In epistulam i ad Corinthios
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
28.28
∆ οκιµαζέτω δὲ ἄνθρωπος ἑαυτὸν, καὶ οὕτως ἐκ τοῦ ἄρτου ἐσθιέτω καὶ ἐκ τοῦ ποτηρίου πι νέτω. αʹ. Τί βούλεται ταῦτα τὰ ῥήµατα, ἑτέρας ὑποθέσεως τῆς προκειµένης οὔσης; Ἔθος τοῦτο τῷ Παύλῳ, ὥσπερ καὶ ἔµπροσθεν ἔφθην εἰπὼν, µὴ µόνον ἐκεῖνα ἐργάζεσθαι, ἅπερ αὐτῷ προκείµενά ἐστιν, ἀλλὰ κἂν ἕτεροςπαρεµπέσῃ λόγος τῇ ὑποθέσει, καὶ τούτῳ µετὰ πολλῆς ἐπεξιέναι τῆς σπουδῆς, καὶ µάλιστα ὅταν περὶ σφόδρα ἀναγκαίων καὶ κατεπειγόντων ᾖ. Καὶ γὰρ ὅτε τοῖς γεγαµηκόσι διελέγετο, καὶ ὁ τῶν οἰκετῶν αὐτῷ παρενέπεσε λόγος, σφόδρα γενναίως καὶ διὰ πολλῶν αὐτὸν κατεσκεύασε· καὶ ὅτε περὶ τοῦ µὴ δεῖν κρίνεσθαι ἐν τοῖς δικαστηρίοις ἔλεγε, καὶ τότε εἰς τὴν περὶ πλεονεξίας ἐµπεσὼν νουθεσίαν, πολλὰ καὶ περὶ ταύτης διελέχθητῆς ὑποθέσεως· ὃ δὴ καὶ ἐνταῦθα πεποίηκεν. Ἐπειδὴ γὰρ ἅπαξ τῆς τῶν µυστηρίων ἐδεήθη µνήµης, ἀναγκαῖον εἶναι ἐνόµισεν ἐπεξελθεῖν τῇ ὑποθέσει· οὐδὲ γὰρ ἡ τυχοῦσα ἦν.∆ ιὸ καὶ σφόδρα φοβερῶς περὶ αὐτῆς διελέχθη, τὸ κεφάλαιον τῶν ἀγαθῶν κατασκευάζων, τὸ µετὰ καθαροῦ προσιέναι συνειδότος αὐτοῖς. Ὅθεν οὐδὲ τοῖς ἔµπροσθεν εἰρηµένοις ἠρκέσθη µόνον, ἀλλὰ καὶ ταῦτα προστίθησι λέγων·∆ οκιµαζέτω δὲ ἄνθρωπος ἑαυτόν· ὃ καὶ ἐν τῇ δευτέρᾳ φησίν· Ἑαυτοὺς πειράζετε, ἑαυτοὺς δοκιµάζετε· οὐ καθάπερ ἡµεῖς ποιοῦµεν νῦν, καιρῷ προσιόντες µᾶλλον, ἢ σπουδῇ γνώµης. Οὐ γὰρ ὅπως παρεσκευασµένοι καὶ τὰ κακὰ ἑαυτῶν ἐκκαθάραντες καὶ κατανύξεως πληρωθέντες προσέλθοιµεν σκοποῦµεν, ἀλλ' ὅπως ἐν ἑορταῖς, καὶἡνίκα ἂν ἅπαντες. Ἀλλ' οὐχ οὕτως ὁ Παῦλος ἐκέλευσεν, ἀλλ' ἕνα καιρὸν οἶδε προσόδου καὶ κοινωνίας, τοῦ συνειδότος τὴν καθαρότητα. Εἰ γὰρ αἰσθητῆς οὐκ ἄν ποτε µεταλάβοιµεν τραπέζης πυρέττοντες καὶ χυµῶν γέµοντες πονηρῶν, ὥστε µὴ ἀπολέσθαι· πολλῷ µᾶλλον ταύτης ἅπτεσθαι ἡµῖν οὐ θέµις µετὰ ἐπιθυµιῶν ἀτόπων, αἳ πυρετῶν εἰσι χαλεπώτεραι. Ὅταν δὲ ἐπιθυµίας ἀτόπους εἴπω, καὶ τὰς τῶν σωµάτων λέγω καὶ τὰς τῶν χρηµάτων καὶ τὰς τῆς ὀργῆς καὶ τὰς τῆς µνησικακίας, καὶ πάσας ἁπλῶςτὰς ἀτόπους. Καὶ δεῖ τὸν προσιόντα, πάντα ἐξαντλήσαντα ταῦτα, οὕτω τῆς καθαρᾶς ἐκείνης ἅπτεσθαι θυσίας, καὶ µήτε ῥᾳθύµως διακείµενον καὶταλαιπώρως, ἀναγκάζεσθαι διὰ τὴν ἑορτὴν προσιέναι, µήτε αὖ κατανυγέντα καὶ παρεσκευασµένον, κωλύεσθαι διὰ τὸ µὴ εἶναι ἑορτήν. Ἑορτὴ γὰρ ἔργων ἀγαθῶν ἐστιν ἐπίδειξις, καὶ ψυχῆς εὐλάβεια, καὶ πολιτείας ἀκρίβεια· κἂν ταῦτα ἔχῃς, διαπαντὸς ἑορτάζειν δυνήσῃ, καὶ διαπαντὸς προσιέναι.∆ ιὰ τοῦτό φησι,∆ οκιµαζέτω δὲ ἑαυτὸν ἕκαστος, καὶ τότε προσίτω. Καὶ οὐχ ἕτερον ἑτέρῳ κελεύει δοκιµάσαι, ἀλλ' αὐτὸν ἑαυτὸν, ἀδηµοσίευτον ποιῶν τὸ δικαστήριον, ἀµάρτυρον τὸν ἔλεγχον. Ὁ γὰρ ἐσθίων καὶ πίνων ἀναξίως, τοῦ Κυρίου κρῖµα ἑαυτῷ ἐσθίει καὶ πίνει. Τί λέγεις; εἰπέ µοι· ἡ τοσούτων ἀγαθῶν αἰτία, καὶ ζωὴν βρύουσα τράπεζα, αὕτη κρῖµα γίνεται; Οὐ παρὰ τὴν αὐτῆς φύσιν, φησὶν, ἀλλὰ παρὰ τὴν τοῦ προσιόντος προαίρεσιν. Ὥσπερ γὰρ ἡ παρουσία αὐτοῦ, ἡ τὰ µεγάλα ἐκεῖνα καὶ ἀπόῤῥητα κοµίσασα ἡµῖν ἀγαθὰ, τοὺς µὴ δεξαµένους αὐτὴν µᾶλλον κατέκρινεν· οὕτω καὶ τὰ µυστήρια µείζονος ἐφόδια κολάσεως γίνεται τοῖς ἀναξίως µετέχουσι.∆ ιὰ τί δὲ κρῖµα ἑαυτῷ ἐσθίει; Μὴ διακρίνων τὸ σῶµα τοῦ Κυρίου. Τουτέστι, Μὴ ἐξετάζων, µὴ ἐννοῶν, ὡς χρὴ, τὸ µέγεθος τῶν προκειµένων, µὴ λογιζόµενος τὸν ὄγκον τῆς δωρεᾶς. Εἰ γὰρ µάθοις ἀκριβῶς τίς ποτέ ἐστιν ὁ προκείµενος, καὶ τίς ὢν τίνι ἑαυτὸν δίδωσιν, οὐδενὸς ἑτέρου δεήσῃ λόγου, ἀλλ' ἀρκεῖ σοι τοῦτο εἰς ἅπασαν νῆψιν, εἰµὴ σφόδρα εἴης ἀναπεπτωκώς.∆ ιὰ τοῦτο ἐν ὑµῖν πολλοὶ ἀσθενεῖς καὶ ἄῤῥωστοι, καὶ κοιµῶνται ἱκανοί. Ἐνταῦθα λοιπὸν οὐκέτι ἀπὸ ἑτέρων τὰ παραδείγµατα φέρει, ὥσπερ ἐπὶ τῶν εἰδωλοθύτων ἐποίησε, τὰς παλαιὰς διηγούµενος ἱστορίας καὶ τὰς ἐντῇ ἐρήµῳ πληγὰς, ἀλλ' ἀπ' αὐτῶν τῶν Κορινθίων, ὅπερ καὶ πληκτικώτερον ἐποίει τὸν λόγον. Ἐπειδὴ γὰρ ἔλεγε, Κρῖµα ἑαυτῷ ἐσθίει, καὶ, Ἔνοχός ἐστιν, ἵνα µὴ δοκῇ ῥήµατα λέγειν, καὶ ἔργα δείκνυσι καὶ µάρτυρας αὐτοὺς καλεῖ, ὅπερ µᾶλλοντοῦ ἀπειλῆσαι καθικνεῖται, τῷ δεῖξαι εἰς ἔργον τὴν ἀπειλὴν ἐξελθοῦσαν. Οὐ µὴν τούτοις ἠρκέσθη µόνοις, ἀλλ' ἀπὸ τούτων καὶ τὸν περὶ τῆς γεέννης εἰσήγαγε καὶ ἐπιστώσατο λόγον, ἀµφοτέρωθεν φοβῶν, καὶ ζήτηµαπανταχοῦ περιφερόµενον λύων. Ἐπειδὴ γὰρ πολλοὶ πρὸς ἀλλήλους ἀποροῦσι, πόθεν οἱ ἄωροι θάνατοι, πόθεν αἱ µακραὶ νόσοι, λέγει ὅτι ἐξ ἁµαρτηµάτων πολλὰ τούτων τῶν ἀδοκήτωντὴν ὑπόθεσιν ἔχει. βʹ. Τί οὖν οἱ ὑγιαίνοντες, φησὶ, διηνεκῶς, καὶ εἰς γῆρας ἐρχόµενοι λιπαρὸν, οὐχ ἁµαρτάνουσι; Καὶ τίς ἂν τοῦτο εἴποι; Πῶς οὖν, φησὶν, οὐ διδόασι δίκην; Ὅτι ἐκεῖ δώσουσι χαλεπωτέραν. Ἡµεῖς δὲ, εἰ ἐβουλόµεθα, οὐδ' ἂν ἐνταῦθα, οὐδ' ἂν ἐκεῖσε ἐδώκαµεν. Εἰ γὰρ ἑαυτοὺς ἐκρίνοµεν, φησὶν, οὐκ ἂν ἐκρινόµεθα. Καὶ οὐκ εἶπεν, Εἰ ἐκολάζοµεν ἑαυτοὺς, Εἰ ἐτιµωρούµεθα, ἀλλὰ µόνον, Εἰ ἐπιγνῶναι τὰ ἁµαρτήµατα ἐβουλήθηµεν, εἰ καταδικάσαι ἑαυτοὺς, εἰ καταγνῶναιτῶν πεπληµµεληµένων, ἀπελλάγηµεν ἂν καὶ τῆς ἐνταῦθα καὶ τῆς ἐκεῖσε τιµωρίας. Ὁ γὰρ καταγνοὺς ἑαυτοῦ, διπλῇ τὸν Θεὸν ἐξιλεοῦται, καὶ τῷ ἐπιγνῶναι τὰ ἁµαρτήµατα, καὶ τῷ πρὸς τὸ µέλλον ὀκνηρότερος γίνεσθαι. Ἐπειδὴ δὲ οὐδὲ τοῦτο τὸ κοῦφον βουλόµεθα ποιεῖν, ὡς χρὴ ποιεῖν, οὐδὲ οὕτως ἡµᾶς µετὰ τῆς οἰκουµένης κολάζειν ἀνέχεται, ἀλλὰ καὶ οὕτω φείδεται, ἐνταῦθα δίκην ἀπαιτῶν, οὗ πρόσκαιρος ἡ τιµωρία καὶ πολλὴ ἡ παραµυθία· καὶ γὰρ ἁµαρτηµάτων ἀπαλλαγὴ τὸ γινόµενον, καὶ χρηστὴ τῶν µελλόντων ἐλπὶς κουφίζουσα τὰ παρόντα. Ταῦτα δὲ λέγει, ὁµοῦ µὲν παραµυθούµενος τοὺς ἀῤῥώστους, ὁµοῦ δὲ τοὺς ἄλλους σπουδαιοτέρους ποιῶν.∆ ιό φησι· Νυνὶ δὲ κρινόµενοι, ὑπὸ Κυρίου παιδευόµεθα. Οὐκ εἶπε, Κολαζόµεθα, οὐκ εἶπε, Τιµωρούµεθα, ἀλλὰ, Παιδευόµεθα· νουθεσίας γὰρ µᾶλλόν ἐστιν ἢ καταδίκης τὸ γινόµενον, ἰατρείας ἢ τιµωρίας, διορθώσεως ἢ κολάσεως. Οὐ ταύτῃ δὲ µόνον, ἀλλὰ καὶ τῇ ἀπειλῇ τοῦ µείζονος κοῦφον τὸ παρὸν ποιεῖ, λέγων· Ἵνα µὴ σὺν τῷ κόσµῳ κατακριθῶµεν. Εἶδες πῶς καὶ τὴν γέενναν ἐπέστησε, καὶ τὸ φρικτὸν ἐκεῖνο δικαστήριον, καὶ ἀναγκαῖον ἔδειξε καὶ πάντως ἐσοµένην τὴν ἐξέτασιν ἐκείνην καὶ τὴν τιµωρίαν; Εἰ γὰρ οἱ πιστοὶ καὶ τῷ Θεῷ περισπούδαστοι οὐκ ἀτιµωρητὶ διαφεύγουσιν ἐν οἷς ἂν πληµµελήσωσι, καὶ δῆλον ἐκ τῶν παρόντων, πολλῷ µᾶλλον οἱ ἄπιστοικαὶ οἱ τὰ ἀνήκεστα καὶ ἀνίατα ἁµαρτόντες. Ὥστε συνερχόµενοι εἰς τὸ φαγεῖν, ἀλλήλους ἐκδέχεσθε. Ἔτι γὰρ ἀκµάζοντος αὐτοῖς τοῦ φόβου, καὶ τοῦ τρόµου µένοντος τοῦ τῆς γεέννης, βούλεται πάλιν τὴν ὑπὲρ τῶν πενήτων εἰσαγαγεῖν παραίνεσιν, δι' ἣν ἅπαντα ταῦτα εἴρηκε, δεικνὺς ὅτι τοῦτο µὴ ποιοῦντας ἀναξίως ἐστὶ µεταλαµβάνειν. Εἰ δὲ τὸ µὴ µεταδοῦναι τῶν ὄντων εἴργει τῆς τραπέζης ἐκείνης, πολλῷ µᾶλλον τὸ ἁρπάζειν. Καὶ οὐκ εἶπεν, Ὥστε συνερχόµενοι µετάδοτε τοῖς δεοµένοις, ἀλλ' ὃ σεµνότερον ἦν, Ἀλλήλους ἐκδέχεσθε. Τοῦτο γὰρ καὶ ἐκεῖνο κατεσκεύαζε καὶ ᾐνίττετο, καὶ µετὰ τοῦ πρέποντος σχήµατος τὴν παραίνεσιν εἰσήγαγεν. Εἶτα λοιπὸν ἐντρεπτικῶς· Εἰ δέ τις πεινᾷ, ἐν οἴκῳ ἐσθιέτω. Ἐπιτρέψας ἐκώλυσε, καὶ σφοδρότερον ἢ εἰ ἀπηγόρευσε. Τῆς γὰρ ἐκκλησίας αὐτὸν ἐξήγαγε, καὶ εἰς τὴν οἰκίαν παρέπεµψε, ταύτῃ καθαπτόµενος σφοδρῶς, καὶ κωµῳδῶν αὐτοὺς ὡς δούλους γαστρὸςκαὶ ἀκαρτερήτους. Οὐδὲ γὰρ εἶπεν, Εἴ τις ὑπερορᾷ τῶν πενήτων, ἀλλ', Εἴ τις πεινᾷ, ὡς πρὸς παιδία δυσανασχετοῦντα διαλεγόµενος, ὡς πρὸς ἄλογα γαστρὶ δουλεύοντα. Καὶ γὰρ πολὺς ὁ γέλως, εἰ διὰ τὸ πεινῇν ἔµελλον οἴκοι ἐσθίειν. Ἀλλ' οὐκ ἠρκέσθη τούτῳ, ἀλλὰ καὶ ἐπήγαγεν ἕτερον φοβερώτερον, λέγων· Ἵνα µὴ εἰς κρῖµα συνέρχησθε· ἵνα µὴ εἰς κόλασιν, ἵνα µὴ εἰς τιµωρίαν, τὴν Ἐκκλησίαν ὑβρίζοντες, τὸν ἀδελφὸν καταισχύνοντες. Καὶ γὰρ διὰ τοῦτο συνέρχεσθε, φησὶν, ἵνα στέργητε ἀλλήλους, ἵνα ὠφελῆσθε, ἵνα ὠφελῆτε· εἰ δὲ τοὐναντίον γίνεται, βέλτιον ὑµᾶς οἴκοι σιτεῖσθαι. Τοῦτο δὲ ἔλεγεν, ἵνα ἐφελκύσηται πλέον.∆ ιὰ γὰρ τοῦτο καὶ τὸ βλάβος ἔδειξε τὸ ἐντεῦθεν, καὶ κρῖµα ἔφησεν εἶναι οὐ µικρὸν, καὶ πανταχόθεν ἐφόβησεν, ἀπὸ τῶν µυστηρίων, ἀπὸ τῶν ἀῤῥώστων, ἀπὸ τῶν τετελευτηκότων, ἀπὸ τῶν ἄλλων τῶν ἔµπροσθεν εἰρηµένων. Εἶτα καὶ ἑτέρως πάλιν φοβεῖ, λέγων· Τὰ δὲ λοιπὰ, ὡς ἂν ἔλθω, διατάξοµαι· ἢ εἰς ἕτερά τινα, ἢ εἰς αὐτὸ τοῦτο. Ἐπειδὴ γὰρ εἰκὸς ἦν αὐτοὺς λέγειν καὶ αἰτίας τινὰς, καὶ οὐκ ἐνῆν πάντα διὰ γραµµάτων κατορθοῦν, ἃ µὲν παρῄνεσα, φυλαττέσθω τέως, φησίν· εἰ δέ τι ἕτερον ἔχοιτε λέγειν, ἐκεῖνο τῇ παρουσίᾳ τηρείσθω τῇ ἐµῇ· ἢ περὶ τούτου τοῦ πράγµατος λέγων, ὡς ἔφην, ἢ περὶ ἑτέρων τινῶν οὐ σφόδρα κατεπειγόντων. Ποιεῖ δὲ τοῦτο, ἵνα κἀντεῦθεν σπουδαιοτέρους ἐργάσηται· µεριµνῶντες γὰρ αὐτοῦ τὴν παρουσίαν, ἔµελλον διορθοῦν τὸ ἡµαρτηµένον. Οὐδὲ γὰρ τὸ τυχὸν ἦν ἡ Παύλου ἐπιδηµία· καὶ τοῦτο δεικνὺς ἔλεγεν, Ὡς µὴ ἐρχοµένου δέ µου πρὸς ὑµᾶς, ἐφυσιώθησάν τινες· καὶ ἀλλαχοῦ πάλιν, Μὴ ὡς ἐν τῇ παρουσίᾳ µου µόνον, ἀλλὰ πολλῷ µᾶλλον ἐν τῇ ἀπουσίᾳ µου, µετὰ φόβου καὶ τρόµου τὴν ἑαυτῶν σωτηρίαν κατεργάζεσθε.∆ ιὰ τοῦτο οὐδὲ ἁπλῶς ἐπηγγείλατο ἥξειν, ἵνα µὴ ἀπιστήσωσι καὶ ῥᾳθυµότεροι γένωνται, ἀλλὰ καὶ αἰτίαν τίθησι τῇ ἐπιδηµίᾳ ἀναγκαίαν, λέγων, ὅτι Τὰλοιπὰ, ὡς ἂν ἔλθω, διατάξοµαι· δεικνὺς ὅτι ἡ τῶν λιπόντων διόρθωσις, εἰ καὶ µὴ ἐσπουδάκει πάντως, αὐτὸν εἷλκεν ἐκεῖσε. γʹ. Ταῦτα τοίνυν ἀκούοντες ἅπαντα, καὶ τῶν πενήτων πολλὴν ποιώµεθα σπουδὴν, καὶ γαστρὸς κατέχωµεν, καὶ µέθης ἀπαλλαττώµεθα, καὶ τῶνµυστηρίων ἀξίως σπουδάζωµεν µεταλαµβάνειν, καὶ ἐφ' οἷς ἂν πάθωµεν, µὴ ἀλγῶµεν, µήτε ἐφ' ἑαυτοῖς, µήτε ἐφ' ἑτέροις· οἷον ὅταν οἱ ἄωροι γίνωνται θάνατοι, ὅταν ἀῤῥωστίαι µακραί. Τοῦτο γὰρ ἀπαλλαγὴ κολάσεως, τοῦτο διόρθωσις, τοῦτο νουθεσία ἀρίστη. Τίς ταῦτά φησιν; Ὁ τὸν Χριστὸν ἔχων ἐν ἑαυτῷ λαλοῦντα. Ἀλλ' ὅµως καὶ µετὰ ταῦτα οὕτω πολλαὶ τῶν γυναικῶν ἀναισθήτως διάκεινται, ὡς καὶ τοὺς ἀπίστους παρατρέχειν τῇ τοῦ πένθους ὑπερβολῇ· καὶ αἱ µὲν ὑπὸ τοῦ πάθους ἐσκοτωµέναι τοῦτο ποιοῦσιν, αἱ δὲ πρὸς ἐπίδειξιν καὶ ὑπὲρ τοῦ τὰ τῶν ἔξωθεν διαφεύγειν ἐγκλήµατα, ἃς µάλισταπάσης συγγνώµης ἀπεστερῆσθαί φηµι. Ἵνα γὰρ µὴ ὁ δεῖνα ἐγκαλέσῃ, φησὶν, ἐγκαλείτω ὁ Θεός· ἵνα µὴ ἄνθρωποι τῶν ἀλόγων ἀνοητότεροι καταγνῶσιν, ὁ τοῦ βασιλέως τῶν ὅλων πατείσθω νόµος. Καὶ πόσων οὐκ ἄξια ταῦτα σκηπτῶν; Κἂν µὲν εἰς περίδειπνόν σέ τις καλέσῃ µετὰ τὸ πένθος, οὐδεὶς ὁ ἀντερῶν, ἐπειδὴ νόµος ἀνθρώπων ἐστὶν ὁ ταῦτα κελεύων· Θεοῦ δὲ νοµοθετοῦντος µὴ πενθεῖν, οὕτω πάντες ἀντιφθέγγονται. Οὐκ ἐννοεῖς τὸν Ἰὼβ, ὦ γύναι; οὐκ ἀναµιµνήσκῃ τῶν ῥηµάτων αὐτοῦ τῶν ἐπὶ τῇ συµφορᾷ τῶν παίδων, ἃ µυρίων στεφάνων µᾶλλον ἀνέδησε τὴν ἁγίαν κεφαλὴν ἐκείνην, καὶσαλπίγγων πολλῶν λαµπρότερον ἀνεκήρυξεν; οὐ λογίζῃ τὸ µέγεθος τῆς συµφορᾶς, καὶ τὸ καινὸν ἐκεῖνο ναυάγιον, καὶ τὴν ξένην καὶ παράδοξον τραγῳδίαν; Σὺ µὲν γὰρ ἴσως ἕνα ἀπώλεσας, ἢ δεύτερον, ἢ τρίτον· ἐκεῖνος δὲ τοσούτους καὶ τοσαύτας· καὶ ὁ πολύπαις ἐξαίφνης ἄπαις ἐγένετο, καὶ οὐδὲ κατὰ µικρὸν αὐτῷ τὰ σπλάγχνα ἀνηλίσκετο, ἀλλ' ἀθρόον ἅπας ὁ καρπὸς ἀνηρπάζετο· καὶ οὐδὲ τῷ κοινῷ τῆς φύσεως νόµῳ οὐδὲ εἰς γῆρας ἐλθόντες, ἀλλὰ καὶ ἀώρῳ καὶ βιαίῳ θανάτῳ, καὶ πάντες ὁµοῦ, καὶ οὐδὲ παρόντος οὐδὲπαρακαθηµένου, ἵνα κἂν ἐσχάτων ἀκούσας ῥηµάτων ἔχῃ τινὰ παραµυθίαν τῆς οὕτω πικρᾶς τελευτῆς, ἀλλὰ παρ' ἐλπίδα πᾶσαν, καὶ µηδὲν τῶν γινοµένωνεἰδότος, ἀθρόον ἅπαντες κατεχώννυντο, καὶ ἡ οἰκία τάφος αὐτοῖς ἐγίνετο καὶ παγίς. Καὶ οὐκ ἄωρος µόνον θάνατος, ἀλλὰ καὶ πολλὰ µετὰ τούτου τὰ λυποῦντα ἦν, οἷον τὸ ἐν ἀκµῇ πάντας εἶναι, τὸ ἐναρέτους πάντας, τὸ φιλικοὺς, τὸπάντας ὁµοῦ, τὸ τῆς φύσεως ἑκατέρας µηδ' ἕνα παραλειφθῆναι, τὸ µὴ τῷ κοινῷ νόµῳ τῆς φύσεως, τὸ µετὰ τοσαύτην ζηµίαν, τὸ µηδὲν ἑαυτῷ συνειδότα πονηρὸνµηδὲ ἐκείνοις ταῦτα παθεῖν. Τούτων γὰρ ἕκαστον ἱκανὸν µὲν καὶ καθ' ἑαυτὸ θορυβῆσαι· ὅταν δὲ καὶ ὁµοῦ φαίνηται συντρέχοντα, ἐννόησον τῶν κυµάτων τὸ ὕψος, ὅση τοῦ χειµῶνος ἡ ὑπερβολή. Καὶ τὸ δὴ µεῖζον καὶ τοῦ πένθους χεῖρον, ὅτι οὐδὲ ᾔδει τίνος ἕνεκεν ταῦτα ἐγίνετο.∆ ιὰ δὴ τοῦτο, οὐκ ἔχων οὐδεµίαν αἰτίαν ἐπιθεῖναι τῇ συµφορᾷ, ἐπὶ τὸ τῷ Θεῷ δοκοῦν ἀναβαίνει, καί φησιν· Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο· ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο· εἴη τὸ ὄνοµα Κυρίου εὐλογηµένον εἰς τοὺς αἰῶνας. Καὶ ταῦτα ἔλεγεν, ἑαυτὸν µὲν ἐν τοῖς ἐσχάτοις ὄντα ὁρῶν τὸν πᾶσαν ἐπελθόντα ἀρετὴν, πονηροὺς δὲ ἀνθρώπους καὶ γόητας εὐηµεροῦντας, τρυφῶντας, κοµῶντας πάντοθεν. Καὶ οὐκ εἶπεν οὐδὲν τοιοῦτον, οἷον εἰκός τινας τῶν ἀσθενεστέρων εἰπεῖν· Ἐπὶ τούτοις ἔθρεψα τοὺς παῖδας, καὶ µετὰ ἀκριβείας ἤσκησα ἁπάσης; ἐπὶ τούτοις ἠνέῳξα τὴν οἰκίαν τοῖς παριοῦσιν, ἵνα µετὰ τοὺς πολλοὺς δρόµους ἐκείνους τοὺς ὑπὲρ τῶν δεοµένων, τοὺς ὑπὲρ τῶν γυµνῶν, τοὺς ὑπὲρτῶν ὀρφανῶν, ταύτας ἀπολάβω τὰς ἀµοιβάς; Ἀλλ' ἀντὶ τούτων τὰ πάσης θυσίας κρείττονα ῥήµατα ἀνήνεγκεν ἐκεῖνα, λέγων· Γυµνὸς ἐξῆλθον ἐκ κοιλίας µητρός µου, γυµνὸς καὶ ἀπελεύσοµαι. Εἰ δὲ διέῤῥηξε τὰ ἱµάτια, καὶ τὴν κόµην ἀπεκείρατο, µὴ θαυµάσῃς· πατὴρ γὰρ ἦν, καὶ πατὴρ φιλόστοργος, καὶ ἔδει καὶ τὴν τῆς φύσεως δειχθῆναι συµπάθειαν, καὶ τὴν τῆς γνώµης φιλοσοφίαν. Εἰ γὰρ µηδὲ τοῦτο ἐποίησε, τάχα καὶ ἀναισθησίας ἐνόµιζεν ἄν τις εἶναι τὴν φιλοσοφίαν ταύτην.∆ ιὰ τοῦτο καὶ τὰ σπλάγχνα δείκνυσι καὶ τῆς εὐσεβείας τὴν ἀκρίβειαν, καὶ ἀλγήσας οὐ περιετράπη· ἀλλὰ καὶ περαιτέρω προϊόντος αὐτῷ τοῦ ἀγῶνος, πάλιν ἑτέρους ἀναδεῖται στεφάνους ἐκ τῶν πρὸς τὴν γυναῖκα ῥηµάτων, λέγων· Εἰ τὰ ἀγαθὰ ἐδεξάµεθα παρὰ Κυρίου, τὰ κακὰ οὐχ ὑποίσοµεν; Καὶ γὰρ ἡ γυνὴ µόνη λοιπὸν ὑπελείφθη, πάντων ἀφανισθέντων αὐτῷ, καὶ τῶν παίδων καὶ τῶν κτηµάτων καὶ αὐτοῦ τοῦ σώµατος, καὶ αὕτη πρὸς πεῖρανκαὶ ἐπιβουλήν.∆ ιὰ τοῦτο καὶ αὐτὴν µετὰ τῶν τέκνων οὐκ ἠφάνισεν ὁ διάβολος, οὐδὲ ᾔτησεν αὐτῆς τὴν σφαγὴν, ἐπειδὴ προσεδόκησεν µεγάλα αὐτῷ συντελεῖν πρὸςτὴν ἐπιβουλὴν τοῦ ἁγίου τούτου.∆ ιὰ τοῦτο ὥσπερ τι µέγιστον ὅπλον αὐτὴν αὐτῷ κατέλιπεν. Εἰ γὰρ παραδείσου, φησὶ, δι' αὐτῆς ἐξέβαλον, πολλῷ µᾶλλον ἐπὶ κοπρίας ὑποσκελίσαι δυνήσοµαι. δʹ. Καὶ θέα τὴν πανουργίαν. Οὐδὲ γὰρ τῶν βοῶν ἀπολλυµένων προσήγαγε τὸ µηχάνηµα τοῦτο, οὐδὲ τῶν ὄνων, οὐδὲ τῶν καµήλων, ἀλλ' οὐδὲ τῆς οἰκίας κατενεχθείσης, οὐδὲ τῶνπαίδων καταχωσθέντων, ἀλλὰ σιγᾷ τέως καὶ ἡσυχάζειν ἐᾷ τὸν ἀθλητὴν ὁρῶν· ὅτε δὲ τῶν σκωλήκων ἀνέβλυσεν ἡ πηγὴ, καὶ σηπόµενον τὸ δέρµα κατέῤῥει, καὶ δαπανώµεναι αἱ σάρκες ἰχῶρα πολλῆς γέµοντα δυσωδίας ἐποίουν, καὶ τηγάνων καὶ καµίνων καὶ πάσης φλογὸς ὀδυνηρότερον αὐτὸν ἡ τοῦ διαβόλου κατανήλισκε χεὶρ, θηρίου παντὸς χαλεπώτερον διατρώγουσα πάντοθενκαὶ κατεσθίουσα τὸ σῶµα, καὶ ἐν ταύτῃ τῇ συµφορᾷ πολὺς προῆλθε χρόνος, τότε αὐτὴν προσάγει ἤδη τεταριχευµένῳ καὶ κατεργασθέντι. Εἰ γὰρ παρὰ τὰ προοίµια προσῆλθε τῆς συµφορᾶς, οὐδ' ἂν ἐκεῖνον εὗρεν οὕτως ἐκνενευρισµένον, οὐδ' ἂν αὕτη τὴν συµφορὰν ἔσχεν ἐξογκῶσαι οὕτωκαὶ ἐπᾶραι τῷ λόγῳ· νυνὶ δὲ ὅτε αὐτὸν εἶδε διὰ τὸ µῆκος τοῦ χρόνου διψῶντα ἀπαλλαγῆς, καὶ ἐπιθυµοῦντα τῆς τῶν ἐπικειµένων λύσεως, σφοδρῶς τότε προσέρχεται. Ὅτι γὰρ σφόδρα κατειργασµένος ἦν, καὶ οὐδὲ ἀναπνεῖν λοιπὸν εἶχεν, ἀλλὰ καὶ ἀποθανεῖν ἐπεθύµει, ἄκουσον τί φησιν·[ εἰ γὰρ δυναίµην ἐµαυτὸν χειρώσασθαι, ἢ δεηθῆναι ἑτέρου, καὶ ποιήσαιµι τοῦτο.] Καὶ θέα µοι τὴν κακουργίαν τῆς γυναικὸς, πόθεν εὐθέως προοιµιάζεται· ἀπὸ τοῦ πλήθους τοῦ χρόνου, Μέχρι τίνος καρτερήσεις; λέγουσα. Εἰ δὲ πολλάκις καὶ πραγµάτων οὐκ ὄντων λόγοι µόνον ἴσχυσαν µαλάξαι, ἐννόησον τί τότε πάσχειν αὐτὸν εἰκὸς ἦν, µετὰ τῶν ῥηµάτων τούτων καὶτῶν πραγµάτων ὀδυνώντων αὐτόν. Καὶ τὸ δὴ πάντων χεῖρον, ὅτι καὶ γυνὴ ἡ ταῦτα λέγουσα ἦν, καὶ γυνὴ ἀναπεσοῦσα καὶ ἀπαγορεύουσα καὶ διὰ τοῦτο σπουδάζουσα καὶ αὐτὸν εἰςἀπόγνωσιν ἐµβαλεῖν. Πλὴν ἀλλ' ἵνα σαφέστερον ἴδωµεν τὸ µηχάνηµα τὸ τῷ ἀδαµαντίνῳ τούτῳ προσαγόµενον τείχει, καὶ αὐτῶν ἀκούσωµεν τῶν ῥηµάτων. Τίνα οὖν ταῦτά ἐστι; Μέχρι τίνος καρτερήσεις λέγων, Ἰδοὺ ἀναµένω χρόνον ἔτι µικρὸν προσδεχόµενος τὴν ἐλπίδα τῆς σωτηρίας µου; Ἤλεγξε γάρ σου, φησὶ, τὰ ῥήµατα ὁ χρόνος, µακρότερος µὲν γινόµενος, λύσιν δὲ οὐδεµίαν ἐµφαίνων. Ταῦτα δὲ ἔλεγεν, οὐκ εἰς ἀπόγνωσιν αὐτὸν ἐµβάλλουσα µόνον, ἀλλὰ καὶ ὀνειδίζουσα καὶ κωµῳδοῦσα. Καὶ γὰρ ἐκεῖνος ἐνοχλοῦσαν ἀεὶ παραµυθούµενος καὶ διακρουόµενος τοιαῦτα ἐφθέγγετο· Ἀνάµεινον ἔτι µικρὸν, καὶ ταχέως ἔσται τούτων τὸ τέλος. Ὀνειδίζουσα τοίνυν αὐτῷ, φησί· Μὴ καὶ νῦν τὸ αὐτὸ ἐρεῖς; πολὺς γὰρ ἤδη χρόνος παρέδραµε, καὶ τέλος τούτων οὐδὲν ἀνεφάνη. Καὶ θέα τὴν κακουργίαν· οὐδὲ γὰρ µέµνηται τῶν βοῶν, οὐ τῶν προβάτων, οὐδὲ τῶν καµήλων· ᾔδει γὰρ οὐ σφόδρα αὐτὸν τούτοις δακνόµενον· ἀλλ' ἐπὶ τὴν φύσιν εὐθέως ἔρχεται, καὶ τῶν παίδων ἀναµιµνήσκει· ἐπ' αὐτοῖς γὰρ εἶδεν αὐτὸν καὶ τὴν ἐσθῆτα διαῤῥήξαντα, καὶ τὴν κόµην ἀποκειράµενον. Καὶ οὐκ εἶπεν, Ἀπώλετό σου τὰ παιδία, ἀλλὰ σφόδρα περιπαθῶς· Ἠφάνισταί σου τὸ µνηµόσυνον ἀπὸ τῆς γῆς, δι' ὃ καὶ τὰ παιδία ποθεινά. Εἰ γὰρ καὶ νῦν, ἀναστάσεως φανείσης, ἐντεῦθέν ἐστι τὰ παιδία ἐπέραστα ἀπὸ τοῦ τὴν µνήµην τῶν ἀπελθόντων διατηρεῖν, πολλῷ µᾶλλον τότε.∆ ιὰ τοῦτο καὶ ἡ ἀρὰ ἐντεῦθεν γίνεται πικροτέρα. Οὐδὲ γὰρ ἐκεῖ, Τὰ παιδία, ὁ ἐπαρώµενος εἶπεν, ἐξολοθρευθείη, ἀλλὰ, Τὸ µνηµόσυνον αὐτοῦ ἀπὸ τῆς γῆς· οἱ υἱοί σου καὶ αἱ θυγατέρες σου. Εἰποῦσα γὰρ, Τὸ µνηµόσυνον, µετὰ ἀκριβείας πάλιν ἑκατέρας τῆς φύσεως µέµνηται· Εἰ δὲ σοὶ, φησὶν, οὐ µέλει τούτων, κἂν τὸ ἐµὸν σκόπει· Τῆς ἐµῆς κοιλίας ὠδῖνες καὶ πόνοι, οὓς εἰς τὸ κενὸν ἐκοπίασα µετὰ µόχθων. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Ἡ τὸ πλέον ἐνεγκοῦσα ἠδίκηµαι διὰ σὲ, καὶ τοὺς µὲν πόνους ὑπέστην, τῶν δὲ καρπῶν ἀπεστέρηµαι. Καὶ ὅρα πῶς οὔτε τίθησι τὴν ζηµίαν τῶν χρηµάτων, οὔτε σιγᾷ αὐτὴν καὶ παρατρέχει, ἀλλ' ὡς ἐνῆν καὶ περιπαθῶς αὐτὴν ἀπαγγεῖλαι, οὕτως αἰνίττεται. Ὅταν γὰρ εἴπῃ, Κἀγὼ πλανῆτις καὶ λάτρις, τόπον ἐκ τόπου, οἰκίαν ἐξ οἰκίας περιερχοµένη, καὶ τὴν ζηµίαν αἰνίττεται, καὶ πολλὴν τὴν προσπάθειαν δείκνυσι· καὶ γὰρ καὶ αἱ λέξεις αὐταὶ ἱκαναὶ ἐπᾶραι τὴν συµφοράν· Ἐπὶ τὰς ἑτέρων ἔρχοµαι θύρας, φησίν. Οὐδὲ γὰρ προσαιτῶ µόνον, ἀλλὰ καὶ πλανῶµαι καὶ δουλεύω δουλείαν ξένην καὶ καινὴν, πανταχοῦ περιιοῦσα, καὶ τὰ σύµβολα τῆς συµφορᾶςπεριφέρουσα, καὶ πάντας διδάσκουσα τὰ ἐµὰ κακά· ὃ πάντων ἐστὶν ἐλεεινότερον, τὸ οἰκίαν ἐξ οἰκίας ἀµείβειν. Καὶ οὐδὲ ἐνταῦθα ἔστη τῶν θρήνων, ἀλλ' ἐπήγαγε λέγουσα· Προσδεχοµένη τὸν ἥλιον πότε δύσει, καὶ ἀναπαύσοµαι τῶν µόχθων µου καὶ τῶν περιεχουσῶν µε ὀδυνῶν, αἵ µε νῦν συνέχουσιν. Ὃ γὰρ τοῖς ἄλλοις ἐστὶν ἡδὺ, φησὶ, τὸ τὴν ἀκτῖνα ὁρᾷν, τοῦτο ἐµοὶ βαρύ· ποθεινὸν δὲ ἡ νὺξ καὶ τὸ σκότος· αὕτη γάρ µε ἀναπαύει τῶν ἱδρώτων µόνη, αὕτη µοι παραµυθία γίνεται τῶν κακῶν. Ἀλλ' εἰπόν τι ῥῆµα πρὸς Κύριον, καὶ τελεύτα. εʹ. Εἶδες κἀνταῦθα τὴν κακουργίαν, πῶς οὐδὲ ἐν αὐτῇ τῇ συµβουλῇ εὐθέως εἰσήγαγε τὴν ὀλεθρίαν παραίνεσιν, ἀλλὰ διηγησαµένη πρῶτον ἐλεεινῶςτὰς συµφορὰς, καὶ ἐκτείνασα τὴν τραγῳδίαν, ἐν βραχεῖ τίθησι τὴν παραίνεσιν, καὶ οὐδὲ ἐµφαίνει σαφῶς αὐτὴν, ἀλλὰ συσκιάσασα ἐκείνην, τὴν ἀπαλλαγὴναὐτῷ προτείνει τὴν µάλιστα ποθεινὴν, καὶ ἐπαγγέλλεται τελευτὴν, ὃ µάλιστα ἐπεθύµει; Καὶ σκόπει κἀντεῦθεν τοῦ διαβόλου τὴν κακουργίαν. Ἐπειδὴ γὰρ ᾔδει τὸν πόθον τοῦ Ἰὼβ τὸν περὶ τὸν Θεὸν, οὐκ ἀφίησι τὴν γυναῖκα κατηγορῆσαι τοῦ Θεοῦ, ἵνα µὴ ὡς ἐχθρὰν εὐθέως ἀποστραφῇ.∆ ιὰ τοῦτο αὐτοῦ µὲν οὐδαµοῦ µέµνηται, τὰ δὲ συµβάντα ἄνω καὶ κάτω στρέφει. Σὺ δὲ µετὰ τῶν εἰρηµένων, ὅτι καὶ γυνὴ ἦν ἡ ταῦτα συµβουλεύουσα, προστίθει, δεινὸς καταγοητεῦσαι ῥήτωρ τοὺς µὴ προσέχοντας. Πολλοὶ γοῦν καὶ χωρὶς συµφορῶν ἀπὸ γυναικῶν συµβουλῆς κατηνέχθησαν µόνης. Τί οὖν ὁ µακάριος οὗτος, καὶ ἀδάµαντος στεῤῥότερος; Βλέψας εἰς αὐτὴν πικρὸν, ἀπὸ τῆς ὄψεως καὶ πρὸ τῆς φωνῆς διεκρούσατο τὰ µηχανήµατα. Ἐκείνη µὲν γὰρ προσεδόκησε δακρύων κινήσειν πηγάς· οὗτος δὲ λέοντος σφοδρότερος γέγονε, θυµοῦ πληρωθεὶς καὶ ἀγανακτήσεως, οὐχ ὑπὲρ ὧν ἔπασχεν, ἀλλ' ὑπὲρ ὧν ἐκείνη διαβολικῶς συνεβούλευσε, καὶτῷ βλέµµατι τὸν θυµὸν ἐνδειξάµενος, µεµετρηµένην ποιεῖται τὴν ἐπιτίµησιν· καὶ γὰρ καὶ ἐν συµφοραῖς σώφρων ἦν. Καὶ τί φησιν; Ἵνα τί ὥσπερ µία τῶν ἀφρόνων γυναικῶν ἐλάλησας; Οὐχ οὕτω σε ἐπαίδευσα, φησὶν, οὐχ οὕτω σε ἔθρεψα· ὅθεν οὐδὲ ἐπιγινώσκω τὴν σύνοικον τὴν ἐµήν. Τὰ γὰρ ῥήµατα ταῦτα ἀνοήτου γυναικὸς, καὶ παραπαιούσης ἡ συµβουλή. Εἶδες τοµὴν σύµµετρον, καὶ πληγὴν ἱκανὴν διορθῶσαι τὸ νόσηµα; Εἶτα µετὰ τὴν ἐπίπληξιν καὶ συµβουλὴν εἰσάγει πάλιν ἀρκοῦσαν αὐτὴν παραµυθήσασθαι καὶ πολὺ τὸ εὔλογον ἔχουσαν, λέγων· Εἰ τὰ ἀγαθὰ ἐδεξάµεθα παρὰ Κυρίου, τὰ κακὰ οὐχ ὑποίσοµεν; Ἀναµνήσθητι γὰρ, φησὶ, τῶν προτέρων ἐκείνων, καὶ λογίζου τὸν αἴτιον, καὶ οἴσεις καὶ ταῦτα γενναίως. Εἶδες µετριοφροσύνην ἀνδρός; Οὐδὲ γὰρ τῇ ἀνδρείᾳ αὑτοῦ λογίζεται τὴν ὑποµονὴν, ἀλλὰ τῆς τῶν πραγµάτων ἀκολουθίας αὐτὴν εἶναί φησιν. Ἀντὶ τίνων γὰρ ἐκεῖνα ἡµῖν ἔδωκεν ὁ Θεός; ποίαν ἐκτιννὺς ἀµοιβήν; Οὐδεµίαν· ἀλλ' ἐξ ἀγαθότητος µόνης· δωρεὰ γὰρ ἦν, οὐκ ἀµοιβὴ, καὶ χάρις, οὐκ ἀντίδοσις. Οὐκοῦν καὶ ταῦτα φέρωµεν γενναίως. Τοῦτον καὶ ἄνδρες καὶ γυναῖκες τὸν λόγον ἀνάγραπτον ἔχωµεν, καὶ τὰ ῥήµατα ταῦτα ἐγκολάψωµεν τῇ διανοίᾳ, καὶ ταῦτα καὶ τὰ πρὸ τούτων· καὶ τὴν ἱστορίαν αὐτοῦ τῶν παθηµάτων καθάπερ εἰκόνα ἐπὶ τῆς διανοίας ὑπογράψαντες, τὴν ζηµίαν λέγω τῶν χρηµάτων, τὴν ἀφαίρεσιν τῶνπαίδων, τὴν πληγὴν τοῦ σώµατος, τὰ ὀνείδη, τὰς χλευασίας, τὰς τῆς γυναικὸς µηχανὰς, τὴν τοῦ διαβόλου ἐπιβουλὴν, πάντα ἁπλῶς µετὰ ἀκριβείας τὰ πάθητοῦ δικαίου, λιµένα κατασκευάσωµεν µέγιστον ἡµῖν· ἵνα πάντα γενναίως καὶ εὐχαρίστως φέροντες, καὶ ἐν τῷ παρόντι βίῳ πᾶσαν ἀποκρουσώµεθα ἀθυµίαν, καὶ τοὺς περὶ τῆς εὐφηµίας ταύτηςἀπολάβωµεν µισθοὺς, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, µεθ' οὗ τῷ Πατρὶ ἅµα τῷ ἁγίῳ Πνεύµατι δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰςτοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.