶ οὐκ ᾐσχύνετο λέγων· Ταῖς χρείαις µου καὶ τοῖς οὖσι µετ' ἐµοῦ ὑπηρέτησαν αἱ χεῖρες αὗται. Καὶ τί λέγω, οὐκ ᾐσχύνετο; Καὶ ἐνεκαλλωπίζετο µὲν οὖν τούτῳ. Καὶ τίς ἐστι κατὰ τὴν ἀρετὴν τοῦ Παύλου, φησὶ, νῦν; Οἶδα κἀγὼ ὅτι οὐδεὶς, ἀλλ' οὐ διὰ τοῦτο τοῦ καταφρονεῖσθαι ἄξιοι οἱ νῦν ὄντες. Εἰ γὰρ διὰ τὸν Χριστὸν τιµᾷς, κἂν ἔσχατος ᾖ, πιστὸς δὲ, δίκαιος ἂν εἴη τιµᾶσθαι. Καὶ γὰρ εἰ στρατηγοῦ καὶ στρατιώτου ψιλοῦ παραγενοµένων ἀµφοτέρων, βασιλεῖ φίλων ὄντων, σὺ τὴν οἰκίαν ἑκατέροις ἀνέῳξας, διὰ τίνος µᾶλλον ἔδοξαςἂν τὸν βασιλέα τιµᾷν; Εὔδηλον ὅτι διὰ τοῦ στρατιώτου. Ὁ µὲν γὰρ στρατηγὸς εἶχε, καὶ τῆς τοῦ βασιλέως φιλίας χωρὶς, πολλὰ ἱκανὰ πεῖσαι ταύτην παρασχεῖν αὐτῷ τὴν τιµήν· ὁ δὲ στρατιώτης οὐδὲν ἕτερον, ἢ τὴν τοῦ βασιλέως φιλίαν.∆ ιὰ τοῦτο καὶ χωλοὺς καὶ ἀναπήρους καὶ τοὺς οὐκ ἔχοντας ἀντιδοῦναι, καλεῖσθαι ἐπὶ τὰ δεῖπνα καὶ τὰ συµπόσια ἡµῶν ἐκέλευσεν ὁ Θεὸς, ὅτι αὗταιµάλιστα κυρίως εἰσὶν αἱ διὰ τὸν Θεὸν γινόµεναι εὐποιίαι. Ἂν δὲ µέγαν τινὰ καὶ περίβλεπτον ξενίσῃς, οὐχ οὕτω καθαρὰ ἐλεηµοσύνη τὸ γινόµενον· ἀλλὰ µερίζεταί τι πρὸς σὲ καὶ κενοδοξία πολλάκις, καὶ τὸ παθεῖν εὖ καὶ ἐπισηµότερον πολλοῖς δι' ἐκεῖνον γίνεσθαι. Πολλοὺς γοῦν ἔχοιµι ἂν ἐπιδεῖξαι καὶ διὰ τοῦτο τοὺς ἐπισηµοτέρους τῶν ἁγίων θεραπεύοντας, ἵνα καὶ παρὰ ἄρχουσι πλείονος δι' ἐκείνωνἀπολαύσωσι παῤῥησίας, καὶ τοῖς αὐτῶν πράγµασι καὶ ταῖς οἰκίαις ἐντεῦθεν χρησιµώτεροι γίνωνται· καὶ πολλὰς τοιαύτας τοὺς ἁγίους ἐκείνους ἀπαιτοῦσι χάριτας· ὅπερ αὐτοῖς λυµαίνεται τῆς φιλοξενίας τὴν ἀντίδοσιν, ὅταν αὐτὴν γνώµῃ τοιαύτῃ µετίωσι. Καὶ τί χρὴ λέγειν περὶ τῶν ἁγίων τοῦτο; Ὁ γὰρ παρὰ τοῦ Θεοῦ τὰς ἀµοιβὰς τῶν πόνων ἐνταῦθα ζητῶν, καὶ διὰ τὰ παρόντα µετιὼν ἀρετὴν, ἠλάττωσεν αὐτοῦ τὸν µισθόν· ὁ δὲ ὁλοκλήρους ἀπαιτῶν ἐκεῖ τοὺς στεφάνους, πολὺ θαυµαστότερος φαίνεται, κατὰ τὸν Λάζαρον ἐκεῖνον τὸν πάντα ἐκεῖ ἀπολαµβάνοντα τὰ ἀγαθὰ, κατὰ τοὺς παῖδας τοὺς τρεῖς, οἳ µέλλοντες εἰς τὴν κάµινον ἐµπίπτειν, ἔλεγον, ὅτι Ἔστι Θεὸς ἐν οὐρανοῖς ἱκανὸς ἐξελέσθαι ἡµᾶς· καὶ ἐὰν µὴ, γνωστὸν ἔστω σοι, βασιλεῦ, ὅτι τοῖς θεοῖς σου οὐ λατρεύοµεν, καὶ τῇ εἰκόνι τῇ χρυσῇ ᾖ ἔστησας, οὐ προσκυνοῦµεν· κατὰ τὸν Ἀβραὰµ, ὃς καὶ ἀνήγαγε τὸν υἱὸν καὶ ἔσφαξε, καὶ ταῦτα οὐκ ἐπὶ µισθῷ τινι ἔπραττεν, ἀλλὰ µίαν ἡγούµενος µεγίστην ἀµοιβὴν, τὸ ὑπακούειντῷ∆ εσπότῃ. Τούτους καὶ ἡµεῖς µιµώµεθα. Οὕτω γὰρ καὶ δαψιλὴς ἡ ἀντίδοσις ἡµῖν ἥξει τῶν ἀγαθῶν, ὅτι µετὰ τοιαύτης ἅπαντα πράττοµεν γνώµης, καὶ λαµπροτέρων ἐπιτευξόµεθα στεφάνων· ὧν γένοιτο πάντας ἡµᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, µεθ' οὗ τῷ Πατρὶ ἅµα τῷ ἁγίῳ Πνεύµατι δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.