Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In epistulam i ad Corinthios
John ChrysostomHom. 1 Cor. 22 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
22.22
Οὐκ οἴδατε ὅτι οἱ τὰ ἱερὰ ἐργαζόµενοι, ἐκ τοῦ ἱεροῦ ἐσθίουσιν; οἱ τῷ θυσιαστηρίῳ προσ εδρεύοντες, τῷ θυσιαστηρίῳ συµµερίζονται; Οὕτω καὶ ὁ Κύριος διέταξε τοῖς τὸ εὐαγγέλιον καταγγέλλουσιν, ἐκ τοῦ εὐαγγελίου ζῇν. αʹ. Πολλὴν ποιεῖται τὴν σπουδὴν, ὥστε δεῖξαι µὴ κεκωλυµένον τὸ λαµβάνειν.∆ ιόπερ τοσαῦτα εἰπὼν ἔµπροσθεν, οὐκ ἠρκέσθη, ἀλλὰ καὶ ἐπὶ τὸν νόµον χωρεῖ, οἰκειότερον τοῦ προτέρου παρέχων ὑπόδειγµα. Οὐδὲ γὰρ ἦν ἴσον τὰς βοῦς παραγαγεῖν εἰς µέσον, καὶ ῥητῶς περὶ ἱερέων νόµον κείµενον εἰς µέσον ἀγαγεῖν. Σκόπει δέ µοι κἀν τούτῳ τὴν Παύλου σύνεσιν, πῶς µέµνηται τοῦ πράγµατος µεγαλοπρεπῶς. Οὐδὲ γὰρ εἶπεν, Οἱ τὰ ἱερὰ ἐργαζόµενοι ἐκ τῶν προσφερόντων λαµβάνουσιν· ἀλλὰ τί; Ἐκ τοῦ ἱεροῦ ἐσθίουσιν· ἵνα µήτε οἱ λαµβάνοντες ὀνειδίζωνται, µήτε οἱ παρέχοντες ἐπαίρωνται.∆ ιὸ καὶ τὸ ἑξῆς οὕτω τέθεικεν. Οὐδὲ γὰρ οὐδὲ ἐνταῦθα εἶπεν, Οἱ τῷ θυσιαστηρίῳ προσεδρεύοντες ἀπὸ τῶν θυόντων λαµβάνουσιν, ἀλλὰ, Τῷ θυσιαστηρίῳ συµµερίζονται. Τὰ γὰρ προσενεχθέντα οὐκέτι λοιπὸν τῶν προσενεγκάντων ἦν, ἀλλὰ τοῦ ἱεροῦ καὶ τοῦ θυσιαστηρίου. Καὶ οὐκ εἶπεν, ὅτι Τὰ ἱερὰ λαµβάνουσιν, ἀλλ', Ἐκ τοῦ ἱεροῦ ἐσθίουσι, δεικνὺς πάλιν τὴν συµµετρίαν, καὶ ὅτι οὐ χρηµατίζεσθαι δεῖ οὐδὲ πλουτεῖν. Εἰ δὲ λέγει, ὅτι Τῷ θυσιαστηρίῳ συµµερίζονται, οὐ τὴν ἐξίσης διανοµὴν λέγει, ἀλλὰ τὴν ἐξ ὀφειλῆς διδοµένην αὐτοῖς παραµυθίαν. Καίτοι τὰ τῶν ἀποστόλων µείζονα πολλῷ ἦν. Ἐκεῖ µὲν γὰρ τιµὴ ἦν ἡ ἱερωσύνη· ἐνταῦθα δὲ κίνδυνοι καὶ σφαγαὶ καὶ φόνοι.∆ ιόπερ τῶν ἄλλων παραδειγµάτων ἁπάντων πολὺ µεῖζον ἦν τὸ λέγειν· Εἰ ἡµεῖς ὑµῖν τὰ πνευµατικὰ ἐσπείραµεν. Ὅταν γὰρ εἴπῃ, Ἐσπείραµεν, τοὺς χειµῶνας καὶ τοὺς κινδύνους, καὶ τὰς ἐπιβουλὰς καὶ τὰ ἄφατα κακὰ ἐνδείκνυται, ἅπερ ὑπέµενον κηρύττοντες. Ἀλλ' ὅµως καὶ τοσαύτης οὔσης τῆς ὑπεροχῆς, οὐκ ἠθέλησεν οὔτε τὰ τῆς Παλαιᾶς ταπεινῶσαι, οὔτε τὰ ἑαυτοῦ ἐπᾶραι· ἀλλὰ καὶ τὰ ἑαυτοῦ συστέλλει, οὐκ ἀπὸ τῶν κινδύνων, ἀλλ' ἀπὸ τοῦ µεγέθους τῆς δωρεᾶς διδοὺς τὴν ὑπεροχήν. Οὐ γὰρ εἶπεν, Εἰ ἐκινδυνεύσαµεν ἢ παρεβουλευσάµεθα, ἀλλ', Εἰ ἡµεῖς ὑµῖν τὰ πνευµατικὰ ἐσπείραµεν· καὶ τὰ τῶν ἱερέων, ὡς οἷόν τέ ἐστιν, ἐπαίρει λέγων· Οἱ τὰ ἱερὰ ἐργαζόµενοι, καὶ οἱ τῷ θυσιαστηρίῳ προσεδρεύοντες, τὴν διηνεκῆ δουλείαν αὐτῶν καὶ τὴν καρτερίαν διὰ τούτων ἐνδείξασθαι βουλόµενος. Καὶ εἰπὼν τοὺς ἱερέας τοὺς παρὰ Ἰουδαίοις, τούς τε Λευίτας τούς τε ἀρχιερέας, ἑκάτερα τὰ τάγµατα ἐδήλωσε, καὶ τὰ καταδεέστερα καὶ τὰ ὑπερέχοντα· τὰ µὲν διὰ τοῦ λέγειν, Οἱ τὰ ἱερὰ ἐργαζόµενοι, τὰ δὲ διὰ τοῦ εἰπεῖν, Οἱ τῷ θυσιαστηρίῳ προσεδρεύοντες. Οὐδὲ γὰρ πᾶσιν ἓν ἐπιτεταγµένον ἔργον ἦν· ἀλλ' οἱ µὲν τὰ παχύτερα, οἱ δὲ τὰ ὑψηλότερα ἦσαν ἐγκεχειρισµένοι. Πάντας τοίνυν τούτους περιλαβὼν, ἵνα µή τις λέγῃ, Τί τῆς Παλαιᾶς ἡµῖν µέµνησαι; οὐκ οἶσθα ὅτι προσταγµάτων τελειοτέρων ἡµῖν ὁ καιρός; µετ' ἐκεῖνα πάντα τὸ πάντων ἰσχυρότερον τέθεικεν εἰπών· Οὕτω καὶ ὁ Κύριος διέταξε τοῖς τὸ εὐαγγέλιον καταγγέλλουσιν, ἐκ τοῦ εὐαγγελίου ζῇν. Καὶ οὐδὲ ἐνταῦθα ἐκ τῶν ἀνθρώπων λέγει τρέφεσθαι, ἀλλ' ὥσπερ ἐπὶ τῶν ἱερέων, Ἐκ τοῦ ἱεροῦ, καὶ Ἐκ τοῦ θυσιαστηρίου, οὕτω καὶ ἐνταῦθα, Ἐκτοῦ εὐαγγελίου, φησί· καὶ ὥσπερ ἐκεῖ Ἐσθίειν, οὕτως ἐνταῦθα Ζῇν, οὐκ ἐµπορεύεσθαι οὐδὲ θησαυρίζειν. Ἄξιος γὰρ, φησὶν, ὁ ἐργάτης τοῦ µισθοῦ αὐτοῦ. Ἐγὼ δὲ οὐδενὶ τούτων ἐχρησάµην. Τί οὖν, εἰ µὴ ἐχρήσω, φησὶ, νῦν, πρὸς δὲ τὸ µέλλον χρήσασθαι βούλει, καὶ διὰ τοῦτο ταῦτα λέγεις; Ἄπαγε· καὶ γὰρ διὰ τοῦτο ταχέως τῇ ἐπιδιορθώσει ἐχρήσατο, οὕτως εἰπών· Οὐκ ἔγραψα δὲ ταῦτα, ἵνα οὕτω γένηται ἐν ἐµοί. Καὶ ὅρα µεθ' ὅσης σφοδρότητος ἀρνεῖται καὶ διακρούεται τὸ πρᾶγµα· Καλὸν γάρ µοι µᾶλλον ἀποθανεῖν, ἢ τὸ καύχηµά µου ἵνα τις κενώσῃ. Καὶ οὐχ ἅπαξ οὐδὲ δὶς, ἀλλὰ καὶ πολλάκις κέχρηται τῇ ῥήσει ταύτῃ· καὶ γὰρ ἀνωτέρω εἶπεν, Οὐκ ἐχρησάµεθα τῇ ἐξουσίᾳ ταύτῃ· καὶ µετὰ ταῦτα πάλιν, Εἰς τὸ µὴ καταχρήσασθαί µε τῇ ἐξουσίᾳ µου· καὶ ἐνταῦθα, Ἐγὼ δὲ οὐδενὶ τούτων ἐχρησάµην. Τούτων, ποίων; Τῶν πολλῶν παραδειγµάτων. Πολλῶν γάρ µοι παρεχόντων ἐξουσίαν, τοῦ στρατιώτου, τοῦ γεωργοῦ, τοῦ ποιµένος, τῶν ἀποστόλων, τοῦ νόµου, τῶν παρ' ἡµῶν εἰς ὑµᾶς γινοµένων, τῶνπαρ' ὑµῶν εἰς τοὺς ἄλλους, τῶν ἱερέων, τοῦ προστάγµατος τοῦ Χριστοῦ, οὐδενὶ τούτων ἐπείσθην εἰς τὸ καταλῦσαι τὸν ἐµαυτοῦ νόµον, καὶ λαβεῖν. Καὶ µή µοι τὰ παρελθόντα λέγε· καίτοι γε ἔχω εἰπεῖν, ὅτι πολλὰ καὶ ἐν τοῖς παρελθοῦσιν ὑπέµεινα διὰ τοῦτο· ἀλλ' ὅµως οὐκ ἐκείνοις ἰσχυρίζοµαι µόνοις, ἀλλὰ καὶ περὶ τῶν µελλόντων ὑπισχνοῦµαι, ὅτι αἱροῦµαι µᾶλλον ἀποθανεῖν λιµῷ, ἢ τούτων ἀποστερηθῆναιτῶν στεφάνων. Καλὸν γάρ µοι µᾶλλον ἀποθανεῖν, φησὶν, ἢ τὸ καύχηµά µου ἵνα τις κενώσῃ. Οὐκ εἶπεν, Ἢ τὸν νόµον µου ἵνα τις καταλύσῃ, ἀλλὰ, Τὸ καύχηµα. Ἵνα γὰρ µὴ λέγῃ τις, ὅτι Ποιεῖ µὲν αὐτὸ, οὐ χαίρων δὲ, ἀλλὰ στένων καὶ ὀδυνώµενος, τὴν ὑπερβολὴν τῆς χαρᾶς δεῖξαι θέλων καὶ τὴν περιουσίαντῆς προθυµίας, καὶ καύχηµα τὸ πρᾶγµα καλεῖ. Τοσοῦτον ἀπεῖχεν ὀδυνᾶσθαι, ὅτι καὶ καυχᾶται καὶ ἀποθανεῖν αἱρεῖται µᾶλλον, ἢ ἐκπεσεῖν τοῦ καυχήµατος τούτου. Οὕτω καὶ ζωῆς αὐτῷ γλυκύτερον ἦν τὸ γινόµενον. βʹ. Εἶτα καὶ ἑτέρωθεν ἐπαίρει αὐτὸ, καὶ δείκνυσι µέγα ὂν, οὐχ ἵνα ἑαυτὸν λαµπρὸν ἀποφήνῃ· πόῤῥω γὰρ οὗτος ἐκείνου τοῦ πάθους· ἀλλ' ἵνα δείξῃ ὅτι χαίρει, καὶ τὴν ὑποψίαν ἐκ περιουσίας ἀνέλῃ.∆ ιὰ γὰρ τοῦτο, ὡς ἔφθην εἰπὼν, καὶ καύχηµα αὐτὸ ἐκάλεσε. Καὶ τί φησιν; Ἐὰν γὰρ εὐαγγελίζωµαι, οὐκ ἔστι µοι καύχηµα· ἀνάγκη γάρ µοι ἐπίκειται· οὐαὶ δὲ µοί ἐστιν, ἐὰν µὴ εὐαγγελίζωµαι! Εἰ γὰρ ἑκὼν τοῦτο πράσσω, µισθὸν ἔχω· εἰ δὲ ἄκων, οἰκονοµίαν πεπίστευµαι. Τίς οὖν µοί ἐστιν ὁ µισθός; Ἵνα εὐαγγελιζόµενος, ἀδάπανον θήσω τὸ εὐαγγέλιον τοῦ Χριστοῦ, εἰς τὸ µὴ καταχρήσασθαι τῇ ἐξουσίᾳ µου ἐν τῷ εὐαγγελίῳ. Τί λέγεις, εἰπέ µοι; ἐὰν εὐαγγελίζῃ, οὐκ ἔστι σοι καύχηµα, ἀλλ' ἐὰν ἀδάπανον θῇς τὸ εὐαγγέλιον; οὐκοῦν τοῦτο µεῖζον ἐκείνου; Οὐδαµῶς· ἀλλ' ἑτέρωθεν ἔχει τι πλέον· ὅτι τὸ µέν ἐστιν ἐπίταγµα, τὸ δὲ τῆς ἐµῆς προαιρέσεως κατόρθωµα. Ἃ µὲν γὰρ ὑπὲρ τὴν ἐντολὴν γίνεται, πολὺν ἔχει τὸν µισθὸν κατὰ τοῦτο· ἃ δὲ ἐν ἐντολῆς τάξει, οὐ τοσοῦτον. Ὥστε κατὰ τοῦτό φησι, τοῦτο ἐκείνου πλέον εἶναι, οὐ κατ' αὐτὴν τοῦ πράγµατος τὴν φύσιν. Τί γὰρ τοῦ κηρῦξαι ἴσον; Τοῦτο γὰρ καὶ πρὸς τοὺς ἀγγέλους αὐτοὺς ἁµιλλᾶσθαι ποιεῖ· ἀλλ' ὅµως ἐπειδὴ τὸ µὲν ἐπίταγµά ἐστι καὶ ὀφειλὴ, τὸ δὲ προαιρέσεως φιλοτιµία, κατὰ τοῦτο ἐκείνου πλέον.∆ ιό φησι, τὸ αὐτὸ ἑρµηνεύων, ὅπερ εἶπον νῦν· Εἰ γὰρ ἑκὼν τοῦτο πράσσω, µισθὸν ἔχω· εἰ δὲ ἄκων, οἰκονοµίαν πεπίστευµαι· τὸ Ἑκών καὶ Ἄκων ἐπὶ τοῦ ἐγκεχειρίσθαι καὶ µὴ ἐγκεχειρίσθαι λαµβάνων. Οὕτω καὶ τὸ, Ἀνάγκη γάρ µοι ἐπίκειται, νοητέον, οὐχ ὡς ἄκοντός τι τούτων ποιοῦντος, µὴ γένοιτο· ἀλλ' ὡς ὑπευθύνου ὄντος τοῖς ἐπιταχθεῖσι, καὶ πρὸς τὴν ἀντιδιαστολὴν τῆς ἐλευθερίας τῆς ἐν τῷ λαµβάνειν εἰρηµένης.∆ ιὸ καὶ τοῖς µαθηταῖς ἔλεγεν ὁ Χριστός· Ὅταν πάντα ποιήσητε, λέγετε, ὅτι Ἀχρεῖοι δοῦλοί ἐσµεν· ἃ γὰρ ὠφείλοµεν ποιῆσαι, πεποιήκαµεν. Τίς οὖν µοί ἐστιν ὁ µισθός; Ἵνα εὐαγγελιζόµενος ἀδάπανον θήσω τὸ εὐαγγέλιον. Τί οὖν, εἰπέ µοι, Πέτρος οὐκ ἔχει µισθόν; καὶ τίς ἂν σχοίη ποτὲ τοσοῦτον ὅσον ἐκεῖνος; τί δὲ οἱ λοιποὶ ἀπόστολοι; πῶς οὖν εἶπεν, Εἰ µὲν ἑκὼν τοῦτο πράσσω, µισθὸν ἔχω· εἰ δὲ ἄκων, οἰκονοµίαν πεπίστευµαι; Ὁρᾷς κἀνταῦθα τὴν σύνεσιν; Οὐδὲ γὰρ εἶπεν, Εἰ δὲ ἄκων, οὐκ ἔχω µισθὸν, ἀλλ', Οἰκονοµίαν πεπίστευµαι· δεικνὺς ὅτι καὶ οὕτως ἔχει µισθὸν, ἀλλὰ τοιοῦτον, οἷον ὁ τὸ ἐπιταχθὲν ἐξανύσας, οὐχ οἷον ἐκεῖνος ὁ ἐκ τῶν ἑαυτοῦ φιλοτιµησάµενος καὶ ὑπερβὰς τὸ ἐπίταγµα. Τίς οὖν ἐστιν ὁ µισθός; Ἵνα εὐαγγελιζόµενος, ἀδάπανον, φησὶ, θήσω τὸ εὐαγγέλιον, εἰς τὸ µὴ καταχρήσασθαί µε τῇ ἐξουσίᾳ µου ἐν τῷ εὐαγγελίῳ. Ὁρᾷς πῶς διόλου τῷ ὀνόµατι τῆς ἐξουσίας κέχρηται, δεικνὺς τοῦτο, ὃ συνεχῶς εἶπον, ὅτι οὐδὲ οἱ λαµβάνοντες ἐγκληµάτων ἄξιοι; Προσέθηκε δὲ, Τῷ εὐαγγελίῳ, ὁµοῦ µὲν τὸ εὐαγγέλιον δηλῶν, ὁµοῦ δὲ κωλύων πανταχοῦ τὸ πρᾶγµα ἐξάγειν. Τὸν γὰρ διδάσκοντα χρὴ λαµβάνειν, οὐχὶ δὲ καὶ τὸν ἀργοῦντα ἁπλῶς. Ἐλεύθερος γὰρ ὢν ἐκ πάντων, πᾶσιν ἐµαυτὸν ἐδούλωσα, ἵνα τοὺς πλείονας κερδήσω. Πάλιν ἐνταῦθα ἄλλην τίθησιν ὑπερβολήν. Μέγα µὲν γὰρ καὶ τὸ µὴ λαβεῖν· τοῦτο δὲ, ὃ µέλλει λέγειν, πολλῷ πλέον ἐκείνου. Τί δέ ἐστιν ὅ φησιν; Οὐ µόνον οὐκ ἔλαβον, φησὶν, οὐδὲ µόνον οὐκ ἐχρησάµην τῇ ἐξουσίᾳ ταύτῃ, ἀλλὰ καὶ ἐδούλωσα ἐµαυτὸν, καὶ δουλείαν ποικίλην καὶ παντοδαπήν. Οὐδὲ γὰρ ἐν χρήµασι µόνον, ἀλλ' ὃ πολλῷ χρηµάτων µεῖζον ἦν, ἐν πράγµασι πολλοῖς καὶ ποικίλοις τὸ αὐτὸ τοῦτο ἐπεδειξάµην· καὶ ἐδούλωσα ἐµαυτὸν, οὐδενὶ ὑποκείµενος κατ' οὐδὲν, οὐδὲ ἀνάγκην ἔχων· τοῦτο γάρ ἐστιν, Ἐλεύθερος ὢν ἐκ πάντων· καὶ οὐδὲ ἑνὶ ἐδούλευσα, ἀλλὰ τῇ οἰκουµένῃ πάσῃ· διὸ καὶ ἐπήγαγε, Πᾶσιν ἐµαυτὸν ἐδούλωσα. Καὶ γὰρ κηρῦξαι ἐπεταττόµην καὶ ἀπαγγέλλειν τὰ ἐµπιστευθέντα· τὸ δὲ µυρία µηχανᾶσθαι καὶ ἐπινοεῖν, λοιπὸν τῆς ἐµῆς σπουδῆς ἦν. Τοῦ γὰρ καταβαλεῖν τὸ ἀργύριον ὑπεύθυνος ἤµην µόνον· ἐγὼ δὲ καὶ ὑπὲρ τοῦ ἀπαιτῆσαι πάντα ἐποίουν πάλιν, πλέον τῶν ἐπιτεταγµένων ἐπιχειρῶν. Ἐπειδὴ γὰρ προαιρέσει καὶ προθυµίᾳ καὶ ἀγάπῃ τῇ εἰς Χριστὸν πάντα ἔπραττεν, ἀκόρεστον εἶχεν ἐπιθυµίαν εἰς τὴν τῶν ἀνθρώπων σωτηρίαν.∆ ιὸ καὶ ἐκ πολλῆς τῆς περιουσίας ὑπερέβαινε τὰ σκάµµατα, διὰ πάντων ὑπὲρ αὐτὸν πηδῶν τὸν οὐρανόν. Καὶ εἰπὼν τὴν δουλείαν, λέγει λοιπὸν τοὺς τρόπους αὐτῆς τοὺς ποικίλους. Τίνες δέ εἰσιν οὗτοι; Καὶ ἐγενόµην, φησὶ, τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος, ἵνα Ἰουδαίους κερδήσω. Καὶ πῶς ἐγένετο τοῦτο; Ὅτε περιέτεµεν, ἵνα καθέλῃ περιτοµήν.∆ ιὰ τοῦτο οὐκ εἶπεν, Ἰουδαῖος, ἀλλ', Ὡς Ἰουδαῖος, ὅπεροἰκονοµία ἦν. Τί λέγεις; ὁ τῆς οἰκουµένης κῆρυξ, καὶ τῶν οὐρανῶν αὐτῶν ἁψάµενος, καὶ τοσοῦτον ἐν τῇ χάριτι λάµψας, οὗτος ἀθρόον καταβαίνει τοσοῦτον; Ναί· τοῦτο γάρ ἐστιν ἀναβῆναι. Μὴ γὰρ δὴ τοῦτο ἴδῃς, ὅτι καταβαίνει µόνον, ἀλλ' ὅτι καὶ τὸν κάτω κείµενον ἀνίστησι καὶ ἀνάγει πρὸς ἑαυτόν. Τοῖς ὑπὸ νόµον, ὡς ὑπὸ νόµον, µὴ ὢν αὐτὸς ὑπὸ νόµον, ἵνα τοὺς ὑπὸ νόµον κερδήσω. γʹ. Ἢ ἐπεξήγησις τοῦ προτέρου ἐστὶν, ἢ ἕτερόν τι αἰνίττεται παρὰ τὸ πρότερον· Ἰουδαίους µὲν λέγων τοὺς ἄνωθεν καὶ ἐξ ἀρχῆς τοιούτους ὄντας· ὑπὸ νόµον δὲ, τοὺς προσηλύτους, ἢ τοὺς πιστοὺς γενοµένους καὶ ἔτι ἀντεχοµένους τοῦ νόµου. Οὐκέτι γὰρ ἦσαν ὡς Ἰουδαῖοι, ἀλλ' ὑπὸ νόµον. Καὶ πότε ἐγένετο ὑπὸ νόµον; Ὅτε ἐξυρᾶτο, ὅτε ἔθυεν. Ἐγίνετο δὲ ταῦτα, οὐ τῆς γνώµης αὐτῷ µεταβαλλοµένης, ἐπεὶ κακία τὸ πρᾶγµα ἦν· ἀλλὰ τῆς ἀγάπης συγκαταβαινούσης. Ἵνα γὰρ τοὺς ὄντας ἀληθῶς εἰς ταῦτα µεταστήσῃ, ἐγίνετο αὐτὸς οὐκ ἀληθῶς, ἐπιδεικνύµενος µόνον, οὐκ ὢν δὲ, οὐδὲ ἐκ διανοίας ταῦτα πράττωνοὕτως ἐχούσης. Πῶς γὰρ, ὁ καὶ ἑτέρους µεταθεῖναι σπεύδων, καὶ διὰ τοῦτο ταῦτα ποιῶν. ἵνα ἄλλους ποιοῦντας ἐλευθερώσῃ τῆς ταπεινότητος ἐκείνης; Τοῖς ἀνόµοις ὡς ἄνοµος. Οὗτοι οὔτε Ἰουδαῖοι ἦσαν, οὔτε Χριστιανοὶ, οὔτε Ἕλληνες, ἀλλ' ἐκτὸς νόµου ὄντες, οἷος ἦν ὁ Κορνήλιος, καὶ εἴ τινες κατ' ἐκεῖνον. Καὶ γὰρ πρὸς ἐκείνους εἰσιὼν, πολλὰ ὑπεκρίνετο τῶν ἐκείνων. Τινὲς δέ φασι καὶ τὴν ἀπὸ τοῦ ἐπιγράµµατος τοῦ ἐν τῷ βωµῷ διάλεξιν αὐτῷ γενοµένην πρὸς Ἀθηναίους αἰνίττεσθαι, καὶ λέγειν, Τοῖς ἀνόµοις ὡς ἄνοµος. Εἶτα ἵνα µὴ νοµίσῃ τις µεταβολὴν γνώµης εἶναι τὸ πρᾶγµα, ἐπήγαγε· Μὴ ὢν ἄνοµος Θεοῦ, ἀλλ' ἔννοµος Χριστοῦ. Τουτέστιν, Οὐ µόνον ἄνοµος οὐκ ὢν, ἀλλ' οὐδὲ ἁπλῶς ἔννοµος, ἀλλὰ τὸν πολλῷ τοῦ παλαιοτέρου νόµον ὑψηλότερον ἔχων, τουτέστι, τοῦ Πνεύµατος καὶτῆς χάριτος· διὸ καὶ ἐπήγαγε, Χριστοῦ. Εἶτα ποιήσας περὶ τῆς γνώµης θαῤῥῆσαι, καὶ τὸ κέρδος τίθησι πάλιν τῆς τοιαύτης συγκαταβάσεως, λέγων· Ἵνα κερδήσω ἀνόµους. Καὶ πανταχοῦ τὴν αἰτίαν προβάλλεται τῆς συγκαταβάσεως· καὶ οὐδὲ µέχρι τούτων ἔστη, ἀλλὰ, Καὶ τοῖς ἀσθενέσι, φησὶν, ὡς ἀσθενὴς, ἵνα τοὺς ἀσθενεῖς κερδήσω. Τοῦτο λοιπὸν τὸ τούτων λέγων, δι' ὃ καὶ πάντα ταῦτα εἴρηται. Καίτοι ἐκεῖνα πολλῷ µείζονα ἦν, ἀλλὰ τοῦτο οἰκειότερον· ὅθεν καὶ ὕστερον αὐτὸ τέθεικεν. Ἐποίησε δὲ αὐτὸ καὶ παρὰ Ῥωµαίοις, ὅτε περὶ βρωµάτων ἐνεκάλει, καὶ ἀλλαχοῦ πολλαχοῦ. Εἶτα, ἵνα µὴ καθ' ἕκαστον ἅπαντα λέγων, διατρίβῃ, φησί· Τοῖς πᾶσι γέγονα τὰ πάντα, ἵνα πάντως τινὰς σώσω. Ὁρᾷς τὴν ὑπερβολήν; Πᾶσι µὲν γέγονα πάντα, οὐ πάντας δὲ προσδοκῶν σώζειν, φησὶ, ἀλλ' ἵνα κἂν ὀλίγους σώσω. Καὶ τὴν µὲν σπουδὴν καὶ τὴν διακονίαν τοσαύτην ὑπέµεινα, ὅσην εἰκὸς τὸν ἅπαντας σώζοντα, οὐ µὴν ἐλπίζων ἁπάντων περιέσεσθαι· ὃ πολὺ µέγα ἦν, καὶ προθυµίας ζεούσης. Ἐπεὶ καὶ ὁ σπείρων πανταχοῦ ἔσπειρε, καὶ οὐ τὸν πάντα σπόρον διέσωσεν, ἀλλ' ὅµως τὸ ἑαυτοῦ πεποίηκε. Καὶ εἰπὼν τὴν ὀλιγότητα τῶν σωζοµένων, πάλιν τῷ, Πάντως, προσθεῖναι, παρεµυθήσατο τοὺς ὑπὲρ τούτων ἀλγοῦντας. Εἰ γὰρ καὶ µὴ πάντα δυνατὸν διασωθῆναι τὸν σπόρον, ἀλλ' ὅµως καὶ πάντα ἀµήχανον ἀπολέσθαι.∆ ιὰ τοῦτο εἶπε, Πάντως, ὅτι ἀνάγκη πᾶσα τὸν οὕτω θερµῶς σπουδάζοντα καὶ ἐπι τυχεῖν. Πάντα δὲ ποιῶ διὰ τὸ εὐαγγέλιον, ἵνα συγκοινωνὸς αὐτοῦ γένωµαι, τουτέστιν, ἵνα δόξω τι καὶ αὐτὸς συνεισενηνοχέναι οἴκοθεν, καὶ κοινωνήσωτῶν ἀποκειµένων στεφάνων τοῖς πιστοῖς. Ὥσπερ γὰρ ἔλεγεν, Ἐκ τοῦ εὐαγγελίου ζῇν, τουτέστιν, ἐκ τῶν πιστευόντων, οὕτω καὶ ἐνταῦθα, Συγκοινωνὸς γένωµαι τοῦ εὐαγγελίου, ἵνα δυνηθῶκοινωνῆσαι τοῖς ἐν τῷ εὐαγγελίῳ πεπιστευκόσιν. Εἶδες ταπεινοφροσύνην, πῶς ἐν τῇ τῶν µισθῶν ἀντιδόσει ἕνα τῶν πολλῶν ἑαυτὸν τίθησι, πάντων ἐπλεονεκτήσας τοῖς πόνοις; Ὅθεν δῆλον, ὅτι καὶ τοῖς ἐπάθλοις. Ἀλλ' ὅµως αὐτὸς οὐκ ἀξιοῖ τῶν πρωτείων ἀπολαύειν, ἀλλ' ἀγαπᾷ, ἂν µετὰ τῶν ἄλλων κοινωνήσῃ τῶν ἀποκειµένων στεφάνων. Ταῦτα δὲ ἔλεγεν, οὐκ ἐπειδὴ µισθῷ τινι ταῦτα ἔπραττεν, ἀλλ' ἵνα ἐκείνους κἀντεῦθεν ἐπισπάσηται, καὶ ταῖς ἐλπίσι ταύταις πείσῃ πάντα ποιεῖν ὑπὲρτῶν ἀδελφῶν. Εἶδες σύνεσιν; εἶδες ἀκριβείας ὑπεροχὴν, πῶς ὑπὲρ τὰ ἐπιτεταγµένα ἐποίησε, µὴ λαµβάνων, λαµβάνειν ἐξόν; εἶδες συγκαταβάσεως ὑπερβολὴν, πῶς ὁ ἔννοµος Χριστοῦ καὶ τὸν ἀνωτάτω τηρῶν νόµον, τοῖς ἀνόµοις ὡς ἄνοµος ἦν, τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος, ἐνἑκατέροις ἄκρος φανεὶς καὶ πάντας νικήσας; Τοῦτο καὶ σὺ ποίει, καὶ µὴ νόµιζε καταπίπτειν ἄκρος ὢν, ἐάν τι διὰ τὸν ἀδελφὸν ὑποµείνῃς τῶν ταπεινῶν· οὐδὲ γὰρ καταπεσεῖν ἐστι τοῦτο, ἀλλὰ καταβῆναι. Ὁ µὲν γὰρ πεσὼν, κεῖται µόλις ἀνιστάµενος· ὁ δὲ καταβὰς, καὶ ἀναβήσεται µετὰ πολλοῦ τοῦ κέρδους· καθάπερ καὶ Παῦλος κατῄει µὲν µόνος, ἀνῄει δὲ µετὰ τῆς οἰκουµένης, οὐχ ὑποκρινόµενος· οὐδὲ γὰρ ἂν τὸ κέρδος ἐζήτησε τῶν σωζοµένων, εἴ γε ὑπεκρίνετο. Τὴν γὰρ ἀπώλειαν ὁ ὑποκριτὴς ζητεῖ, καὶ ὥστε λαβεῖν, ὑποκρίνεται, οὐχ ὥστε δοῦναι. Ἀλλ' οὗτος οὐχ οὕτως· ἀλλ' ὥσπερ ἰατρὸς, ὥσπερ διδάσκαλος, ὥσπερ πατὴρ, ὁ µὲν τῷ κάµνοντι, ὁ δὲ τῷ µαθητῇ, ὁ δὲ τῷ παιδὶ συγκαταβαίνει εἰς διόρθωσιν, οὐκ εἰς βλάβην· οὕτω καὶ οὗτος. δʹ. Ὅτι γὰρ οὐχ ὑπόκρισις ἦν τὰ εἰρηµένα, ὅταν µηδὲν τοιοῦτον ἀναγκάζηται ποιεῖν ἢ λέγειν, ἀλλὰ τὴν διάθεσιν αὐτοῦ καὶ τὴν παῤῥησίαν δεῖξαιβούληται, ἄκουσον αὐτοῦ λέγοντος· Οὔτε ζωὴ οὔτε θάνατος, οὔτε ἄγγελοι οὔτε ἀρχαὶ οὔτε δυνάµεις, οὔτε ἐνεστῶτα οὔτε µέλλοντα, οὔτε ὕψωµα οὔτε βάθος, οὔτε τις ἑτέρα κτίσις δυνήσεταιἡµᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡµῶν. Εἶδες ἀγάπην πυρὸς θερµοτέραν; Οὕτω καὶ ἡµεῖς ἀγαπήσωµεν τὸν Χριστόν· καὶ γὰρ εὔκολον, ἂν βουλώµεθα. Οὐδὲ γὰρ ἐκεῖνος φύσει τοιοῦτος ἦν.∆ ιά τοι τοῦτο καὶ τὰ πρότερα αὐτοῦ ἀνεγράφη τὰ ἐναντία τούτοις, ἵνα µάθωµεν ὅτι προαιρέσεως τὸ ἔργον, καὶ βουλοµένοις ἅπαντα εὔκολα. Μὴ τοίνυν ἀπογνῶµεν, ἀλλὰ, κἂν λοίδορος ᾖς, κἂν πλεονέκτης, κἂν ὁτιοῦν, ἐννόησον ὅτι Παῦλος βλάσφηµος ἦν καὶ διώκτης καὶ ὑβριστὴς, καὶτῶν ἁµαρτωλῶν πρῶτος, καὶ ἐξαίφνης πρὸς αὐτὴν ἀνέβη τὴν κορυφὴν τῆς ἀρετῆς, καὶ οὐδὲν αὐτῷ κώλυµα τὰ πρότερα γέγονε· καίτοι γε οὐδεὶς οὕτω µετὰ τοσαύτης µανίας ἔχεται κακίας, µεθ' ὅσης ἐκεῖνος τοῦ πολέµου τοῦ κατὰ τῆς Ἐκκλησίας. Καὶ γὰρ τὴν ψυχὴν ἐπέδωκε τὴν ἑαυτοῦ τότε, καὶ ὅτι µὴ µυρίας εἶχε χεῖρας, ἵνα πάσαις βάλλῃ τὸν Στέφανον, ἤλγει. Ὅµως δὲ καὶ οὕτως εὗρεν ὅπως πλείοσιν αὐτὸν βάλῃ χερσὶ, ταῖς τῶν ψευδοµαρτύρων, ὧν τὰ ἱµάτια ἐτήρει· καὶ ἡνίκα δὲ εἰς τὰς οἰκίας εἰσῄει, καθάπερ θηρίον οὕτως εἰσεπήδα, σύρων, σπαράττων ἄνδρας, γυναῖκας, θορύβου καὶ ταραχῆς καὶ µυρίων πολέµωνπάντα πλη ρῶν. Οὕτω γοῦν καὶ φοβερὸς ἦν, ὡς τοὺς ἀποστόλους καὶ µετὰ τὴν ἀρίστην µεταβολὴν µηδέπω τολµᾷν κολλᾶσθαι αὐτῷ. Ἀλλ' ὅµως µετὰ πάντα ἐκεῖνα γέγονε τοιοῦτος, οἷος γέγονεν· οὐδὲν γὰρ δεῖ πλέον εἰπεῖν. Ποῦ τοίνυν εἰσὶν οἱ τὴν τῆς εἱµαρµένης ἀνάγκην ἐπιτειχίζοντες τῇ τῆς προαιρέσεως ἐλευθερίᾳ; Ἀκουέτωσαν ταῦτα, καὶ ἐπιστοµιζέσθωσαν. Τὸν γὰρ βουλόµενον γενέσθαι ἀγαθὸν οὐδέν ἐστι τὸ κωλύον, κἂν τῶν πονηροτάτων ἔµπροσθεν ᾖ. Καὶ γὰρ πρὸς τοῦτο ἐπιτηδείως µᾶλλον ἔχοµεν, ὅσον καὶ κατὰ φύσιν ἡµῖν ἐστιν ἡ ἀρετὴ, καὶ παρὰ φύσιν ἡ πονηρία, ὥσπερ οὖν τὸ νοσεῖν καὶ ὑγιαίνειν. Καὶ γὰρ ὀφθαλµοὺς ἡµῖν ἔδωκεν ὁ Θεὸς, οὐχ ἵνα ἀκολάστως βλέπωµεν, ἀλλ' ἵνα τὰ δηµιουργήµατα αὐτοῦ θαυµάζοντες, προσκυνῶµεν τὸν ποιήσαντα. Καὶ ὅτι αὕτη ἡ χρεία τῶν ὀφθαλµῶν, δῆλον ἐκ τῶν ὁρωµένων. Κάλλος µὲν γὰρ ἡλίου καὶ οὐρανοῦ ἐξ ἀπείρου βλέποµεν τοῦ διαστήµατος· γυναικὸς δὲ εὐµορφίαν οὐκ ἄν τις ἐκ τοσούτου καταµάθοι. Ὁρᾷς, ὅτι πρὸς τοῦτο ἡµῖν µᾶλλον γεγένηται ὁ ὀφθαλµός; Πάλιν ἀκοὴν ἐποίησεν, οὐχ ἵνα βλάσφηµα δεχώµεθα ῥήµατα, ἀλλ' ἵνα σωτήρια δόγµατα.∆ ιά τοι τοῦτο, ὅταν µὲν ἀπηχές τι δέξηται, καὶ ναρκᾷ ἡ ψυχὴ καὶ τὸ σῶµα δὲ αὐτό. Λαλιὰ γὰρ πολυόρκου ἀνορθώσει τρίχας, φησί. Κἂν ὠµὸν, κἂν ἀπηνές τι ἀκούσωµεν, πάλιν φρίττοµεν· ἂν δὲ ἐµµελές τι καὶ φιλάνθρωπον, καὶ γαννύµεθα καὶ χαίροµεν. Καὶ τὸ στόµα δὲ ἡµῶν αἰσχρὰ φθεγγόµενον, αἰσχύνεσθαι καὶ ἐγκαλύπτεσθαι ποιεῖ· ἂν δὲ σεµνὰ, µετὰ ἀδείας προΐεται ταῦτα καὶ ἐλευθερίας ἁπάσης. Τοῖς δὲ κατὰ φύσιν οὐδεὶς ἂν αἰσχυνθείη, ἀλλὰ τοῖς παρὰ φύσιν. Καὶ χεῖρες µὲν, ὅταν ἁρπάζωσι, κρύπτονται καὶ ἀπολογίας ἐπιζητοῦσιν· εἰ δὲ ἐλεηµοσύνην δοῖεν, καὶ ἐγκαλλωπίζονται. Ὥστε ἂν ἐθέλωµεν, πολλὴν ἔχοµεν πάντοθεν πρὸς ἀρετὴν τὴν ῥοπήν. Εἰ δὲ τὴν ἡδονήν µοι λέγεις τὴν ἀπὸ τῆς κακίας, ἐννόησον ὅτι καὶ τοῦτο πλέον παρὰ τῆς ἀρετῆς καρπούµεθα. Καὶ γὰρ τὸ συνειδὸς ἔχειν ἀγαθὸν, καὶ τὸ παρὰ πάντων θαυµάζεσθαι, καὶ τὸ χρηστὰς ἀναµένειν ἐλπίδας, πάντων ἥδιον τῷ φύσιν ἡδονῆς ἐπεσκεµµένῳ· ὥσπερ οὖν τἀναντία πάντων ὀδυνηρότερα τῷ λύπης εἰδότι φύσιν, οἷον τὸ παρὰ πάντων ὀνειδίζεσθαι, τὸ κατηγορεῖσθαι οἴκοθεν, τὸ τρέµειν καὶ δεδοικέναικαὶ τὰ µέλλοντα καὶ τὰ παρόντα. εʹ. Καὶ ἵνα σαφέστερον ὃ λέγω γένηται, ὑποθώµεθα τῷ λόγῳ ἔχοντά τινα γυναῖκα, τὸν τοῦ πλησίον διορύττειν γάµον, καὶ ἥδεσθαι τῇ πονηρᾷ ταύτῃ κλοπῇτῆς ἐρωµένης ἀπολαύοντα· εἶτα ἀντιθῶµεν τούτῳ πάλιν ἕτερον τὸν τὴν αὑτοῦ στέργοντα· καὶ ἵνα πλείων καὶ σαφεστέρα ἡ νίκη γίνηται, οὗτος ὁ τῆς αὐτοῦ µόνης ἀπολαύων, ἐράτω µὲν καὶ ἐκείνης τῆς µοιχευοµένης, κατεχέτω δὲ τοῦ ἔρωτοςκαὶ µηδὲν πραττέτω πονηρόν· καίτοι γε οὐδὲ καθαρὰ τοῦτο σωφροσύνη ἐστί· πλὴν ἀλλ' ἐκ περιουσίας, ἵνα µάθῃς πόση τῆς ἀρετῆς ἡ ἡδονὴ, διὰ τοῦτο οὕτω τὸ δρᾶµα ἐπλάσαµεν. Συνθέντες τοίνυν αὐτοὺς, οὕτως ἐρώµεθα ἀµφοτέρους, τίνος ἡδίων ὁ βίος· καὶ ἀκούσῃ τοῦ µὲν καὶ ἐγκαλλωπιζοµένου καὶ σκιρτῶντος ἐπὶ τῇ νίκῃ τῇ κατὰ τῆς ἐπιθυµίας· τούτου δέ· µᾶλλον δὲ οὐδὲ ἀναµεῖναι δεῖ τὸ παρ' αὐτοῦ τι µαθεῖν· ὄψει γὰρ αὐτὸν, κἂν µυριάκις ἀρνῆται, δεσµωτῶν ἀθλιώτερον διακείµενον. Καὶ γὰρ ἅπαντας δέδοικε καὶ ὑποπτεύει, καὶ τὴν αὑτοῦ γυναῖκα καὶ τὸν τῆς µοιχευοµένης ἄνδρα καὶ τὴν µοιχευοµένην αὐτὴν, καὶ οἰκείους καὶφίλους καὶ συγγενεῖς, καὶ τοίχους καὶ σκιὰς καὶ ἑαυτὸν, καὶ, τὸ πάντων χαλεπώτερον, τὸ συνειδὸς ἔχει καταβοῶν, ὑλακτοῦν καθ' ἑκάστην ἡµέραν. Ἂν δὲ καὶ τὸ τοῦ Θεοῦ δικαστήριον ἐννοήσῃ, οὐδὲ στῆναι δυνήσεται. Καὶ ἡ µὲν ἡδονὴ βραχεῖα, ἡ δὲ ἀπὸ ταύτης ὀδύνη διηνεκής. Καὶ γὰρ καὶ ἐν ἑσπέρᾳ καὶ ἐν νυκτὶ, καὶ ἐν ἐρηµίᾳ καὶ ἐν πόλει, καὶ πανταχοῦ ἕπεται ὁ κατήγορος, ξίφος δεικνὺς ἠκονηµένον, καὶ τὰς ἀφορήτουςκολάσεις, καὶ τῷ φόβῳ καταναλίσκων αὐτὸν καὶ δαπανῶν. Ὁ δὲ σώφρων ἐκεῖνος πάντων τούτων ἀπήλλακται, καὶ ἔστιν ἐν ἐλευθερίᾳ, καὶ µετὰ ἀδείας ὁρᾷ τὴν γυναῖκα τὴν ἑαυτοῦ, τὰ παιδία, τοὺς φίλους, καὶ ἐλευθέροις ἅπασιν ὀφθαλµοῖς ἀπαντᾷ. Εἰ δὲ ὁ ἐρῶν µὲν, κρατῶν δὲ, τοσαύτης ἀπολαύσεται ἡδονῆς, ὁ µηδὲ ἐρῶν, ἀλλὰ καθαρῶς σωφρονῶν, τίνος λιµένος, ποίας γαλήνης οὐχ ἡδίω καὶἡµερωτέραν κτήσεται ψυχήν;∆ ιά τοι τοῦτο τοὺς µοιχεύοντας µὲν ὀλίγους ἂν ἴδοις, σωφρονοῦντας δὲ πλείους. Εἰ δὲ τοῦτο ἥδιον, τοῦτο ἂν εἵλοντο οἱ πολλοί. Καὶ µή µοι λέγε τὸν ἀπὸ τῶν νόµων φόβον· οὐδὲ γὰρ οὗτός ἐστιν αὐτοὺς ὁ κατέχων, ἀλλ' ἡ τῆς ἀτοπίας ὑπερβολὴ, καὶ τὸ πλείονα εἶναι τὰ λυπηρὰ τῶν ἡδέων, καὶ ἡ τοῦ συνειδότος ψῆφος. Καὶ ὁ µὲν µοιχὸς τοιοῦτος. Εἰ δὲ βούλεσθε, καὶ τὸν πλεονέκτην εἰς µέσον ἀγάγωµεν, ἕτερον ἔρωτα πάλιν παράνοµον ἀπογυµνοῦντες. Καὶ γὰρ καὶ τοῦτον ὀψόµεθα τὰ αὐτὰ δεδοικότα, καὶ οὐ δυνάµενον καθαρᾶς ἀπολαύειν ἡδονῆς. Καὶ γὰρ καὶ τοὺς ἀδικουµένους ἐννοῶν, καὶ τοὺς συναλγοῦντας αὐτοῖς, καὶ τὴν κοινὴν ἁπάντων περὶ αὐτοῦ ψῆφον, µυρία κύµατα ἔχει. Καὶ οὐ τοῦτο µόνον ἐστὶ τὸ χαλεπὸν, ἀλλ' οὐδὲ τῆς ἐρωµένης ἀπολαῦσαι δύναται. Τοιοῦτος γὰρ ὁ τῶν φιλαργύρων τρόπος· οὐχ ἵνα ἀπολαύωσιν ἔχουσιν, ἀλλ' ἵνα µὴ ἀπολαύωσιν. Εἰ δὲ αἴνιγµά σοι τοῦτο εἶναι δοκεῖ, καὶ τὸ ἔτι τούτου χεῖρον καὶ ἀπορώτερον ἄκουε· ὅτι οὐ ταύτῃ µόνον ἐστέρηνται τῆς τῶν ὄντων ἡδονῆς, τῷ µὴ τολµᾷν αὐτοῖς χρῆσθαι, ὡς βούλονται, ἀλλὰ καὶ τῷ µηδέποτε αὐτῶν ἐµπίπλασθαι, ἀλλ' ἐντῷ διψῇν εἶναι διηνεκῶς· οὗ τί γένοιτ' ἂν χαλεπώτερον; Ἀλλ' οὐχ ὁ δίκαιος τοιοῦτος· ἀλλὰ καὶ τρόµου καὶ µίσους, καὶ φόβου καὶ τοῦ ἀνιάτου τούτου δίψους ἀπήλλακται· καὶ ὥσπερ ἐκείνῳ πάντες ἐπαρῶνται, οὕτω πάντες τούτῳ συνεύχονται· καὶ καθάπερ ἐκεῖνος οὐδένα κέκτηται φίλον, οὕτως οὗτος οὐδένα ἐχθρόν. Τί τοίνυν, τούτων οὕτως ὡµολογηµένων, ἢ κακίας ἀηδέστερον, ἣ ἀρετῆς ἥδιον γένοιτ' ἄν; µᾶλλον δὲ, κἂν µυρία εἴπωµεν, οὐδεὶς οὔτε ἐκείνης τὴν λύπην, οὔτε ταύτης τὴν ἡδονὴν παραστῆσαι δυνήσεται λόγῳ, ἕως ἂν αὐτῆς ἀπολαύσωµεν. Τότε γὰρ καὶ πικρότερον χολῆς εὑρήσοµεν τὴν κακίαν, ὅταν τοῦ τῆς ἀρετῆς ἀπογευσώµεθα µέλιτος. Ἔστι µὲν γὰρ καὶ νῦν ἀηδὴς καὶ φορτικὴ καὶ ἐπαχθὴς, καὶ πρὸς τοῦτο οὐδὲ αὐτοὶ οἱ θεραπεύοντες αὐτὴν ἀντεροῦσιν· ὅταν δὲ αὐτῆς ἀποστῶµεν, τότε αὐτῆς ἀκριβέστερον αἰσθανόµεθα τῶν πικρῶν ἐπιταγµάτων. Εἰ δὲ οἱ πολλοὶ πρὸς αὐτὴν τρέχουσι, θαυµαστὸν οὐδέν· ἐπεὶ καὶ παῖδες πολλάκις τὰ ἧττον ἡδέα ἑλόµενοι, τῶν µειζόνως εὐφραινόντων καταφρονοῦσι· καὶ οἱ νοσοῦντες ὑπὲρ προσκαίρου χάριτος τὴν διηνεκῆ καὶ ἀσφαλεστέραν εὐφροσύνην ἀπώλεσαν. Τοῦτο δὲ τῆς τῶν ἐρώντων ἀσθενείας τε καὶ ἀνοίας ἐστὶν, οὐ τῆς τῶν πραγµάτων φύσεως. Ὁ γὰρ µεθ' ἡδονῆς ζῶν, ὁ ἐνάρετός ἐστιν, ὁ πλουτῶν ὄντως καὶ ὄντως ἐλεύθερος ὤν. Εἰ δέ τις τὰ µὲν ἄλλα συγχωροίη τῇ ἀρετῇ, ἐλευθερίαν, ἄδειαν, τὸ φροντίδων ἀπηλλάχθαι, τὸ µηδένα δεδοικέναι, τὸ µηδένα ὑποπτεύειν, τὴν δὲ ἡδονὴνµὴ συγχωροίη, καὶ γελάσαι µοι λοιπὸν δαψιλὲς ἐνταῦθα ἐπέρχεται. Τί γὰρ ἕτερόν ἐστιν ἡδονὴ, ἢ τὸ φροντίδος ἀπηλλάχθαι καὶ φόβου καὶ ἀθυµίας, καὶ πᾶσιν ἀχείρωτον εἶναι; Τίς γὰρ ἐν ἡδονῇ, εἰπέ µοι, ὁ µαινόµενος καὶ σφαδάζων καὶ κεντούµενος ὑπὸ ἐπιθυµιῶν πολλῶν, καὶ οὐδὲ ἐν ἑαυτῷ ὢν, ἢ ὁ τούτων πάντωνἀπηλλαγµένος τῶν κυµάτων, καὶ ὥσπερ ἐν λιµένι τῇ φιλοσοφίᾳ καθήµενος; οὐκ εὔδηλον ὅτι οὗτος; Ἀλλὰ τῆς ἀρετῆς ἴδιον τοῦτο ἀνεφάνη. Ὥστε ἡ κακία ὄνοµα µόνον ἡδονῆς ἔχει, τοῦ δὲ πράγµατός ἐστιν ἔρηµος· καὶ πρὸ µὲν τῆς ἀπολαύσεως µανία ἐστὶν, οὐχ ἡδονὴ, µετὰ δὲ τὴν ἀπόλαυσιν εὐθέως καὶ αὐτὴ σβέννυται. Εἰ τοίνυν οὔτε ἐν ἀρχῇ οὔτε µετὰ ταῦτα ἔστιν ἰδεῖν αὐτῆς τὴν ἡδονὴν, ποῦ φανεῖται καὶ πότε; Ἵνα δὲ σαφέστερον, ὃ λέγω, µάθῃς, ἐπὶ ὑποδείγµατος τὸν λόγον γυµνάσωµεν· σκόπει δέ· ἠράσθη τις γυναικὸς ὡραίας καὶ εὐµόρφου· οὗτος ἕως µὲν ἂν µὴ ἐπιτύχῃ τοῦ ἔρωτος, τοῖς ἐξεστηκόσιν ἔοικε καὶ παραπαίουσιν· ἐπειδὰν δὲ ἐπιτύχῃ, ἔσβεσε τὴν ἐπιθυµίαν. Εἰ τοίνυν µήτε ἐν ἀρχῇ ἥδεται· µανία γὰρ τὸ πρᾶγµά ἐστι· µήτε ἐν τῷ τέλει· καταλύει γὰρ τῇ µίξει τὸν οἶστρον· ποῦ λοιπὸν αὐτὴν εὑρήσοµεν; Ἀλλ' οὐ τὰ ἡµέτερα τοιαῦτα, ἀλλὰ καὶ ἐν ἀρχῇ ταραχῆς ἀπήλλακται πάσης, καὶ µέχρι τέλους ἀκµάζουσα µένει ἡ ἡδονή· µᾶλλον δὲ οὐδέ ἐστι τέλος παρ' ἡµῖν ἡδονῆς, οὐδὲ ἔχει πέρας ἡµῶν τὰ ἀγαθὰ, οὐδὲ καταλύεταί ποτε αὕτη ἡ ἡδονή. Ταῦτ' οὖν ἅπαντα ἐννοήσαντες, εἴ γε ἡδονῆς ἐρῶµεν, ἐπιλαβώµεθα ἀρετῆς, ἵνα καὶ τῶν παρόντων καὶ τῶν µελλόντων ἐπιτύχωµεν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡµᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.

Intertext edge

Open linked passage

Note