In epistulam i ad Corinthios
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
24.24
Πειρασµὸς ὑµᾶς οὐκ εἴληφεν, εἰ µὴ ἀνθρώπινος. Πιστὸς δὲ ὁ Θεὸς, ὃς οὐκ ἐάσει ὑµᾶς πειρασθῆ ναι ὑπὲρ ὃ δύνασθε, ἀλλὰ σὺν τῷ πειρασµῷ ποιήσει καὶ τὴν ἔκβασιν τοῦ δύνασθαι ὑµᾶς ὑπενεγκεῖν, καὶτὰ ἑξῆς. αʹ. Ἐπειδήπερ ἐφόβησεν αὐτοὺς ἱκανῶς, τὰ παλαιὰ διηγησάµενος παραδείγµατα, καὶ εἰς ἀγωνίαν ἐνέβαλεν, εἰπὼν, Ὁ δοκῶν ἑστάναι, βλεπέτω µὴ πέσῃ, ἦσανδὲ καὶ πειρασµοὺς ἐνηνοχότες πολλοὺς, καὶ γυµνασάµενοι πολλάκις ἐν τούτοις· Καὶ γὰρ ἐν ἀσθενείᾳ, φησὶ, καὶ ἐν φόβῳ καὶ ἐν τρόµῳ πολλῷ ἐγενόµην πρὸς ὑµᾶς· ἵνα µὴ λέγωσι, Τί φοβεῖς ἡµᾶς καὶ δεδίττῃ; οὐκ ἐσµὲν τούτων ἀµελέτητοι τῶν κακῶν· καὶ γὰρ ἠλάθηµεν καὶ ἐδιώχθηµεν καὶ πολλοὺς καὶ συνεχεῖς ὑπεµείναµεν κινδύνους· καταστέλλων αὐτῶν πάλιν τὸ φύσηµα, φησὶ, Πειρασµὸς ὑµᾶς οὐκ εἴληφεν, εἰ µὴ ἀνθρώπινος· τουτέστι, µικρὸς, βραχὺς, σύµµετρος. Τὸ γὰρ ἀνθρώπινον ἐπὶ τοῦ µικροῦ λέγει, ὡς ὅταν λέγῃ· Ἀνθρώπινον λέγω διὰ τὴν ἀσθένειαν τῆς σαρκὸς ὑµῶν. Μὴ τοίνυν µέγα φρονεῖτε, φησὶν, ὡς περιγενόµενοι τοῦ κλυδωνίου· οὐδέποτε γὰρ εἴδετε κίνδυνον θάνατον ἀπειλοῦντα, οὐδὲ πειρασµὸν σφαγὴν ἐπανατεινόµενον· ὃ καὶ Ἑβραίοις ἔλεγεν· Οὔπω µέχρις αἵµατος ἀντικατέστητε πρὸς τὴν ἁµαρτίαν ἀνταγωνιζόµενοι. Εἶτα ἐπειδὴ ἐφόβησεν, ὅρα πῶς πάλιν αὐτοὺς ἀνίστησι µετὰ τοῦ πεῖσαι µετριάζειν, λέγων· Πιστὸς δὲ ὁ Θεὸς, ὃς οὐκ ἐάσει ὑµᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε. Ἄρα εἰσὶ πειρασµοὶ, οὓς οὐ δυνατὸν ὑπενεγκεῖν. Καὶ τίνες οὗτοι; Πάντες, ὡς εἰπεῖν· τὸ γὰρ δυνατὸν ἐν τῇ τοῦ Θεοῦ ῥοπῇ κεῖται, ἣν διὰ τῆς ἡµετέρας ἐπισπώµεθα γνώµης.∆ ιόπερ ἵνα µάθῃς ἀκριβῶς, ὅτι οὐ µόνον ἐκείνους τοὺς ὑπερβαίνοντας ἡµῶν τὴν δύναµιν, ἀλλ' οὐδὲ τούτους τοὺς ἀνθρωπίνους ἔνι χωρὶς τῆς ἐκεῖθενβοηθείας ῥᾳδίως ἐνεγκεῖν, ἐπήγαγεν· Ἀλλὰ ποιήσει σὺν τῷ πειρασµῷ καὶ τὴν ἔκβασιν τοῦ δύνασθαι ὑπενεγκεῖν. Οὐδὲ γὰρ ἐκείνους τοὺς συµµέτρους, ὅπερ ἔφην, φησὶ, τῇ ἰδίᾳ δυνάµει διοίσοµεν· ἀλλὰ κἀνταῦθα τῆς παρ' αὐτοῦ δεόµεθα συµµαχίας, ὥστε αὐτοὺς διεξελθεῖν, καὶ πρὶν ἢ διεξελθεῖν, ἐνεγκεῖν. Αὐτὸς γὰρ καὶ τὴν ὑποµονὴν δίδωσι, καὶ τὴν ταχεῖαν ἀπαλλαγὴν ἐπάγει, ὥστε καὶ ταύτῃ φορητὸν γενέσθαι τὸν πειρασµόν. Τοῦτο γὰρ ᾐνίξατο εἰπὼν, Ποιήσει καὶ τὴν ἔκβασιν τοῦ δύνασθαι ὑπενεγκεῖν· καὶ πάντα αὐτῷ ἀνατίθησι.∆ ιόπερ, ἀδελφοί µου, φεύγετε ἀπὸ τῆς εἰδωλολατρείας. Πάλιν αὐτοὺς θεραπεύει τῷ τῆς συγγενείας ὀνόµατι, καὶ µετὰ πολλοῦ τοῦ τάχους ἐπείγει τῆς ἁµαρτίας ἀπαλλαγῆναι ταύτης. Οὐδὲ γὰρ εἶπεν, Ἀποστῆτε, ἁπλῶς, ἀλλὰ, Φεύγετε· καὶ τὸ πρᾶγµα εἰδωλολατρείαν καλεῖ, καὶ οὐκέτι διὰ τὴν τοῦ πλησίον βλάβην ἀφίστασθαι µόνον κελεύει, ἀλλὰ καὶ αὐτὸ καθ' ἑαυτὸ δείκνυσιν ἱκανὸνµεγάλην ἐνεγκεῖν λύµην. Ὡς φρονίµοις λέγω· κρίνατε ὑµεῖς ὅ φηµι. Ἐπειδὴ γὰρ µέγα ἐφθέγξατο, καὶ τὴν κατηγορίαν ηὔξησεν, εἰδωλολατρείαν καλέσας, ἵνα µὴ δόξῃ τραχύνειν αὐτοὺς καὶ φορτικὸν ποιεῖν τὸν λόγον, αὐτοῖς λοιπὸν ἐπιτρέπει τὴν κρίσιν, καὶ µετ' ἐγκωµίου καθίζει τοὺς δικάζοντας. Ὡς φρονίµοις γὰρ λέγω, φησίν· ὅπερ σφόδρα θαῤῥοῦντός ἐστι τοῖς οἰκείοις δικαιώµασι, τὸ τὸν ἐγκαλούµενον αὐτὸν καθίσαι τῶν λεγοµένων κριτήν. Τοῦτο καὶ τὸν ἀκροατὴν αἴρει µειζόνως, ὅταν µὴ ὡς ἐπιτάττων µηδὲ ὡς νοµοθετῶν, ἀλλ' ὡς συµβουλεύων καὶ παρ' αὐτοῖς ἐκείνοις δικαζόµενος, οὕτω διαλέγηται. Ἰουδαίοις µὲν γὰρ, ἅτε ἀνοητότερον διακειµένοις καὶ παιδικώτερον, οὐχ οὕτως ὁ Θεὸς διελέγετο, οὐδὲ πανταχοῦ τὰς αἰτίας αὐτοῖς ἔλεγε τῶνἐπιταγµάτων, ἀλλ' ἐκέλευε µόνον· ἐνταῦθα δὲ, ἐπειδὴ πολλῆς ἐλευθερίας ἀπελαύσαµεν, καὶ συµβουλῆς ἀπολαύοµεν, καὶ ὡς φίλοις διαλέγεται καί φησιν· Οὐ δέοµαι ἑτέρων δικαστῶν· αὐτοί µοι τὴν ψῆφον ὑµεῖς φέρετε ταύτην, ὑµᾶς λαµβάνω κριτάς. Τὸ ποτήριον τῆς εὐλογίας, ὃ εὐλογοῦµεν, οὐχὶ κοινωνία τοῦ αἵµατος τοῦ Χριστοῦ ἐστι; Τί λέγεις, ὦ µακάριε Παῦλε; θέλων ἐντρέψαι τὸν ἀκροατὴν, καὶ µυστηρίων µεµνηµένος φρικτῶν, εὐλογίας ποτήριον καλεῖς τὸ ποτήριον τὸ φοβερὸν καὶ φρικωδέστατον ἐκεῖνο; Ναὶ, φησίν· οὐ γὰρ µικρὸν τὸ εἰρηµένον. Εὐλογίαν γὰρ ὅταν εἴπω, πάντα ἀναπτύσσω τὸν τῆς εὐεργεσίας τοῦ Θεοῦ θησαυρὸν, καὶ τῶν µεγάλων ἐκείνων ἀναµιµνήσκω δωρεῶν. Καὶ γὰρ καὶ ἡµεῖς ἐπιλέγοντες τῷ ποτηρίῳ τὰς ἀφάτους εὐεργεσίας τοῦ Θεοῦ, καὶ ὅσων ἀπολελαύκαµεν, οὕτως αὐτὸ προσάγοµεν καὶκοινωνοῦµεν, εὐχαριστοῦντες ὅτι τῆς πλάνης ἀπήλλαξε τὸ τῶν ἀνθρώπων γένος· ὅτι µακρὰν ὄντας, ἐγγὺς ἐποίησεν· ὅτι ἐλπίδα µὴ ἔχοντας καὶ ἀθέους ἐν τῷ κόσµῳ, ἀδελφοὺς ἑαυτοῦ κατεσκεύασε καὶ συγκληρονόµους. Ὑπὲρ τούτων καὶ τῶν τοιούτων ἁπάντων εὐχαριστοῦντες, οὕτω πρόσιµεν. Πῶς οὖν οὐκ ἐναντία ποιεῖτε, φησὶν, ὦ Κορίνθιοι, εὐλογοῦντες µὲν τὸν Θεὸν, ὅτι τῶν εἰδώλων ὑµᾶς ἀπήλλαξε, πάλιν δὲ ἐπὶ τὰς ἐκείνων τρέχοντες τραπέζας; Τὸ ποτήριον τῆς εὐλογίας, ὃ εὐλο γοῦµεν, οὐχὶ κοινωνία τοῦ αἵµατος τοῦ Χριστοῦ ἐστι; Σφόδρα πιστῶς καὶ φοβερῶς εἴρηκεν. Ὃ γὰρ λέγει, τοῦτό ἐστιν, ὅτι Τοῦτο τὸ ἐν τῷ ποτηρίῳ ὂν, ἐκεῖνό ἐστι τὸ ἀπὸ τῆς πλευρᾶς ῥεῦσαν, καὶ ἐκείνου µετέχοµεν. Ποτήριον δὲ εὐλογίας ἐκάλεσεν, ἐπειδὴ αὐτὸ µετὰ χεῖρας ἔχοντες, οὕτως αὐτὸν ἀνυµνοῦµεν, θαυµάζοντες καὶ ἐκπληττόµενοι τῆς ἀφάτουδωρεᾶς, εὐλογοῦντες ὅτι καὶ αὐτὸ τοῦτο ἐξέχεεν, ἵνα µὴ µείνωµεν ἐν τῇ πλάνῃ· καὶ οὐ µόνον ἐξέχεεν, ἀλλὰ καὶ πᾶσιν ἡµῖν αὐτοῦ µετέδωκεν. Ὥστε εἰ αἵµατος ἐπιθυµεῖς, φησὶ, µὴ τὸν τῶν εἰδώλων βωµὸν τῷ τῶν ἀλόγων φόνῳ, ἀλλὰ τὸ θυσιαστήριον τὸ ἐµὸν τῷ ἐµῷ φοίνισσε αἵµατι. Τί τούτου φρικωδέστερον; τί δὲ φιλοστοργότερον; εἰπέ µοι. βʹ. Τοῦτο καὶ οἱ ἐρῶντες ποιοῦσιν. Ὅταν ἴδωσι τοὺς ἐρωµένους τῶν ἀλλοτρίων ἐπιθυµοῦντας καὶ τῶν οἰκείων καταφρονοῦντας, τὰ αὐτῶν διδόντες πείθουσιν ἀποστῆναι τῶν ἐκείνων. Ἀλλ' οἱ ἐρῶντες µὲν ἐν χρήµασι καὶ ἱµατίοις καὶ κτήµασι ταύτην ἐπιδείκνυνται τὴν φιλοτιµίαν, ἐν αἵµατι δὲ οὐδεὶς οὐδέποτε· ὁ δὲ Χριστὸς καὶ ἐν τούτῳ τὴν κηδεµονίαν ἐπεδείξατο καὶ τὴν θερµὴν περὶ ἡµᾶς ἀγάπην. Καὶ ἐν µὲν τῇ Παλαιᾷ ἐπειδὴ ἀτελέστερον διέκειντο, ὃ τοῖς εἰδώλοις προσέφερον αἷµα, τοῦτο αὐτὸς ὑπέµεινε καταδέξασθαι, ἵνα ἀποστήσῃ ἐκείνων, ὃ καὶαὐτὸ πάλιν ἀφάτου φιλοστοργίας ἦν· ἐνταῦθα δὲ ἐπὶ τὸ πολλῷ φρικωδέστερον καὶ µεγαλοπρεπέστερον τὴν ἱερουργίαν µετεσκεύασε, καὶ τὴν θυσίαν αὐτὴν ἀµείψας, καὶ ἀντὶ τῆς τῶνἀλόγων σφαγῆς ἑαυτὸν προσφέρειν κελεύσας. Ὁ ἄρτος, ὃν κλῶµεν, οὐχὶ κοινωνία τοῦ σώµατος τοῦ Χριστοῦ ἐστι;∆ ιὰ τί µὴ εἶπε, Μετοχή; Ὅτι πλέον τι δηλῶσαι ἠβουλήθη, καὶ πολλὴν ἐνδείξασθαι τὴν συνάφειαν. Οὐ γὰρ τῷ µετέχειν µόνον καὶ µεταλαµβάνειν, ἀλλὰ καὶ τῷ ἑνοῦσθαι κοινωνοῦµεν. Καθάπερ γὰρ τὸ σῶµα ἐκεῖνο ἥνωται τῷ Χριστῷ, οὕτω καὶ ἡµεῖς αὐτῷ διὰ τοῦ ἄρτου τούτου ἑνούµεθα.∆ ιὰ τί δὲ προσέθηκεν, Ὃν κλῶµεν; τοῦτο γὰρ ἐπὶ µὲν τῆς εὐχαριστίας ἔστιν ἰδεῖν γινόµενον· ἐπὶ δὲ τοῦ σταυροῦ οὐκέτι, ἀλλὰ καὶ τοὐναντίον τούτῳ· Ὀστοῦν γὰρ αὐτοῦ, φησὶν, οὐ συντριβήσεται. Ἀλλ' ὅπερ οὐκ ἔπαθεν ἐπὶ τοῦ σταυροῦ, τοῦτο πάσχει ἐπὶ τῆς προσφορᾶς διὰ σὲ, καὶ ἀνέχεται διακλώµενος, ἵνα πάντας ἐµπλήσῃ. Εἶτα ἐπειδὴ εἶπε, Κοινωνία τοῦ σώµατος, τὸ δὲ κοινωνοῦν ἕτερόν ἐστιν ἐκείνου, οὗ κοινωνεῖ, καὶ ταύτην τὴν δοκοῦσαν εἶναι µικρὰν διαφορὰν ἀνεῖλεν. Εἰπὼν γὰρ, Κοινωνία τοῦ σώµατος, ἐζήτησε πάλιν ἐγγύτερόν τι εἰπεῖν· διὸ καὶ ἐπήγαγεν, Ὅτι εἷς ἄρτος, ἓν σῶµά ἐσµεν οἱ πολλοί. Τί γὰρ λέγω κοινωνίαν; φησίν· αὐτό ἐσµεν ἐκεῖνο τὸ σῶµα. Τί γάρ ἐστιν ὁ ἄρτος; Σῶµα Χριστοῦ. Τί δὲ γίνονται οἱ µεταλαµβάνοντες; Σῶµα Χριστοῦ· οὐχὶ σώµατα πολλὰ, ἀλλὰ σῶµα ἕν. Καθάπερ γὰρ ὁ ἄρτος ἐκ πολλῶν συγκείµενος κόκκων ἥνωται, ὡς µηδαµοῦ φαίνεσθαι τοὺς κόκκους, ἀλλ' εἶναι µὲν αὐτοὺς, ἄδηλον δὲ αὐτῶν εἶναιτὴν διαφορὰν τῇ συναφείᾳ· οὕτω καὶ ἀλλήλοις καὶ τῷ Χριστῷ συναπτόµεθα. Οὐ γὰρ ἐξ ἑτέρου µὲν σώµατος σὺ, ἐξ ἑτέρου δὲ ἐκεῖνος τρέφεται, ἀλλ' ἐκ τοῦ αὐτοῦ πάντες· διὸ καὶ ἐπήγαγεν· Οἱ γὰρ πάντες ἐκ τοῦ ἑνὸς ἄρτου µετέχοµεν. Εἰ δὲ ἐκ τοῦ αὐτοῦ, καὶ τὸ αὐτὸ γινόµεθα πάντες, διὰ τί µὴ καὶ τὴν αὐτὴν ἀγάπην ἐπιδεικνύµεθα, καὶ γινόµεθα καὶ κατὰ τοῦτο ἕν; Καὶ γὰρ καὶ τὸ παλαιὸν ἐπὶ τῶν προγόνων τῶν ἡµετέρων τοῦτο ἦν. Τοῦ γὰρ πλήθους τῶν πιστευσάντων, φησὶν, ἦν ἡ καρδία καὶ ἡ ψυχὴ µία. Ἀλλ' οὐχὶ νῦν, ἀλλὰ τοὐναντίον ἅπαν· πολλοὶ καὶ ποικίλοι µεταξὺ πάντων οἱ πόλεµοι, καὶ θηρίων χαλεπώτερον πρὸς τὰ ἀλλήλων διακείµεθα µέλη. Καὶ ὁ µὲν Χριστὸς τοσοῦτόν σε διεστηκότα ἑαυτῷ ἥνωσε· σὺ δὲ οὐδὲ τῷ ἀδελφῷ ἀξιοῖς ἡνῶσθαι µετὰ ἀκριβείας τῆς προσηκούσης, ἀλλὰ ἀποσχίζεις σεαυτὸν, τοσαύτης καὶ ἀγάπης καὶ ζωῆς ἀπολαύσας παρὰτοῦ∆ εσπότου. Οὐδὲ γὰρ ἁπλῶς τὸ σῶµα αὐτοῦ ἔδωκεν· ἀλλ' ἐπειδὴ ἡ προτέρα τῆς σαρκὸς φύσις ἡ ἀπὸ γῆς διαπλασθεῖσα, ἀπὸ τῆς ἁµαρτίας ἔφθασε νεκρωθῆναι καὶ ζωῆς γενέσθαι ἔρηµος, ἑτέραν, ὡς ἂν εἴποιτις, µᾶζαν καὶ ζύµην ἐπεισήγαγε, τὴν ἑαυτοῦ σάρκα, φύσει µὲν οὖσαν τὴν αὐτὴν, ἁµαρτίας δὲ ἀπηλλαγµένην καὶ ζωῆς γέµουσαν, καὶ πᾶσιν ἔδωκεναὐτῆς µεταλαµβάνειν, ἵνα ταύτῃ τρεφόµενοι, καὶ τὴν προτέραν ἀποθέµενοι τὴν νεκρὰν, εἰς τὴν ζωὴν τὴν ἀθάνατον διὰ τῆς τραπέζης ἀνακερασθῶµεν ταύτης. Βλέπετε τὸν Ἰσραὴλ κατὰ σάρκα· οὐχ οἱ ἐσθίοντες τὰς θυσίας κοινωνοὶ τοῦ θυσιαστηρίου εἰσί; Πάλιν ἀπὸ τῆς Παλαιᾶς καὶ εἰς τοῦτο ἐνάγει. Ἐπειδὴ γὰρ πολὺ τοῦ µεγέθους τῶν λεχθέντων ἦσαν ταπεινότεροι, καὶ ἀπὸ τῶν προτέρων αὐτοὺς καὶ συνήθων πείθει. Καὶ καλῶς, Κατὰ σάρκα, φησὶν, ὡς αὐτῶν κατὰ πνεῦµα ὄντων. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Κἂν ἀπὸ τῶν παχυτέρων παιδευθῆτε, ὅτι οἱ ἐσθίοντες τὰς θυσίας κοινωνοὶ τοῦ θυσιαστηρίου εἰσίν. Ὁρᾷς πῶς δείκνυσιν οὐκ ἔχοντας γνῶσιν τελείαν τοὺς δοκοῦντας εἶναι τελείους, εἴ γε µηδὲ τοῦτο ἴσασιν, ὅτι κοινωνία τις ἀπὸ τούτων καὶ φιλίαπολλοῖς πολλάκις πρὸς δαίµονας γίνεται, κατὰ µικρὸν τῆς συνηθείας αὐτοὺς ἐφελκοµένης; Εἰ γὰρ ἐπ' ἀνθρώπων τὸ κοινωνεῖν ἁλῶν καὶ τραπέζης φιλίας ἀφορµὴ καὶ σύµβολον γίνεται, ἐγχωρεῖ καὶ ἐπὶ δαιµόνων τοῦτο συµβῆναι· σὺ δέ µοι σκόπει, πῶς ἐπὶ µὲν τῶν Ἰουδαίων οὐκ εἶπεν, ὅτι τῷ Θεῷ κοινωνοῦσιν, ἀλλὰ, Κοινωνοὶ τοῦ θυσιαστηρίου εἰσί· καὶ γὰρ κατεκαίετο τὸ τεθειµένον· ἐπὶ δὲ τοῦ σώµατος τοῦ Χριστοῦ οὐχ οὕτως· ἀλλὰ πῶς; Κοινωνία τοῦ σώµατος τοῦ Κυρίου ἐστίν. Οὐ γὰρ τοῦ θυσιαστηρίου, ἀλλ' αὐτοῦ τοῦ Χριστοῦ κοινωνοὶ γινόµεθα. Εἰπὼν δὲ, ὅτι Κοινωνοὶ τοῦ θυσιαστηρίου εἰσὶν, εἶτα δείσας µὴ δόξῃ ὡσπερεὶ ἰσχὺν ἐχόντων τῶν εἰδώλων διαλέγεσθαι καὶ δυναµένων τι βλάψαι· ὅρα πῶς αὐτὰ καθαιρεῖ πάλιν λέγων· Τί οὖν φηµι; ὅτι εἴδωλόν τί ἐστιν; ἢ ὅτι εἰδωλόθυτόν τί ἐστι; γʹ. Ταῦτα δὲ λέγω, φησὶ, καὶ ἀπάγω, οὐχ ὡς δυναµένων βλάψαι τι τῶν εἰδώλων ἢ ἰσχὺν ἐχόντων· οὐδὲν γάρ ἐστιν· ἀλλὰ βούλοµαι καταφρονεῖν αὐτῶν ὑµᾶς. Καὶ εἰ βούλει καταφρονεῖν, φησὶ, τίνος ἕνεκεν µετὰ σπουδῆς αὐτῶν ἡµᾶς ἀπάγει; Ὅτι οὐ προσάγεται τῷ∆ εσπότῃ τῷ σῷ. Ὃ γὰρ θύει, φησὶ, τὰ ἔθνη, δαιµονίοις θύει, καὶ οὐ Θεῷ. Μὴ τοίνυν τρέχετε ἐπὶ τὰ ἐναντία. Οὐδὲ γὰρ, εἰ βασιλέως υἱὸς ἦς, εἶτα τῆς πατρικῆς ἀπολαύων τραπέζης, ἀφεὶς ἐκείνην, τῆς τῶν καταδίκων καὶ δεσµωτῶν ἠθέλησας κοινωνῆσαι ἐντῷ δεσµωτηρίῳ, ἐπέτρεψεν ἂν ὁ πατήρ· ἀλλὰ καὶ µετὰ πολλῆς ἂν ἀπήγαγε τῆς σφοδρότητος, οὐχ ὡς δυναµένης τῆς τραπέζης βλάψαι, ἀλλ' ὡς καταισχυνούσης σου τὴν εὐγένειαν καὶ τὴντράπεζαν τὴν βασιλικήν. Καὶ γὰρ καὶ οὗτοι οἰκέται εἰσὶ προσκεκρουκότες, ἠτιµωµένοι, κατάδικοι, δεσµῶται ἀφορήτῳ κολάσει τηρούµενοι, µυρίοις ὑπεύθυνοι κακοῖς. Πῶς οὖν οὐκ αἰσχύνῃ κατὰ τοὺς λαιµάργους καὶ ἀνελευ θέρους, ὅταν θῶσι τράπεζαν οἱ κατάδικοι οὗτοι, τρέχων ἐκεῖ καὶ µετέχων τῶν προκειµένων;∆ ιὰ δὴ τοῦτο ἀπάγω· ὁ γὰρ σκοπὸς τῶν θυόντων καὶ τὸ πρόσωπον τῶν δεχοµένων ἀκάθαρτα ποιεῖ τὰ προκείµενα. Οὐ θέλω δὲ ὑµᾶς κοινωνοὺς τῶν δαιµονίων γίνεσθαι. Εἶδες φιλίαν πατρὸς κηδεµονικοῦ; εἶδες καὶ αὐτὸ τὸ ῥῆµα πολλὴν ἔχον τὴν ἔµφασιν τῆς διαθέσεως; Οὐδὲν γὰρ βούλοµαι κοινὸν ἔχειν ὑµᾶς πρὸς ἐκείνους, φησίν. Εἶτα ἐπειδὴ ἐν τάξει παραινέσεως τὸν λόγον εἰσήγαγεν, ἵνα µή τις τῶν παχυτέρων καταφρονήσῃ, ὡς ἐξουσίαν ἔχων, ἐπειδὴ εἶπεν, Οὐ θέλω, καὶὙµεῖς κρίνατε, ἀποφαίνεται λοιπὸν καὶ νοµοθετεῖ λέγων· Οὐ δύνασθε ποτήριον Κυρίου πίνειν, καὶ ποτήριον δαιµονίων· οὐ δύνασθε τραπέζης Κυρίου µετέχειν, καὶ τραπέζης δαιµονίων. Καὶ ἀρκεῖται τοῖς ὀνόµασι µόνοις εἰς τὴν ἀπαγωγήν. Εἶτα καὶ ἐντρεπτικῶς· Ἢ παραζηλοῦµεν τὸν Κύριον; µὴ ἰσχυρότεροι αὐτοῦ ἐσµεν; Τουτέστι, Πειράζοµεν αὐτὸν, εἰ δύναται κολάσαι ἡµᾶς, καὶ παρακνίζοµεν αὐτὸν πρὸς τοὺς ἐναντίους ἀποχωροῦντες, καὶ µετὰ τῶν αὐτοῦπολεµίων ταττόµενοι; Τοῦτο δὲ εἶπε, ἀναµιµνήσκων αὐτοὺς παλαιᾶς ἱστορίας καὶ πατρικῆς παρανοµίας.∆ ιὸ καὶ τῇ λέξει ταύτῃ κέχρηται, ᾗ καὶ πρὸς Ἰουδαίους ὁ Μωϋσῆς ἐχρήσατό ποτε, ἐγκαλῶν ὑπὲρ εἰδωλολατρείας ἐκ προσώπου τοῦ Θεοῦ· Αὐτοὶ γὰρ, φησὶ, παρεζήλωσάν µε ἐπ' οὐ Θεῷ, παρώργισάν µε ἐν τοῖς εἰδώλοις αὐτῶν. Μὴ ἰσχυρότεροι αὐτοῦ ἐσµεν; Εἶδες πῶς φοβερῶς, πῶς φρικτῶς ἐπέπληξεν, αὐτὰ διασείσας αὐτῶν τὰ νεῦρα, καὶ τῇ εἰς ἄτοπον ἀπαγωγῇ σφόδρα αὐτῶν καθαψάµενος καὶκατενεγκὼν αὐτῶν τὸ φύσηµα; Καὶ διὰ τί µὴ ἐξ ἀρχῆς ταῦτα τέθεικεν, φησὶν, ἃ µάλιστα ἂν αὐτοὺς ἀπήγαγεν; Ὅτι ἔθος αὐτῷ διὰ πλειόνων ἃ βούλεται κατασκευάζειν, καὶ τὰ ἰσχυρότερα ὕστερον τιθέναι, καὶ ἐκ περιουσίας νικᾷν.∆ ιὰ δὴ τοῦτο ἀπὸ τῶν καταδεεστέρων ἀρξάµενος, ἐπὶ τὸ κεφάλαιον ἦλθε τῶν κακῶν. Οὕτω γὰρ καὶ τοῦτο εὐπαράδεκτον µᾶλλον ἐγίνετο, τοῖς προτέροις τῆς διανοίας αὐτῶν καταλεανθείσης. Πάντα µοι ἔξεστιν, ἀλλ' οὐ πάντα συµφέρει· πάντα µοι ἔξεστιν, ἀλλ' οὐ πάντα οἰκοδοµεῖ. Μηδεὶς τὸ ἑαυτοῦ ζητείτω, ἀλλὰ τὸ τοῦ ἑτέρου ἕκαστος. Ὁρᾷς σύνεσιν ἠκριβωµένην; Ἐπειδὴ γὰρ εἰκὸς ἦν αὐτοὺς λέγειν, ὅτι Τέλειός εἰµι καὶ κύριος ἐµαυτοῦ, καὶ οὐδὲν βλαπτόµενος ἀπογεύοµαι τῶν προκειµένων· Ναὶ, φησὶ, τέλειος µὲν εἶ καὶ σαυτοῦ κύριος· ἀλλὰ µὴ τοῦτο σκόπει, ἀλλ' εἰ µὴ βλάβην ἔχει τὸ γινόµενον, ἀλλ' εἰ µὴ καταστροφήν. Καὶ γὰρ ἀµφότερα εἴρηκεν, Οὐ πάντα συµφέρει, οὐ πάντα οἰκοδοµεῖ, λέγων, καὶ τὸ µὲν ὑπὲρ ἑαυτοῦ, τὸ δὲ ὑπὲρ τοῦ ἀδελφοῦ τιθείς. Τὸ µὲν γὰρ εἰπεῖν, Οὐ συµφέρει, τὴν ἐκείνου ἀπώλειαν αἰνιττοµένου ἐστί· τὸ δὲ εἰπεῖν, Οὐκ οἰκοδοµεῖ, τὸ τοῦ ἀδελφοῦ σκάνδαλον.∆ ιὸ καὶ ἐπήγαγε, Μηδεὶς τὸ ἑαυτοῦ ζητείτω· ὃ πανταχοῦ καὶ διὰ πάσης κατασκευάζει ἐπιστολῆς, καὶ ἐν τῇ πρὸς Ῥωµαίους· ὡς ὅταν λέγῃ· Καὶ γὰρ ὁ Χριστὸς οὐχ ἑαυτῷ ἤρεσε· καὶ πάλιν, Καθὼς κἀγὼ πάντα πᾶσιν ἀρέσκω, µὴ ζητῶν τὸ ἐµαυτοῦ συµφέρον· καὶ ἐνταῦθα πάλιν· οὐ µὴν ἐπεξεργάζεται αὐτὸ ἐνταῦθα. Ἐπειδὴ γὰρ ἐν τοῖς ἔµπροσθεν διὰ πολλῶν αὐτὸ κατεσκεύασε καὶ ἀπέδειξεν, ὅτι οὐδαµοῦ τὸ αὐτοῦ ζητεῖ, ἀλλὰ καὶ Ἰουδαίοις ὡς Ἰουδαῖος ἐγένετο, καὶἀνόµοις ὡς ἄνοµος, καὶ τῇ ἐλευθερίᾳ τῇ ἑαυτοῦ καὶ τῇ ἐξουσίᾳ οὐχ ἁπλῶς ἐχρήσατο, ἀλλ' εἰς τὸ πᾶσι συµφέρον, δουλεύων ἅπασιν· ὀλίγοις ἀρκεσθεὶς ῥήµασιν ἐνταῦθα ἀπηλλάγη, εἰς µνήµην διὰ τῶν ὀλίγων τούτων παρα πέµπων τῶν εἰρηµένων αὐτοὺς ἁπάντων. Ταῦτ' οὖν καὶ ἡµεῖς εἰδότες, ἀγαπητοὶ, προνοῶµεν τῶν ἀδελφῶν, καὶ τὴν ἑνότητα τὴν πρὸς αὐτοὺς διατηρῶµεν. Εἰς τοῦτο γὰρ ἡµᾶς ἡ θυσία ἐκείνη ἐνάγει ἡ φοβερὰ καὶ φρικώδης, κελεύουσα ἡµῖν µεθ' ὁµονοίας αὐτῇ µάλιστα προσιέναι καὶ θερµῆς ἀγάπης, καὶἀετοὺς γενοµένους ἐντεῦθεν, οὕτω πρὸς αὐτὸν ἵπτασθαι τὸν οὐρανόν. Ὅπου γὰρ τὸ πτῶµα, φησὶν ἐκεῖ καὶ οἱ ἀετοί· πτῶµα καλῶν τὸ σῶµα διὰ τὸν θάνατον. Εἰ µὴ γὰρ ἐκεῖνος ἔπεσεν, ἡµεῖς οὐκ ἂν ἀνέστηµεν. Ἀετοὺς δὲ καλεῖ, δεικνὺς ὅτι καὶ ὑψηλὸν εἶναι δεῖ τὸν προσιόντα τῷ σώµατι τούτῳ, καὶ µηδὲν πρὸς τὴν γῆν κοινὸν ἔχειν, µηδὲ κάτω σύρεσθαι καὶ ἕρπειν, ἀλλ' ἄνω πέτεσθαι διηνεκῶς, καὶ πρὸς τὸν ἥλιον τῆς δικαιοσύνης ἐνορᾷν, καὶ ὀξυδερκὲς τὸ ὄµµα τῆς διανοίας ἔχειν· ἀετῶν γὰρ, οὐ κολοιῶν αὕτη ἡ τράπεζα. Οὗτοι καὶ τότε ἀπαντήσονται ἐκ τῶν οὐρανῶν καταβαίνοντι οἱ νῦν ἀξίως ἀπολαύοντες, ὥσπερ οὖν οἱ ἀναξίως τὰ ἔσχατα πείσονται. δʹ. Εἰ γὰρ βασιλέα τις οὐκ ἂν ἁπλῶς δέξοιτο· τί λέγω βασιλέα; ἱµατίου µὲν οὖν βασιλικοῦ οὐκ ἄν τις ἁπλῶς ἅψαιτο χερσὶν ἀκαθάρτοις, κἂν ἐπ' ἐρηµίας ᾖ, κἂν µόνος ᾖ, κἂν µηδεὶς ὁ παρών· καίτοι γε οὐδὲν ἕτερόν ἐστι τὸ ἱµάτιον, ἢ σκωλήκων νήµατα. Εἰ δὲ τὴν βαφὴν θαυµάζεις, καὶ αὕτη νεκρωθέντος ἰχθύος ἐστὶν αἷµα· ἀλλ' ὅµως οὐκ ἄν τις ἕλοιτο ῥυπαραῖς αὐτοῦ κατατολµῆσαι χερσίν. Εἰ δὲ ἀνθρωπίνου ἱµατίου οὐκ ἄν τις τολµήσειεν ἁπλῶς θίγειν, πῶς τὸ σῶµα τοῦ ἐπὶ πάντων Θεοῦ, τὸ ἄµωµον, τὸ καθαρὸν, τὸ τῇ θείᾳ ἐκείνῃ φύσειὁµιλῆσαν, δι' ὃ ἐσµὲν καὶ ζῶµεν, δι' ὃ πύλαι θανάτου κατεκλάσθησαν καὶ οὐρανοῦ ἁψῖδες ἀνεῴχθησαν, τοῦτο µετὰ τοσαύτης ὕβρεως ληψόµεθα; Μὴ, παρακαλῶ, µὴ κατασφάξωµεν ἑαυτοὺς διὰ τῆς ἀναισχυντίας, ἀλλὰ µετὰ φρίκης καὶ καθαρότητος ἁπάσης αὐτῷ προσίωµεν· καὶ ὅταν αὐτὸ προκείµενον ἴδῃς, λέγε πρὸς σεαυτόν·∆ ιὰ τοῦτο τὸ σῶµα οὐκέτι γῆ καὶ σποδὸς ἐγὼ, οὐκέτι αἰχµάλωτος, ἀλλ' ἐλεύθερος· διὰ τοῦτο τοὺς οὐρανοὺς ἐλπίζω, καὶ τὰ ἐν αὐτοῖς ἀπολήψεσθαι ἀγαθὰ, τὴν ἀθάνατον ζωὴν, τὴν τῶν ἀγγέλων λῆξιν, τὴν µετὰ Χριστοῦ ὁµιλίαν· τοῦτο τὸ σῶµα προσηλούµενον καὶ µαστιζόµενον οὐκ ἤνεγκεν ὁ θάνατος· τοῦτο τὸ σῶµα καὶ ἥλιος σταυρούµενον ἰδὼν, τὰς ἀκτῖνας ἀπέστρεψε· διὰ τοῦτο καὶ καταπέτασµα ἐσχίζετο τότε, καὶ πέτραι ἐῤῥήγνυντο, καὶ γῆ πᾶσα ἐτινάσσετο· τοῦτο ἐκεῖνο τὸ σῶµά ἐστι τὸ ᾑµαγµένον, τὸ λόγχῃ πληγὲν, καὶ τὰς σωτηρίους πηγὰς ἀναβλύσαν, τὴν τοῦ αἵµατος, τὴν τοῦ ὕδατος τῇ οἰκουµένῃ πάσῃ. Βούλει καὶ ἑτέρωθεν τὴν ἰσχὺν αὐτοῦ µαθεῖν; Ἐρώτησον τὴν αἱµοῤῥοοῦσαν, τὴν οὐκ αὐτοῦ, ἀλλὰ τοῦ περικειµένου αὐτῷ ἱµατίου, µᾶλλον δὲ οὐδὲ τούτου ὁλοκλήρου, ἀλλὰ τοῦ κρασπέδου ἁψαµένην· ἐρώτησον τὴν θάλασσαν, τὴν ὑπὲρ τῶν νώτων αὐτὸ βαστάσασαν· ἐρώτησον καὶ αὐτὸν τὸν διάβολον, καὶ εἰπέ· Πόθεν ἔχεις τὴν πληγὴν τὴν ἀνίατον; πόθεν οὐκέτι ἰσχύεις οὐδέν; πόθεν ἑάλως; τίνι κατεσχέθης φεύγων; καὶ οὐδὲν ἕτερον, ἢ τὸ σῶµα ἐρεῖ τὸ σταυρωθέν.∆ ιὰ τούτου τὰ κέντρα αὐτοῦ κατεκλάσθη· διὰ τούτου ἡ κεφαλὴ αὐτοῦ συνετρίβη· διὰ τούτου αἱ ἀρχαὶ καὶ αἱ ἐξουσίαι ἐδειγµατίσθησαν· Ἀπεκδυσάµενος γὰρ, φησὶ, τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, ἐδειγµάτισεν, ἐν παῤῥησίᾳ θριαµβεύσας αὐτοὺς ἐν αὐτῷ. Ἐρώτησον καὶ τὸν θάνατον, καὶ εἰπέ· Πόθεν ἀνῃρέθη σου τὸ κέντρον; πόθεν κατελύθη σου τὸ νῖκος; πόθεν ἐξεκόπη σου τὰ νεῦρα; καὶ κόραις καὶ παιδίοις γέγονας καταγέλαστος, ὁ καὶ τυράννοις καὶ δικαίοις ἅπασιν ὢν πρὸ τούτου φοβερός; καὶ τὸ σῶµα αἰτιάσεται τοῦτο. Ὅτε γὰρ τοῦτο ἐσταυροῦτο, τότε νεκροὶ ἀνέστησαν, τότε τὸ δεσµωτήριον ἐκεῖνο ἐῤῥάγη, καὶ αἱ χαλκαῖ ἐκλάσθησαν πύλαι, καὶ οἱ νεκροὶ ἀφείθησαν, καὶ πυλωροὶ ᾅδου πάντες ἔπτηξαν. Καίτοι γε εἰ τῶν πολλῶν εἷς ἦν, τοὐναντίον γενέσθαι ἔδει, τὸν θάνατον δυνατώτερον· ἀλλ' οὐκ ἐγένετο· οὐδὲ γὰρ τῶν πολλῶν εἷς ἦν.∆ ιὰ τοῦτο ἐξελύετο ἐκεῖνος. Καὶ ὥσπερ οἱ τροφὴν λαβόντες, ἣν οὐκ εἰσὶ δυνατοὶ κατασχεῖν, καὶ τὰ προαποκείµενα δι' ἐκείνην ἐµοῦσιν, οὕτω καὶ ἐπὶ τοῦ θανάτου γέγονε· τὸ σῶµα, ὅπερ οὐκ ἦν ἱκανὸς κατεργάζεσθαι, λαβὼν, κἀκεῖνα ἐξέβαλεν ἅπερ ἔνδον εἶχε· καὶ γὰρ ὤδινεν ἔχων αὐτὸν καὶ ἐθλίβετο, ἕως αὐτὸν ἤµεσε.∆ ιό φησιν ὁ Ἀπόστολος, Λύσας τὰς ὠδῖνας τοῦ θανάτου. Οὐδεµία γὰρ γυνὴ παιδίον κύουσα οὕτως ὠδίνει, ὡς ἐκεῖνος, τὸ σῶµα ἔχων τὸ∆ εσποτικὸν, διεκόπτετο διασπώµενος. Καὶ ὅπερ ἐπὶ τοῦ δράκοντος γέγονε τοῦ Βαβυλωνίου, ὅτε λαβὼν τὴν τροφὴν διεῤῥάγη µέσος, τοῦτο καὶ ἐπὶ τούτου. Οὐ γὰρ διὰ τοῦ στόµατος πάλιν ἐξῆλθεν ὁ Χριστὸς τοῦ θανάτου, ἀλλ' αὐτὴν µέσην διαῤῥήξας τὴν γαστέρα τοῦ δράκοντος καὶ ἀνατεµὼν, οὕτως ἀπὸτῶν ἀδύτων προῄει µετὰ πολλῆς τῆς λαµπρότητος, καὶ τὰς ἀκτῖνας ἀφιεὶς, οὐ µέχρι τούτου τοῦ οὐρανοῦ, ἀλλ' εἰς αὐτὸν τὸν ἄνω θρόνον· ἐκεῖ γὰρ αὐτὸ καὶ ἀνήγαγε. Τοῦτο τὸ σῶµα ἔδωκεν ἡµῖν καὶ κατέχειν καὶ ἐσθίειν, ὅπερ ἀγάπης ἐπιτεταµένης ἦν. Οὓς γὰρ ἂν φιλῶµεν σφοδρῶς, καὶ διαδάκνοµεν πολλάκις.∆ ιὸ καὶ ὁ Ἰὼβ τὸν ἔρωτα τῶν οἰκετῶν τὸν περὶ αὐτὸν ἐνδεικνύµενος, ἔλεγεν· ὅτι πολλάκις ἐκεῖνοι σφόδρα αὐτὸν φιλοῦντες ἔλεγον, Τίς ἂν δῴη ἡµῖν τῶν σαρκῶν αὐτοῦ πλησθῆναι; Οὕτω καὶ ὁ Χριστὸς τῶν σαρκῶν αὐτοῦ ἔδωκεν ἡµῖν πλησθῆναι, εἰς φιλίαν πλείονα ἡµᾶς ἐπισπώµενος. εʹ. Προσίωµεν τοίνυν µετὰ θερµότητος αὐτῷ καὶ πεπυρωµένης ἀγάπης, καὶ µὴ ὑποµείνωµεν τιµωρίαν. Ὅσῳ γὰρ ἂν ὦµεν εὐηργετηµένοι µεγάλα, τοσούτῳ µᾶλλον κολαζόµεθα µειζόνως, ὅταν ἀνάξιοι τῆς εὐεργεσίας φανῶµεν. Τοῦτο τὸ σῶµα καὶ ἐπὶ φάτνης κείµενον ᾐδέσθησαν µάγοι. Καὶ ἄνδρες ἀσεβεῖς καὶ βάρβαροι τὴν πατρίδα καὶ τὴν οἰκίαν ἀφέντες, καὶ ὁδὸν ἐστείλαντο µακρὰν, καὶ ἐλθόντες µετὰ φόβου καὶ τρόµουπολλοῦ προσεκύνησαν. Μιµησώµεθα τοίνυν κἂν τοὺς βαρβάρους ἡµεῖς οἱ τῶν οὐρανῶν πολῖται. Ἐκεῖνοι µὲν γὰρ καὶ ἐπὶ φάτνης ἰδόντες καὶ ἐν καλύβῃ, καὶ οὐδὲν τοιοῦτον ἰδόντες οἷον σὺ νῦν, µετὰ πολλῆς τῆς φρίκης προσῄεσαν· σὺ δὲ οὐκ ἐν φάτνῃ ὁρᾷς, ἀλλ' ἐν θυσιαστηρίῳ, οὐ γυναῖκα κατέχουσαν, ἀλλ' ἱερέα παρεστῶτα, καὶ Πνεῦµα µετὰ πολλῆς τῆς δαψιλείας τοῖςπροκειµένοις ἐφιπτάµενον. Οὐχ ἁπλῶς αὐτὸ τοῦτο τὸ σῶµα ὁρᾷς, ὥσπερ ἐκεῖνοι, ἀλλ' οἶσθα αὐτοῦ καὶ τὴν δύναµιν, καὶ τὴν οἰκονοµίαν ἅπασαν, καὶ οὐδὲν ἀγνοεῖς τῶν δι' αὐτοῦ τελεσθέντων, µετὰ ἀκριβείας µυσταγωγηθεὶς ἅπαντα.∆ ιαναστήσωµεν τοίνυν ἑαυτοὺς καὶ φρίξωµεν, καὶ πολλῷ τῶν βαρβάρων ἐκείνων πλείονα ἐπιδειξώµεθα τὴν εὐλάβειαν, ἵνα µὴ ἁπλῶς, µηδὲ ὡςἔτυχε προσελθόντες, πῦρ ἐπὶ τὴν ἑαυτῶν σωρεύσωµεν κεφαλήν. Ταῦτα δὲ λέγω, οὐχ ἵνα µὴ προσίωµεν, ἀλλ' ἵνα µὴ ἁπλῶς προσίωµεν. Ὥσπερ γὰρ τὸ ὡς ἔτυχε προσιέναι, κίνδυνος, οὕτω τὸ µὴ κοινωνεῖν τῶν µυστικῶν δείπνων ἐκείνων, λιµὸς καὶ θάνατος. Αὕτη γὰρ ἡ τράπεζα τῆς ψυχῆς ἡµῶν τὰ νεῦρα, τῆς διανοίας ὁ σύνδεσµος, τῆς παῤῥησίας ἡ ὑπόθεσις, ἡ ἐλπὶς, ἡ σωτηρία, τὸ φῶς, ἡ ζωή. Μετὰ ταύτης ἀπελθόντες ἐκεῖ τῆς θυσίας, ἐν παῤῥησίᾳ πολλῇ τῶν ἱερῶν ἐπιβησόµεθα προθύρων, ὥσπερ τισὶν ὅπλοις χρυσοῖς περιπεφραγµένοι πάντοθεν. Καὶ τί λέγω τὰ µέλλοντα; Ἐνταῦθα γάρ σοι τὴν γῆν οὐρανὸν ποιεῖ τουτὶ τὸ µυστήριον. Ἀναπέτασον γοῦν τοῦ οὐρανοῦ τὰς πύλας, καὶ διάκυψον· µᾶλλον δὲ οὐχὶ τοῦ οὐρανοῦ, ἀλλὰ τοῦ οὐρανοῦ τῶν οὐρανῶν, καὶ τότε ὄψει τὸ εἰρηµένον. Τὸ γὰρ πάντων ἐκεῖ τιµιώτερον, τοῦτό σοι ἐπὶ τῆς γῆς δείξω κείµενον. Ὥσπερ γὰρ ἐν τοῖς βασιλείοις τὸ πάντων σεµνότερον, οὐ τοῖχοι, οὐκ ὄροφος χρυσοῦς, ἀλλὰ τὸ βασιλικὸν σῶµα τὸ καθήµενον ἐπὶ τοῦ θρόνου· οὕτω καὶ ἐν τοῖς οὐρανοῖς τὸ τοῦ βασιλέως σῶµα. Ἀλλὰ τοῦτό σοι νῦν ἔξεστιν ἐπὶ γῆς ἰδεῖν. Οὐ γὰρ ἀγγέλους οὐδὲ ἀρχαγγέλους οὐδὲ οὐρανοὺς καὶ οὐρανοὺς οὐρανῶν, ἀλλ' αὐτὸν τὸν τούτων σοι δείκνυµι∆ εσπότην. Εἶδες πῶς τὸ πάντων τιµιώτερον ὁρᾷς ἐπὶ γῆς; καὶ οὐχ ὁρᾷς µόνον, ἀλλὰ καὶ ἅπτῃ; καὶ οὐχ ἅπτῃ µόνον, ἀλλὰ καὶ ἐσθίεις, καὶ λαβὼν οἴκαδε ἀναχωρεῖς; Ἀπόσµηχε τοίνυν τὴν ψυχὴν, παρασκεύαζε τὴν διάνοιαν πρὸς τὴν τούτων τῶν µυστηρίων ὑποδοχήν. Καὶ γὰρ εἰ παιδίον βασιλικὸν µετὰ τοῦ κόσµου καὶ τῆς ἁλουργίδος καὶ τοῦ διαδήµατος ἐνεχειρίσθης φέρειν, πάντα ἂν ἔῤῥιψας τὰ ἐν τῇ γῇ· νυνὶ δὲ οὐ παιδίον ἀνθρώπου βασιλικὸν, ἀλλ' αὐτὸν τὸν µονογενῆ λαµβάνων τοῦ Θεοῦ Παῖδα, οὐ φρίττεις, εἰπέ µοι, καὶ πάντα τὸν τῶνβιωτικῶν ἐκβάλλεις ἔρωτα, καὶ τῷ κόσµῳ καλλωπίζῃ µόνον ἐκείνῳ, ἀλλ' ἔτι πρὸς τὴν γῆν ὁρᾷς, καὶ χρηµάτων ἐρᾷς καὶ πρὸς χρυσὸν ἐπτόησαι; καὶ τίνα ἂν σχοίης συγγνώµην; ποίαν ἀπολογίαν; Οὐκ οἶσθα πῶς ἅπασαν τὴν βιωτικὴν πολυτέλειαν ἀποστρέφεταί σου ὁ∆ εσπότης; οὐ διὰ τοῦτο ἐν φάτνῃ ἐτέθη τεχθεὶς, καὶ µητέρα ἔλαβεν εὐτελῆ; οὐ διὰ τοῦτο ἐκείνῳ τῷ πρὸς καπηλείαν βλέποντι ἔλεγεν· Ὁ δὲ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ; Τί δὲ οἱ µαθηταί; οὐ τὸν αὐτὸν διετήρουν νόµον, εἰς τὰς τῶν πενήτων οἰκίας καταγόµενοι, καὶ ὁ µὲν πρὸς βυρσέα, ὁ δὲ πρὸς σκηνοῤῥάφον κατέλυον καὶ πρὸςτὴν πορφυροπώλιδα; οὐ γὰρ οἰκίας περιφάνειαν, ἀλλὰ ψυχῶν ἀρετὰς ἐπεζήτουν. Τούτους τοίνυν καὶ ἡµεῖς ζηλώσωµεν· τὰ µὲν κάλλη τῶν κιόνων καὶ τῶν µαρµάρων παρατρέχοντες, ζητοῦντες δὲ τὰς ἄνω µονὰς, καὶ πάντα τῦφον τὸν ἐνταῦθα πατήσωµεν µετὰ τῆς τῶνχρηµάτων ἐπιθυµίας, καὶ ὑψηλὸν λάβωµεν φρόνηµα. Ἂν γὰρ νήφωµεν, οὐδὲ ὁ κόσµος ἡµῶν οὗτος ἄξιος, µήτι γε στοαὶ καὶ περίπατοι.∆ ιὸ, παρακαλῶ, τὴν ψυχὴν τὴν ἑαυτῶν καλλωπίζωµεν, τὴν οἰκίαν ταύτην κατασκευάζωµεν, ἣν καὶ λαβόντες ἀπελευσόµεθα, ἵνα καὶ τῶν αἰωνίωνἐπιτύχωµεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.