In epistulam i ad Corinthios
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
26.26
Ἐπαινῶ δὲ ὑµᾶς, ὅτι πάντα µου µέµνησθε, καὶ καθὼς παρέδωκα ὑµῖν τὰς παραδόσεις, οὕτω κατέχετε. αʹ. Ἀπαρτίσας τὸν περὶ τῶν εἰδωλοθύτων λόγον, ὡς αὐτῷ προσῆκον ἦν, καὶ τελειότατον αὐτὸν διὰ πάντων ἐργασάµενος, µέτεισιν ἐφ' ἕτερον· ὃ καὶ αὐτὸ µὲν ἔγκληµα ἦν, οὐ τοσοῦτον δέ. Ὅπερ γὰρ ἔφθην εἰπὼν, τοῦτο καὶ νῦν ἐρῶ, ὅτι οὐ πάντα ἐφεξῆς τίθησι τὰ σφοδρὰ κατηγορήµατα, ἀλλὰ διαθεὶς αὐτὰ κατὰ τάξιν τὴν προσήκουσαν, εἰςµέσον αὐτῶν παρεµβάλλει τὰ κουφότερα, παραµυθούµενος τὸ ἐπαχθὲς τοῦ λόγου τὸ ἐκ τῆς συνεχοῦς ἐπιτιµήσεως ἐγγινόµενον τοῖς ἀκούουσι.∆ ιὸ καὶ τὸ πάντων σφοδρότερον ὕστερον τίθησι, τὸ περὶ τῆς ἀναστάσεως. Τέως δὲ ἐφ' ἕτερον χωρεῖ κουφότερον λέγων· Ἐπαινῶ δὲ ὑµᾶς, ὅτι πάντα µου µέµνησθε. Ὅταν µὲν γὰρ ὡµολογηµένον ᾖ τὸ ἁµάρτηµα, καὶ κατηγορεῖ σφοδρῶς καὶ ἀπειλεῖ· ὅταν δὲ ἀµφιβαλλόµενον, κατασκευάζει πρῶτον αὐτὸ, καὶ τότε ἐπιτιµᾷ· καὶ τὸ µὲν ὡµολογηµένον ἐπαίρει, τὸ δὲ ἀµφισβητήσιµον δείκνυσιν ὡµολογηµένον. Οἷον ἡ πορνεία ὡµολογηµένον ἦν· διόπερ οὐκ ἐδεήθη δεῖξαι, ὅτι ἁµάρτηµα ἦν, ἀλλὰ τὸ µέγεθος ἐκεῖ κατεσκεύασε τοῦ πληµµελήµατος, καὶ κατὰ σύγκρισιν προήγαγε τὸν λόγον. Πάλιν τὸ ἐφ' ἑτέρων δικάζεσθαι, ἁµάρτηµα µὲν ἦν, οὐ τοσοῦτον δέ· διόπερ αὐτὸ καὶ παρενέθηκε, καὶ κατεσκεύασε. Τὸ τῶν εἰδωλοθύτων πάλιν ἀµφεβάλλετο µὲν, ἦν δὲ µέγιστον κακόν· διὸ καὶ ἀποδείκνυσιν ἁµάρτηµα ὂν, καὶ ἐπαίρει τῷ λόγῳ. Ὅταν δὲ τοῦτο ποιήσῃ, οὐκ ἀπάγει τῶν ἐγκληµάτων µόνον, ἀλλὰ καὶ εἰς τὰ ἐναντία ἐνάγει. Οὐδὲ γὰρ εἶπεν ὅτι οὐ δεῖ πορνεύειν µόνον, ἀλλ' ὅτι καὶ πολλὴν ἁγιωσύνην ἐνδείκνυσθαι χρή.∆ ιόπερ ἐπήγαγε·∆ οξάσατε δὴ ἄρα τὸν Θεὸν ἐν τῷ σώµατι ὑµῶν, καὶ ἐν τῷ πνεύµατι ὑµῶν. Καὶ εἰπὼν πάλιν ὅτι οὐ δεῖ σοφὸν εἶναι τὴν ἔξω σοφίαν, οὐκ ἀρκεῖται τούτῳ, ἀλλὰ κελεύει καὶ µωρὸν γενέσθαι. Καὶ συµβουλεύων ἐπὶ τῶν ἔξω µὴ δικάζεσθαι µηδὲ ἀδικεῖν, προϊὼν καὶ αὐτὸ τὸ δικάζεσθαι ἀναιρεῖ, καὶ συµβουλεύει µὴ µόνον µὴ ἀδικεῖν, ἀλλὰκαὶ ἀδικεῖσθαι. Καὶ περὶ τῶν εἰδωλοθύτων διαλεγόµενος, οὐκ εἶπεν ὅτι τῶν κεκωλυµένων ἀπέχεσθαι δεῖ µόνον, ἀλλ' ὅτι καὶ τῶν συγκεχωρηµένων, ὅταν σκάνδαλον γίνηται· καὶ οὐχὶ τοὺς ἀδελφοὺς µόνον µὴ πλήττειν, ἀλλ' οὐδὲ Ἕλληνας οὐδὲ Ἰουδαίους· Ἀπρόσκοποι γὰρ γίνεσθε, φησὶ, καὶ Ἰουδαίοις καὶ Ἕλλησι καὶ τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ. Πληρώσας τοίνυν ἅπαντα τὸν περὶ τούτων ἁπάντων λόγον, µετὰ ταῦτα καὶ ἐφ' ἕτερον ἔγκληµα πρόεισι λοιπόν. Τί δὲ τοῦτο ἦν; Αἱ µὲν γυναῖκες ἀνακεκαλυµµέναι καὶ γυµνῇ τῇ κεφαλῇ καὶ ηὔχοντο καὶ προεφήτευον· καὶ γὰρ προεφήτευον τότε γυναῖκες· οἱ δὲ ἄνδρες καὶ ἐκόµων, ἅτε ἐν φιλοσοφίᾳ διατρίψαντες, καὶ περιεβάλλοντο τὰς κεφαλὰς εὐχόµενοι καὶ προφητεύοντες· ὅπερ ἑκάτερον Ἑλληνικοῦ νόµου ἦν. Ἐπεὶ οὖν ὑπὲρ τούτων ἤδη παρῄνεσε παρὼν, καὶ ἴσως οἱ µὲν ἤκουσαν, οἱ δὲ ἠπείθησαν, διὰ τοῦτο καὶ διὰ τῆς Ἐπιστολῆς πάλιν, ὥσπερ σοφὸςἰατρὸς, ἐπαντλῶν τῷ λόγῳ διορθοῦται τὸ ἁµάρτηµα. Ὅτι γὰρ παρῄνεσεν ἤδη παρὼν, δῆλον ἐξ ὧν προοιµιάζεται. Τίνος γὰρ ἕνεκεν οὐδὲν εἰπὼν περὶ τούτου οὐδαµοῦ τῆς Ἐπιστολῆς ἔµπροσθεν, ἀλλ' ἀπὸ ἐγκληµάτων ἑτέρων ἐκβὰς, εὐθέως φησίν· Ἐπαινῶ δὲ ὑµᾶς, ὅτι πάντα µου µέµνησθε, καὶ καθὼς παρέδωκα ὑµῖν τὰς παραδόσεις, οὕτω κατέχετε; Ὁρᾷς ὅτι οἱ µὲν ἤκουσαν, οὓς ἐπαινεῖ, οἱ δὲ παρήκουσαν, οὓς διορθοῦται διὰ τῶν ἑξῆς, λέγων· Εἰ δέ τις δοκεῖ φιλόνεικος εἶναι, ἡµεῖς τοιαύτην συνήθειαν οὐκ ἔχοµεν; Εἰ γὰρ τῶν µὲν κατωρθωκότων, τῶν δὲ παρακουσάντων, πάντας ὑπέβαλε τῇ κατηγορίᾳ, ἐκείνους τε θρασυτέρους ἐποίησε, καὶ τούτους ῥᾳθυµοτέρουςἂν εἰργάσατο· νῦν δὲ τοὺς µὲν ἐπαινέσας καὶ ἀποδεξάµενος, τοὺς δὲ κακίσας, καὶ ἐκείνους µᾶλλον ἤλειψε, καὶ τούτους καταδύεσθαι παρεσκεύασεν. Ἱκανὸν µὲν γὰρ καὶ καθ' ἑαυτὸ ἡ κατηγορία πλῆξαι· ὅταν δὲ πρὸς παράθεσιν ἑτέρων κατωρθωκότων καὶ ἐγκωµιαζοµένων γίνηται, µεῖζον ἔχει τὸ κέντρον. Ἀλλὰ τέως οὐκ ἀπὸ κατηγορίας, ἀλλ' ἀπὸ ἐγκωµίων ἄρχεται, καὶ ἐγκωµίων µεγάλων, λέγων· Ἐπαινῶ δὲ ὑµᾶς ὅτι πάντα µου µέµνησθε. Τοιοῦτον γὰρ τοῦ Παύλου τὸ ἔθος, καὶ ἐπὶ µικροῖς µεγάλους ἐπαίνους ὑφαίνει, οὐ κολακείᾳ τοῦτο ποιῶν, µὴ γένοιτο· πῶς γὰρ ὁ µηδὲ χρηµάτων ἐφιέµενος, µήτε δόξης, µήτε ἄλλου µηδενὸς τῶν τοιούτων; ἀλλ' ὑπὲρ τῆς σωτηρίας αὐτῶν πάντα πραγµατευόµενος.∆ ιὸ καὶ ἐπαίρει τὸ ἐγκώµιον, λέγων· Ἐπαινῶ δὲ ὑµᾶς ὅτι πάντα µου µέµνησθε. Ποῖα πάντα; Ὑπὲρ γὰρ τοῦ µὴ κοµᾷν µηδὲ κατακαλύπτεσθαι τέως ὁ λόγος ἦν αὐτῷ µόνον· ἀλλ', ὅπερ ἔφην, ἐπιδαψιλεύεται τοῖς ἐγκωµίοις, προθυµοτέρους ποιῶν.∆ ιό φησιν, Ὅτι πάντα µου µέµνησθε, καὶ καθὼς παρέδωκα ὑµῖν τὰς παραδόσεις, οὕτω κατέχετε. Ἄρα καὶ ἀγράφως πολλὰ παρεδίδου τότε, ὃ καὶ ἀλλαχοῦ πολλαχοῦ δηλοῖ· ἀλλὰ τότε µὲν παρέδωκε µόνον, νῦν δὲ καὶ αἰτιολογίαν τίθησιν. Οὕτω γὰρ καὶ τούτους ἰσχυροτέρους ἐποίει τοὺς ἀκούοντας, καὶ ἐκείνων κατέσπα τὸ φύσηµα τῶν ἐναντιουµένων. Εἶτα οὐ λέγει ὅτι, Ὑµεῖς µὲν ὑπηκούσατε, ἕτεροι δὲ παρήκουσαν, ἀλλὰ ἀνυπόπτως ἐκ τῆς διδασκαλίας αὐτὸ αἰνίττεται διὰ τῶν ἑξῆς, οὕτω λέγων· Θέλω δὲ ὑµᾶς εἰδέναι ὅτι παντὸς ἀνδρὸς ἡ κεφαλὴ ὁ Χριστός ἐστι· κεφαλὴ δὲ γυναικὸς ὁ ἀνήρ· κεφαλὴ δὲ Χριστοῦ ὁ Θεός. Ἡ µὲν αἰτιολογία αὕτη· τίθησι δὲ αὐτὴν, τοὺς ἀσθενεστέρους προσεκτι κωτέρους ποιῶν. Ὁ µὲν οὖν πιστὸς, ὡς χρὴ, καὶ ἐῤῥωµένος οὐδὲ δεῖται λόγου οὐδὲ αἰτίας, ὑπὲρ ὧν ἂν ἐπιταχθῇ, ἀλλ' ἀρκεῖται τῇ παραδόσει µόνῃ· ὁ δὲ ἀσθενέστερος, ὅταν καὶ τὴν αἰτίαν µάθῃ, τότε καὶ µετὰ πλείονος τῆς σπουδῆς κατέχει τὸ λεχθὲν, καὶ µετὰ πολλῆς ὑπακούει τῆς προθυµίας. βʹ.∆ ιόπερ οὐδὲ εἶπε τὴν αἰτίαν, ἕως ὅτου παραβαινοµένην εἶδε τὴν ἐντολήν. Τίς οὖν ἡ αἰτία; Παντὸς ἀνδρὸς ἡ κεφαλὴ ὁ Χριστός ἐστιν. Ἆρ' οὖν καὶ τοῦ Ἕλληνος; Οὐδαµῶς. Εἰ γὰρ σῶµά ἐσµεν τοῦ Χριστοῦ καὶ µέλη ἐκ µέρους, καὶ ταύτῃ ἐκεῖνος ἡµῶν κεφαλὴ, τῶν οὐκ ὄντων ἐν τῷ σώµατι οὐδὲ εἰς µέλη τελούντων οὐκ ἂνεἴη κεφαλή· ὥστε ὅταν εἴπῃ, Παντὸς, τοῦ πιστοῦ δεῖ προσυπακούειν. Εἶδες πῶς πανταχοῦ ἄνωθεν ἐντρέπει τὸν ἀκροατήν; Καὶ γὰρ ὅτε περὶ ἀγάπης διελέγετο, καὶ ὅτε περὶ ταπεινοφροσύνης, καὶ ὅτε περὶ ἐλεηµοσύνης, ἐκεῖθεν εἷλκε τὰ παραδείγµατα. Κεφαλὴ δὲ γυναικὸς ὁ ἀνήρ· κεφαλὴ δὲ Χριστοῦ ὁ Θεός. Ἐνταῦθα ἐπιπηδῶσιν ἡµῖν οἱ αἱρετικοὶ ἐλάττωσίν τινα ἐκ τῶν εἰρηµένων ἐπινοοῦντες τῷ Υἱῷ· ἀλλ' ἑαυτοῖς περιπίπτουσιν. Εἰ γὰρ κεφαλὴ γυναικὸς ὁ ἀνὴρ, ὁµοούσιος δὲ ἡ κεφαλὴ τῷ σώµατι, κεφαλὴ δὲ τοῦ Χριστοῦ ὁ Θεὸς, ὁµοούσιος ὁ Υἱὸς τῷ Πατρί. Ἀλλ' οὐ τὸ ἑτεροούσιον ἐντεῦθεν ἀποδεῖξαι βουλόµεθα, ἀλλ' ὅτι ἄρχεται, φησί. Τί οὖν πρὸς τοῦτο εἴποιµεν ἄν; Ὅτι µάλιστα µὲν, ὅταν τι ταπεινὸν λέγηται µετὰ τῆς σαρκὸς ὄντος αὐτοῦ, οὐκ εὐτέλεια τῆς θεότητός ἐστι τὸ λεγόµενον, τῆς οἰκονοµίας δεχοµένης τὸ λεχθέν. Πλὴν ἀλλ' εἰπὲ, πῶς τοῦτο βούλει ἐκ τούτου κατασκευάσαι νῦν; Ὅτι ὥσπερ ὁ ἀνὴρ ἄρχει τῆς γυναικὸς, φησὶν, οὕτω καὶ ὁ Πατὴρ τοῦ Χριστοῦ. Οὐκοῦν καὶ ὥσπερ ὁ Χριστὸς τοῦ ἀνδρὸς, οὕτω καὶ ὁ Πατὴρ τοῦ Υἱοῦ· Παντὸς γὰρ ἀνδρὸς, φησὶν, ἡ κεφαλὴ ὁ Χριστός ἐστι. Καὶ τίς ἂν ταῦτα καταδέξαιτό ποτε; Εἰ γὰρ ὅσον τὸ ὑπερέχον τοῦ Υἱοῦ πρὸς ἡµᾶς, τοσοῦτον τοῦ Πατρὸς πρὸς τὸν Υἱὸν, ἐννόησον εἰς ὅσην αὐτὸν ἄξεις τὴν εὐτέλειαν. Ὥστε οὐ πάντα ὁµοίως ἐξεταστέον ἐφ' ἡµῶν καὶ ἐπὶ τοῦ Θεοῦ, κἂν ὁµοίως λέγηται· ἀλλ' ἀπονεµητέον τῷ Θεῷ τινα ἰδιάζουσαν ὑπεροχὴν, καὶ τοσαύτην ὅσην Θεῷ. Εἰ γὰρ µὴ τοῦτο συγχωρήσαιεν, πολλὰ ἕψεται τὰ ἄτοπα. Σκόπει δέ· Κεφαλὴ τοῦ Χριστοῦ ὁ Θεὸς, οὗτος δὲ τοῦ ἀνδρὸς, κἀκεῖνος τῆς γυναικός. Οὐκοῦν εἰ ἐπὶ πάντων ὁµοίως ἐκλάβοιµεν τὴν κεφαλὴν, τοσοῦτον ἔσται ὁ Υἱὸς ἀφεστηκὼς τοῦ Πατρὸς, ὅσον ἡµεῖς αὐτοῦ. Ἀλλὰ καὶ ἡ γυνὴ τοσοῦτον ἡµῶν ἀποστήσεται, ὅσον ἡµεῖς τοῦ Θεοῦ Λόγου· καὶ ὅπερ ἐστὶν ὁ Υἱὸς πρὸς τὸν Πατέρα, τοῦτο καὶ ἡµεῖς πρὸς τὸν Υἱὸν, καὶ ἡ γυνὴ πρὸς τὸν ἄνδρα πάλιν. Καὶ τίς ταῦτα ἀνέξεται; Ἀλλ' ἑτέρως ἐκλαµβάνεις ἐπὶ γυναικὸς καὶ ἀνδρὸς τὴν κεφαλὴν, καὶ οὐχ ὡς ἐπὶ τοῦ Χριστοῦ; Οὐκοῦν καὶ ἐπὶ τοῦ Υἱοῦ καὶ τοῦ Πατρὸς ἑτέρως ἐκληπτέον ἡµῖν. Καὶ πῶς ἑτέρως ἐκληπτέον; φησί. Κατὰ τὸ αἴτιον. Καὶ γὰρ εἴπερ ἀρχὴν ἐζήτει εἰπεῖν καὶ ὑποταγὴν ὁ Παῦλος, ὡς σὺ φὴς, οὐκ ἂν γυναῖκα παρήγαγεν εἰς µέσον, ἀλλὰ δοῦλον µᾶλλον καὶ δεσπότην. Εἰ γὰρ καὶ ὑποτέτακται ἡµῖν ἡ γυνὴ, ἀλλ' ὡς γυνὴ, ἀλλ' ὡς ἐλευθέρα καὶ ὡς ὁµότιµος. Καὶ ὁ Υἱὸς δὲ, εἰ καὶ ὑπήκοος γέγονε τῷ Πατρὶ, ἀλλ' ὡς Υἱὸς Θεοῦ, ἀλλ' ὡς Θεός. Ὥσπερ γὰρ πλείων ἡ πειθὼ τῷ Υἱῷ πρὸς τὸν Πατέρα, ἢ τοῖς ἀνθρώποις πρὸς τοὺς γεγεννηκότας· οὕτω καὶ ἡ ἐλευθερία µείζων. Οὐ γὰρ δήπου τὰ µὲν τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα µείζονα τῶν ἀνθρώπων καὶ γνησιώτερα, τὰ δὲ τοῦ Πατρὸς πρὸς τὸν Υἱὸν ἐλάττονα. Εἰ γὰρ θαυµάζοµεν τὸν Υἱὸν, ὅτι ὑπήκουσεν, ὡς καὶ µέχρι θανάτου ἐλθεῖν, καὶ θανάτου σταυροῦ, καὶ θαῦµα αὐτοῦ µέγα τιθέµεθα τοῦτο· θαυµάζειν δεῖ καὶ τὸν Πατέρα, ὅτι τοιοῦτον ἐγέννησεν, οὐχ ὡς δοῦλον ἐπιταττόµενον, ἀλλ' ὡς ἐλεύθερον ὑπακούοντα καὶ σύµβουλον ὄντα· ὁ γὰρ σύµβουλος οὐ δοῦλος. Σύµβουλον δὲ ὅταν ἀκούσῃς πάλιν, µὴ ὡς τοῦ Πατρὸς ἐνδεῶς ἔχοντος ἄκουε, ἀλλ' ὡς τοῦ Παιδὸς ὁµοτίµου πρὸς τὸν γεγεννηκότα. Μὴ τοίνυν εἰς πάντα ἕλκε τὸ παράδειγµα τοῦ ἀνδρὸς καὶ τῆς γυναικός. Παρ' ἡµῖν µὲν γὰρ εἰκότως ὑποτέτακται τῷ ἀνδρὶ ἡ γυνή· ἡ γὰρ ἰσοτιµία µάχην ποιεῖ· καὶ οὐ διὰ τοῦτο µόνον, ἀλλὰ καὶ διὰ τὴν ἀπάτην τὴν παρὰ τὴν ἀρχὴν συµβᾶσαν.∆ ιά τοι τοῦτο γενοµένη µὲν εὐθέως οὐχ ὑπετάγη· οὔτε ὅταν αὐτὴν ἤγαγε πρὸς τὸν ἄνδρα, οὔτε αὐτὴ ἤκουσέ τι παρὰ τοῦ Θεοῦ τοιοῦτον, οὔτε ὁ ἀνὴρ εἶπέ τι πρὸς αὐτὴν τοιοῦτον· ἀλλ' ὅτι µὲν ὀστοῦν ἐκ τῶν ὀστῶν αὐτοῦ, καὶ σὰρξ ἐκ τῶν σαρκῶν αὐτοῦ ἦν, εἶπεν· ἀρχῆς δὲ οὐδαµοῦ οὐδὲ ὑποταγῆς ἐµνηµόνευσε πρὸς αὐτήν· ὅτε δὲ κακῶς ἐχρήσατο τῇ ἐξουσίᾳ, καὶ ἡ γενοµένη βοηθὸς ἐπίβουλος εὑρέθη, καὶ πάντα ἀπώλεσε, τότε ἀκούει δικαίως λοιπόν· Πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου. Ἐπειδὴ γὰρ εἰκὸς ἦν τὴν ἁµαρτίαν ταύτην ἐκπολεµῶσαι τὸ γένος τὸ ἡµέτερον( οὐδὲ γὰρ ἂν ὤνησέ τι εἰς εἰρήνην τὸ ἐξ αὐτοῦ γεγενῆσθαι, τούτου συµβάντος· ἀλλ' αὐτὸ µὲν οὖν τοῦτο καὶ τραχύτερον ἂν ἐποίησε τὸν ἄνδρα, τὸ µηδὲ τοῦ οἰκείου φείσασθαι µέλους τὴν ἐξ αὐτοῦ γενοµένην)· συνιδὼν τὴν τοῦ διαβόλου κακουργίαν ὁ Θεὸς, ἐπετείχισε τουτὶ τὸ ῥῆµα, καὶ τὴν ἐκ τῆς ἐπιβουλῆς µέλλουσαν ἀπέχθειαν ἔσεσθαι διὰ τῆς ἀποφάσεωςταύτης ἀνεῖλε, καὶ τῆς ἐπιθυµίας τῆς ἐµφύτου καθάπερ µεσότοιχον κατασπάσας τὴν ἐκ τῆς ἁµαρτίας µνησικακίαν. Ἀλλ' ἐπὶ τοῦ Θεοῦ καὶ τῆς ἀκηράτου οὐσίας ἐκείνης οὐδὲν τοιοῦτον ἔστιν ὑποπτεῦσαι. Μὴ τοίνυν κατὰ πάντων δέχου τὰ παραδείγµατα ἐπεὶ καὶ ἀλλαχοῦ πολλὰ ἐντεῦθεν ἀπαντήσει χαλεπὰ ἁµαρτήµατα. Καὶ γὰρ καὶ ἐν προοιµίοις τῆς Ἐπιστολῆς ἔλεγε· Πάντα ὑµῶν ἐστιν, ὑµεῖς δὲ Χριστοῦ, Χριστὸς δὲ Θεοῦ. γʹ. Τί οὖν; ὁµοίως ἡµῶν τὰ πάντα, καὶ ἡµεῖς τοῦ Χριστοῦ, καὶ ὁ Χριστὸς τοῦ Θεοῦ; Οὐδαµῶς, ἀλλὰ καὶ τοῖς σφόδρα ἀνοήτοις δήλη ἡ διαφορὰ, εἰ καὶ ἡ αὐτὴ ῥῆσις ἐπὶ τοῦ Θεοῦ καὶ τοῦ Χριστοῦ καὶ ἡµῶν εἴρηται. Καὶ ἀλλαχοῦ δὲ κεφαλὴν εἰπὼν τὸν ἄνδρα τῆς γυναικὸς, ἐπήγαγεν· Ὥσπερ καὶ ὁ Χριστὸς κεφαλὴ καὶ Σωτήρ ἐστι τῆς Ἐκκλησίας καὶ προστάτης, οὕτω καὶ ὁ ἀνὴρ ὀφείλει τῆς αὐτοῦ γυναικὸς εἶναι. Ἆρ' οὖν ὁµοίως ἐκληψόµεθα τὸ εἰρηµένον, καὶ τοῦτο καὶ τὰ µετὰ τούτου ἅπαντα Ἐφεσίοις ἐπεσταλµένα περὶ τῆς ὑποθέσεως ταύτης; Ἄπαγε! οὐδὲ γὰρ δυνατόν. Τὰ γὰρ αὐτὰ ῥήµατα λέγεται µὲν ἐπὶ Θεοῦ καὶ ἀνθρώπων· ἀλλ' ἑτέρως µὲν ἐκεῖνα νοητέον, ἑτέρως δὲ ταῦτα· οὐ µὴν πάλιν πάντα ἐξηλλαγµένως· ἐπεὶ πάλιν εἰκῆ καὶ µάτην παρειλῆφθαι δόξει, οὐδὲν ἀπ' αὐτῶν καρπουµένων ἡµῶν. Ὥσπερ γὰρ οὐ πάντα ὁµοίως ἐκληπτέον, οὕτως οὐδὲ πάντα ἁπλῶς ἐκβλητέον. Ἵνα δὲ ὃ λέγω, γένηται σαφέστερον, ἐπὶ ὑποδείγµατος αὐτὸ πειράσοµαι ποιῆσαι φανερόν. Εἴρηταικεφαλὴ τῆς Ἐκκλησίας ὁ Χριστός· ἂν µηδὲν ἀπὸ τοῦ ἀνθρωπίνου λάβω, τί µοι καὶ εἴρηται τοῦτο; Πάλιν ἂν ἅπαντα λάβω, πολλὴ ἕψεται ἡ ἀλογία· καὶ γὰρ ὁµοιοπαθὴς τῷ σώµατι ἡ κεφαλὴ, καὶ τοῖς αὐτοῖς ὑπεύθυνος. Τί οὖν δεῖ ἀφεῖναι, ἢ τί λαβεῖν; Ἀφεῖναι µὲν ταῦτα ἃ εἶπον, λαβεῖν δὲ ἕνωσιν ἀκριβῆ, καὶ αἰτίαν καὶ ἀρχὴν τὴν πρώτην· καὶ οὐδὲ ταῦτα ἁπλῶς, ἀλλὰ καὶ ἐνταῦθα τὸ µεῖζον οἴκοθεν ἐπινοεῖν καὶ Θεῷ πρέπον· καὶ γὰρ ἡ ἕνωσις ἀσφαλεστέρα, καὶ ἡ ἀρχὴ τιµιωτέρα. Πάλιν ἤκουσας Υἱόν· µὴ πάντα µηδὲ ἐνταῦθα λάβῃς, ἀλλὰ µηδὲ πάντα ἐκβάλῃς, ἀλλ' ὅσα Θεῷ πρέπει δεξάµενος, ὅτι ὁµοούσιος, ὅτι ἐξ αὐτοῦ, τὰ ἄτοπα καὶ ἀσθενείαςὄντα ἀνθρωπίνης, ἐπὶ τῆς γῆς ἔα. Εἴρηται φῶς ὁ Θεὸς πάλιν· ἆρ' οὖν πάντα δεξόµεθα, ὅσα τοῦ φωτὸς τούτου; Οὐδαµῶς· καὶ γὰρ ἐκεῖ τῷ σκότῳ τοῦτο καὶ τόπῳ περικλείεται, καὶ ὑφ' ἑτέρας κινεῖται δυνάµεως καὶ ἐπισκιάζεται· ὧν οὐδὲν οὐδὲ ἐννοῆσαι θέµις ἐπὶ τῆς οὐσίας ἐκείνης. Ἀλλ' οὐδὲ πάντα διὰ τοῦτο ἐκβαλοῦµεν, ἀλλὰ δρεψόµεθά τι καὶ χρήσιµον ἀπὸ τοῦ παραδείγµατος, τὸν φωτισµὸν τὸν ἐκ τοῦ Θεοῦ γινόµενον ἡµῖν, τὴν ἐκτοῦ σκότους ἀπαλλαγὴν ἐκ τούτου συνάγοντες. Καὶ τὰ µὲν πρὸς αἱρετικοὺς ταῦτα· δεῖ δὲ καὶ ὁλοκλήρῳ λοιπὸν ἐπεξελθεῖν τῷ χωρίῳ. Ἴσως γὰρ ἄν τις ἐνταῦθα καὶ διαπορήσειε, πρὸς ἑαυτὸν ζητῶν, ποῖον ἔγκληµα ἦν τὸ ἀνακαλύπτεσθαι τὰς γυναῖκας, ἢ καὶ καλύπτεσθαι τοὺς ἄνδρας; Ποῖον οὖν ἔγκληµα τοῦτο, ἐντεῦθεν ἤδη µάνθανε· Σύµβολα δέδοται ἀνδρὶ καὶ γυναικὶ πολλὰ µὲν καὶ ἕτερα, τῷ µὲν τῆς ἀρχῆς, τῇ δὲ τῆς ὑποταγῆς· µετὰ δὲ ἐκείνων καὶ τοῦτο, τὸ ταύτην µὲν καλύπτεσθαι, τοῦτον δὲ γυµνὴν ἔχειν τὴν κεφαλήν. Εἰ τοίνυν σύµβολα ταῦτά ἐστιν, ἀµφότεροι ἁµαρτάνουσι τὴν εὐταξίαν συγχέοντες, καὶ τὴν τοῦ Θεοῦ διαταγὴν, καὶ τοὺς οἰκείους ὑπερβαίνοντες ὅρους, καὶὁ µὲν εἰς τὴν ἐκείνης καταπίπτων εὐτέλειαν, ἡ δὲ ἐπανισταµένη τῷ ἀνδρὶ διὰ τοῦ σχήµατος. Εἰ γὰρ ἱµάτιον ἐναλλάττειν οὐ θέµις, οὐδὲ ταύτην µὲν χλανίδα περικεῖσθαι, ἐκεῖνον δὲ φάρος ἢ καλύπτραν· Οὐκ ἔσται γὰρ, φησὶ, σκεύη ἀνδρὸς ἐπὶ γυναικὶ, οὐδὲ ἐνδύσεται ἀνὴρ στολὴν γυναικείαν· πολλῷ µᾶλλον ταῦτα ἀνταλλάττεσθαι οὐ δεῖ. Ταῦτα µὲν γὰρ παρὰ τῶν ἀνθρώπων νενοµοθέτηται, εἰ καὶ ὁ Θεὸς ὕστερον αὐτὰ ἐκύρωσεν· ἐκεῖνο δὲ παρὰ τῆς φύσεως, τὸ καλύπτεσθαι λέγω, καὶ τὸ µὴ καλύπτεσθαι. Ὅταν δὲ εἴπω τὴν φύσιν, τὸν Θεὸν λέγω· ὁ γὰρ τὴν φύσιν δηµιουργήσας, αὐτός ἐστιν. Ὅταν οὖν τοὺς ὅρους ἀνατρέπῃς τούτους, ὅρα πόσα γίνεται τὰ ἐπιβλαβῆ. Καὶ µή µοι τοῦτο εἴπῃς, ὅτι µικρὸν τὸ ἁµαρτανόµενον· µέγα µὲν γάρ ἐστι, καὶ καθ' ἑαυτό· παρακοὴ γάρ ἐστιν· Εἰ δὲ καὶ µικρὸν ἦν, µέγα ἐγίνετο, ἐπειδὴ µεγάλων ἐστὶ σύµβολον πραγµάτων. Ὅτι δὲ καὶ µέγα ἐστὶ, δῆλον ἐξ ὧν τοσαύτην εὐταξίαν τῷ γένει παρέχει, τὸν ἄρχοντα καὶ τὸν ἀρχόµενον ἐν κόσµῳ διατάττον. Ὥστε ὁ παραβαίνων, πάντα συγχεῖ, καὶ τὰ τοῦ Θεοῦ προδίδωσι δῶρα, καὶ τὴν ἄνωθεν αὐτῷ δοθεῖσαν τιµὴν χαµαὶ ῥίπτει, οὐχ ὁ ἀνὴρ δὲ µόνον, ἀλλὰ καὶἡ γυνή. Καὶ γὰρ καὶ ἐκείνῃ τιµὴ µεγίστη τὸ τὴν οἰκείαν τάξιν διατηρεῖν, ὥσπερ οὖν καὶ αἰσχύνη τὸ στασιάζειν.∆ ιόπερ ἐπ' ἀµφοτέρων αὐτὸ τέθεικεν. οὕτω λέγων· Πᾶς ἀνὴρ προσευχόµενος ἢ προφητεύων κατὰ κεφαλῆς ἔχων, καταισχύνει τὴν κεφαλὴν αὑτοῦ· πᾶσα δὲ γυνὴ προσευχοµένη ἢ προφητεύουσα ἀκατακαλύπτῳ τῇ κεφαλῇ, καταισχύνει τὴν κεφαλὴν αὑτῆς. Ἦσαν γὰρ, ὅπερ ἔφην, καὶ ἄνδρες καὶ γυναῖκες προφητεύοντες, καὶ γυναῖκες τὸ χάρισµα τοῦτο ἔχουσαι τότε, ὡς αἱ τοῦ Φιλίππου θυγατέρες, ὡςἕτεραι πρὸ ἐκείνων καὶ µετ' ἐκείνας· περὶ ὧν καὶ ὁ προφήτης ἔλεγεν ἄνωθεν· ὅτι, Προφητεύσουσιν οἱ υἱοὶ ὑµῶν, καὶ αἱ θυγατέρες ὑµῶν ὁράσεις ὄψονται. Τὸν µὲν οὖν ἄνδρα οὐκ ἀεὶ ἀναγκάζει ἀκατακάλυπτον εἶναι, ἀλλ' ὅταν εὔχηται µόνον· Πᾶς γὰρ ἀνὴρ, φησὶ, προσευχόµενος ἢ προφητεύων κατὰ κεφαλῆς ἔχων, καταισχύνει τὴν κεφαλὴν αὑτοῦ· τὴν δὲ γυναῖκα διαπαντὸς κατακαλύπτεσθαι κελεύει.∆ ιὸ καὶ εἰπὼν, Πᾶσα γυνὴ προσευχοµένη ἢ προφητεύουσα ἀκατακαλύπτῳ τῇ κεφαλῇ, καταισχύνει τὴν κεφαλὴν αὑτῆς· οὐκ ἔστη µέχρι τούτου µόνον, ἀλλὰ καὶ ἐπεξῆλθεν εἰπών· Ἓν γάρ ἐστι καὶ τὸ αὐτὸ τῇ ἐξυρηµένῃ. Εἰ δὲ ἀεὶ ἐξυρῆσθαι αἰσχρὸν, εὔδηλον ὅτι καὶ ἀκατακάλυπτον εἶναι ἀεὶ ὄνειδος. δʹ. Καὶ οὐδὲ τούτῳ ἠρκέσθη µόνον, ἀλλὰ καὶ πάλιν προσέθηκεν εἰπὼν, ὅτι Ὀφείλει ἐξουσίαν ἔχειν ἐπὶ τῆς κεφαλῆς ἡ γυνὴ διὰ τοὺς ἀγγέλους.∆ είκνυσιν ὅτι οὐκ ἐν τῷ καιρῷ τῆς εὐχῆς µόνον, ἀλλὰ καὶ διηνεκῶς ἐγκεκαλύφθαι δεῖ. Ἐπὶ δὲ τοῦ ἀνδρὸς οὐκέτι τὸν τοῦ καλύµµατος, ἀλλὰ τὸν τῆς κόµης οὕτω γυµνάζει λόγον· καλύπτεσθαι µὲν γὰρ τότε µόνον κωλύει, ὅταν εὔχηται, κοµᾷν δὲ ἀεὶ ἀποτρέπει.∆ ιὰ τοῦτο ὥσπερ ἐπὶ τῆς γυναικὸς εἶπεν, Εἰ δὲ οὐ κατακαλύπτεται, καὶ κειράσθω· οὕτω καὶ ἐπὶ τοῦ ἀνδρὸς, ὅτι Ἐὰν κοµᾷ, ἀτιµία αὐτῷ ἐστιν. Οὐκ εἶπεν, Ἐὰν καλύπτηται, ἀλλ' Ἐὰν κοµᾷ.∆ ιὸ καὶ ἀρχόµενος ἔλεγε· Πᾶς ἀνὴρ προσευχόµενος ἢ προφητεύων, κατὰ κεφαλῆς ἔχων. Οὐκ εἶπε, Κεκαλυµµένος, ἀλλὰ, Κατὰ κεφαλῆς ἔχων, δεικνὺς ὅτι κἂν γυµνῇ εὔχηται τῇ κεφαλῇ, κόµην δὲ ἔχῃ, ἴσος ἐστὶ τῷ κεκαλυµµένῳ. Ἡ γὰρ κόµη, φησὶν, ἀντὶ περιβολαίου δέδοται. Εἰ δὲ οὐ καλύπτεται γυνὴ, καὶ κειράσθω· εἰ δὲ αἰσχρὸν γυναικὶ κείρεσθαι ἢ ξυρᾶσθαι, κατακαλυπτέσθω. Ἐν προοιµίοις µὲν γὰρ τὸ µὴ γυµνὴν ἔχειν τὴν κεφαλὴν ἀπαιτεῖ· προϊὼν δὲ καὶ τὸ διηνεκὲς αἰνίττεται λέγων, Ἓν γάρ ἐστι καὶ τὸ αὐτὸ τῇ ἐξυρηµένῃ, καὶ τὸ µετ' ἐπιµελείας καὶ σπουδῆς ἁπάσης. Οὐδὲ γὰρ καλύπτεσθαι εἶπεν ἁπλῶς, ἀλλὰ κατακαλύπτεσθαι, ὥστε ἀκριβῶς πάντοθεν περιεστάλθαι. Καὶ τῇ εἰς ἄτοπον ἀπαγωγῇ ἐντρέπει, σφοδρῶς καθαπτόµενος καὶ λέγων, Εἰ δὲ οὐ κατακαλύπτεται, καὶ κειράσθω. Εἰ γὰρ τὸ ἀπὸ τοῦ νόµου τοῦ Θεοῦ κάλυµµα τεθὲν ῥίπτεις, φησὶ, καὶ τὸ ἀπὸ τῆς φύσεως ῥῖψον. Εἰ δὲ λέγει τις, Καὶ πῶς ἂν εἴη τοῦτο αἰσχύνη τῇ γυναικὶ, εἰ εἰς τὴν δόξαν ἀναβαίνει τοῦ ἀνδρός; ἐκεῖνο ἂν εἴποιµεν, ὅτι οὐκ ἀναβαίνει, ἀλλὰ καὶ τῆς οἰκείας ἐκπίπτει τιµῆς. Τὸ γὰρ µὴ εἴσω τῶν οἰκείων ὅρων µένειν καὶ τῶν τεθέντων παρὰ τοῦ Θεοῦ νόµων, ἀλλ' ὑπερβαίνειν, οὐκ ἐπίδοσίς ἐστιν, ἀλλ' ἐλάττωσις. Ὥσπερ γὰρ ὁ τῶν ἀλλοτρίων ἐφιέµενος, καὶ ἁρπάζων τὰ µὴ ἑαυτοῦ, οὐ πλέον τι προσέλαβεν, ἀλλ' ἠλάττωται καὶ ὃ εἶχεν ἀπολέσας, ὅπερ οὖν καὶ ἐντῷ παραδείσῳ γέγονεν· οὕτω καὶ ἡ γυνὴ οὐ προσλαµβάνει τοῦ ἀνδρὸς τὴν εὐγένειαν, ἀλλὰ καὶ τὴν τῆς γυναικὸς ἀπόλλυσιν εὐσχηµοσύνην. Καὶ οὐκ ἐντεῦθεν µόνον αὐτῇ τὰ τῆς αἰσχύνης, ἀλλὰ καὶ ἀπὸ τῆς πλεονεξίας. Λαβὼν τοίνυν τὸ ὡµολογηµένον αἰσχρὸν, καὶ εἰπὼν, Εἰ δὲ αἰσχρὸν γυναικὶ κείρεσθαι ἢ ξυρᾶσθαι, τίθησι τὸ παρ' ἑαυτοῦ λοιπὸν λέγων, Κατακαλυπτέσθω. Καὶ οὐκ εἶπε, Κοµάτω, ἀλλὰ, Κατακαλυπτέσθω, ἀµφότερα ταῦτα ἓν εἶναι νοµοθετῶν, καὶ ἑκατέρωθεν αὐτὰ κατασκευάζων, ἀπό τε τῶννενοµισµένων, ἀπό τε τῶν ἐναντίων. Τήν τε γὰρ περιβολὴν καὶ τὴν κόµην ἓν εἶναί φησι· τήν τε ἐξυρηµένην καὶ τὴν γυµνὴν ἔχουσαν κεφαλὴν, τὸ αὐτὸ πάλιν· Ἓν γάρ ἐστι, φησὶ, καὶ τὸ αὐτὸ τῇ ἐξυρηµένῃ. Εἰ δὲ λέγοι τις, Καὶ πῶς ἐστιν ἓν, εἴ γε αὕτη µὲν τὸ κάλυµµα τῆς φύσεως ἔχει, ἐκείνη δὲ ἡ ἐξυρηµένη οὐδὲ τοῦτο; ἐροῦµεν ὅτι τῇ προαιρέσει κἀκεῖν ο ἔῤῥιψε τῷ γυµνὴν ἔχειν τὴν κεφαλήν· εἰ δὲ µὴ γυµνὴν τῶν τριχῶν, τοῦτο τῆς φύσεώς ἐστιν, οὐκ ἐκείνης. Ὥστε καὶ ἡ ἐξυρηµένη γυµνὴν ἔχει τὴν κεφαλὴν, κἀκείνη ὁµοίως.∆ ιὰ γὰρ τοῦτο τῇ φύσει ἐπέτρεψεν αὐτὴν σκεπάσαι, ἵνα καὶ ἀπ' ἐκείνης τοῦτο µαθοῦσα καλύπτηται. Εἶτα καὶ αἰτίαν τίθησιν, ὅπερ ἔφην πολλαχοῦ, καθάπερ ἐλευθέροις διαλεγόµενος. Τίς οὖν ἡ αἰτία; Ἀνὴρ µὲν γὰρ ὀφείλει κατακαλύπτεσθαι, εἰκὼν καὶ δόξα Θεοῦ ὑπάρχων. Πάλιν ἑτέρα αὕτη αἰτία· οὐδὲ γὰρ ὅτι κεφαλὴν ἔχει τὸν Χριστὸν µόνον οὐκ ὀφείλει καλύπτεσθαι, φησὶ, τὴν κεφαλὴν, ἀλλ' ὅτι καὶ ἄρχει τῆς γυναικός. Τὸν γὰρ ἄρχοντα τῷ βασιλεῖ προσιόντα τὸ τῆς ἀρχῆς σύµβολον ἔχειν δεῖ. Ὥσπερ οὖν οὐδεὶς τῶν ἀρχόντων χωρὶς ζώνης καὶ χλανίδος τολµήσειεν ἂν φανῆναι τῷ τὸ διάδηµα ἔχοντι· οὕτω µηδὲ σὺ χωρὶς τῶν συµβόλων τῆς ἀρχῆς, ὅπερ ἐστὶ τὸ µὴ καλύπτεσθαι, προσεύχου τῷ Θεῷ, ἵνα µὴ ὑβρίζῃς καὶ σαυτὸν καὶ τὸν τετιµηκότα. Τὸ αὐτὸ δὲ καὶ ἐπὶ τῆς γυναικὸς εἴποι τις ἄν· καὶ γὰρ καὶ ἐκείνῃ ὕβρις τὸ µὴ ἔχειν τὰ σύµβολα τῆς ὑποταγῆς. Γυνὴ δὲ δόξα ἀνδρός ἐστιν. Ἄρα φυσικὴ ἡ ἀρχὴ τοῦ ἀνδρός. Εἶτα ἐπειδὴ ἀπεφήνατο, καὶ λογισµοὺς καὶ αἰτίας τίθησι πάλιν ἑτέρας, ἐπὶ τὴν προτέραν σε ἄγων δηµιουργίαν, καὶ λέγων οὕτως· Οὐ γάρ ἐστιν ἀνὴρ ἐκ γυναικὸς, ἀλλὰ γυνὴ ἐξ ἀνδρός. Εἰ δὲ τὸ ἔκ τινος εἶναι, δόξα ἐκείνου ἐξ οὗ ἐστι, πολλῷ µᾶλλον τὸ ἐοικότα εἶναι. Καὶ γὰρ οὐκ ἐκτίσθη ὁ ἀνὴρ διὰ τὴν γυναῖκα, ἀλλ' ἡ γυνὴ διὰ τὸν ἄνδρα.∆ ευτέρα αὕτη ὑπεροχὴ πάλιν, µᾶλλον δὲ καὶ τρίτη καὶ τετάρτη. Πρώτη, ὅτι κεφαλὴ ἡµῶν ὁ Χριστὸς, ἡµεῖς δὲ τῆς γυναικός· δευτέρα, ὅτι ἡµεῖς δόξα Θεοῦ, ἡµῶν δὲ ἡ γυνή· τρίτη, ὅτι οὐχ ἡµεῖς ἐκ τῆς γυναικὸς, ἀλλ' ἐκείνη ἐξ ἡµῶν· τετάρτη, ὅτι οὐχ ἡµεῖς δι' αὐτὴν, ἀλλ' ἐκείνη δι' ἡµᾶς.∆ ιὰ τοῦτο ὀφείλει ἡ γυνὴ ἐξουσίαν ἔχειν ἐπὶ τῆς κεφαλῆς.∆ ιὰ τοῦτο, ποῖον; εἰπέ µοι.∆ ιὰ ταῦτα τὰ εἰρηµένα ἅπαντα, φησὶ, µᾶλλον δὲ οὐ διὰ ταῦτα µόνον, ἀλλὰ καὶ∆ ιὰ τοὺς ἀγγέλους. Εἰ γὰρ τοῦ ἀνδρὸς καταφρονεῖς, φησὶ, τοὺς ἀγγέλους αἰδέσθητι. εʹ. Ἄρα τὸ καλύπτεσθαι, ὑποταγῆς καὶ ἐξουσίας· κάτω γὰρ νεύειν παρασκευάζει καὶ ἐντρέπεσθαι καὶ τὴν οἰκείαν διατηρεῖν ἀρετήν. Ἀρετὴ γὰρ ἀρχοµένου καὶ τιµὴ τὸ µένειν ἐπὶ τῆς ὑπακοῆς. Ὁ µὲν γὰρ ἀνὴρ οὐκ ἀναγκάζεται τοῦτο ποιεῖν· τοῦ γὰρ∆ εσπότου αὐτοῦ ἐστιν εἰκών· ἡ γυνὴ δὲ εἰκότως. Ἐννόησον οὖν τῆς παρανοµίας τὴν ὑπερβολὴν, ὅταν τοσαύτῃ τιµηθεὶς ἐξουσίᾳ σαυτὸν καταισχύνῃς, τὸ τῆς γυναικὸς ἁρπάζων σχῆµα. Καὶ ταυτὸν ποιεῖς, ὡς ἂν εἰ διάδηµα λαβὼν, ῥίψῃς τὸ διάδηµα ἀπὸ τῆς κεφαλῆς, ἀντὶ δὲ τοῦ διαδήµατος δουλικὸν λάβῃς ἱµάτιον. Πλὴν οὔτε ἀνὴρ χωρὶς γυναικὸς, οὐδὲ γυνὴ χωρὶς ἀνδρὸς ἐν Κυρίῳ. Ἐπειδὴ γὰρ πολλὴν ὑπεροχὴν ἔδωκε τῷ ἀνδρὶ, εἰπὼν ὅτι ἐξ αὐτοῦ ἡ γυνὴ, καὶ ὅτι δι' αὐτὸν καὶ ὑπ' αὐτόν· ἵνα µήτε τοὺς ἄνδρας ἐπάρῃ πλέον τοῦ δέοντος, µήτε ἐκείνας ταπεινώσῃ, ὅρα πῶς ἐπάγει τὴν διόρθωσιν, λέγων· Πλὴν οὔτε ἀνὴρ χωρὶς γυναικὸς, οὔτε γυνὴ χωρὶς ἀνδρὸς ἐν Κυρίῳ. Μὴ γάρ µοι, φησὶ, τὰ πρῶτα ἐξέταζε µόνα, µηδὲ τὴν δηµιουργίαν ἐκείνην· ἂν γὰρ τὰ µετὰ ταῦτα ζητῇς, ἑκάτερος ἑκατέρου αἴτιος, µᾶλλον δὲ οὐδὲ οὕτως ἑκάτερος ἑκατέρου, ἀλλ' ὁ Θεὸς ἁπάντων· διό φησιν, Οὔτε ἀνὴρ χωρὶς γυναικὸς, οὔτε γυνὴ χωρὶς ἀνδρὸς ἐν Κυρίῳ. Ὥσπερ γὰρ ἡ γυνὴ ἐκ τοῦ ἀνδρὸς, οὕτω καὶ ὁ ἀνὴρ διὰ τῆς γυναικός. Οὐκ εἶπεν. Ἐκ τῆς γυναικὸς, ἀλλὰ πάλιν, Ἐκ τοῦ ἀνδρός· ἔτι γὰρ αὐτὸ τοῦτο ἀκέραιον µένει παρὰ τῷ ἀνδρί. Ἀλλ' οὐ τοῦ ἀνδρὸς ταῦτα τὰ κατορθώµατα, ἀλλὰ τοῦ Θεοῦ· διὸ καὶ ἐπήγαγε, Τὰ δὲ πάντα ἐκ τοῦ Θεοῦ. Εἰ τοίνυν τοῦ Θεοῦ τὰ πάντα, αὐτὸς δὲ κελεύει ταῦτα, πείθου καὶ µὴ ἀντίλεγε. Ἐν ὑµῖν αὐτοῖς κρίνατε, πρέπον ἐστὶ γυναῖκα ἀκατακάλυπτον τῷ Θεῷ προσεύχεσθαι; Πάλιν αὐτοὺς καθίζει δικαστὰς τῶν λεγοµένων, ὅπερ καὶ ἐπὶ τῶν εἰδωλοθύτων ἐποίησε· καὶ γὰρ ἐκεῖ φησι, Κρίνατε ὑµεῖς ὅ φηµι· καὶ ἐνταῦθα, Ἐν ὑµῖν αὐτοῖς κρίνατε· καί τι φοβερώτερον αἰνίττεται ἐνταῦθα· τὴν γὰρ ὕβριν ἐνταῦθα εἰς τὸν Θεόν φησι διαβαίνειν. Ἀλλ' οὕτω µὲν οὔ φησιν, ἡµερώτερον δέ πως καὶ αἰνιγµατωδέστερο ν λέγων· Πρέπον ἐστὶ γυναῖκα ἀκατακάλυπτον τῷ Θεῷ προσεύχεσθαι; Ἢ οὐδὲ αὕτη ἡ φύσις ὑµᾶς διδάσκει, ὅτι ἀνὴρ µὲν ἐὰν κοµᾷ, ἀτιµία αὐτῷ ἐστι· γυνὴ δὲ ἐὰν κοµᾷ, δόξα αὐτῇ ἐστι; ὅτι ἡ κόµη ἀντὶ περιβολαίου δέδοται αὐτῇ. Ὅπερ ἀεὶ ποιεῖ, κοινοὺς λογισµοὺς τιθεὶς, τοῦτο καὶ ἐνταῦθα ἐργάζεται, ἐπὶ τὴν κοινὴν συνήθειαν καταφεύγων, καὶ σφόδρα ἐντρέπων τοὺςἀναµένοντας ταῦτα µανθάνειν παρ' αὐτοῦ, ἃ καὶ ἀπὸ τῆς κοινῆς συνηθείας δυνατὸν[ ἦν] µανθάνειν· τὰ γὰρ τοιαῦτα, οὔτε βαρβάροις ἄγνωστα. Καὶ ὅρα πῶς πανταχοῦ πληκτικῶς κέχρηται ταῖς λέξεσι· Πᾶς ἀνὴρ προσευχόµενος κατακαλύπτων αὑτοῦ τὴν κεφαλὴν, καταισχύνει τὴν κεφαλὴν αὐτοῦ· καὶ πάλιν, Εἰ δὲ αἰσχρὸν γυναικὶ κείρεσθαι ἢ ξυρᾶσθαι, κατακαλυπτέσθω· καὶ ἐνταῦθα πάλιν, Ἀνὴρ µὲν ἐὰν κοµᾷ, ἀτιµία αὐτῷ ἐστι· γυνὴ δὲ ἐὰν κοµᾷ, δόξα αὐτῇ ἐστιν, ὅτι ἡ κόµη ἀντὶ περιβολαίου δέδοται. Καὶ εἰ ἀντὶ περιβολαίου δέδοται, φησὶ, τίνος ἕνεκεν δεῖ περιβόλαιον ἕτερον προστιθέναι; Ὥστε µὴ ἀπὸ τῆς φύσεως µόνον, ἀλλὰ καὶ ἀπὸ τῆς προαιρέσεως τὴν ὑποταγὴν ὁµολογεῖν. Ὅτι γὰρ δεῖ σε καλύπτεσθαι, προλαβοῦσα καὶ ἡ φύσις ἐνοµοθέτησε. Προστίθει τοίνυν καὶ τὰ παρὰ σαυτῆς, ἵνα µὴ δόξῃς καὶ τοὺς τῆς φύσεως ἀνατρέπειν νόµους· ὅπερ πολλῆς ἐστιν ἰταµότητος, µὴ µόνον ἡµῖν, ἀλλὰ καὶ τῇ φύσει πυκτεύειν.∆ ιὸ καὶ Ἰουδαίοις ὁ Θεὸς ἐγκαλῶν ἔλεγεν, Ἔσφαξας τοὺς υἱούς σου καὶ τὰς θυγατέρας σου· τοῦτο παρὰ πάντα τὰ βδελύγµατά σου. Καὶ τοῖς παρὰ Ῥωµαίοις ἀσελγαίνουσι πάλιν ὁ Παῦλος ἐπιτιµῶν, οὕτως αὔξει τὴν κατηγορίαν λέγων, ὅτι οὐ παρὰ νόµον τὸν τοῦ Θεοῦ µόνον, ἀλλὰ καὶπαρὰ φύσιν ἡ χρῆσις ἦν· Ἐνήλλαξαν γὰρ τὴν φυσικὴν χρῆσιν εἰς τὴν παρὰ φύσιν.∆ ιὰ δὴ τοῦτο καὶ ἐνταῦθα τοῦτον γυµνάζει τὸν λόγον, τοῦτό τε αὐτὸ δεικνὺς, καὶ ὅτι οὐδὲν ξένον νοµοθετεῖ, καὶ ὅτι παρ' Ἕλλησι τὰ τῆς καινοτοµίαςἅπαντα τῆς παρὰ φύσιν. Οὕτω καὶ ὁ Χριστὸς τοῦτο δεικνὺς ἔλεγεν· Ὅσα ἐὰν θέλητε ἵνα ποιῶσιν ὑµῖν οἱ ἄνθρωποι, καὶ ὑµεῖς ποιεῖτε αὐτοῖς· δηλῶν ὅτι οὐδὲν καινὸν ἐπεισάγει. Εἰ δέ τις δοκεῖ φιλόνεικος εἶναι, ἡµεῖς τοιαύτην συνήθειαν οὐκ ἔχοµεν, οὐδὲ αἱ Ἐκκλησίαι τοῦ Θεοῦ. Ἄρα φιλονεικίας τὸ ἀντιτείνειν τού τοις, καὶ οὐ λογισµοῦ· πλὴν ἀλλὰ καὶ οὕτω µεµετρηµένην τὴν ἐπιτίµησιν ἐποίησε, πλείονα τὴν ἐντροπὴν ἐνθεὶς, ὃ δὴ καὶ βαρύτερον ἐποίει τὸν λόγον. Ἡµεῖς γὰρ, φησὶ, τοιαύτην συνήθειαν οὐκ ἔχοµεν, ὥστε φιλονεικεῖν καὶ ἐρίζειν καὶ ἀντιτάττεσθαι. Καὶ οὐδὲ µέχρι τούτου ἔστη, ἀλλὰ καὶ ἐπήγαγεν, Οὐδὲ αἱ Ἐκκλησίαι τοῦ Θεοῦ· δεικνὺς ὅτι πάσῃ τῇ οἰκουµένῃ ἀντιπίπτουσι καὶ ἐναντιοῦνται, µὴ εἴκοντες. Ἀλλ' εἰ καὶ τότε ἐφιλονείκουν οἱ Κορίνθιοι, νῦν πᾶσα ἡ οἰκουµένη τὸν νόµον τοῦτον καὶ κατεδέξατο καὶ ἐφύλαξε· τοσαύτη τοῦ σταυρωθέντος ἡ δύναµις. ὰʹ. Ἀλλὰ δέδοικα, µήποτε τὸ σχῆµα καταδεξάµεναι, ἐπὶ τῶν ἔργων εὑρεθῶσιν ἀναισχυντοῦσαι ἔνιαι τῶν γυναικῶν, καὶ ἀνακεκαλυµµέναι ἑτέρως.∆ ιὰ γὰρ τοῦτο καὶ Τιµοθέῳ γράφων οὐκ ἠρκέσθη τούτοις ὁ Παῦλος, ἀλλ' ἕτερα προσέθηκεν εἰπών· Ἐν καταστολῇ κοσµίῳ µετὰ αἰδοῦς καὶ σωφροσύνης κοσµεῖν ἑαυτὰς, µὴ ἐν πλέγµασιν ἢ χρυσῷ. Εἰ γὰρ γυµνὴν οὐ δεῖ τὴν κεφαλὴν ἔχειν, ἀλλὰ τῆς ὑποταγῆς τὸ σύµβολον πανταχοῦ περιφέρειν, πολλῷ µᾶλλον διὰ τῶν πράξεων τοῦτο ἐπιδείκνυσθαι χρή. Οὕτω γοῦν καὶ αἱ πρότεραι γυναῖκες καὶ κυρίους τοὺς ἄνδρας ἐκάλουν, καὶ τῶν πρωτείων αὐτοῖς παρεχώρουν. Καὶ γὰρ ἐκεῖνοι, φησὶ, τὰς γυναῖκας ἠγάπων τὰς ἑαυτῶν. Οἶδα κἀγὼ, καὶ οὐκ ἀγνοῶ· ἀλλ' ὅταν ὑπὲρ τῶν σοι προσηκόντων παραινῶµεν, µὴ τὰ ἐκείνων σκόπει. Καὶ γὰρ ὅταν παισὶ παραινῶµεν ὑπακούειν γονεῦσι λέγοντες, ὅτι γέγραπται, Τίµα τὸν πατέρα σου καὶ τὴν µητέρα σου, λέγουσι πρὸς ἡµᾶς, Εἰπὲ καὶ τὰἑξῆς, ὅτι Καὶ ὑµεῖς, οἱ γονεῖς, µὴ παροργίζετε τὰ τέκνα· καὶ τοῖς δούλοις ὅταν εἴπωµεν, ὅτι γέγραπται ὑπακούειν τοῖς κυρίοις, καὶ µὴ κατ' ὀφθαλµοδουλείαν δουλεύειν, καὶ αὐτοὶ πάλιν τὰ ἑξῆς ἡµᾶςἀπαιτοῦσι, κελεύοντες καὶ τοῖς δεσπόταις τὰ αὐτὰ παραινεῖν. Καὶ γὰρ καὶ ἐκείνοις ὁ Παῦλος ἐκέλευσε, φησὶν, ἀνιέναι τὴν ἀπειλήν. Ἀλλὰ µὴ οὕτω ποιῶµεν, µηδὲ τὰ ἑτέροις ἐπιτεταγµένα ζητῶµεν, ὅταν ὑπὲρ τῶν ἡµετέρων ἐγκαλώµεθα· οὐδὲ γὰρ, ἂν κοινωνὸν λάβῃς τῶν ἐγκληµάτων. ἀπαλλαγήσῃ τῆς αἰτίας· ἀλλ' ἓν σκόπει µόνον, ὅπως τὰ σὰ ἐγκλήµατα ἀποδύσῃ. Ἐπεὶ καὶ ὁ Ἀδὰµ ἐπὶ τὴν γυναῖκα τὴν αἰτίαν ἔφερε, καὶ αὕτη πάλιν ἐπὶ τὸν ὄφιν, ἀλλ' οὐδὲν αὐτοὺς τοῦτο ἐξείλετο. Μὴ τοίνυν µηδὲ σὺ τοῦτο λέγε µοι νῦν, ἀλλὰ σπούδαζε µετὰ εὐγνωµοσύνης ἁπάσης παρέχειν, ἅπερ ὀφείλεις, τῷ ἀνδρί. Ἐπεὶ καὶ ὅταν τῷ ἀνδρὶ τῷ σῷ διαλέγωµαι, συµβουλεύων σε ἀγαπᾷν καὶ θεραπεύειν, οὐκ ἀφίηµι αὐτὸν προενεγκεῖν εἰς µέσον τὸν τῇ γυναικὶ κείµενοννόµον, ἀλλὰ τὸν αὐτῷ γεγραµµένον ἀπαιτῶ. Καὶ σὺ τοίνυν τά σοι προσήκοντα περιεργάζου µόνα, καὶ πάρεχε σαυτὴν εὐήνιον τῷ συνοικοῦντι. Καὶ γὰρ εἰ διὰ τὸν Θεὸν πείθῃ τῷ ἀνδρὶ, µή µοι πρόφερε τὰ ὀφείλοντα παρ' αὐτοῦ γίνεσθαι, ἀλλ' ὧν ὑπεύθυνόν σε ἐποίησεν ὁ νοµοθέτης, ταῦτα ἄνυεµετὰ ἀκριβείας. Τοῦτο γάρ ἐστι µάλιστα Θεῷ πείθεσθαι, τὸ καὶ ἐναντία πάσχουσαν µὴ παρακινεῖν τὸν νόµον.∆ ιὰ γὰρ τοῦτο ὁ µὲν τὸν φιλοῦντα φιλῶν, οὐδὲν δοκεῖ τι µέγα ποιεῖν· ὁ δὲ τὸν µισοῦντα θεραπεύων, οὗτος µάλιστά ἐστιν ὁ στεφανούµενος. Τὸν αὐτὸν δὴ τρόπον καὶ σὺ λογίζου, ὅτι ἂν µὲν φορτικὸν ὄντα τὸν ἄνδρα ἐνέγκῃς, λαµπρὸν λήψῃ τὸν στέφανον· ἂν δὲ ἥµερον καὶ πρᾶον, τίνος σοι δώσει µισθὸν ὁ Θεός; Καὶ ταῦτα λέγω, οὐ θρασύνεσθαι τοὺς ἄνδρας κελεύων, ἀλλὰ πείθων τὰς γυναῖκας καὶ θρασυνοµένους φέρειν τοὺς ἄνδρας. Ὅταν γὰρ ἕκαστος τὰ ἑαυτοῦ σπεύδῃ πληροῦν, ταχέως καὶ τὰ τοῦ πλησίον ἕψεται· οἷον, ὅταν ἡ γυνὴ καὶ τραχυνόµενον παρεσκευασµένη ᾖ φέρειν τὸν ἄνδρα, καὶ ὁ ἀνὴρ καὶ χαλεπαίνουσαν αὐτὴν µὴ ὑβρίζῃ, τότε πάντα γαλήνη καὶλιµὴν κυµάτων ἀπηλλαγµένος. Οὕτω καὶ ἐπὶ τῶν παλαιῶν ἐγίνετο· τὰ ἑαυτοῦ ἕκαστος ἐπλήρου, οὐ τὰ τοῦ πλησίον ἀπῄτει. Σκόπει δέ· Ἔλαβε τὸν ἀδελφιδοῦν ὁ Ἀβραάµ· οὐκ ἐνεκάλεσεν ἡ γυνή· ἐκέλευσεν αὐτὴν ὁδὸν ὁδεῦσαι µακράν· οὐκ ἀντεῖπεν οὐδὲ πρὸς τοῦτο, ἀλλ' ἠκολούθησε. Πάλιν µετὰ τὰς πολλὰς ταλαιπωρίας ἐκείνας καὶ τοὺς µόχθους καὶ τοὺς ἱδρῶτας τῶν πάντων κύριος γενόµενος, παρεχώρησε τῶν πρωτείων τῷ Λώτ· καὶ οὐ µόνον οὐκ ἐδυσχέρανεν ἡ Σάῤῥα πρὸς τοῦτο, ἀλλ' οὐδὲ τὸ στόµα διῆρεν, οὐδὲ ἐφθέγξατό τι τοιοῦτον, οἷον πολλαὶ τῶν γυναικῶν νῦν φθέγγονται, ὅταν ἴδωσιν ἐλαττουµένους ἐν ταῖς τοιαύταις µοίραις τοὺς ἄνδρας τοὺς ἑαυτῶν, καὶ µάλιστα ὑπὸ ἐλαττόνων, ὀνειδίζουσαι καὶ µωροὺς καὶ ἀνοήτους καλοῦσαικαὶ ἀνάνδρους καὶ προδότας καὶ νωθεῖς. Ἀλλ' οὐδὲν ἐκείνη τοιοῦτον οὔτε εἶπεν οὔτε ἐνενόησεν, ἀλλ' ἔστερξεν ἅπαντα τὰ παρ' ἐκείνου γινόµενα. Καὶ τὸ δὴ µεῖζον· µετὰ γὰρ τὸ κύριον ἐκεῖνον γενέσθαι τῆς αἱρέσεως καὶ τὰ ἐλάττονα προσρῖψαι τῷ θείῳ, κίνδυνος αὐτὸν κατέλαβε χαλεπός. Καὶ ἀκούσας ὁ πατριάρχης, πάντας καθώπλισε τοὺς αὑτοῦ, καὶ πρὸς ὅλον τὸ τῶν Περσῶν παρεσκευάζετο στρατόπεδον µετὰ τῶν οἰκετῶν τῶν ἑαυτοῦ µόνον· καὶ οὐδὲ τότε αὐτὸν κατέσχεν ἐκείνη, οὐδὲ εἶπεν οἷα εἰκός· Ἄνθρωπε, ποῖ φέρῃ, κατὰ κρηµνῶν σεαυτὸν ὠθῶν καὶ τοσούτοις ἐκδιδοὺς κινδύνοις, ὑπὲρ ἀνδρὸς ὑβρικότος σε καὶ τὰ σὰ ἡρπακότος ἅπαντα, τὸ αἷµα ἐκχέων; Εἰ γὰρ καὶ σαυτοῦ καταφρονεῖς, ἀλλ' ἐµὲ τὴν καταλιποῦσαν οἰκίαν καὶ πατρίδα καὶ φίλους καὶ συγγενεῖς καὶ τοσαύτην ἀκολουθήσασάν σοιἀποδηµίαν ἐλέησον, καὶ µὴ περιβάλῃς χηρείᾳ καὶ τοῖς ἀπὸ τῆς χηρείας κακοῖς. Οὐδὲν τούτων οὐκ εἶπεν, οὐκ ἐνενόησεν, ἀλλ' ἔφερε πάντα σιγῇ. Μετὰ ταῦτα τῆς γαστρὸς ἀγόνου µενούσης, αὕτη µὲν οὐ πάσχει τὰ τῶν γυναικῶν, οὐδὲ ἀποδύρεται· ἐκεῖνος δὲ θρηνεῖ, ἀλλ' οὐχὶ πρὸς τὴν γυναῖκα, ἀλλὰ πρὸς τὸν Θεόν. Καὶ ὅρα πῶς ἕκαστος τὸ προσῆκον διαφυλάττει. Οὔτε γὰρ αὐτὸς κατεφρόνησε τῆς Σάῤῥας ὡς ἄπαιδος, οὔτε ὠνείδισέ τι τοιοῦτον αὐτῇ· κἀκείνη πάλιν ἐσπούδασε τῆς ἀπαιδίας ἐπινοῆσαι παραµυθίαν αὐτῷ τινα ἀπὸ τῆς παιδίσκης· οὐδέπω γὰρ ταῦτα τότε κεκώλυτο, καθὰ νῦν. Νῦν γὰρ οὔτε γυναιξὶ τοιαῦτα ἀνδράσι χαρίζεσθαι θέµις, οὔτε ἐκείνοις, οὔτε εἰδυιῶν οὔτε ἀγνοουσῶν τῶν γυναικῶν, τοιαύταις µίξεσιν ἐπιχειρεῖν, κἂν µυριάκις ἡ τῆς ἀπαιδίας ἐνοχλῇ λύπη· ἐπεὶ ἀκούσονται καὶ αὐτοὶ, ὅτι Ὁ σκώληξ αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται. Οὐ γὰρ ἐφεῖται νῦν, τότε δὲ οὐκ ἀπηγόρευτο· διὸ καὶ ἡ γυνὴ τοῦτο ἐπέταττε, κἀκεῖνος ὑπήκουε, καὶ οὐδὲ οὕτω δι' ἡδονήν. Ἀλλ' ὅρα, φησὶ, πῶς αὐτὴν πάλιν ἐξέβαλε κελευούσης αὐτῆς. Καὶ γὰρ ἐγὼ τοῦτο βούλοµαι δεῖξαι, ὅτι καὶ οὗτος ἐκείνῃ ἅπαντα ἐπείθετο, καὶ ἐκείνη τούτῳ. ζʹ. Πλὴν µὴ τούτοις πρόσεχε µόνον, ἀλλ' ἡ ταῦτα λέγουσα σὺ καὶ τὰ πρότερα ἐξέταζε, ὅτι ὕβριζεν εἰς αὐτὴν, ὅτι κατηλαζονεύετο τῆς κυρίας, οὗ τί γένοιτ' ἂν ὀδυνηρότερον ἐλευθέρᾳ γυναικὶ καὶ εὐσχήµονι; Μὴ τοίνυν τοῦ ἀνδρὸς τὴν ἀρετὴν ἀναµενέτω ἡ γυνὴ, καὶ τότε τὴν ἑαυτῆς παρεχέτω· τοῦτο γὰρ οὐδὲν µέγα· µηδ' αὖ πάλιν ὁ ἀνὴρ τὴν τῆς γυναικὸς εὐταξίαν, καὶ τότε φιλοσοφείτω· οὐδὲ γὰρ τοῦτο λοιπὸν αὐτοῦ κατόρθωµα· ἀλλ' ἕκαστος, ὅπερ ἔφην, τὰ παρ' ἑαυτοῦ παρεχέτω πρότερος. Εἰ γὰρ τοῖς ἔξωθεν ῥαπίζουσι τὴν δεξιὰν, δεῖ τὴν ἑτέραν ἐκδιδόναι σιαγόνα, πολλῷ µᾶλλον ἄνδρα θρασυνόµενον δεῖ φέρειν. Καὶ οὐ τοῦτο λέγω, ὥστε τύπτεσθαι γυναῖκα, ἄπαγε· ἐσχάτη γὰρ τοῦτο ὕβρις, οὐ τῇ τυπτοµένῃ, ἀλλὰ τῷ τύπτοντι· ἀλλὰ κἂν ἀπὸ περιστάσεώς τινος κληρωθῇς, ὦ γύναι, συνοίκῳ τοιούτῳ, µὴ δυσχεραίνῃς, τὸν ἀποκείµενον ὑπὲρ τούτων ἐννοοῦσα µισθὸν καὶ τὸν ἐντῷ παρόντι βίῳ ἔπαινον. Καὶ πρὸς ὑµᾶς δὲ τοὺς ἄνδρας ἐκεῖνό φηµι· µηδὲν ἔστω τοιοῦτον ἁµάρτηµα, ὡς εἰς ἀνάγκην ὑµᾶς ἄγειν τοῦ γυναῖκα τύπτειν. Καὶ τί λέγω γυναῖκα; οὐδὲ θεραπαινίδα µὲν οὖν ἀνδρὶ τύπτειν ἐλευθέρῳ καὶ χεῖρας ἐπάγειν ἀνεκτὸν ἂν εἴη. Εἰ δὲ δούλην τυπτῆσαι ἀνδρὶ πολὺ τὸ ὄνειδος, πολλῷ µᾶλλον κατὰ τῆς ἐλευθέρας ἀνατεῖναι τὴν δεξιάν. Καὶ τοῦτο καὶ ἐκ τῶν ἔξωθεν ἄν τις ἴδοι νοµοθετῶν, οἳ τὴν τὰ τοιαῦτα παθοῦσαν οὐκέτι ἀναγκάζουσι συνοικεῖν τῷ τυπτήσαντι, ἅτε ἀναξίῳ ὄντι τῆςπρὸς αὐτὴν ὁµιλίας. Καὶ γὰρ ἐσχάτης παρανοµίας τὴν τοῦ βίου κοινωνὸν, τὴν ἐν τοῖς ἀναγκαίοις καὶ ἀνωτάτω σοι συνεφαπτοµένην, ταύτην ὡς ἀνδράποδον ἀτιµάζειν.∆ ιὸ καὶ τὸν τοιοῦτον ἄνδρα, εἴ γε ἄνδρα αὐτὸν δεῖ καλεῖν, ἀλλ' οὐχὶ θηρίον, καὶ πατραλοίου καὶ µητραλοίου ἴσον εἶναι φαίην ἄν. Εἰ γὰρ καὶ πατέρα καὶ µητέρα διὰ ταύτην ἀφεῖναι προσετάγηµεν, οὐκ ἀδικοῦντες ἐκείνους, ἀλλὰ νόµον θεῖον πληροῦντες, καὶ τοῖς γεγεννηκόσιν αὐτοῖςοὕτω ποθεινὸν τοῦτο, ὡς καὶ αὐτοὺς τοὺς καταλιµπανοµένους καὶ χάριν ἔχειν καὶ µετὰ πολλῆς ἀνύειν αὐτὸ τῆς σπουδῆς· πῶς οὐκ ἐσχάτης µανίας ταύτην ὑβρίζειν, δι' ἣν καὶ τοὺς γεγεννηκότας ὁ Θεὸς ἀφεῖναι ἐκέλευσεν; ἆρ' οὖν µανία µόνον τοῦτο; Τὴν δὲ αἰσχύνην, εἰπέ µοι, τίς οἴσει; ποῖος δὲ αὐτὴν παραστῆσαι δυνήσεται λόγος, ὅταν ὀλολυγαὶ καὶ κωκυτοὶ κατὰ τοὺς στενωποὺς φέρωνται, καὶ δρόµος ἐπὶ τὴν οἰκίαν τοῦταῦτα ἀσχηµονοῦντος καὶ τῶν γειτόνων καὶ τῶν παριόντων, καθάπερ τινὸς θηρίου τὰ ἔνδον λυµαινοµένου; Βέλτιον διαστῆναι τὴν γῆν τῷ τὰ τοιαῦτα παροινοῦντι, ἢ ἐπ' ἀγορᾶς αὐτὸν ὀφθῆναι λοιπόν. Ἀλλὰ θρασύνεται ἡ γυνὴ, φησίν. Ἀλλ' ἐννόησον ὅτι γυνὴ, τὸ ἀσθενὲς σκεῦος, σὺ δὲ ἀνήρ.∆ ιὰ γὰρ τοῦτο καὶ ἄρχων ἐχειροτονήθης, καὶ ἐν τάξει κεφαλῆς ἐδόθης, ἵνα φέρῃς τῆς ἀρχοµένης τὴν ἀσθένειαν. Ποίησον τοίνυν λαµπράν σοι τὴν ἀρχήν· ἔσται δὲ λαµπρὰ, ὅταν τὸ ἀρχόµενον µὴ ἀτιµάζῃς. Καὶ καθάπερ ὁ βασιλεύων τοσούτῳ σεµνότερος φανεῖται, ὅσῳ ἂν τὸν ὕπαρχον σεµνότερον ἀποφήνῃ· ἂν δὲ ἀτιµάσῃ καὶ καταισχύνῃ τῆς ἀξίας ἐκείνης τὸ µέγεθος, καὶ τῆς ἑαυτοῦ δόξης οὐκ ὀλίγον ὑποτέµνεται µέρος· οὕτω καὶ σὺ ἂν τὴν µετὰ σὲ ἄρχουσαν ἀτιµάσῃς, οὐχ ὡς ἔτυχε λυµανεῖς σου τῆς ἀρχῆς τὴν τιµήν. Ταῦτα τοίνυν λογιζόµενος ἅπαντα σωφρόνει, καὶ µετὰ τούτων καὶ τὴν ἑσπέραν ἐκείνην ἐννόει, καθ' ἣν καλέσας σε ὁ πατὴρ, ὥσπερ τινάσοι παρακαταθήκην τὴν θυγατέρα παρέδωκε, καὶ πάντων ἀποστήσας, καὶ µητρὸς καὶ αὑτοῦ καὶ οἰκίας, ὁλόκληρον αὐτῆς τὴν ἐπιτροπὴν ἐνεχείρισέ σου τῇ δεξιᾷ· ἐννόησον ὅτι µετὰ τὸν Θεὸν δι' αὐτῆς παῖδας ἔχεις καὶ πατὴρ γέγονας, καὶ γίνου καὶ ἐντεῦθεν ἥµερος πρὸς αὐτήν. ηʹ. Οὐχ ὁρᾷς τοὺς γεωργοὺς, πῶς τὴν ἅπαξ ὑποδεξαµένην τὰ σπέρµατα γῆν θεραπεύουσι παντοδαπῷ θεραπείας τρόπῳ, κἂν µυρία ἐλαττώµατα ἔχῃ, οἷονκἂν λυπρόγεως ᾖ, κἂν βοτάνας φέρῃ πονηρὰς, κἂν ὑπὸ ἐποµβρίας ἐπηρεάζηται τῇ φύσει τῆς θέσεως; Τοῦτο καὶ σὺ ποίει· οὕτω γὰρ πρότερος ἀπολαύσῃ καὶ τῶν καρπῶν καὶ τῆς γαλήνης· καὶ γὰρ λιµήν ἐστιν ἡ γυνὴ, καὶ φάρµακον εὐθυµίας µέγιστον. Ἂν µὲν οὖν τὸν λιµένα πνευµάτων ἀπαλλάξῃς καὶ κυµάτων, πολλῆς ἀπολαύσῃ τῆς ἀδείας ἐξ ἀγορᾶς ἀνιών· ἂν δὲ θορύβων καὶ ταραχῆς ἐµπλήσῃς, σαυτῷ χαλεπώτερον κατασκευάζεις τὸ ναυάγιον