In epistulam i ad Corinthios
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
21.21
Οὐκ εἰµὶ ἀπόστολος; οὐκ εἰµὶ ἐλεύθερος; οὐχὶ Ἰησοῦν Χριστὸν τὸν Κύριον ἡµῶν ἑώρακα; οὐ τὸ ἔργον µου ὑµεῖς ἐστε ἐν Κυρίῳ; αʹ. Ἐπειδὴ εἶπεν, ὅτι Ἐὰν βρῶµα σκανδαλίζῃ τὸν ἀδελφόν µου, οὐ µὴ φάγω κρέα εἰς τὸν αἰῶνα, ὅπερ οὐκ ἦν µὲν πεποιηκὼς, ὑπέσχετο δὲ ποιήσειν, εἰχρεία ἀπαιτοίη· ἵνα µή τις λέγῃ, ὅτι Κοµπάζεις εἰκῆ, καὶ φιλοσοφεῖς ἐν λόγοις, καὶ ὑπισχνῇ διὰ ῥηµάτων, ὃ καὶ ἐµοὶ καὶ τῷ δεῖνι εὔκολον· εἰ γὰρ ἀπὸ ψυχῆς ταῦτα λέγεις, δεῖξον διὰ τῶν ἔργων τίνος κατεφρόνησας ὑπὲρ τοῦ µὴ σκανδαλίσαι τὸν ἀδελφόν· διὰ τοῦτο ἀναγκάζεται λοιπὸν εἰς τὴν ἀπόδειξιν τούτων καθεῖναι, καὶ δεῖξαι πῶς καὶ τῶν συγκεχωρηµένων ἀπείχετο ὑπὲρ τοῦ µὴ σκανδαλίσαι. καίτοι γε οὐδενὸς αὐτὸν τοῦτο καταναγκάζοντος νόµου. Καὶ οὐ τοῦτό πω θαυµαστὸν, καίπερ ὃν θαυµαστὸν, ὅτι τῶν συγκεχωρηµένων ἀπείχετο, οὐ µόνον ὑπὲρ τοῦ µὴ σκανδαλίσαι, ἀλλ' ὅτι καὶ µετὰ πολλοῦτοῦ πόνου καὶ τοῦ κινδύνου τοῦτο ἐποίει. Τί γὰρ χρὴ λέγειν περὶ τῶν εἰδωλοθύτων; φησί· Τοῦ γὰρ Χριστοῦ ἐπιτάξαντος τοὺς τὸ Εὐαγγέλιον κηρύττοντας ἐκ τῶν µαθητευοµένων ζῇν, ἐγὼ τοῦτο οὐκ ἐποίησα· ἀλλ' εἱλόµην, εἰ δέοι, καὶ λιµῷ καταλῦσαι τὸν βίον, καὶ τὸν χαλεπώτατον θάνατον ἀποθανεῖν, ὥστε µὴ λαβεῖν παρὰ τῶν κατηχουµένων· οὐκ ἐπειδὴ σκανδαλίζεσθαι ἔµελλον, εἰ µὴ λάβοι, ἀλλ' ἐπειδὴ οἰκοδοµεῖσθαι, ὃ πολλῷ πλέον ἦν. Καὶ τούτου µάρτυρας αὐτοὺς εἰς µέσον παράγει, παρ' οἷς καὶ ἐργαζόµενος καὶ λιµώττων ἔζη, καὶ παρ' ἑτέρων τρεφόµενος, καὶ στενοχωρούµενος, ὥστεµὴ σκανδαλίσαι αὐτούς· καίτοι γε εἰκῆ ἐσκανδαλίζοντο· νόµον γὰρ οὗτος ἐπλήρου· ἀλλ' ὅµως ἐκ περιουσίας αὐτῶν ἐφείδετο. Εἰ δὲ ὑπὲρ τὸν νόµον ἐποίησεν αὐτὸς, ἵνα µὴ σκανδαλισθῶσι, καὶ τῶν ἐπιτετραµµένων ἀπείχετο εἰς οἰκοδοµὴν ἑτέρων, τίνος ἂν εἶεν ἄξιοι οὗτοι οἱτῶν εἰδωλοθύτων µὴ ἀπεχόµενοι, καὶ ταῦτα πολλῶν ἐντεῦθεν ἀπολλυµένων, ὃ καὶ χωρὶς τοῦ σκανδάλου φυγεῖν ἔδει διὰ τὸ τῶν δαιµό νων εἶναι τὴν τράπεζαν; Τὸ µὲν οὖν κεφάλαιον ἅπαν τοῦτό ἐστιν, ὃ διὰ πολλῶν ἐργάζεται στίχων.∆ εῖ δὲ ἄνωθεν ἐπεξελθεῖν τοῖς προκειµένοις. Οὐδὲ γὰρ σαφῶς αὐτὸ οὕτως, ὥσπερ εἶπον, τέθεικεν, οὐδὲ εὐθέως αὐτῷ ἐπιπηδᾷ, ἀλλ' ἑτέρωθεν ἄρχεται, οὕτω λέγων· Οὐκ εἰµὶ ἀπόστολος; Μετὰ γὰρ τῶν εἰρηµένων καὶ αὕτη οὐ µικρὰ διαφορὰ, τὸ καὶ Παῦλον εἶναι τὸν ταῦτα ποιοῦντα. Ἵνα γὰρ µὴ λέγωσιν, ὅτι Ἔξεστιν ἀπογεύεσθαι σφραγίζοντι, τέως µὲν οὐχ ἵσταται πρὸς τοῦτο, ἀλλὰ λέγει, ὅτι Εἰ καὶ ἐξῆν, οὐκ ἔδει διὰ τὴν βλάβηντῶν ἀδελφῶν τοῦτο ποιεῖν· ὕστερον δὲ δείκνυσιν ὅτι οὐδὲ ἔξεστι. Νῦν µέντοι τὸ πρότερον κατασκευάζει ἀπὸ τῶν καθ' ἑαυτόν· καὶ µέλλων λέγειν, ὅτι οὐδὲν παρ' αὐτῶν ἔλαβεν, οὐκ εὐθέως αὐτὸ τίθησιν, ἀλλὰ τὸ ἀξίωµα αὐτοῦ πρῶτον λέγει· Οὐκ εἰµὶ ἀπόστολος; οὐκ εἰµὶ ἐλεύθερος; Ἵνα γὰρ µὴ λέγωσιν, ὅτι Εἰ καὶ µὴ ἔλαβες, ἐπειδὴ ἐξὸν µὴ ἦν, οὐκ ἔλαβες, διὰ τοῦτο πρῶτον τίθησι τὰς αἰτίας, δι' ἃς εὐλόγως ἂν ἔλαβεν, εἴπερἐβούλετο λαβεῖν. Εἶτα ἵνα µὴ δόξῃ τοὺς περὶ Πέτρον διαβάλλων ταῦτα λέγειν( καὶ γὰρ ἐλάµβανον ἐκεῖνοι), πρότερον δείκνυσιν, τί ἐξῆν ἐκείνοις λαµβάνειν· εἶτα ἵνα µή τις εἴπῃ, ὅτι Πέτρῳ µὲν ἐξῆν λαµβάνειν, σοὶ δὲ οὐκ ἐξῆν, προκαταλαµβάνει τὸν ἀκροατὴν τοῖς ἐγκωµίοις τοῖς περὶ ἑαυτοῦ. Καὶ ὁρῶν ἀνάγκην οὖσαν ἑαυτὸν ἐγκωµιάσαι( οὕτω γὰρ Κορίνθιοι διωρθοῦντο), καὶ µηδὲν βουλόµενος µέγα περὶ ἑαυτοῦ εἰπεῖν, ὅρα πῶς ἀµφοτέροις εἰςδέον κέχρηται, τοσοῦτον ἑαυτὸν ἐπαινῶν, οὐχ ὅσον ἑαυτῷ συνῄδει, ἀλλ' ὅσον ἀπῄτει τῆς προκειµένης ὑποθέσεως ἡ χρεία.∆ υνάµενος γὰρ εἰπεῖν, ὅτι Ἐµὲ µάλιστα πάντων ἐχρῆν λαµβάνειν· καὶ µᾶλλον ἢ ἐκείνους, ὅτι περισσότερον αὐτῶν ἐκοπίασα, τοῦτο µὲν οὐ λέγει, ὅπερ εἶχεν ὑπεροχήν· ἀφ' ὧν δὲ ἦσαν ἐκεῖνοι µεγάλοι, καὶ ἀφ' ὧν δικαίως ἐλάµβανον, ταῦτα τίθησι µόνα, λέγων οὕτως· Οὐκ εἰµὶ ἀπόστολος; οὐκ εἰµὶ ἐλεύθερος; Τουτέστιν, οὐκ ἐξουσίαν ἔχω ἐµαυτοῦ; µὴ ὑπό τινά εἰµι τὸν ἀναγκάζοντά µε καὶ κωλύοντα λαβεῖν; Ἀλλ' ἔχουσί τι πλέον ἐκεῖνοι, τὸ µετὰ Χριστοῦ γενέσθαι. Ἀλλ' οὐδὲ τούτου ἐστέρηµαι· διὰ τοῦτο λέγει, Οὐχὶ Ἰησοῦν Χριστὸν τὸν Κύριον ἡµῶν ἑώρακα; Ἔσχατον γὰρ πάντων, φησὶν, ὡσπερεὶ τῷ ἐκτρώµατι, ὤφθη κἀµοί. Οὐ µικρὸν δὲ καὶ τοῦτο ἀξίωµα ἦν. Πολλοὶ γὰρ προφῆται καὶ δίκαιοι ἐπεθύµησαν ἰδεῖν, ἃ βλέπετε, φησὶ, καὶ οὐκ εἶδον· καὶ, Ἐλεύσονται ἡµέραι, ὅτε θελήσετε µίαν τούτων ἰδεῖν τῶν ἡµερῶν. Τί οὖν, εἰ καὶ ἀπόστολος εἶ καὶ ἐλεύθερος καὶ τὸν Χριστὸν ἑώρακας, οὐδὲν δὲ ἐπεδείξω ἀποστόλου ἔργον, πῶς ὀφείλεις λαµβάνειν;∆ ιὰ τοῦτο µετὰ ταῦτα ἐπήγαγεν· Οὐ τὸ ἔργον µου ὑµεῖς ἐστε ἐν Κυρίῳ; Τὸ γὰρ µέγα τοῦτό ἐστιν· ἐκεῖνα γὰρ οὐδὲν ὠφελεῖ τούτου χωρίς. Ἐπεὶ καὶ Ἰούδας καὶ ἀπόστολος ἦν καὶ ἐλεύθερος ἦν καὶ τὸν Χριστὸν εἶδεν· ἀλλ' ἐπειδὴ ἀποστόλου ἔργον οὐκ εἶχεν, οὐδὲν αὐτὸν ἐκεῖνα ὤνησε.∆ ιὰ δὴ τοῦτο καὶ τοῦτο προστίθησι, καὶ αὐτοὺς µάρτυρας καλεῖ. Καὶ ἐπειδὴ µέγα ἐφθέγξατο, ὅρα πῶς αὐτὸ κολάζει λέγων, Ἐν Κυρίῳ· τουτέστι, Τοῦ Θεοῦ τὸ ἔργον ἐστὶν, οὐκ ἐµόν. Εἰ ἄλλοις οὐκ εἰµὶ ἀπόστολος, ἀλλά γε ὑµῖν εἰµι. βʹ. Ὁρᾷς πῶς οὐκ ἐστὶ περιττός; Καίτοι γε εἶχε τὴν οἰκουµένην εἰπεῖν καὶ ἔθνη βάρβαρα καὶ γῆν καὶ θάλατταν· ἀλλ' ὅµως οὐδὲν ἐκείνων λέγει, ἀλλὰ κατὰ συνδροµὴν καὶ ἐκ περιουσίας νικᾷ. Τί γάρ µοι τῶν περιττῶν χρεία, φησὶν, ὅταν καὶ ταῦτα ἀρκῇ πρὸς τὴν παροῦσάν µοι ὑπόθεσιν; Οὐ λέγω τοίνυν τὰ παρ' ἄλλοις κατορθώµατά µοι γεγενηµένα, ἀλλ' ὧν ὑµεῖς ἐστε µάρτυρες. Ὥστε εἰ καὶ µηδαµόθεν ἄλλοθεν, παρ' ὑµῶν µάλιστά µε ἐχρῆν λαβεῖν. Ἀλλ' ὅµως παρ' ὧν µάλιστά µε ἔδει λαβεῖν( διδάσκαλος γὰρ ὑµῶν ἐγενόµην), παρὰ τούτων οὐκ ἔλαβον. Εἰ ἄλλοις οὐκ εἰµὶ ἀπόστολος, ἀλλά γε ὑµῖν εἰµι. Πάλιν κατὰ συνδροµὴν τὸν λόγον τίθησι· καὶ γὰρ τῆς οἰκουµένης ἀπόστολος ἦν. Ἀλλ' ὅµως οὐ λέγω τοῦτο, φησὶν, οὐδὲ µάχοµαι καὶ φιλονεικῶ, ἀλλὰ τὸ ὑµέτερον τίθηµι. Ἡ γὰρ σφραγὶς τῆς ἐµῆς ἀποστολῆς ὑµεῖς ἐστε· τουτέστιν, ἡ ἀπόδειξις. Κἂν βούληταί τις, φησὶ, µαθεῖν πόθεν ὅτι ἀπόστολός εἰµι, ὑµᾶς προβάλλοµαι· πάντα γὰρ τὰ τοῦ ἀποστόλου ἐν ὑµῖν ἐπεδειξάµην, καὶ οὐδὲν ἐνέλιπον· ὅπερ καὶ ἐν τῇ δευτέρᾳ φησὶν ἐπιστολῇ. Εἰ καὶ οὐδέν εἰµι, λέγων, τὰ µέντοι σηµεῖα τοῦ ἀποστόλου κατειργάσθη ἐν ὑµῖν ἐν πάσῃ ὑποµονῇ, ἐν σηµείοις καὶ τέρασι καὶ δυνάµεσι. Τί γάρ ἐστιν ᾧ ἡττήθητε ὑπὲρ τὰς λοιπὰς Ἐκκλησίας;∆ ιὰ τοῦτό φησιν· Ἡ σφραγὶς τῆς ἐµῆς ἀποστολῆς ὑµεῖς ἐστε. Καὶ γὰρ καὶ σηµεῖα ἐπεδειξάµην, καὶ λόγῳ ἐδίδαξα, καὶ κινδύνους ὑπέµεινα, καὶ βίον παρεσχόµην ἄληπτον. Καὶ ταῦτα ὅλα διὰ τῶν ἐπιστολῶν τῶν δύο τούτων ἔστιν ἰδεῖν, πῶς ἑκάστου τούτων παρέχεται αὐτοῖς ἀπόδειξιν µετὰ ἀκριβείας ἁπάσης. Ἡ ἐµὴ ἀπολογία τοῖς ἐµὲ ἀνακρίνουσίν ἐστιν αὕτη. Τί ἐστιν, ἡ ἐµὴ ἀπολογία τοῖς ἐµὲ ἀνακρίνουσίν ἐστιν αὕτη; Τοῖς ζητοῦσι µαθεῖν πόθεν ὅτι ἀπόστολός εἰµι, ἢ τοῖς ἐγκαλοῦσί µοι ὡς χρήµατα λαµβάνοντι, ἢ ἐρωτῶσι τὴν αἰτίαν δι' ἣν οὐ λαµβάνω, ἢ τοῖς βουλοµένοιςµε δεῖξαι οὐκ ὄντα ἀπόστολον, ἡ ὑµετέρα κατήχησις καὶ ταῦτα ἃ µέλλω λέγειν, ἀπόδειξις καὶ ἀπολογία γίνεται. Ποῖα δὴ ταῦτα; Μὴ οὐκ ἔχοµεν ἐξουσίαν φαγεῖν καὶ πιεῖν; µὴ οὐκ ἔχοµεν ἐξουσίαν ἀδελφὴν γυναῖκα περιάγειν; Καὶ πῶς ταῦτα ἀπολογία; Ὅτι ὅταν φαίνωµαι καὶ τῶν συγκεχωρηµένων ἀπεχόµενος, οὐκ ἂν εἴην δίκαιος ὑποπτεύεσθαι, ὡς ἀπατεὼν ἢ ἐπὶ χρήµασί τι ποιῶν. Τά τε οὖν ἔµπροσθεν εἰρηµένα, καὶ ἡ ὑµετέρα διδασκαλία, καὶ ταῦτα, ἅπερ εἶπον, ἀρκεῖ εἰς ἀπολογίαν ὑµῖν, καὶ πρὸς ἅπαντας τοὺς ἀνακρίνοντάςµε ἐντεῦθεν ἵσταµαι, ἐκεῖνά τε λέγων καὶ ταῦτα· Μὴ οὐκ ἔχοµεν ἐξουσίαν φαγεῖν καὶ πιεῖν; µὴ οὐκ ἔχοµεν ἐξουσίαν ἀδελφὴν γυναῖκα περιάγειν; Ἀλλ' ὅµως καὶ ἔχων, ἀπέχοµαι. Τί οὖν, οὐκ ἔτρωγεν οὐδὲ ἔπινε; Μάλιστα µὲν πολλαχοῦ οὔτε ἔτρωγεν οὔτε ἔπινε· καὶ γὰρ, Ἐν λιµῷ, φησὶ, καὶ δίψει, ἐν ψύχει καὶ γυµνότητι διετρίβοµεν. Ἐνταῦθα µέντοι οὐ τοῦτο λέγει, ἀλλὰ τί; Οὐ τρώγοµεν οὐδὲ πίνοµεν παρὰ τῶν µαθητευοµένων λαµβάνοντες, καίτοι γε ἐξουσίαν ἔχοντες τοῦ λαβεῖν. Μὴ οὐκ ἔχοµεν ἐξουσίαν ἀδελφὴν γυναῖκα περιάγειν, ὡς καὶ οἱ λοιποὶ ἀπόστολοι καὶ οἱ ἀδελφοὶ τοῦ Κυρίου καὶ Κηφᾶς; Ὅρα σοφίαν· τὸν κορυφαῖον ὕστερον τέθεικε· τὸ γὰρ ἰσχυρότερον τῶν κεφαλαίων τότε τίθεται. Οὐδὲ γὰρ οὕτω θαυµαστὸν ἦν δεῖξαι τοὺς ἄλλους τοῦτο ποιοῦντας, ὡς τὸν πρωτοστάτην καὶ τὰς κλεῖς ἐµπιστευθέντα τῶν οὐρανῶν. Πλὴν οὐ µόνον τίθησιν, ἀλλὰ πάντας, µονονουχὶ λέγων· ἄν τε καταδεεστέρους ζητῇς, ἄν τε ὑπερέχοντας, ἁπάντων κεῖται τὰ ὑποδείγµατα. Καὶ γὰρ οἱ ἀδελφοὶ τοῦ Κυρίου τῆς προτέρας ἀπιστίας ἀπαλλαγέντες, τῶν δοκίµων ἦσαν γεγενηµένοι, εἰ καὶ µὴ πρὸς τοὺς ἀποστόλους ἔφθανον.∆ ιὸ δὴ καὶ µέσους αὐτοὺς τέθεικεν, ἑκατέρωθεν τοὺς ἄκρους θείς. Ἢ µόνος ἐγὼ καὶ Βαρνάβας οὐκ ἔχοµεν ἐξουσίαν τοῦ µὴ ἐργάζεσθαι; Ὅρα τὴν ταπεινοφροσύνην καὶ τὴν παντὸς φθόνου καθαρεύουσαν ψυχὴν, πῶς ὃν ᾔδει κοινωνοῦντα αὐτῷ τῆς ἀκριβείας, οὐκ ἀπέκρυψεν. Εἰ γὰρ τὰ ἄλλα κοινὰ, πῶς τοῦτο οὐ κοινόν; ἀπόστολοι κἀκεῖνοι καὶ ἡµεῖς, καὶ ἐλεύθεροι, καὶ τὸν Χριστὸν ἑωράκαµεν καὶ τὰ τῶν ἀποστόλων ἐπεδειξάµεθα. Οὐκοῦν καὶ ἡµεῖς ἐξουσίαν ἔχοµεν καὶ τοῦ ἀργοῦντες ζῇν, καὶ τοῦ τρέφεσθαι παρὰ τῶν µαθητευοµένων. Τίς στρατεύεται ἰδίοις ὀψωνίοις ποτέ; Ἐπειδὴ, ὅπερ ἰσχυρότατον ἦν, ἐκ τῶν ἀποστόλων ἀπέδειξεν, ὅτι ἔξεστι τοῦτο ποιεῖν, ἐπὶ παραδείγµατα λοιπὸν ἔρχεται καὶ τὴν κοινὴν συνήθειαν, ὅπερἔθος αὐτῷ ποιεῖν, Τίς στρατεύεται ἰδίοις ὀψωνίοις, λέγων. Σὺ δέ µοι σκόπει πῶς τὰ ὑποδείγµατα σφόδρα ἁρµόδια τῇ προκειµένῃ ἤγαγεν ὑποθέσει, καὶ πῶς πρῶτον µέµνηται τοῦ ἐπικινδύνου, στρατιᾶς καὶ ὅπλωνκαὶ πολέµων. Τοιοῦτον γὰρ ἡ ἀποστολὴ, µᾶλλον δὲ καὶ τούτων πολλῷ µεῖζον. Οὐδὲ γὰρ πρὸς ἀνθρώπους µόνον ὁ πόλεµος ἦν αὐτοῖς, ἀλλὰ καὶ πρὸς δαίµονας, καὶ πρὸς τὸν ἐκείνων ἀρχηγὸν ἡ παράταξις. Ὃ τοίνυν φησὶ, τοῦτό ἐστιν, ὅτι Ὃ οὐδὲ οἱ ἔξωθεν ἄρχοντες ἀπαιτοῦσιν, οἱ ὠµοὶ καὶ ἄδικοι, στρατεύεσθαι καὶ κινδυνεύειν, καὶ οἴκοθεν τρέφεσθαιτοὺς στρατευοµένους· πῶς οὖν ὁ Χριστός ποτε τοῦτο ἀπῄτησεν ἄν; Καὶ οὐδὲ ἑνὶ ἀρκεῖται παραδείγµατι. Τὸν γὰρ ἀφελέστερον καὶ παχύτερον καὶ τοῦτο µάλιστα ἀναπαύειν εἴωθε, τὸ καὶ τὴν κοινὴν συνήθειαν ὁρᾷν τοῖς τοῦ Θεοῦ νόµοις συµβαίνουσαν. γʹ.∆ ιὸ καὶ ἐφ' ἕτερον πρόεισι, καί φησι· Τίς φυτεύει ἀµπελῶνα, καὶ ἐκ τοῦ καρποῦ αὐτοῦ οὐκ ἐσθίει,∆ ι' ἐκείνου µὲν γὰρ τοὺς κινδύνους, διὰ δὲ τούτου τὸν πόνον καὶ τὴν πολλὴν ταλαιπωρίανκαὶ ἐπιµέλειαν ἐνέφηνε. Καὶ τρίτον πάλιν ὑπόδειγµα προστίθησι, λέγων· Τίς ποιµαίνει ποίµνην, καὶ ἐκ τοῦ γάλακτος αὐτῆς οὐκ ἐσθίει; Τὴν κηδεµονίαν τὴν πολλὴν τὴν διδασκάλῳ πρέπουσαν περὶ τοὺς ἀρχοµένους ἐπιδείκνυται. Καὶ γὰρ καὶ στρατιῶται καὶ γεωργοὶ καὶ ποιµένες ἦσαν οἱ ἀπόστολοι, οὐ γῆς οὐδὲ ἀλόγων οὐδὲ πολέµων αἰσθητῶν, ἀλλὰ ψυχῶν λογικῶν καὶ τῆς πρὸςτοὺς δαίµονας παρατάξεως. Παρατηρητέον δὲ κἀκεῖνο, ὅπως πανταχοῦ τὴν συµµετρίαν ἐφύλαξε, τὸ χρειῶδες ζητῶν µόνον, οὐχὶ τὸ περιττόν. Οὐ γὰρ εἶπε, Τίς στρατεύεται, καὶ οὐ πλουτεῖ· ἀλλὰ, Τίς στρατεύεται ἰδίοις ὀψωνίοις ποτέ; οὐδὲ εἶπε, Τίς φυτεύει ἀµπελῶνα, καὶ οὐ συνάγει χρυσίον, ἢ τὸν καρπὸν ὁλόκληρον οὐ τρυγᾷ; ἀλλ', Ἐκ τοῦ καρποῦ αὐτοῦ οὐκ ἐσθίει; οὐδὲ εἶπε, Τίς ποιµαίνει ποίµνην, καὶ οὐκ ἐµπορεύεται τοὺς ἄρνας; ἀλλὰ πῶς; Καὶ ἐκ τοῦ γάλακτος αὐτῆς οὐκ ἐσθίει; οὐκ ἐκ τῶν ἀρνῶν, ἀλλ' Ἐκ τοῦ γάλακτος· δεικνὺς ὅτι µικρᾷ παραµυθίᾳ τὸν διδάσκαλον ἀρκεῖσθαι δεῖ, καὶ τῇ ἀναγκαίᾳ µόνῃ τροφῇ. Ταῦτα πρὸς τοὺς βουλοµένους πάντα κατεσθίειν καὶ τὸν καρπὸν ὁλόκληρον τρυγᾷν. Οὕτω καὶ ὁ Κύριος ἐνοµοθέτησε, λέγων· Ἄξιος ὁ ἐργάτης τῆς τροφῆς αὐτοῦ ἐστιν. Οὐ τοῦτο δὲ µόνον διὰ τῶν ὑποδειγµάτων κατασκευάζει, ἀλλὰ καὶ δείκνυσιν ὁποῖον εἶναι χρὴ τὸν ἱερέα. Καὶ γὰρ στρατιώτου ἀνδρείαν κεκτῆσθαι δεῖ καὶ γεωργοῦ ἐπιµέλειαν καὶ ποιµένος κηδεµονίαν, καὶ µετὰ ταῦτα πάντα µηδὲν πλέον τῶν ἀναγκαίων ζητεῖν.∆ είξας τοίνυν καὶ ἀπὸ τῶν ἀποστόλων, ὅτι οὐ κεκώλυται λαµβάνειν τὸν διδάσκαλον, καὶ ἀπὸ τῶν κατὰ τὸν βίον παραδειγµάτων, καὶ ἐπὶ τρίτονκεφάλαιον ἔρχεται, οὕτω λέγων· Μὴ κατὰ ἄνθρωπον ταῦτα λαλῶ; ἢ οὐχὶ καὶ ὁ νόµος ταῦτα λέγει; Ἐπειδὴ γὰρ τέως ἀπὸ Γραφῶν οὐδὲν εἶπεν, ἀλλὰ τὴν κοινὴν συνήθειαν προεβάλετο, Μὴ νοµίσητέ µε, φησὶ, τούτοις ἰσχυρίζεσθαι µόνοις, µηδὲ ἀφ' ὧντοῖς ἀνθρώποις δοκεῖ, ταῦτα νοµοθετεῖν. Ἔχω γὰρ δεῖξαι, ὅτι καὶ τῷ Θεῷ ταῦτα δοκεῖ, καὶ παλαιὸν ἀναγινώσκω νόµον ταῦτα κελεύοντα.∆ ιὸ καὶ κατ' ἐρώτησιν προάγει τὸν λόγον, ὅπερ ἐπὶ τῶν σφόδρα ὡµολογηµένων γίνεται, οὕτω λέγων· Μὴ κατὰ ἄνθρωπον ταῦτα λέγω; Τουτέστι, Μὴ ἐξ ἀνθρωπίνων µόνων παραδειγµάτων ἰσχυρίζοµαι; Ἦ οὐχὶ καὶ ὁ νόµος ταῦτα λέγει; Ἐν γὰρ τῷ νόµῳ Μωϋσέως γέγραπται· Οὐ φιµώσεις βοῦν ἀλοῶντα. Καὶ τίνος ἕνεκεν ἐµνήσθη τούτου, τὸ τῶν ἱερέων ὑπόδειγµα ἔχων; Ἐκ πολλῆς τῆς περιουσίας αὐτὸ κατασκευάσαι βουλόµενος. Εἶτα, ἵνα µή τις λέγῃ, Καὶ τί πρὸς ἡµᾶς τὸ περὶ τῶν βοῶν εἰρηµένον; ἐπεξεργάζεται αὐτὸ µετὰ ἀκριβείας λέγων· Μὴ τῶν βοῶν µέλει τῷ Θεῷ; Οὐ µέλει οὖν περὶ τῶν βοῶν, εἰπέ µοι, τῷ Θεῷ; Μέλει µὲν οὖν, οὐχ οὕτω δὲ, ὡς καὶ νόµον θεῖναι ὑπὲρ τούτου. Ὥστε εἰ µὴ µέγα τι ᾐνίττετο, ἐγγυµνάζων τοῖς ἀλόγοις τοὺς Ἰουδαίους εἰς τὸ εἶναι φιλανθρώπους, καὶ ἀπὸ τούτων καὶ περὶ τῶν διδασκάλωναὐτοῖς διαλεγόµενος, οὐκ ἂν τοσαύτην ἐποιήσατο σπουδὴν, ὡς καὶ νόµον γράψαι ὑπὲρ τοῦ µὴ κηµοῦσθαι τοὺς βοῦς. Ἐντεῦθεν καὶ ἕτερόν τι δείκνυσι, πολὺν τὸν πόνον τῶν διδασκάλων καὶ ὄντα, καὶ εἶναι ὀφείλοντα· καὶ ἕτερον πάλιν. Ποῖον δὴ τοῦτο; Ὅτι ὅσαπερ ἂν ὑπὲρ τῆς τῶν ἀλόγων ἐπιµελείας παρὰ τῆς Παλαιᾶς λέγηται, προηγουµένως εἰς τὴν τῶν ἀνθρώπων συντελεῖ διδασκαλίαν· ὥσπερ οὖν καὶ τὰ ἄλλα ἅπαντα, οἷον τὰ περὶ ἱµατίων ποικίλων, καὶ τὰ περὶ ἀµπελώνων καὶ σπερµάτων καὶ τοῦ µὴ διάφορον ποιεῖν τὴν γῆν, τὰ περὶλέπρας, καὶ τὰ ἄλλα, ὡς εἰπεῖν, ἅπαντα. Παχυτέροις γὰρ οὖσιν ἐντεῦθεν διελέγετο, κατὰ µικρὸν ἀναβιβάζων αὐτούς. Καὶ ὅρα πῶς αὐτὸ οὐδὲ κατασκευάζει λοιπὸν, ἅτε φανερὸν ὂν καὶ αὐτόθεν δῆλον. Εἰπὼν γὰρ, Μὴ τῶν βοῶν µέλει τῷ Θεῷ; ἐπήγαγεν, Ἦ δι' ἡµᾶς πάντως λέγει; οὐδὲ τὸ, Πάντως, ἁπλῶς προσθεὶς, ἀλλ' ἵνα µὴ συγχωρήσῃ µηδ' ὁτιοῦν ἀντειπεῖν τῷ ἀκροατῇ. Καὶ ἐπιµένει τῇ µεταφορᾷ λέγων καὶ ἀποφαινόµενος·∆ ι' ἡµᾶς γὰρ ἐγράφη, ὅτι ἐπ' ἐλπίδι ὀφείλει ὁ ἀροτριῶν ἀροτριᾷν· τουτέστιν, ὁ διδάσκαλος ὀφείλει τῶν πόνων τὰς ἀµοιβὰς ἔχειν· καὶ ὁ ἀλοῶν τῆς ἐλπίδος αὐτοῦ µετέχειν ἐπ' ἐλπίδι. Καὶ θέα σύνεσιν. Ἀπὸ γὰρ τοῦ σπόρου ἐπὶ τὴν ἅλω τὸ πρᾶγµα µετήνεγκε, πάλιν κἀνταῦθα τοὺς πολλοὺς ἱδρῶτας τῶν διδασκάλων ἐµφαίνων, ὅτι αὐτοὶ καὶ ἀροτριῶσι καὶτὴν ἅλω τρίβουσι. Καὶ ἐπὶ µὲν τοῦ ἀροτριᾷν, ἐπειδὴ οὐδὲν ἦν καρπώσασθαι, ἀλλὰ πόνον, τὴν ἐλπίδα τέθεικεν· ἐπὶ δὲ τοῦ τρίβειν τὴν ἅλω, ἤδη τὴν ἀπόλαυσιν ἐχαρίσατο λέγων· Καὶ ὁ ἀλοῶν τῆς ἐλπίδος αὐτοῦ µετέχει. δʹ. Εἶτα, ἵνα µὴ λέγῃ τις, Αὕτη οὖν ἡ τῶν τοσούτων ἱδρώτων ἀµοιβή; προσέθηκεν, Ἐπ' ἐλπίδι, τουτέστι, τῇ µελλούσῃ. Οὐδὲν οὖν ἕτερον τὸ στόµα ἀκήµωτον ὃν τοῦ ζώου τούτου βοᾷ, ἢ ὅτι τοὺς διδασκάλους τοὺς πονοῦντας δεῖ καὶ ἀµοιβῆς ἀπολαύειν. Εἰ ἡµεῖς ὑµῖν τὰ πνευµατικὰ ἐσπείραµεν, µέγα, εἰ ἡµεῖς ὑµῶν τὰ σαρκικὰ θερίσοµεν; Ἰδοὺ καὶ τέταρτον προστίθησι λογισµὸν ὑπὲρ τοῦ δεῖν παρέχειν. Ἐπειδὴ γὰρ εἶπε, Τίς στρατεύεται ἰδίοις ὀψωνίοις ποτέ; καὶ, Τίς φυτεύει ἀµπελῶνα; καὶ, Τίς ποιµαίνει ποίµνην; καὶ παρήγαγε τὸν βοῦν τὸν ἀλοῶντα, δείκνυσι καὶ ἄλλην αἰτίαν εὐλογωτάτην, δι' ἣν ἦσαν δίκαιοι λαβεῖν, ὡς πολλῷ µείζονα παρεσχηκότες, οὐκέτιὡς καµόντες µόνον. Τίς οὖν ἐστιν; Εἰ ἡµεῖς ὑµῖν τὰ πνευµατικὰ ἐσπείραµεν, µέγα, εἰ ἡµεῖς ὑµῶν τὰ σαρκικὰ θερίσοµεν; Εἶδες δικαιοτάτην αἰτίαν καὶ τῶν προτέρων εὐλογωτέραν; Ἐκεῖ µὲν γὰρ, φησὶ, σαρκικὸς ὁ σπόρος, σαρκικὸς καὶ ὁ καρπός· ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλ' ὁ µὲν σπόρος πνευµατικὸς, ἡ δὲ ἀντίδοσις σαρκική. Ἵνα γὰρ µὴ µέγα φρονῶσιν οἱ παρέχοντες τοῖς διδασκάλοις, ἔδειξεν ὅτι µείζονα λαµβάνουσιν, ἢ διδόασιν. Οἱ µὲν γὰρ γεωργοὶ, ἅπερ ἂν κατασπείρωσι, ταῦτα καὶ λαµβάνουσιν· ἡµεῖς δὲ σπείροντες εἰς τὰς ὑµετέρας ψυχὰς πνευµατικὰ, θερίζοµεν σαρκικά· τοιοῦτον γὰρ ἡ παρ' αὐτῶν διδοµένη τροφή. Εἶτα καὶ ἐντρεπτικώτερον· Εἰ ἄλλοι τῆς ἐξουσίας ὑµῶν µετέχουσιν, οὐ πολλῷ µᾶλλον ἡµεῖς; Ἰδοὺ καὶ ἕτερος πάλιν λογισµὸς, καὶ αὐτὸς ἐκ παραδειγµάτων, ἀλλ' οὐχ ὁµοίων. Οὐδὲ γὰρ Πέτρου µέµνηται ἐνταῦθα, οὔτε τῶν ἀποστόλων, ἀλλ' ἑτέρων τινῶν νόθων, πρὸς οὓς ὕστερον ἀποδύεται, καὶ περὶ ὧν φησιν· Εἴ τις ὑµᾶς κατεσθίει, εἴ τις λαµβάνει, εἴ τις ἐπαίρεται, εἴ τις εἰς πρόσωπον ὑµᾶς διαίρει· καὶ τὸν πρὸς ἐκείνους ἤδη προανακρούεται πόλεµον.∆ ιὸ οὐδὲ εἶπεν, Εἰ ἄλλοι λαµβάνουσι παρ' ὑµῶν, ἀλλὰ δεικνὺς αὐτῶν τὴν αὐθάδειαν καὶ τὴν τυραννίδα καὶ τὴν ἐµπορίαν, φησίν· Εἰ ἄλλοι τῆς ὑµῶν ἐξουσίας µετέχουσι· τουτέστι, κρατοῦσιν ὑµῶν, ἐξουσιάζουσιν, ὡς οἰκέταις ἀποκέχρηνται, οὐ λαµβάνοντες µόνον, ἀλλὰ καὶ µετὰ πολλῆς σπουδῆς καὶ τῆς αὐθεντίας.∆ ιὸ προσέθηκεν, Οὐ πολλῷ µᾶλλον ἡµεῖς; ὅπερ οὐκ ἂν, εἰ περὶ τῶν ἀποστόλων ὁ λόγος ἦν, εἶπεν ἄν. Ἀλλ' εὔδηλον ὅτι τινὰς αἰνίττεται λυµεῶνας καὶ ἀπατῶντας αὐτούς. Ὥστε µετὰ τοῦ νόµου τοῦ Μωϋσέως καὶ ὑµεῖς αὐτοὶ νόµον τεθείκατε ὑπὲρ τοῦ δεῖν παρέχειν. Εἰπὼν δὲ, Οὐ πολλῷ µᾶλλον ἡµεῖς; οὐ κατασκευάζει διὰ τί οὐ πολλῷ µᾶλλον, ἀλλ' ἀφίησιν αὐτῶν τῷ συνειδότι τὸν ἔλεγχον, ὁµοῦ καὶ φοβῆσαι βουλόµενος καὶ ἐντρέψαι µειζόνως. Ἀλλ' οὐκ ἐχρησάµεθα τῇ ἐξουσίᾳ ταύτῃ. Τουτέστιν, Οὐκ ἐλάβοµεν. Ὁρᾷς διὰ πόσων κατασκευάσας πρότερον, ὅτι οὐ παράνοµον τὸ λαµβάνειν, τότε εἶπεν, ὅτι Οὐ λαµβάνοµεν, ἵνα µὴ δόξῃ ὡς κεκωλυµένου ἀπέχεσθαι; Οὐ γὰρ, ἐπειδὴ µὴ ἔξεστι, φησὶν, οὐ λαµβάνω· ἔξεστι γὰρ, καὶ τοῦτο ἀπὸ πολλῶν ἀπεδείξαµεν, ἀπὸ τῶν ἀποστόλων, ἀπὸ τῶν ἐν βίῳ πραγµάτων, τοῦ στρατιώτου καὶ τοῦ γεωργοῦ καὶ τοῦ ποιµένος, ἀπὸτοῦ νόµου Μωϋσέως, ἀπ' αὐτῆς τοῦ πράγµατος τῆς φύσεως, ὅτι ἐσπείραµεν ὑµῖν πνευµατικὰ, ἀφ' ὧν ὑµεῖς περὶ τοὺς ἄλλους πεποιήκατε· ἀλλ' ὥσπερ, ἵνα µὴ δόξῃ καταισχύνειν τοὺς ἀποστόλους τοὺς λαµβάνοντας, ταῦτα τέθεικεν, ἐντρέπων αὐτοὺς καὶ δεικνὺς, ὅτι οὐ κεκωλυµένουπράγµατος ἀπέχεται· οὕτω πάλιν, ἵνα µὴ διὰ τῆς πολλῆς κατασκευῆς καὶ τῶν παραδειγµάτων τῶν πολλῶν, δι' ὧν ἔδειξεν ὅτι δεῖ λαµβάνειν, δόξῃ ἐπιζητεῖν τὸ λαµβάνειν καὶδιὰ τοῦτο ταῦτα λέγειν, ἤδη διορθοῦται αὐτό· καὶ σαφέστερον µὲν ὕστερον αὐτὸ τέθεικεν, ὅταν λέγῃ· Οὐκ ἔγραψα δὲ ταῦτα, ἵνα οὕτω γένηται ἐν ἐµοί· ἐνταῦθα δέ φησιν, ὅτι Οὐκ ἐχρησάµεθα τῇ ἐξουσίᾳ ταύτῃ. Καὶ τὸ δὴ µεῖζον, ὅτι οὐδὲ ἐκεῖνο ἔχοι τις ἂν εἰπεῖν, ὅτι Ἐν εὐρυχωρίᾳ ὄντες οὐκ ἐχρησάµεθα, ἀλλὰ καὶ ἀνάγκης κατεπειγούσης, οὐκ εἴξαµεν τῇ ἀνάγκῃ· ὃ καὶ ἐν τῇ δευτέρᾳ φησίν· Ἄλλας Ἐκκλησίας ἐσύλησα, λαβὼν ὀψώνια πρὸς τὴν ὑµῶν διακονίαν· καὶ παρὼν πρὸς ὑµᾶς καὶ ὑστερηθεὶς, οὐ κατενάρκησα οὐδενός· καὶ ἐν ταύτῃ πάλιν· Καὶ πεινῶµεν καὶ διψῶµεν καὶ γυµνητεύοµεν καὶ κολαφιζόµεθα. Καὶ ἐνταῦθα πάλιν τὸ αὐτὸ αἰνίττεται λέγων, Ἀλλὰ πάντα στέγοµεν. Εἰπὼν γὰρ, ὅτι Πάντα στέγοµεν, καὶ λιµὸν αἰνίττεται καὶ στενοχωρίαν πολλὴν καὶ τὰ ἄλλα πάντα. Ἀλλ' οὐδὲ οὕτως ἠναγκάσθηµεν, φησὶ, λῦσαι τὸν νόµον, ὃν ἑαυτοῖς τεθείκαµεν.∆ ιὰ τί; Ἵνα µὴ ἐγκοπήν τινα δῶµεν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ. Ἐπειδὴ γὰρ ἀσθενέστερον Κορίνθιοι διέκειντο, Ἵνα µὴ πλήξωµεν ὑµᾶς, φησὶ, λαµβάνοντες, εἱλόµεθα καὶ ὑπὲρ τὰ ἐπιτεταγµένα ποιῆσαι, ἢ ἐγκοπήντινα δοῦναι τῷ εὐαγγελίῳ, τουτέστι, τῇ κατηχήσει ὑµῶν. Εἰ δὲ ἡµεῖς, καὶ ἐπιτετραµµένον ἡµῖν, καὶ πολλὴν πάσχοντες βίαν, καὶ ἀποστόλους ἔχοντες ὑπόδειγµα, οὐκ ἐποιήσαµεν, Ἵνα µὴ ἐγκοπὴν δῶµεν( καὶοὐκ εἶπεν, ἀνατροπὴν, ἀλλ' Ἐγκοπὴν, καὶ οὐχ ἁπλῶς ἐγκοπὴν, ἀλλ', Ἐγκοπήν τινα· ἵνα µηδὲ τὴν τυχοῦσαν, ὡς ἂν εἴποι τις, µέλλησιν καὶ ἀναβολὴν ἐµποιήσωµεν τῷ δρόµῳ τοῦ λόγου)· εἰ τοίνυν ἡµεῖς τοσαύτῃ ἐχρησάµεθα τῇ σπουδῇ, φησὶ, πόσῳ µᾶλλον ὑµᾶς τοὺς καὶ πολὺ τῶν ἀποστόλων ἀποδέοντας, καὶ οὐδὲ νόµον ἔχοντας εἰπεῖντὸν ἐπιτρέποντα, ἀλλὰ καὶ τοὐναντίον τῶν κεκωλυµένων ἁπτοµένους καὶ τῶν ἐπὶ βλάβῃ µεγάλῃ τοῦ εὐαγγελίου, οὐκ ἐπὶ τὸ µὴ ἐγκοπὴν µόνον δοῦναι, ἀλλ' οὐδὲ ἀνάγκην ὁρῶντας ἐπικειµένην, ἀπέχεσθαι δεῖ; Τοῦτον γὰρ ἅπαντα τὸν λόγον δι' ἐκείνους ἐκίνησε τοὺς διὰ τῆς βρώσεως τῶν εἰδωλοθύτων σκανδαλίζοντας τοὺς ἀσθενεστέρους ἀδελφούς. Ταῦτα δὲ καὶ ἡµεῖς ἀκούωµεν, ἀγαπητοί· ἵνα µὴ καταφρονῶµεν τῶν σκανδαλιζοµένων, µηδὲ ἐγκοπήν τινα ποιῶµεν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ· ἵνα µὴ προδιδῶµεν τὴν ἡµετέραν σωτηρίαν. Μὴ γάρ µοι λέγε, ὅταν σκανδαλίζηται ὁ ἀδελφὸς, ὅτι Οὐ κεκώλυται τὸ καὶ τὸ, ἐφ' ᾧ σκανδαλίζεται, καὶ ὅτι ἐφεῖται. Ἐγὼ γάρ σοι µείζονα λέγω, ὅτι κἂν αὐτὸς ὁ Χριστὸς ἐπιτετραφὼς ᾖ, ἴδῃς δέ τινα βλαπτόµενον, ἐπίσχες καὶ µὴ χρήσῃ τῇ ἐπιτροπῇ. Τοῦτο γὰρ καὶ Παῦλος ἐποίησεν, ἐξὸν λαβεῖν Χριστοῦ συγχωρήσαντος, µὴ λαβών. Καὶ γὰρ φιλάνθρωπος ὢν ὁ∆ εσπότης, πολλὴν τοῖς ἐπιτάγµασιν ἐκέρασεν ἡµερότητα τοῖς αὐτοῦ, ἵνα µὴ µόνον ἐξ ἐπιταγῆς, ἀλλὰ καὶ ἐξ οἰκείαςπολλὰ ποιῶµεν γνώµης. Καὶ γὰρ ἠδύνατο, εἰ µὴ τοῦτο ἐβούλετο, µᾶλλον ἐπιτεῖναι τὰ ἐπιτάγµατα, καὶ εἰπεῖν· Ὁ µὴ διόλου νηστεύων, κολαζέσθω· ὁ µὴ παρθενεύων, τιµωρείσθω· ὁ µὴ πάντα ἀποδυόµενος τὰ ὄντα, δίκην διδότω τὴν ἐσχάτην. Ἀλλ' οὐκ ἐποίησε τοῦτο, σοὶ παρέχων, εἰ βουληθείης, φιλοτιµεῖσθαι.∆ ιὰ τοῦτο καὶ ὅτε περὶ παρθενίας διελέγετο, ἔλεγεν· Ὁ δυνάµενος χωρεῖν, χωρείτω· καὶ ἐπὶ τοῦ πλουσίου τὰ µὲν ἐπέταξε, τὰ δὲ ἐπέτρεψε τῇ ἐξουσίᾳ τῆς διανοίας. Οὐ γὰρ εἶπε, Πώλησον τὰ ὑπάρχοντα, ἀλλ', Εἰ θέλεις τέλειος εἶναι, πώλησον. Ἀλλ' ἡµεῖς οὐ µόνον οὐ φιλοτιµούµεθα οὐδὲ ὑπερβαίνοµεν τὰ προστάγµατα, ἀλλὰ καὶ τοῦ µέτρου τῶν κελευσθέντων σφόδρα ἀπολιµπανόµεθα. Καὶ Παῦλος µὲν ἐλίµωττεν, ἵνα µὴ ἐγκοπὴν τῷ εὐαγγελίῳ δῷ· ἡµεῖς δὲ οὐδὲ τῶν ἀποκειµένων ἡµῖν ἅψασθαι τολµῶµεν, µυρίας ὁρῶντες ἀνατρεποµένας ψυχάς. Τρωγέτω γὰρ, φησὶν, ὁ σὴς, καὶ µὴ τρωγέτω ὁ πένης· κατεσθιέτω ὁ σκώληξ, καὶ µὴ περιβαλλέσθω ὁ γυµνός· ἀναλισκέσθω πάντα τῷ χρόνῳ, καὶ µὴ τρεφέσθω ὁ Χριστὸς, καὶ ταῦτα πεινῶν. Καὶ τίς τοῦτο εἶπε; φησί. Τοῦτο γάρ ἐστι σφόδρα τὸ δεινὸν, ὅτι οὐκ ἐν τοῖς ῥήµασιν, ἀλλ' ἐν τοῖς πράγµασι ταῦτα λέγεται. Καὶ γὰρ ἧττον ἂν ἦν δεινὸν ἐπὶ τῶν ῥηµάτων λεγόµενον, ἢ ἐπὶ τῶν ἔργων γινόµενον. Ἦ γὰρ οὐ ταῦτα βοᾷ καθ' ἑκάστην ἡµέραν ἡ ἀπάνθρωπος καὶ ὠµὴ τυραννὶς, ἡ φιλαργυρία τοῖς αὑτῆς αἰχµαλώτοις; Προκείσθω καὶ συκοφάνταις καὶ λῃσταῖς καὶ ἐπιβούλοις πρὸς τρυφὴν τὰ ὑµέτερα, καὶ µὴ τοῖς πεινῶσι µηδὲ τοῖς δεοµένοις διατροφή. Οὐ γὰρ ὑµεῖς ποιεῖτε τοὺς λῃστάς; οὐ γὰρ ὑµεῖς τῷ πυρὶ τῶν βασκάνων παρέχετε τροφήν; οὐ γὰρ ὑµεῖς ποιεῖτε τοὺς δραπέτας καὶ τοὺς ἐπιβούλους, καθάπερ δέλεαρ αὐτοῖς τὸν ὑµέτερον προτιθέντες πλοῦτον; τίς ἡ µανία αὕτη; Μανία γὰρ καὶ παραπληξία σαφὴς, τὰ µὲν κιβώτια µεστὰ ἱµατίων ποιεῖν, τὸν δὲ κατ' εἰκόνα Θεοῦ γενόµενον καὶ καθ' ὁµοίωσιν, γυµνὸν καὶ τρέµοντα ὑπὸτοῦ κρυµοῦ περιορᾷν, καὶ µόλις ὀρθούµενον. Ἀλλὰ προφασίζεται, φησὶ, τὸν τρόµον καὶ τὴν ἀσθένειαν. Εἶτα οὐ δέδοικας µὴ σκηπτὸς ἄνωθεν ἀπὸ τοῦ ῥήµατος ἀναφθεὶς τούτου κατενεχθῇ; διαῤῥήγνυµαι γὰρ ὑπὸ τοῦ θυµοῦ· σύγγνωτε. Σὺ µὲν γὰρ γαστριζόµενος καὶ πιαινόµενος, καὶ εἰς ἑσπέραν βαθεῖαν τὸν πότον παρατείνων, καὶ µαλακοῖς ἐνθαλπόµενος στρώµασιν, οὐκ ἀξιοῖςδοῦναι δίκην, οὕτω παρανόµως τοῖς τοῦ Θεοῦ χρώµενος δώροις( οὐδὲ γὰρ ἵνα µεθύωµεν, ὁ οἶνος· οὐδ' ἵνα γαστριζώµεθα, ἡ τροφὴ γέγονεν· οὐδ' ἵνα διασπῶµεν τὴν γαστέρα, τὰ σιτία)· τὸν δὲ πένητα, τὸν ἄθλιον, τὸν οὐδὲν ἄµεινον νεκροῦ διακείµενον, τοῦτον εὐθύνας ἀπαιτεῖς ἀκριβεῖς, καὶ οὐ δέδοικας τοῦ Χριστοῦ τὸ δικαστήριον τὸφρικτὸν ἐκεῖνο καὶ φοβερόν; Καὶ γὰρ εἰ ὑποκρίνεται, ἐξ ἀνάγκης ὑποκρίνεται καὶ ἐνδείας διὰ τὴν ὠµότητα τὴν σὴν καὶ τὴν ἀπανθρωπίαν τὴν τοιούτων δεοµένην προσωπείων, τὴνµὴ ἐπικλωµένην πρὸς ἔλεον. Τίς γὰρ οὕτως ἄθλιος καὶ ταλαίπωρος, ὡς µηδεµιᾶς ἀνάγκης ἐπικειµένης ὑπὲρ ἑνὸς ἄρτου τοιαῦτα ἀσχηµονεῖν καὶ κόπτεσθαι καὶ τοσαύτην ὑποµένειν δίκην; Ὥστε ἡ ὑπόκρισις ἡ ἐκείνου τῆς σῆς ἀπανθρωπίας περιέρχεται γιγνοµένη κήρυξ. Ἐπειδὴ γὰρ ἱκετεύων καὶ λιπαρῶν καὶ ἐλεεινὰ προϊέµενος ῥήµατα, καὶ ὀδυρόµενος καὶ δακρύων καὶ δι' ὅλης περιιὼν τῆς ἡµέρας, οὐδὲ τῆς ἀναγκαίαςεὐπορεῖ τροφῆς, ἐπενόησεν ἴσως καὶ ταύτην τὴν µηχανὴν, οὐκ ἐκείνῳ τοσαύτην, ὅσην σοὶ, φέρουσαν τὴν ἀσχηµοσύνην καὶ τὴν κατηγορίαν. Ἐκεῖνος µὲν γὰρ ἐλεεῖσθαι δίκαιος, ὅτι εἰς τοσαύτην κατῆλθεν ἀνάγκην· ἡµεῖς δὲ µυρίων ἄξιοι τιµωριῶν, ὅτι τοὺς πένητας τοιαῦτα βιαζόµεθα πάσχειν. Εἰ γὰρ ἐξ εὐκολίας ἐπεκλώµεθα, οὐκ ἄν ποτε εἵλετο ἐκεῖνος τοιαῦτα ὑποµένειν. Καὶ τί λέγω γύµνωσιν καὶ τρόµον; Τὸ γὰρ τούτου φρικωδέστερον ἐρῶ, ὅτι καὶ παῖδας ἠναγκάσθησαν πηρῶσαί τινες ἄωρον ἄγοντας ἡλικίαν, ἵνα τῆς ἡµετέρας ἀναισθησίας καθίκωνται. Ἐπειδὴ γὰρ βλέποντες καὶ γυµνοὶ περιιόντες, οὔτε ἀπὸ τῆς ἡλικίας οὔτε ἀπὸ τῆς συµφορᾶς ἐπεσπάσαντο τοὺς ἀνηλεεῖς, προσέθηκαν τοῖς τοσούτοιςκακοῖς ἑτέραν χαλεπωτέραν τραγῳδίαν, ἵνα λύσωσι τὸν λιµὸν, κουφότερον εἶναι νοµίζοντες ἀπεστερῆσθαι τοῦ κοινοῦ τούτου φωτὸς καὶ τῆς πᾶσι δεδοµένης ἀκτῖνος, ἢ λιµῷ παλαίειν διηνεκεῖ καὶ τὸν οἴκτιστον ὑποµένειν θάνατον. Ἐπειδὴ γὰρ οὐ πενίαν ἐµάθετε ἐλεεῖν, ἀλλὰ τέρπεσθαι συµφοραῖς, πληροῦσιν ὑµῶν τὴν ἀκόρεστον ἐπιθυµίαν, καὶ ἑαυτοῖς καὶ ὑµῖν χαλεπωτέραν τῆςγεέννης ἀνάπτοντες τὴν φλόγα. Καὶ ἵνα µάθητε ὅτι διὰ τοῦτο ταῦτα γίνεται καὶ τὰ τοιαῦτα, τεκµήριον ὑµῖν ὡµολογηµένον ἐρῶ, πρὸς ὃ µηδεὶς ἀντερεῖ. Εἰσὶν ἕτεροι πένητες κοῦφοι καὶ µετέωροι τὰς ψυχὰς, καὶ οὐκ εἰδότες φέρειν λιµὸν, ἀλλὰ πάντα µᾶλλον, ἢ τοῦτο ὑποµένοντες. Οὗτοι πολλάκις ὑµῖν ἐλεεινοῖς καὶ σχήµασι καὶ ῥήµασιν ἐντυχόντες, ἐπειδὴ οὐδὲν ὤνησαν τὰς ἱκετηρίας ἀφέντες ἐκείνας, τοὺς θαυµατοποιοὺς ὑµῖνλοιπὸν παρήλασαν, οἱ µὲν δέρµατα ὑποδηµάτων µασώµενοι πεπονηκότων, οἱ δὲ κατὰ τῆς κεφαλῆς ἥλους ὀξεῖς διαπείροντες, ἕτεροι πεπηγόσιν ὕδασιν ὑπὸ τοῦκρυµοῦ γυµνῇ τῇ γαστρὶ προσοµιλοῦντες, ἄλλοι δὲ ἕτερα ἀτοπώτερα τούτων ὑποµένοντες, ἵνα τὸ πονηρὸν περιστήσωσι θέατρον. ὰʹ. Σὺ δὲ, τούτων γινοµένων, ἕστηκας γελῶν καὶ θαυµάζων, καὶ ἐµποµπεύων τοῖς ἑτέρων κακοῖς, τῆς κοινῆς φύσεως ἀσχηµονούσης. Καὶ τί πλέον ἂν ἐργάσαιτο τούτων δαίµων ἄγριος; Εἶτα ἵνα προθυµότερον ποιήσῃ ταῦτα, δαψιλέστερον δίδως ἀργύριον. Καὶ τῷ µὲν εὐχοµένῳ καὶ τὸν Θεὸν καλοῦντι, καὶ µετ' ἐπιεικείας προσιόντι οὐδὲ, ἀποκρίνεσθαι ἀξιοῖς οὐδὲ ἐµβλέψαι, ἀλλὰ καὶ τὰ φορτικὰ ἐκεῖνα πρὸςαὐτὸν φθέγγῃ ῥήµατα, ὅταν συνεχῶς ἐνοχλήσῃ· Τοῦτον δὲ δεῖ ζῇν; ἀναπνεῖν δὲ ὅλως, ἢ τὸν ἥλιον τοῦτον ὁρᾷν; πρὸς δὲ ἐκείνους καὶ φαιδρὸς καὶ φιλότιµος, ἅτε ἀγωνοθέτης τις ὢν τῆς καταγελάστου καὶ σατανικῆς ἀσχηµοσύνης ἐκείνης.∆ ιὸ καὶ εὐλογώτερον πρὸς τοὺς τιθέντας τοὺς ἀγῶνας τούτους, καὶ µὴ προϊεµένους µηδὲν ἕως ἂν ἴδωσι κολαζοµένους ἑτέρους, ταῦτα ἂν λεχθείη τὰ ῥήµατα· Ζῇν δὲ τούτους, ἀναπνεῖν δὲ ὅλως; τὸν δὲ ἥλιον τοῦτον ὁρᾷν τοὺς εἰς τὴν κοινὴν παρανοµοῦντας φύσιν, τοὺς εἰς τὸν Θεὸν ὑβρίζοντας; Καὶ τοῦ µὲν Θεοῦ λέγοντος,∆ ὸς ἐλεηµοσύνην, καὶ δίδωµί σοι βασιλείαν οὐρανῶν, οὐκ ἤκουσας· τοῦ διαβόλου δὲ κεφαλὴν καθηλωµένην δεικνύντος, ἐξαίφνης φιλότιµος γέγονας· καὶ µᾶλλον ἐπέκαµψεν ἡ τοῦ πονηροῦ δαίµονος µηχανὴ τοσαύτην ἔχουσα βλάβην, ἢ ἡ τοῦ Θεοῦ ὑπόσχεσις µυρία κοµίζουσα τὰ ἀγαθά· δέον, εἰ καὶ χρυσίον καταβαλεῖν ἐχρῆν ὑπὲρ τοῦ ταῦτα µὴ γίνεσθαι, µηδὲ γινόµενα ὁρᾷν, πάντα ποιεῖν καὶ ὑποµένειν, ὥστε ἀνελεῖν τὴν πολλὴνταύτην µανίαν· ὑµεῖς δὲ ὑπὲρ τοῦ καὶ γίνεσθαι καὶ γινόµενα ὁρᾷν, πάντα ποιεῖτε καὶ πραγµατεύεσθε. Ἔτι οὖν ἐρωτᾷς, εἰπέ µοι, διὰ τί γέεννα; Ἀλλὰ µηκέτι τοῦτο ἐρώτα, ἀλλὰ πῶς µία γέεννα µόνη. Πόσων γὰρ οὐκ ἄξιοι κολάσεων οὗτοι οἱ τὸ ὠµὸν τοῦτο καὶ ἀπηνὲς συγκροτοῦντες θέατρον, καὶ γελῶντες ἐφ' οἷς δακρύειν ἔδει κἀκείνους καὶ ὑµᾶς αὐτούς; µᾶλλον δὲ ὑµᾶς τοὺς τὰ τοιαῦτα ἀναγκάζοντας ἀσχηµονεῖν; Ἀλλ' οὐκ ἀναγκάζω, φησί. Πῶς οὐκ ἀναγκάζεις, εἰπέ µοι, τοῖς µὲν ἐπιεικεστέροις καὶ δακρύουσι καὶ τὸν Θεὸν παρακαλοῦσιν οὐδὲ προσέχειν ἀνεχόµενος· τούτοις δὲ καὶ ἀργύριον παρέχων δαψιλὲς, καὶ πολλοὺς περιιστῶν τοὺς θαυµάζοντας; Καὶ ἀποστῶµεν, φησὶν, ἐλεοῦντες αὐτούς. Καὶ σὺ τοῦτο κελεύεις; Οὐκ ἔστι τοῦτο ἐλεεῖν, ἄνθρωπε, τὸ τοσαύτην ἀπαιτεῖν δίκην ὑπὲρ ὀλίγων ὀβολῶν, τὸ κελεύειν ὑπὲρ ἀναγκαίας κατακόπτεσθαι τροφῆς, καὶ εἰςπολλὰ διατέµνειν τῆς κεφαλῆς τὴν δορὰν οὕτω πικρῶς καὶ ἐλεεινῶς. Εὐφήµει, φησίν· οὐ γὰρ ἡµεῖς ἐσµεν οἱ τὰς κεφαλὰς καθηλοῦντες ἐκείνας. Εἴθε σύ· καὶ οὐκ ἦν οὕτω δεινὸν τὸ δεινόν. Ὁ γὰρ σφάττων τινὰ τοῦ κελεύοντος ἑαυτὸν σφάττειν πολλῷ χαλεπώτερον ποιεῖ· ὃ δὴ καὶ ἐπὶ τούτων συµβαίνει. Καὶ γὰρ δριµυτέρας ὑποµένουσι τὰς ὀδύνας, ὅταν καὶ αὐτουργοὶ κελεύωνται γίνεσθαι τῶν πονηρῶν τούτων ἐπιταγµάτων, καὶ ταῦτα ἐν Ἀντιοχείᾳ, ἐνᾗ πρῶτον ἐχρηµάτισαν Χριστιανοὶ, ἐν ᾗ ἁπάντων ἀνθρώπων ἡµερώτεροι γεγόνασιν, ἐν ᾗ πολὺς τῆς ἐλεηµοσύνης τὸ παλαιὸν ἐκόµα καρπός. Οὐδὲ γὰρ τοῖς παροῦσι µόνον, ἀλλὰ καὶ τοῖς πόῤῥωθεν ἔπεµπον ἐκ πολλοῦ τοῦ διαστήµατος, καὶ ταῦτα λιµοῦ προσδοκωµένου. Τί οὖν δεῖ ποιεῖν; φησί· Τῆς µὲν θηριωδίας ταύτης καθυφεῖναι, πεῖσαι δὲ τοὺς δεοµένους ἅπαντας, ὅτι ταῦτα µὲν ποιοῦντες οὐδὲν λήψονται, ἐπιεικῶς δὲ προσιόντες, πολλῆς ἀπολαύσονται τῆς φιλοτιµίας. Ἂν δὲ ταῦτα µάθωσι, κἂν πάντων ὦσιν ἀθλιώτεροι, οὐχ αἱρήσονται οὐδέποτε τοιαῦτα κολάζεσθαι, ἐγὼ ἐγγυῶµαι· ἀλλὰ καὶ χάριν ὑµῖν εἴσονται, ὅτι καὶ τοῦ γέλωτος καὶ τῆς ὀδύνης αὐτοὺς ἀπηλλάξατε ἐκείνης. Νῦν δὲ ὑπὲρ µὲν ἡνιόχων καὶ παῖδας ἂν ἐκδοίητε τοὺς ὑµετέρους, καὶ ὑπὲρ ὀρχηστῶν καὶ αὐτὰς ἂν πρόοισθε τὰς ψυχάς· ὑπὲρ δὲ τοῦ Χριστοῦ πεινῶντος, οὐδὲ τὸ πολλοστὸν τῆς οὐσίας προΐεσθε µέρος· ἀλλὰ ἂν ὀλίγον δῶτε ἀργύριον, ὡς τὸ πᾶν ἐκτετικότες, οὕτω διάκεισθε, οὐκ εἰδότες ὅτι οὐ τὸ δοῦναι, ἀλλὰ τὸ µετὰ δαψιλείας δοῦναι, τοῦτο µάλιστάἐστιν ἐλεηµοσύνη.∆ ιὰ τοῦτο καὶ ὁ προφήτης οὐ τοὺς διδόντας ἁπλῶς ἀνακηρύττει καὶ µακαρίζει, ἀλλὰ τοὺς ἀφθόνως παρέχοντας. Οὐ γὰρ ἁπλῶς εἶπεν, Ἔδωκεν, ἀλλὰ πῶς; Ἐσκόρπισεν, ἔδωκε τοῖς πένησι. Τί γὰρ ὄφελος, ὅταν πλουτῶν τοσοῦτον δῷς, ὅσον ἄν τις ἀπὸ πελάγους κύαθον δοίη, καὶ µηδὲ χήρας γυναικὸς µεγαλοψυχίαν ζηλώσῃς; πῶς δὲ ἐρεῖς, Κύριε, ἐλέησόν µε κατὰ τὸ µέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρµῶν σου ἐξάλειψον τὸ ἀνόµηµά µου· οὐ κατὰ τὸ µέγα ἔλεος αὐτὸς ἐλεῶν, τάχα δὲ οὐδὲ κατὰ τὸ µικρόν; Καὶ γὰρ σφόδρα αἰσχύνοµαι, ὅταν ἴδω πολλοὺς τῶν πλουτούντων ἐφ' ἵππων χρυσοχαλίνων φεροµένους, καὶ οἰκέτας χρυσοφοροῦντας ἐπισυροµένους, καὶ κλίνας ἀργυρᾶς ἔχοντας, καὶ ἑτέραν πλείονα φαντασίαν, καὶ ἡνίκα ἂν πένητι δέῃ παρασχεῖν, τῶν σφόδρα πενήτων πτωχοτέρους γινοµένους. Ἀλλὰ τίς ὁ πολὺς αὐτῶν λόγος; Ἔχει τὸ κοινὸν τῆς Ἐκκλησίας, φησί. Καὶ τί τοῦτο πρὸς σέ; οὐδὲ γὰρ, ἐὰν ἐγὼ δῶ, σὺ διεσώθης· οὐδ' ἂν ἡ Ἐκκλησία παράσχῃ, σὺ τὰ ἁµαρτήµατα ἐξήλειψας τὰ σά. Εἰ γὰρ διὰ τοῦτο οὐ δίδως, ἐπειδὴ ἡ Ἐκκλησία ὀφείλει δοῦναι τοῖς δεοµένοις· ἐπειδὴ εὔχονται οἱ ἱερεῖς, σὺ οὐκ εὔξῃ ποτέ; καὶ ἐπειδὴ νηστεύουσιν ἕτεροι, σὺ µεθυσθήσῃ διηνεκῶς; οὐκ οἶσθα, ὅτι οὐχ οὕτω διὰ τοὺς πένητας τὰ περὶ ἐλεηµοσύνης ἐνοµοθέτησεν ὁ Θεὸς, ὡς δι' αὐτοὺς τοὺς παρέχοντας; Ἀλλ' ὑποπτεύεις τὸν ἱερέα; Μάλιστα µὲν χαλεπὴ καὶ τοῦτο ἁµαρτία· πλὴν οὐδὲν ἀκριβολογοῦµαι· διὰ σαυτοῦ πάντα ποίει, καὶ διπλοῦν οὕτω καρπώσῃ τὸν µισθόν. Καὶ γὰρ ἅπερ ἡµεῖς ὑπὲρ ἐλεηµοσύνης λέγοµεν, οὐχ ἵνα ἡµῖν προσαγάγῃς λέγοµεν, ἀλλ' ἵνα αὐτὸς διὰ σαυτοῦ διακονῇς. Ἐµοὶ µὲν γὰρ προσφέρων, ἴσως καὶ κενοδοξίᾳ ἀλώσῃ, πολλάκις δὲ καὶ σκανδαλισθεὶς ἀπελεύσῃ τῷ πονηρὰ ὑποπτεῦσαι· ἂν δὲ δι' ἑαυτῶν πάντα ποιῆτε, καὶ σκανδάλων ἀπαλλαγήσεσθε καὶ ὑποψίας ἀτόπου. καὶ πλείων ὑµῖν ὁ µισθός. ζʹ. Οὐ τοίνυν ἐκβιαζόµενος ὑµᾶς ἐνταῦθα κοµίζειν τὰ χρήµατα, ταῦτα λέγω, οὐδὲ ἀγανακτῶν ὑπὲρ τῶν κακῶς ἀκουόντων ἱερέων. Εἰ γὰρ ἀγανακτεῖν χρὴ καὶ ἀλγεῖν, ὑπὲρ ὑµῶν ἀλγεῖν δεῖ τῶν λεγόντων κακῶς. Τοῖς µὲν γὰρ ἀκούουσιν εἰκῆ καὶ µάτην κακῶς ὁ µισθὸς µείζων, τοῖς δὲ λέγουσι τὸ κρῖµα καὶ ἡ τιµωρία βαρυτέρα. Οὐ τοίνυν ὑπὲρ αὐτῶν ταῦτα λέγω, ἀλλ' ὑµῶν κηδόµενος καὶ φροντίζων. Τί γὰρ θαυµαστὸν, εἰ ἐπὶ τῆς γενεᾶς τινες ὑποπτεύονται τῆς ἡµετέρας, ὅπου γε ἐπὶ τῶν ἁγίων ἐκείνων τῶν τοὺς ἀγγέλους µιµησαµένων, τῶν οὐδὲνἴδιον κεκτηµένων, τῶν ἀποστόλων λέγω, γογγυσµὸς ἦν ἐν τῇ διακονίᾳ τῶν χηρῶν, ὅτι παρεθεωροῦντο οἱ πένητες, ὅτε οὐδείς τι τῶν ὑπαρχόντων αὐτῷ ἔλεγενἴδιον εἶναι, ἀλλ' ἦν αὐτοῖς ἅπαντα κοινά; Μὴ δὴ ταύτας προβαλλώµεθα τὰς προφάσεις, µηδὲ ἀπολογίαν εἶναι νοµίζωµεν τὸ τὴν Ἐκκλησίαν πολλὰ κεκτῆσθαι. Ὅταν γὰρ τῆς οὐσίας αὐτῆς τὸ µέγεθος ἴδῃς, ἐννόησον καὶ τῶν ἐγγεγραµµένων πενήτων τὰς ἀγέλας, τῶν ἀῤῥωστούντων τὰ πλήθη, τῶν µυρίωνχορηγιῶν τὰς ὑποθέσεις· περιέργασαι, πολυπραγµόνησον, οὐδεὶς ὁ κωλύσων, ἀλλὰ καὶ ἕτοιµοι λόγον ὑµῖν παρασχεῖν. Πλὴν ὑπερβολὴν ποιήσασθαι βούλοµαι. Ὅταν γὰρ παράσχωµεν τὰς εὐθύνας, καὶ δείξωµεν οὐκ ἐλάττονα τῆς προσόδου τὴν δαπάνην οὖσαν, ἀλλ' ἔστιν ὅπου καὶ πλείω, ἡδέως ἂν ὑµᾶςἐκεῖνο ἐροίµην· ἡνίκα ἂν ἀπέλθωµεν ἐκεῖ, καὶ ἀκούσωµεν τοῦ Χριστοῦ λέγοντος, Πεινῶντά µε εἴδετε, καὶ οὐκ ἐθρέψατε, γυµνὸν, καὶ οὐ περιεβάλετε, τί ἐροῦµεν; τί δὲ ἀπολογησόµεθα; Τὸν δεῖνα καὶ τὸν δεῖνα εἰς µέσον οἴσοµεν τὸν παρακούσαντα τούτων, καί τινας τῶν ἱερέων τῶν ὑπόπτων; Καὶ τί τοῦτο πρὸς σέ· ἐγὼ γάρ σοι ἐγκαλῶ, φησὶν, ἅπερ αὐτὸς ἥµαρτες. Ἀπολογία δὲ τούτων τὸ τὰ οἰκεῖα ἀπολούσασθαι ἁµαρτήµατα, οὐ τὸ δεῖξαι ἑτέρους τὰ αὐτά σοι πεπληµµεληκότας. Καὶ γὰρ ἡ Ἐκκλησία διὰ τὴν ὑµετέραν µικρολογίαν ἔχειν ἀναγκάζεται ἅπερ ἔχει νῦν· ὡς εἴ γε κατὰ τοὺς ἀποστολικοὺς πάντα ἔπραττον νόµους, πρόσοδον αὐτῆς εἶναι ἐχρῆν τὴν ὑµετέραν γνώµην, ὃ καὶ ταµιεῖον ἀσφαλὲς ἂν ἦν καὶἀνάλωτος θησαυρός. Νῦν δὲ ὅταν ὑµεῖς µὲν θησαυρίζητε ἐπὶ τῆς γῆς, καὶ πάντα ἐν τοῖς ταµιείοις ἀποκλείητε τοῖς ὑµετέροις, αὕτη δὲ ἀναγκάζηται δαπανᾷν χηρῶνσυλλόγοις, παρθένων χοροῖς, ξένων ἐπιδηµίαις, ἀποδηµούντων ταλαιπωρίαις, δεσµωτῶν συµφοραῖς, ἀῤῥωστούντων καὶ λελωβηµένων ἀνάγκαις, ἑτέραιςτοιαύταις προφάσεσι, τί δεῖ ποιεῖν; ἀποστρέφεσθαι τούτους ἅπαντας, καὶ τοσούτους προσχῶσαι λιµένας; καὶ τίς ἂν τοῖς γινοµένοις ναυαγίοις ἀρκέσειε; τοῖς ὀδυρµοῖς, τοῖς θρήνοις, ταῖς οἰµωγαῖς ταῖς πανταχόθεν φεροµέναις; Μὴ τοίνυν ἁπλῶς τὸ ἐπιὸν φθεγγώµεθα. Νῦν µὲν γὰρ, ὅπερ ἔφθην εἰπὼν, καὶ τὰς εὐθύνας παρασχεῖν ὑµῖν ἕτοιµοι· εἰ δὲ καὶ τοὐναντίον ἦν, καὶ διεφθαρµένους εἴχετε διδασκάλους καὶ πάντα ἁρπάζοντας καὶ πλεονεκτοῦντας, οὐδὲ οὕτως ὑµῖν ἀπολογία ἡ ἐκείνων πονηρία ἦν. Ὁ γὰρ φιλάνθρωπος καὶ πάνσοφος, ὁ µονογενὴς Υἱὸς τοῦ Θεοῦ, ὁ πάντα ὁρῶν, καὶ εἰδὼς ὅτι συµβαίνει πολλοὺς ἐν τῷ µακρῷ χρόνῳ καὶ τῇτοσαύτῃ οἰκουµένῃ ἱερέας γενέσθαι διεφθαρµένους· ἵνα µὴ ἡ τῶν ἀρχοµένων ῥᾳθυµία ἐπιτείνηται διὰ τῆς ἐκείνων ὀλιγωρίας, πᾶσαν ἀναιρῶν ἀπολογίαν ῥᾳθυµίας, Ἐπὶ τῆς καθέδρας Μωϋσέως, φησὶν, ἐκάθισαν οἱ γραµµατεῖς καὶ οἱ Φαρισαῖοι· πάντα οὖν, ὅσα ἂν λέγωσιν ὑµῖν ποιεῖν, ποιεῖτε· κατὰ δὲ τὰ ἔργα αὐτῶν µὴ ποιεῖτε· δεικνὺς ὅτι κἂν διδάσκαλον ἔχῃς φαῦλον, οὐδέν σε τοῦτο ὀνῆσαι δυνήσεται, ἂν µὴ προσέχῃς τοῖς λεγοµένοις. Οὐ γὰρ ἀφ' ὧν ὁ διδάσκαλος ἔπραξεν, ἀλλὰ ἀφ' ὧν ἀκούσας παρήκουσας, ἀπὸ τούτων σοι φέρει τὰς ψήφους ὁ Θεός. Ὥστε ἐὰν µὲν ποιῇς τὰ ἐπιτεταγµένα, µετὰ πολλῆς τότε στήσῃ τῆς παῤῥησίας· ἂν δὲ παρακούσῃς τῶν λεγοµένων, κἂν µυρίους ἱερέας διεφθαρµένους δείξῃς, οὐδέν σου τοῦτο προστήσεται. Ἐπεὶ καὶ Ἰούδας ἀπόστολος ἦν, ἀλλ' ὅµως οὐ