Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In epistulam i ad Corinthios
John ChrysostomHom. 1 Cor. 29 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
29.29
Περὶ δὲ τῶν πνευµατικῶν, ἀδελφοὶ, οὐ θέλω ὑµᾶς ἀγνοεῖν. Οἴδατε ὅτι ὅτε ἔθνη ἦτε, πρὸς τὰ εἴδωλα τὰ ἄφωνα, ὡς ἂν ἤγεσθε, ἀπαγόµε νοι. αʹ. Τοῦτο ἅπαν τὸ χωρίον σφόδρα ἐστὶν ἀσαφές· τὴν δὲ ἀσάφειαν ἡ τῶν πραγµάτων ἄγνοιά τε καὶ ἔλλειψις ποιεῖ τῶν τότε µὲν συµβαινόντων, νῦν δὲ οὐ γινοµένων. Καὶ τίνος ἕνεκεν οὐ γίνεται νῦν; Ἰδοὺ γὰρ καὶ ἡ αἰτία πάλιν τῆς ἀσαφείας ἕτερον ἡµῖν ζήτηµα ἔτεκε. Τί δήποτε γὰρ τότε µὲν ἐγίνετο, νῦν δὲ οὐκέτι; Ἀλλὰ τοῦτο µὲν εἰς αὖθις ἀναβαλλώµεθα, τέως δὲ τὰ συµβαίνοντα τότε λέγωµεν. Τί οὖν τότε συνέβαινεν; Εἴ τις ἐβαπτίσατο, γλώσσαις εὐθέως ἐλάλει, καὶ οὐ γλώσσαις µόνον, ἀλλὰ πολλοὶ καὶ προεφήτευον, τινὲς δὲ καὶ ἑτέρας πλείους δυνάµεις ἐπεδείκνυντο. Ἐπειδὴ γὰρ ἀπὸ τῶν εἰδώλων προσιόντες, οὐδὲν εἰδότες σαφῶς, οὐδὲ ταῖς παλαιαῖς ἐντραφέντες βίβλοις, βαπτισθέντες εὐθέως Πνεῦµα ἐλάµβανον, τὸδὲ Πνεῦµα οὐχ ἑώρων· ἀόρατον γάρ ἐστιν· αἴσθητόν τινα ἔλεγχον ἐδίδου τῆς ἐνεργείας ἐκείνης ἡ χάρις· καὶ ὁ µὲν τῇ Περσῶν, ὁ δὲ τῇ Ῥωµαίων, ὁ δὲ τῇ Ἰνδῶν, ὁ δὲ ἑτέρᾳ τινὶ τοιαύτῃ εὐθέως ἐφθέγγετο γλώσσῃ· καὶ τοῦτο ἐφανέρου τοῖς ἔξωθεν, ὅτι Πνεῦµά ἐστιν ἐν αὐτῷ τῷ φθεγγοµένῳ.∆ ιὸ καὶ οὕτως αὐτὸ καλεῖ λέγων· Ἑκάστῳ δὲ ἡ φανέρωσις τοῦ Πνεύµατος δίδοται πρὸς τὸ συµφέρον· τὰ χαρίσµατα φανέρωσιν Πνεύµατος ὀνοµάζων. Ἐπειδὴ γὰρ καὶ οἱ ἀπόστολοι τοῦτο πρῶτον σηµεῖον ἔλαβον, καὶ οἱ πιστοὶ τοῦτο ἐλάµβανον τὸ τῶν γλωσσῶν, καὶ οὐχὶ τοῦτο µόνον, ἀλλὰ καὶ ἕτερα πλείω. Καὶ γὰρ καὶ νεκροὺς ἤγειρον πολλοὶ, καὶ δαίµονας ἤλαυνον, καὶ ἄλλα πολλὰ τοιαῦτα ἐθαυµατούργουν· καὶ χαρίσµατα δὲ εἶχον, οἱ µὲν ἐλάττονα, οἱ δὲ πλείω. Πλέον δὲ πάντων τὸ τῶν γλωσσῶν ἦν παρ' αὐτοῖς χάρισµα. Καὶ τοῦτο αἴτιον σχίσµατος αὐτοῖς ἐγένετο, οὐ παρὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ παρὰ τὴν ἀγνωµοσύνην τῶν εἰληφότων. Οἵ τε γὰρ τὰ µείζονα ἔχοντες ἐπῄροντο κατὰ τῶν τὰ ἐλάττονα κεκτηµένων· οὗτοι δ' αὖ πάλιν ἤλγουν, καὶ τοῖς τὰ µείζονα ἔχουσιν ἐφθόνουν. Καὶ τοῦτο προϊὼν δείκνυσιν αὐτὸς ὁ Παῦλος. Ἐπεὶ οὖν ἐντεῦθεν καιρίαν ἐλάµβανον πληγὴν, διαλυοµένης αὐτοῖς τῆς ἀγάπης, πολλὴν σπουδὴν ποιεῖται, ὥστε αὐτὸ διορθῶσαι. Συνέβη µὲν γὰρ τοῦτο καὶ ἐν τῇ Ῥώµῃ, ἀλλ' οὐχ οὕτω· διόπερ καὶ ἐν τῇ πρὸς Ῥωµαίους Ἐπιστολῇ κινεῖ µὲν αὐτὸ, συνεσκιασµένως δὲ καὶ ἐν βραχεῖ, λέγων οὕτω· Καθάπερ γὰρ ἐν ἑνὶ σώµατι µέλη πολλὰ ἔχοµεν, τὰ δὲ µέλη πάντα οὐ τὴν αὐτὴν ἔχει πρᾶξιν· οὕτως οἱ πολλοὶ ἓν σῶµά ἐσµεν ἐν Χριστῷ, ὁ δὲ καθ' εἷς, ἀλλήλων µέλη. Ἔχοντες δὲ χαρίσµατα κατὰ τὴν χάριν τὴν δοθεῖσαν ἡµῖν διάφορα, εἴτε προφητείαν, κατὰ τὴν ἀναλογίαν τῆς πίστεως, εἴτε διακονίαν, ἐν τῇ διακονίᾳ, εἴτεὁ διδάσκων, ἐν τῇ διδασκαλίᾳ. Ὅτι δὲ καὶ ἐκεῖνοι εἰς ἀπόνοιαν ἐντεῦθεν ἐνέπιπτον, ἀρχόµενος ᾐνίξατο τοῦτο, οὕτως εἰπών· Λέγω γὰρ διὰ τῆς χάριτος τῆς δοθείσης µοι παντὶ τῷ ὄντι ἐν ὑµῖν µὴ ὑπερφρονεῖν παρ' ὃ δεῖ φρονεῖν, ἀλλὰ φρονεῖν εἰς τὸ σωφρονεῖν, ἑκάστῳ ὡς ὁΘεὸς ἐµέρισε µέτρον πίστεως. Ἐκείνοις µὲν οὖν( οὐδὲ γὰρ πολὺ τὸ νόσηµα ἦν τῆς διαστάσεως καὶ ἀπονοίας) οὕτω διείλεκται· ἐνταῦθα δὲ µετὰ πολλῆς τῆς σπουδῆς· καὶ γὰρ σφοδρὰ τοῦ πάθους ἦν ἡ νοµή. Καὶ οὐδὲ τοῦτο µόνον αὐτοὺς ἐθορύβει, ἀλλὰ καὶ µάντεις ἦσαν αὐτόθι πολλοὶ, ἅτε Ἑλληνικώτερον τῆς πόλεως διακειµένης, καὶ µετὰ τῶν ἄλλων καὶτοῦτο αὐτοὺς ὑπεσκέλιζε καὶ ἐτάραττε.∆ ιὸ καὶ ἀρχόµενος, πρῶτον τὸ µέσον µαντείας καὶ προφητείας τίθησι.∆ ιὰ τοῦτο καὶ διακρίσεις ἔλαβον πνευµάτων, ὥστε διακρίνειν καὶ εἰδέναι, τίς µὲν ὁ πνεύµατι φθεγγόµενος καθαρῷ, τίς δὲ ὁ ἀκαθάρτῳ. Ἐπειδὴ γὰρ αὐτόθεν οὐκ ἦν παρασχεῖν τῶν λεγοµένων τὴν ἀπόδειξιν( προφητεία γὰρ οὐκ ἐν τῷ καιρῷ, ᾧ λέγεται, ἀλλ' ἐν τῷ καιρῷ τῆς ἐκβάσεωςπαρέχεται τῆς οἰκείας ἀληθείας τὸν ἔλεγχον)· καὶ οὐκ ἦν εὔκολον αὐτὴν διαγνῶναι, καὶ τίς µὲν ὁ προ φητεύων, τίς δὲ ὁ ψευδόµενος( καὶ γὰρ µιαρὸς ὢν ὁ διάβολος ἐπεισῄει τοῖςπροφητεύουσι, ψευδοπροφήτας εἰσάγων ὡς δῆθεν τὰ µέλλοντα προλέγοντας καὶ αὐτούς)· εἶτα ἐπειδὴ τέως ἀνεύθυνα ἦν τὰ λεγόµενα, οὔπω τῶν πραγµάτων ἐκβάντων περὶ ὧν προελέγετο, καὶ ῥᾳδίως παρεκρούετο( τὸν γὰρ ψευδόµενον καὶτὸν ἀληθεύοντα τὸ τέλος ἤλεγχεν)· ἵνα δὴ µηδὲ πρὸ τοῦ τέλους ἀπατῶνται οἱ ἀκροαταὶ, δίδωσιν αὐτοῖς σηµεῖον, ὃ καὶ πρὸ τῆς ἐκβάσεως ἐδείκνυ τοῦτον κἀκεῖνον· καὶ ἐντεῦθεν λαβὼν ἀκολουθίαν καὶ ἀρχὴν, οὕτω καὶ εἰς τὸν περὶ τῶν χαρισµάτων ἐκβαίνει λόγον, καὶ τὴν φιλονεικίαν διορθοῦται τὴν καὶἐντεῦθεν γινοµένην. Τέως µέντοι τοῦ περὶ τῶν µάντεων ἄρχεται λόγου οὕτω λέγων· Περὶ δὲ τῶν πνευµατικῶν οὐ θέλω ὑµᾶς ἀγνοεῖν, ἀδελφοί· πνευµατικὰ τὰ σηµεῖα καλῶν, ὅτι ταῦτα ἔργα τοῦ Πνεύµατος µόνου, οὐδὲν ἀνθρωπίνης ἐπεισφερούσης σπουδῆς εἰς τὸ τὰ τοιαῦτα θαυµατουργεῖν. Καὶ µέλλων περὶ αὐτῶν διαλέγεσθαι, πρότερον, ὅπερ ἔφην, τῆς µαντείας τὴν διαφορὰν καὶ τῆς προφητείας τίθησιν, οὕτω λέγων· Οἴδατε ὅτι ὅτε ἔθνη ἦτε, πρὸς τὰ εἴδωλα τὰ ἄφωνα, ὡς ἂν ἤγεσθε, ἀπαγόµενοι. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Ἐν τοῖς εἰδώλοις, φησὶν, εἴποτε κατεσχέθη τις ὑπὸ πνεύµατος ἀκαθάρτου καὶ ἐµαντεύετο, ὥσπερ ἀπαγόµενος, οὕτως εἵλκετο ὑπὸ τοῦ πνεύµατοςδεδεµένος, οὐδὲν εἰδὼς ὧν λέγει. Τοῦτο γὰρ µάντεως ἴδιον, τὸ ἐξεστηκέναι, τὸ ἀνάγκην ὑποµένειν, τὸ ὠθεῖσθαι, τὸ ἕλκεσθαι, τὸ σύρεσθαι ὥσπερ µαινόµενον. Ὁ δὲ προφήτης οὐχ οὕτως, ἀλλὰ µετὰ διανοίας νηφούσης, καὶ σωφρονούσης καταστάσεως, καὶ εἰδὼς ἃ φθέγγεται, φησὶν ἅπαντα. Ὥστε καὶ πρὸ τῆς ἐκβάσεως κἀντεῦθεν γνώριζε τὸν µάντιν καὶ τὸν προφήτην. Καὶ σκόπει πῶς ἀνύποπτον ποιεῖ τὸν λόγον· αὐτοὺς µάρτυρας καλεῖ τοὺς ἐν τῇ πείρᾳ τοῦ πράγµατος γενοµένους. Ὅτι γὰρ οὐ ψεύδοµαι, φησὶν, οὐδὲ ἁπλῶς διασύρω τὰ τῶν ἐθνῶν, ὡς ἐχθρὸς πλάττων, αὐτοὶ ὑµεῖς µοι µαρτυρήσατε· καὶ γὰρ οἴδατε ὅτε Ἕλληνες ἦτε, πῶς ἀπήγεσθε ἑλκόµενοι τότε. Εἰ δέ τις καὶ τούτους ὡς πιστοὺς ὑπόπτους εἶναι φαίη, φέρε καὶ ἐκ τῶν ἔξωθεν τοῦτο ὑµῖν ποιήσω φανερόν. Ἄκουσον γοῦν Πλάτωνος λέγοντος οὕτως· Ὥσπερ οἱ χρησµῳδοὶ καὶ οἱ θεοµάντεις λέγουσι µὲν πολλὰ καὶ καλὰ, ἴσασι δὲ οὐδὲν ὧν λέγουσιν. Ἄκουσον γοῦν καὶ ἑτέρου ποιητοῦ τὰ αὐτὰ ἐνδεικνυµένου. Ἐπειδὴ γὰρ τελεταῖς τισι καὶ µαγγανείαις κατέδησε δαίµονά τις εἰς ἄνθρωπον; καὶ ἐµαντεύετο ἐκεῖνος, καὶ µαντευόµενος ἐῤῥιπτεῖτο καὶ ἐσπαράττετο, καὶ ἐνεγκεῖν τοῦ δαίµονος τὴν ὁρµὴν οὐκ ἠδύνατο, ἀλλ' ἔµελλε διασπώµενοςοὕτως ἀπόλλυσθαι, τοῖς τὰ τοιαῦτα µαγγανεύουσί φησι· Λύσατε λοιπὸν, ἄνακτα βροτὸς θεὸν οὐκέτι χωρεῖ· καὶ πάλιν, Λύσατέ µοι στεφάνους, καί µευ πόδας ὕδατι λευκῷ Ῥάνατε, καὶ γραµµὰς ἀπαλείψατε, καί γε µολοῖµι. Ταῦτα γὰρ καὶ τὰ τοιαῦτα( καὶ γὰρ ἔστι πολλῷ πλείονα εἰπεῖν), ἀµφότερα ταῦτα ἡµῖν ἐνδείκνυται, καὶ τὴν ἀνάγκην ᾗ κατεχόµενοι δουλεύουσινοἱ δαίµονες, καὶ τὴν βίαν ἣν ὑποµένοντες οἱ καθάπαξ ἑαυτοὺς ἐκδόντες αὐτοῖς, καὶ τῶν κατὰ φύσιν ἐξίστανται φρενῶν. Καὶ ἡ Πυθία δέ· ἀναγκάζοµαι γὰρ καὶ ἑτέραν αὐτῶν ἀσχηµοσύνην ἐκποµπεῦσαι νῦν, ἣν καλὸν µὲν ἦν παρελθεῖν διὰ τὸ ἡµῖν ἀπρεπὲς εἶναι τὰ τοιαῦτα λέγειν· ὥστε δὲ σαφέστερον αὐτῶν µαθεῖν τὴν αἰσχύνην, ἀναγκαῖον εἰπεῖν, ἵνα κἀντεῦθεν µάθητε τὴν παράνοιαν, καὶ τὸν πολὺν γέλωτα τῶν τοῖςµάντεσι κεχρηµένων· λέγεται τοίνυν αὕτη ἡ Πυθία γυνή τις οὖσα ἐπικαθῆσθαι τῷ τρίποδί ποτε τοῦ Ἀπόλλωνος, διαιροῦσα τὰ σκέλη· εἶθ' οὕτω πνεῦµα πονηρὸν κάτωθεν ἀναδιδόµενον, καὶ διὰ τῶν γεννητικῶν αὐτῆς διαδυόµενον µορίων πληροῦν τὴν γυναῖκα τῆς µανίας, καὶ ταύτηντὰς τρίχας λύουσαν λοιπὸν ἐκβακχεύεσθαί τε, καὶ ἀφρὸν ἐκ τοῦ στόµατος ἀφιέναι, καὶ οὕτως ἐν παροινίᾳ γενοµένην τὰ τῆς µανίας φθέγγεσθαι ῥήµατα. Οἶδα ὅτι ᾐσχύνθητε καὶ ἠρυθριάσατε ταῦτα ἀκούσαντες· ἀλλ' ἐκεῖνοι καὶ µέγα φρονοῦσι καὶ διὰ τὴν ἀσχηµοσύνην καὶ διὰ τὴν µανίαν ταύτην. βʹ. Ταῦτα οὖν καὶ τὰ τοιαῦτα ὁ Παῦλος ἅπαντα ἀνακινῶν ἔλεγεν· Οἴδατε, ὅτι ὅτε ἔθνη ἦτε, πρὸς τὰ εἴδωλα τὰ ἄφωνα, ὡς ἂν ἤγεσθε, ἀπαγόµενοι. Καὶ ἐπειδὴ πρὸς εἰδότας διελέγετο, οὐ τίθησι πάντα µετὰ ἀκριβείας, µὴ βουλόµενος αὐτοῖς ἐνοχλεῖν, ἀλλ' ἀναµνήσας µόνον καὶ εἰς ἔννοιαν ἁπάντωναὐτοὺς ἀγαγὼν, ἀπαλλάττεται ταχέως, πρὸς τὸ προκείµενον ἐπειγόµενος. Τί δέ ἐστι, Πρὸς τὰ εἴδωλα τὰ ἄφωνα; Οὗτοι οἱ µάντεις πρὸς ἐκεῖνα ἤγοντο ἑλκόµενοι. Εἰ δὲ αὐτὰ ἄφωνα, πῶς ἐκείνοις ἐκέχρηντο; τίνος δὲ ἕνεκεν τοῖς ξοάνοις αὐτοὺς προσῆγεν ὁ δαίµων ὡς αἰχµαλώτους καὶ δεσµίους; Ὁµοῦ δὲ καὶ τὴν πλάνην πιθανὴν ἐργαζόµενος. Ἵνα γὰρ µὴ δόξῃ ὁ λίθος ἄφωνος εἶναι, ἐσπούδαζεν τοῖς εἰδώλοις προσηλοῦν τοὺς ἀνθρώπους, ἵνα τὰ αὐτῶν ἐκείνοις ἐπιγράφηται. Ἀλλ' οὐ τὰ ἡµέτερα τοιαῦτα. Ἀλλ' οὐκ ἔθηκε τὰ ἡµέτερα, τὰ τῶν προφητῶν λέγω· καὶ γὰρ δῆλα ἦν αὐτοῖς ἅπαντα, καὶ ἐν αὐτοῖς προεφήτευον, ὡς αὐτοῖς πρέπον ἦν, µετὰ συνέσεως καὶ ἐλευθερίας ἁπάσης.∆ ιά τοι τοῦτο καὶ τοῦ εἰπεῖν καὶ τοῦ µὴ εἰπεῖν ἦσαν κύριοι· οὐ γὰρ ἀνάγκῃ κατείχοντο, ἀλλ' ἐξουσίᾳ ἦσαν τετιµηµένοι.∆ ιὰ τοῦτο καὶ Ἰωνᾶς ἔφυγε, διὰ τοῦτο καὶ Ἰεζεκιὴλ ἀνεβάλλετο, διὰ τοῦτο καὶ Ἱερεµίας παρῃτεῖτο. Ὁ δὲ Θεὸς οὐ µετὰ ἀνάγκης αὐτοὺς ὤθει, ἀλλὰ συµβουλεύων, παραινῶν, ἀπειλῶν, οὐ σκοτῶν τὴν διάνοιαν.∆ αίµονος µὲν γὰρ ἴδιον, τὸ θόρυβον καὶ µανίαν ποιεῖν καὶ πολὺν τὸν ζόφον, Θεοῦ δὲ, τὸ φωτίζειν καὶ µετὰ συνέσεως διδάσκειν τὰ δέοντα. Πρώτη µὲν οὖν διαφορὰ αὕτη µάντεως καὶ προφήτου· δευτέρα δὲ ἑτέρα, ἣν ἐφεξῆς τίθησι, λέγων·∆ ιὸ γνωρίζω ὑµῖν, ὅτι οὐδεὶς Πνεύµατι Θεοῦ λαλῶν, λέγει ἀνάθεµα Ἰησοῦν. Εἶτα καὶ ἑτέρα· Καὶ οὐδεὶς δύναται εἰπεῖν Κύριον Ἰησοῦν, εἰ µὴ ἐν Πνεύµατι ἁγίῳ. Ὅταν ἴδῃς, φησὶν, τινὰ µὴ φθεγγόµενον τὸ ὄνοµα αὐτοῦ, ἢ καὶ ἀναθεµατίζοντα, µάντις ἐστί. Πάλιν, ὅταν ἴδῃς ἕτερον µετὰ τοῦ ὀνόµατος αὐτοῦ πάντα φθεγγόµενον, νόησον ὅτι πνευµατικός ἐστι. Τί οὖν, φησὶ, περὶ τῶν κατηχουµένων ἂν εἴποιµεν; εἰ γὰρ οὐδεὶς δύναται εἰπεῖν Κύριον Ἰησοῦν, εἰ µὴ ἐν Πνεύµατι ἁγίῳ, τί ἂν εἴποιµεν περὶ τούτων, ὀνοµαζόντων µὲν αὐτοῦ τὸ ὄνοµα, Πνεύµατοςδὲ ἀπεστερηµένων; Ἀλλ' οὐ περὶ τούτων ὁ λόγος αὐτῷ νῦν· οὐ γὰρ ἦσαν κατηχούµενοι τότε· ἀλλὰ περὶ πιστῶν καὶ ἀπίστων. Τί οὖν οὐδεὶς δαίµων ὀνοµάζει τὸν Θεόν; οὐχὶ οἱ δαιµονῶντες ἔλεγον, Οἴδαµέν σε τίς εἶ, ὁ Υἱὸς τοῦ Θεοῦ; οὐχὶ Παύλῳ ἔλεγον, Οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου εἰσίν; Ἀλλὰ µαστιζόµενοι, ἀλλ' ἀναγκαζόµενοι· ἑκόντες δὲ καὶ µὴ µαστιγούµενοι, οὐδαµοῦ. Ἄξιον δὲ ἐνταῦθα ζητῆσαι, διὰ τί καὶ ὁ δαίµων ταῦτα ἐφθέγγετο, καὶ Παῦλος ἐπετίµησε. Τὸν διδάσκαλον τὸν ἑαυτοῦ µιµούµενος· καὶ γὰρ καὶ ὁ Χριστὸς ἐπετίµησεν· οὐδὲ γὰρ ἐβούλετο παρ' ἐκείνων τὴν µαρτυρίαν ἔχειν. Τίνος δὲ ἕνεκεν καὶ ὁ δαίµων ἐποίει τοῦτο; Βουλόµενος συγχεῖν τῶν πραγµάτων τὴν τάξιν, καὶ ἁρπάσαι τῶν ἀποστόλων τὸ ἀξίωµα, καὶ πεῖσαι πολλοὺς προσέχειν αὐτῷ· ὅπερ εἰ ἐγεγόνει, ῥᾳδίως ἂν ἐντεῦθεν ἀξιόπιστοι φανέντες, καὶ τὰ παρ' ἑαυτῶν ἐπεισήγαγον ἄν. Ἵν' οὖν µὴ τοῦτο γένηται µηδὲ ἀρχὴν ἡ ἀπάτη λάβῃ, καὶ τὰ ἀληθῆ λέγοντας ἐπιστοµίζει, ὥστε ἐν τοῖς ψεύδεσι µηδ' ὅλως τινὰ αὐτοῖς προσέχειν, ἀλλὰ καθόλου πρὸς τὰ λεγόµενα παρ' αὐτῶν ἀποφράττειν τὰς ἀκοάς.∆ ήλους τοίνυν ποιήσας τοὺς µάντεις καὶ τοὺς προφήτας ἀπό τε τοῦ προτέρου καὶ τοῦ δευτέρου σηµείου, λοιπὸν περὶ τῶν θαυµάτων διαλέγεται, οὐχ ἁπλῶςεἰς τοῦτον παρελθὼν τὸν λόγον, ἀλλ' ὥστε τὴν ἐντεῦθεν γενοµένην διάστασιν ἀνελεῖν, καὶ πεῖσαι καὶ τοὺς τὸ ἔλαττον ἔχοντας µὴ ἀλγεῖν, καὶ τοὺς τὰµείζονα κεκτηµένους µὴ ἐπαίρεσθαι.∆ ιὸ καὶ οὕτως ἤρξατο·∆ ιαιρέσεις δὲ χαρισµάτων εἰσὶ, τὸ δὲ αὐτὸ Πνεῦµα· καὶ θεραπεύει πρῶτον τὸν τὸ ἔλαττον ἔχοντα χάρισµα, καὶ διὰ τοῦτο ἀλγοῦντα. Τίνος γὰρ ἕνεκεν, φησὶν, ἀθυµεῖς; ὅτι οὐκ ἔλαβες ὅσον ἕτερος; ἀλλ' ἐννόησον ὅτι χάρισµά ἐστι, καὶ οὐκ ὀφειλὴ, καὶ παραµυθήσῃ τὴν ὀδύνην.∆ ιὰ τοῦτο εὐθέως εἶπεν οὕτω·∆ ιαιρέσεις δὲ χαρισµάτων εἰσί. Καὶ οὐκ εἶπε, σηµείων, οὐδὲ, θαυµάτων, ἀλλὰ, χαρισµάτων, τῷ ὀνόµατι τῆς δωρεᾶς πείθων µὴ µόνον µὴ ἀλγεῖν, ἀλλὰ καὶ χάριν εἰδέναι. Καὶ µετὰ τούτου κἀκεῖνο λογίζου, φησὶν, ὅτι εἰ καὶ τῷ µέτρῳ ἠλάττωσαι τοῦ δοθέντος, τῷ καταξιωθῆναι λαβεῖν ἐκεῖθεν, ὅθεν καὶ ὁ τὸ πλέον λαβὼν, τὴνἴσην ἔχεις τιµήν. Οὐ γὰρ δή που ἔχοις ἂν εἰπεῖν, ὅτι ἐκείνῳ µὲν ἐχαρίσατο τὸ Πνεῦµα, σοὶ δὲ ἄγγελος· καὶ γὰρ σοὶ κἀκείνῳ τὸ Πνεῦµα.∆ ιὸ ἐπήγαγε, Τὸ δὲ αὐτὸ Πνεῦµα. γʹ. Ὥστε εἰ καὶ ἐν τῇ δόσει διαφορὰ, ἀλλ' οὐκ ἐν τῷ δεδωκότι διαφορά· ἀπὸ γὰρ τῆς αὐτῆς πηγῆς καὶ σὺ κἀκεῖνος ἀρύεσθε. Καὶ διαιρέσεις διακονιῶν εἰσιν, ὁ δὲ αὐτὸς Κύριος. Λιπαίνων γὰρ τὴν παραµυθίαν, καὶ τὸν Υἱὸν καὶ τὸν Πατέρα προστίθησι. Καὶ ἑτέρῳ πάλιν ὀνόµατι καλεῖ τὰς δωρεὰς ταύτας, πλείονα κἀντεῦθεν παραµυθίαν ἐπινοῶν· διὸ καὶ οὕτως εἶπε,∆ ιαιρέσεις διακονιῶν εἰσιν, ὁ δὲ αὐτὸς Κύριος. Ὁ µὲν γὰρ χάρισµα ἀκούσας, καὶ ἔλαττον λαβὼν, ἴσως ἂν ἀλγήσῃ· ὁ δὲ διακονίαν, οὐχ ὁµοίως· πόνου γὰρ ἐνδεικτικὸν τὸ πρᾶγµα καὶ ἱδρῶτος. Τί τοίνυν ἀλγεῖς, φησὶν, εἰ ἕτερον πλείονα πονῆσαι ἐκέλευσε, σοῦ φεισάµενος; Καὶ διαιρέσεις ἐνεργηµάτων εἰσὶν, ὁ δὲ αὐτὸς Θεὸς ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν. Ἑκάστῳ δὲ δίδοται ἡ φανέρωσις τοῦ Πνεύµατος πρὸς τὸ συµφέρον. Καὶ τί ἐστιν ἐνέργηµα; τί δὲ χάρισµα; φησί· τί δὲ διακονία; Ὀνοµάτων διαφοραὶ µόνον, ἐπεὶ πράγµατα τὰ αὐτά. Ὃ γάρ ἐστι χάρισµα, τοῦτο διακονία, τοῦτο καὶ ἐνέργειαν λέγει· Τὴν γὰρ διακονίαν σου, φησὶ, πληροφόρησον· καὶ, Τὴν διακονίαν µου δοξάζω. Καὶ Τιµοθέῳ γράφων φησί·∆ ι' ἣν αἰτίαν ἀναµιµνήσκω σε ἀναζωπυρεῖν τὸ χάρισµα τοῦ Θεοῦ, ὅ ἐστιν ἐν σοί· καὶ Γαλάταις πάλιν ἐπιστέλλων ἔλεγεν· Ὁ γὰρ ἐνεργήσας Πέτρῳ εἰς ἀποστολὴν, ἐνήργησε κἀµοὶ εἰς τὰ ἔθνη. Ὁρᾷς ὅτι οὐδεµίαν διαφορὰν δείκνυσιν ἐν ταῖς δωρεαῖς Πατρὸς καὶ Πνεύµατος ἁγίου; οὐ τὰς ὑποστάσεις συναλείφων, µὴ γένοιτο, ἀλλὰ τῆς οὐσίας τὴν ὁµοτιµίαν ἐµφαίνων. Ὅπερ γὰρ τὸ Πνεῦµα χαρίζεται, τοῦτο καὶ τὸν Θεὸν ἐνεργεῖν, τοῦτο καὶ τὸν Υἱὸν διατάττειν καὶ παρέχειν φησί. Καίτοι γε εἰ ἔλαττον ἦν τοῦτο ἐκείνου, ἢ ἐκεῖνο τούτου, οὐκ ἂν οὕτως αὐτὸ τέθεικεν, οὐδ' ἂν ταύτῃ παρεµυθήσατο τὸν ἀλγοῦντα. Μετὰ δὲ ταῦτα καὶ ἑτέρῳ τινὶ τρόπῳ αὐτὸν παρακαλεῖ, τῷ καὶ συµφέρειν αὐτῷ τὸ δοθὲν µέτρον, εἰ καὶ ἔλαττον εἴη. Εἰπὼν γὰρ, ὅτι Τὸ αὐτὸ Πνεῦµα, καὶ ὁ αὐτὸς Κύριος, καὶ ὁ αὐτὸς Θεὸς, καὶ ταύτῃ αὐτὸν ἀνακτησάµενος, ἐπάγει πάλιν ἑτέραν παράκλησιν, οὕτωλέγων, Ἑκάστῳ δὲ ἡ φανέρωσις τοῦ Πνεύµατος δίδοται πρὸς τὸ συµφέρον. Ἵνα γὰρ µὴ λέγῃ τις, Τί γὰρ, εἰ καὶ ὁ αὐτὸς Κύριος, καὶ τὸ αὐτὸ Πνεῦµα, καὶ ὁ αὐτὸς Θεός; ἀλλ' ἐγὼ ἔλαττον ἔλαβον· φησὶν, ὅτι οὕτω συνέφερε. Φανέρωσιν δὲ Πνεύµατος τὰ σηµεῖα καλεῖ, εἰκότως. Ἐµοὶ µὲν γὰρ τῷ πιστῷ δῆλος ὁ Πνεῦµα ἔχων ἀπὸ τοῦ βαπτισθῆναι· τῷ δὲ ἀπίστῳ οὐδαµόθεν ἔσται τοῦτο καταφανὲς, ἀλλ' ἢ ἀπὸ τῶν σηµείων· ὥστε κἀντεῦθεν πάλιν οὐ µικρὰ παραµυθία. Εἰ γὰρ καὶ τὰ χαρίσµατα διάφορα, ἀλλ' ἡ ἔνδειξις µία· κἂν γὰρ πολὺ ἔχῃς, κἂν ὀλίγον, ὁµοίως εἶ δῆλος. Ὥστε εἰ τοῦτο σπουδάζεις ἐπιδείξασθαι, ὅτι Πνεῦµα ἔχεις, ἀρκοῦσαν ἔχεις τὴν ἀπόδειξιν. Ὅταν οὖν καὶ εἷς ὁ δεδωκὼς ᾖ καὶ χάρισµα τὸ δοθὲν, καὶ ἡ φανέρωσις κἀντεῦθεν γίνηται, καὶ τοῦτο µᾶλλόν σοι συµφέρῃ, µὴ ἄλγει ὡς καταφρονηθείς. Οὐ γὰρ ἀτιµάζων σε ὁ Θεὸς, οὐδὲ καταδεέστερον ἑτέρου ἀποφαίνων ἐποίησεν, ἀλλὰ φειδόµενός σου, καὶ τὸ λυσιτελές σοι σκοπῶν. Τὸ γὰρ µεῖζον λαβεῖν τὸν οὐ δυνάµενον ἐνεγκεῖν, τοῦτο καὶ ἀσύµφορον καὶ βλάβην ἔχον καὶ ἀθυµίας ἄξιον. Ὧ µὲν γὰρ διὰ τοῦ Πνεύµατος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως, κατὰ τὸ αὐτὸ Πνεῦµα· ἑτέρῳ δὲ πίστις, ἐν τῷ αὐτῷ Πνεύµατι· ἄλλῳ δὲ χαρίσµατα ἰαµάτων, ἐν τῷ αὐτῷ Πνεύµατι. Ὁρᾷς πῶς πανταχοῦ ταύτην ποιεῖται τὴν προσθήκην, Ἐν τῷ αὐτῷ Πνεύµατι, λέγων, καὶ, Κατὰ τὸ αὐτὸ Πνεῦµα; οἶδε γὰρ µεγάλην οὖσαν τὴν ἐντεῦθεν παράκλησιν. Ἄλλῳ δὲ ἐνεργήµατα δυνάµεων, ἄλλῳ δὲ προφητεῖαι, ἄλλῳ δὲ διακρίσεις πνευµάτων, ἑτέρῳ δὲ γένη γλωσσῶν, ἄλλῳ δὲ ἑρµηνεία γλωσσῶν. Ἐπειδὴ γὰρ ἐν τούτῳ µέγα ἐφρόνουν, διὰ τοῦτο αὐτὸ ὕστερον τέθεικε, καὶ ἐπήγαγε· Πάντα δὲ ταῦτα ἐνεργεῖ ἓν καὶ τὸ αὐτὸ Πνεῦµα. Τὸ φάρµακον τὸ καθολικὸν τῆς παραµυθίας, τὸ ἐκ τῆς αὐτῆς ῥίζης, ἐκ τῶν αὐτῶν θησαυρῶν, ἐκ τῶν αὐτῶν ναµάτων πάντας λαµβάνειν.∆ ιὸ καὶ συνεχῶς ἐπαντλῶν τῷ ῥήµατι τούτῳ τὴν δοκοῦσαν ἀνωµαλίαν εἶναι, ἐξισοῖ καὶ παραµυθεῖται. Καὶ ἀνωτέρω µὲν καὶ τὸ Πνεῦµα καὶ τὸν Υἱὸν καὶ τὸν Πατέρα δείκνυσι χορηγοῦντα τὰ χαρίσµατα· ἐνταῦθα δὲ τὸ Πνεῦµα εἰπὼν ἠρκέσθη, ἵνα µάθῃς κἀντεῦθεν πάλιν τὴν αὐτὴν ἀξίαν οὖσαν. Τί δέ ἐστι, Λόγος σοφίας; Ὃν εἶχεν ὁ Παῦλος, ὃν εἶχεν Ἰωάννης ὁ υἱὸς τῆς βροντῆς. Τί δὲ, Λόγος γνώσεως; Ὃν εἶχον οἱ πολλοὶ τῶν πιστῶν, γνῶσιν µὲν ἔχοντες, διδάσκειν δὲ οὕτως οὐ δυνάµενοι, οὐδὲ εἰς ἕτερον εὐκόλως ἐξενεγκεῖν, ἅπερ ᾔδεσαν. Ἑτέρῳ δὲ πίστις· πίστιν οὐ ταύτην λέγων τὴν τῶν δογµάτων, ἀλλὰ τὴν τῶν σηµείων, περὶ ἧς ὁ Χριστός φησιν· Ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ, Μετάβηθι, καὶ µεταβήσεται. Καὶ οἱ ἀπόστολοι δὲ περὶ αὐτῆς ἠξίουν λέγοντες, Πρόσθες ἡµῖν πίστιν. Αὕτη γὰρ µήτηρ τῶν σηµείων ἐστίν. Ἐνεργήµατα δὲ δυνάµεων κεκτῆσθαι, καὶ χαρίσµατα ἰαµάτων, οὐκ ἔστι ταὐτόν. Ὁ µὲν γὰρ ἔχων χάρισµα ἰαµάτων, ἐθεράπευε µόνον· ὁ δὲ ἐνεργήµατα δυνάµεων κεκτηµένος, καὶ ἐτιµωρεῖτο.∆ ύναµις γάρ ἐστιν οὐ τὸ ἰάσασθαι µόνον, ἀλλὰ καὶ τὸ κολάσαι, ὥσπερ ὁ Παῦλος ἐπήρωσεν, ὥσπερ ὁ Πέτρος ἀνεῖλεν. Ἄλλῳ δὲ προφητεῖαι, ἄλλῳ δὲ διακρίσεις πνευµάτων. Τί ἐστι,∆ ιακρίσεις πνευµάτων; Τὸ εἰδέναι τίς ὁ πνευµατικὸς, καὶ τίς ὁ µὴ πνευµατικός· τίς ὁ προφήτης, καὶ τίς ὁ ἀπατεών· ὃ καὶ Θεσσαλονικεῦσιν ἔλεγε, Προφητείας µὴ ἐξουθενεῖτε· πάντα δὲ δοκιµάζοντες, τὸ καλὸν κατέχετε. Καὶ γὰρ πολλὴ τότε τῶν ψευδοπροφητῶν ἦν διαφθορὰ, τοῦ διαβόλου φιλονεικοῦντος παρυποστῆσαι τῇ ἀληθείᾳ τὸ ψεῦδος. Ἄλλῳ δὲ γένη γλωσσῶν, ἄλλῳ δὲ ἑρµηνεία γλωσσῶν. Ὁ µὲν γὰρ ᾔδει τὸ τί ἔλεγεν αὐτὸς, ἑτέρῳ δὲ ἑρµηνεῦσαι οὐκ ἠδύνατο· ὁ δὲ καὶ ἀµφότερα ταῦτα ἐκέκτητο, ἢ τούτων θάτερον. δʹ. Ἐδόκει δὲ τοῦτο χάρισµα µέγα εἶναι, ἐπειδὴ καὶ πρῶτον αὐτὸ ἔλαβον οἱ ἀπόστολοι, καὶ παρὰ Κορινθίοις οἱ πλείους τοῦτο ἐκέκτηντο· ὁ δὲ τῆς διδασκαλίας λόγος οὐχ οὕτω.∆ ιὸ ἐκεῖνο µὲν πρῶτον τίθησιν, ὕστερον δὲ τοῦτο. Καὶ γὰρ καὶ τοῦτο δι' ἐκεῖνο, καὶ τὰ ἄλλα πάντα, καὶ προφητεῖαι καὶ ἐνεργήµατα δυνάµεων καὶ γένη γλωσσῶν καὶ ἑρµηνεία γλωσσῶν· οὐδὲν γὰρ τούτου ἴσον· διὸ καὶ ἔλεγεν, Οἱ καλῶς προεστῶτες πρεσβύτεροι, διπλῆς τιµῆς ἀξιούσθωσαν, µάλιστα οἱ κοπιῶντες ἐν λόγῳ καὶ διδασκαλίᾳ. Καὶ τῷ Τιµοθέῳ ἐπέστελλε λέγων· Πρόσεχε τῇ ἀναγνώσει, τῇ παρακλήσει, τῇ διδασκαλίᾳ· µὴ ἀµέλει τοῦ ἐν σοὶ χαρίσµατος. Ὁρᾷς πῶς καὶ χάρισµα αὐτὸ καλεῖ; Εἶτα ἣν ἀνωτέρω τέθεικε παραµυθίαν εἰπὼν, Τὸ αὐτὸ Πνεῦµα, ταύτην καὶ ἐνταῦθα τίθησι λέγων· Πάντα δὲ ταῦτα ἐνεργεῖ ἓν καὶ τὸ αὐτὸ Πνεῦµα, διαιροῦν ἰδίᾳ ἑκάστῳ, καθὼς βούλεται. Οὐ παραµυθεῖται δὲ µόνον, ἀλλὰ καὶ ἐπιστοµίζει τὸν ἀντιλέγοντα ἐνταῦθα λέγων,∆ ιαιροῦν ἰδίᾳ ἑκάστῳ, καθὼς βούλεται.∆ εῖ γὰρ καὶ ἐπιστύφειν, οὐχὶ θεραπεύειν µόνον, ὥσπερ καὶ ἐν τῇ πρὸς Ῥωµαίους ποιεῖ, ὅταν λέγῃ· Σὺ τίς εἶ, ὁ ἀνταποκρινόµενος τῷ Θεῷ; Οὕτω καὶ ἐνταῦθα,∆ ιαιροῦν ἰδίᾳ ἑκάστῳ, καθὼς βούλεται. Καὶ ὃ τοῦ Πατρὸς ἦν, τοῦτο καὶ τοῦ Πνεύµατος ἔδειξεν ὄν. Ὥσπερ γὰρ περὶ αὐτοῦ φησιν, Ὁ δὲ αὐτὸς Θεὸς ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν, οὕτω καὶ περὶ τοῦ Πνεύµατος· Πάντα δὲ ταῦτα ἐνεργεῖ ἓν καὶ τὸ αὐτὸ Πνεῦµα. Ἀλλ' ἐνεργούµενον, φησὶν, ὑπὸ τοῦ Θεοῦ. Ἀλλ' οὐ δαµοῦ τοῦτο εἴρηκεν, ἀλλὰ σὺ τοῦτο πλάττεις. Ὅταν γὰρ λέγῃ, Ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσι, περὶ ἀνθρώπων τοῦτο λέγει· οὐ δήπου µετὰ τῶν ἀνθρώπων καὶ τὸ Πνεῦµα ἀριθµεῖ, κἂν µυριάκις ᾖς παραπαίων, κἂν µυριάκις µαινόµενος. Ἐπειδὴ γὰρ εἶπε,∆ ιὰ τοῦ Πνεύµατος, ἵνα τὸ διὰ τοῦτο µὴ νοµίσῃς ἐλαττώσεως εἶναι µηδὲ τοῦ ἐνεργεῖσθαι, ἐπήγαγεν, ὅτι Ἐνεργεῖ τὸ Πνεῦµα, οὐκἐνεργεῖται, καὶ ἐνεργεῖ ὡς βούλεται, οὐ καθὼς κελεύεται. Καθάπερ γὰρ περὶ τοῦ Πατρὸς ὁ Υἱὸς λέγει, ὅτι Ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, ὁµοίως καὶ περὶ ἑαυτοῦ, ὅτι Οὓς θέλει ζωοποιεῖ· οὕτω καὶ περὶ τοῦ Πνεύµατος, ἀλλαχοῦ µὲν ὅτι µετ' ἐξουσίας πάντα ποιεῖ, καὶ τὸ κωλύον οὐδέν( τὸ γὰρ, Ὅπου θέλει πνεῖ, εἰ καὶ περὶ τοῦ ἀνέµου εἴρηται, τούτου ἐστὶ κατασκευαστικόν)· ἐνταῦθα δὲ, ὅτι Πάντα ἐνεργεῖ καθὼς βούλεται. Καὶ ἑτέρωθεν δὲ ὅτι οὐχὶ τῶν ἐνεργουµένων ἐστὶν, ἀλλὰ τῶν ἐνεργούντων, µάνθανε. Τίς γὰρ οἶδε, φησὶ, τὰ τοῦ ἀνθρώπου, εἰ µὴ τὸ πνεῦµα τοῦ ἀνθρώπου; Οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς οἶδεν, εἰ µὴ τὸ Πνεῦµα τοῦ Θεοῦ. Ὅτι δὲ τὸ πνεῦµα τοῦ ἀνθρώπου, τουτέστιν, ἡ ψυχὴ, οὐ δεῖται ἐνεργείας, ἵνα εἰδῇ τὰ ἑαυτῆς, παντί που δῆλον· οὐκοῦν οὐδὲ τὸ Πνεῦµα τὸ ἅγιον, ἵνα εἰδῇ τὰ τοῦ Θεοῦ. Οὕτω γάρ φησι· Τὰ τοῦ Θεοῦ οἶδεν ἀπόῤῥητα τὸ Πνεῦµα τὸ ἅγιον, ὡς ἡ ψυχὴ τοῦ ἀνθρώπου τὰ ἀπόῤῥητα τὰ ἑαυτῆς. Εἰ δὲ εἰς τοῦτο οὐκ ἐνεργεῖται, πολλῷ µᾶλλον τὸ ἐπιστάµενον τοῦ Θεοῦ τὰ βάθη, καὶ οὐκ ἐνεργούµενον εἰς τὸ δοῦναι χαρίσµατα τοῖς ἀποστόλοις, ἐνεργείας οὐκ ἂν ἐδεήθη. Χωρὶς δὲ τούτων κἀκεῖνο, ὅπερ ἔµπροσθεν εἶπον, ἐρῶ καὶ νῦν. Ποῖον δὴ τοῦτο; Ὅτι εἰ ἔλαττον τὸ Πνεῦµα καὶ ἑτέρας οὐσίας, οὐδὲν ἂν ὤνησεν ἡ παραµυθία, οὐδὲ τὸ ἀκοῦσαι τὸ αὐτὸ Πνεῦµα. Ὁ µὲν γὰρ παρὰ τοῦ βασιλέως λαβὼν µεγίστην ἂν ταύτην σχοίη παραµυθίαν, ὅτι αὐτὸς αὐτῷ ἔδωκεν· ὁ δὲ παρὰ τοῦ δούλου, τότε µᾶλλον ἀλγεῖ, ὅταν τοῦτό τις αὐτῷ προσενέγκῃ· ὥστε κἀντεῦθεν δῆλον, ὅτι οὐ τῆς δουλικῆς, ἀλλὰ τῆς βασιλικῆς οὐσίας τὸ Πνεῦµα τὸ ἅγιον.∆ ιόπερ καθάπερ παρεµυθήσατο αὐτοὺς εἰπὼν, ὅτι∆ ιαιρέσεις διακονιῶν εἰσιν, ὁ δὲ αὐτὸς Κύριος· καὶ διαιρέσεις ἐνεργηµάτων, ὁ δὲ αὐτὸς Θεός· οὕτω καὶ ἀνωτέρω εἰπὼν,∆ ιαιρέσεις χαρισµάτων εἰσὶ, τὸ δὲ αὐτὸ Πνεῦµα· καὶ µετὰ ταῦτα πάλιν εἰπὼν, Πάντα δὲ ταῦτα ἐνεργεῖ ἓν καὶ τὸ αὐτὸ Πνεῦµα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται. Μὴ τοίνυν ἀλύωµεν, φησὶ, µηδὲ ἀλγῶµεν λέγοντες,∆ ιὰ τί τὸ ἔλαβον καὶ τὸ οὐκ ἔλαβον; µηδὲ εὐθύνας ἀπαιτῶµεν τὸ Πνεῦµα τὸ ἅγιον. Εἰ γὰρ οἶδας ὅτι ἀπὸ κηδεµονίας ἐχαρίσατο, ἐννοήσας ὅτι ἀπὸ τῆς αὐτῆς κηδεµονίας καὶ τὸ µέτρον ἔδωκε, στέργε καὶ χαῖρε ὑπὲρ ὧν ἔλαβες· καὶ µὴ δυσχέραινε ὑπὲρ ὧν οὐκ εἴληφας, ἀλλὰ καὶ ὁµολόγει χάριν, ὅτι µὴ µείζονα ἔλαβες τῆς δυνάµεως τῆς σῆς. εʹ. Εἰ δὲ ἐν τοῖς πνευµατικοῖς οὐ χρὴ περιεργάζεσθαι, πολλῷ µᾶλλον ἐν τοῖς σαρκικοῖς, ἀλλ' ἡσυχάζειν, καὶ µὴ πολυπραγµονεῖν, διὰ τί ὁ δεῖνα πλούσιος, ὁδεῖνα δὲ πένης. Μάλιστα µὲν γὰρ οὐχ ἕκαστος ἀπὸ Θεοῦ πλουτεῖ, ἀλλὰ πολλοὶ καὶ ἐξ ἀδικίας καὶ ἁρπαγῆς καὶ πλεονεξίας. Ὁ γὰρ κελεύσας µὴ πλουτεῖν, πῶς ἂν ἔδωκεν ὅπερ ἐκώλυσε µὴ λαβεῖν; Ἵνα δὲ ἐκ πλείονος ἐπιστοµίσω τῆς περιουσίας τοὺς ὑπὲρ τούτων ἀντι λέγοντας ἡµῖν, φέρε ἀνωτέρω τὸν λόγον ἀγάγωµεν, ἡνίκα παρὰ τοῦ Θεοῦὁ πλοῦτος ἐδίδοτο, καὶ ἀπόκριναί µοι· τίνος ἕνεκεν ὁ Ἀβραὰµ ἐπλούτει, ὁ δὲ Ἰακὼβ καὶ ἄρτου ἐδεῖτο; οὐχὶ δίκαιος καὶ οὗτος ἦν, καὶ ἐκεῖνος; οὐχὶ ὁµοίως περὶ τῶν τριῶν φησιν Ἐγὼ ὁ Θεὸς Ἀβραὰµ καὶ Ἰσαὰκ καὶ Ἰακώβ; διὰ τί τοινυν ὁ µὲν ἐπλούτει, ὁ δὲ ἐθήτευε; µᾶλλον δὲ διὰ τί ὁ µὲν Ἡσαῦ ἐπλούτει, ἄδικος ὢν καὶ ἀδελφοκτόνος, οὗτος δὲ ἐν δουλείᾳ ἦν χρόνον τοσοῦτον; διὰ τί πάλιν ὁ µὲν Ἰσαὰκ µετὰ ἀδείας ἔζησε τὸν ἅπαντα χρόνον, ὁ δὲ Ἰακὼβ ἐν µόχθοις καὶ ταλαιπωρίαις· διὸ καὶ ἔλεγε, Μικραὶ καὶ πονηραὶ αἱ ἡµέραι µου.∆ ιὰ τί ὁ µὲν∆ αυῒδ προφήτης ὢν καὶ βασιλεὺς, καὶ αὐτὸς τὸν ἅπαντα χρόνον ἐν πόνοις ἔζησεν· ὁ δὲ Σολοµὼν ὁ υἱὸς τούτου τεσσαράκοντα ἔτη πάντων ἀνθρώπων ἀδεέστερον διῆγεν, εἰρήνης ἀπολαύων βαθείας, δόξης, τιµῆς, καὶ τρυφῆς ἅπαν ἐπιὼν εἶδος; τί δήποτε καὶ ἐν τοῖς προφήταις ὁ µὲν µειζόνως, ὁ δὲ ἐλαττόνως ἐθλίβετο; Ὅτι ἑκάστῳ οὕτω συµφέρον ἦν.∆ ιὸ ἑκάστῳ ἀντιλέγειν χρὴ, Τὰ κρίµατά σου ἄβυσσος πολλή. Εἰ γὰρ τοὺς µεγάλους ἐκείνους καὶ θαυµαστοὺς οὐχ ὁµοίως ἐγύµναζεν ὁ Θεὸς, ἀλλὰ τὸν µὲν διὰ πενίας, τὸν δὲ διὰ πλούτου, καὶ τὸν µὲν δι' ἀνέσεως, τὸνδὲ διὰ θλίψεως, πολλῷ µᾶλλον νῦν ταῦτα ἐννοεῖν χρή. Μετὰ δὲ τούτου κἀκεῖνο λογίζεσθαι δεῖ, ὅτι πολλὰ τῶν συµβαινόντων οὐ κατὰ τὴν αὐτοῦ γίνεται γνώµην, ἀλλ' ἀπὸ τῆς ἡµετέρας κακίας. Μὴ τοίνυν λέγε,∆ ιὰ τί ὁ µὲν πλούσιος φαῦλος ὢν, ὁ δὲ πένης δίκαιος ὤν; Μάλιστ α µὲν γὰρ καὶ τούτων ἔστι δοῦναι λόγον, καὶ εἰπεῖν· Ὅτι οὔτε ὁ δίκαιος ἀπὸ τῆς πενίας ἔχει τι βλάβος, ἀλλὰ καὶ µείζονα προσθήκην εὐδοκιµήσεως, καὶ ὁ κακὸς ἐφόδιον τιµωρίας τὸν πλοῦτον, ἂνµὴ µεταβάληται, κέκτηται· καὶ πρὸ τῆς κολάσεως δὲ πολλάκις κακῶν αἴτιος αὐτῷ γέγονεν ὁ πλοῦτος πολλῶν, καὶ εἰς µύρια ἤγαγε βάραθρα. Ὁ δὲ Θεὸς ἀφίησιν, ὁµοῦ τε δεικνὺς τὸ αὐτεξούσιον τῆς προαιρέσεως, ὁµοῦ τε τοὺς ἄλλους παιδεύων µὴ µαίνεσθαι µηδὲ λυττᾷν περὶ τὰ χρήµατα. Τί οὖν, ὅταν πονηρός τις ὢν πλουτῇ, καὶ µηδὲν πάσχῃ δεινόν; φησίν· ἂν µὲν γὰρ ἀγαθὸς ὢν πλουτῇ, δικαίως· ἂν δὲ πονηρὸς, τί ἐροῦµεν; Ὅτι καὶ ταύτῃ ἐλεεινός· πλοῦτος γὰρ πονηρίᾳ προσγινόµενος ἐπιτρίβει τὸ πάθος. Ἀλλ' ἀγαθός ἐστι, καὶ πένεται; Ἀλλ' οὐδὲν βλάπτεται. Ἀλλὰ πονηρός ἐστι, καὶ πένεται; Οὐκοῦν δικαίως καὶ κατ' ἀξίαν, µᾶλλον δὲ καὶ χρησίµως αὐτῷ. Ἀλλ' ὁ δεῖνα, φησὶ, παρὰ προγόνων ἐδέξατο πλοῦτον, καὶ σκορπίζει τοῦτον εἰς πόρνας καὶ παρασίτους, καὶ οὐδὲν πάσχει δεινόν. Τί φῄς; πορνεύει, καὶ λέγεις, Οὐδὲν πάσχει δεινόν; µεθύει, καὶ νοµίζεις αὐτὸν τρυφᾷν; εἰς οὐδὲν δέον δαπανᾷ, καὶ ζηλωτὸν αὐτὸν εἶναι φῄς; καὶ τί χεῖρον γένοιτ' ἂν τούτου τοῦ τὴν ψυχὴν λυµαινοµένου; Σὺ δὲ, εἰ µὲν τὸ σῶµα διέστραπτο καὶ πεπήρωτο, µυρίων ἂν ἔφης ἄξιον αὐτὸν εἶναι δακρύων, τὴν δὲ ψυχὴν αὐτοῦ πᾶσαν πεπηρωµένην ὁρῶν, καὶµακάριον νοµίζεις; Ἀλλ' οὐκ αἰσθάνεται, φησί. Καὶ δι' αὐτὸ µὲν οὖν τοῦτο πάλιν ἐλεεινὸς, ὥσπερ οἱ παραπαίοντες. Ὁ µὲν γὰρ εἰδὼς, ὅτι νοσεῖ, καὶ τὸν ἰατρὸν ἐπιζητήσει πάντως, καὶ φαρµάκων ἀνέξεται· ὁ δὲ ἀγνοῶν, οὐδὲ ἀπαλλαγῆναι δυνήσεται. Τοῦτον οὖν µακαρίζεις; εἰπέ µοι. Ἀλλ' οὐδὲν θαυµαστόν· φιλοσοφίας γὰρ οἱ πλείους ἄπειροι.∆ ιὰ τοῦτο τὴν ἐσχάτην τίνοµεν δίκην, κολαζόµενοι, καὶ οὐδὲ ἀπαλλαττόµενοι τῆς τιµωρίας· διὰ τοῦτο θυµοὶ καὶ ἀθυµίαι καὶ θόρυβοι διηνεκεῖς, ἐπειδὴ βίον ἄλυπον δείξαντος ἡµῖν τοῦ Θεοῦ, τὸν τῆς ἀρετῆς, ἡµεῖς ταύτην ἀφέντες, ἑτέραν τέµνοµενὁδὸν τὴν τοῦ πλούτου καὶ τῶν χρηµάτων, τὴν µυρίων γέµουσαν κακῶν· καὶ ταὐτὸν ποιοῦµεν, ὥσπερ ἂν εἴ τις σωµάτων οὐκ εἰδὼς διακρίνειν κάλλος, ἀλλὰ τὸ πᾶν τοῖς ἱµατίοις τιθέµενος καὶ τῷ περικειµένῳ κόσµῳ, τὴν µὲν ὡραίαν γυναῖκα καὶ φυσικὸν κάλλος κεκτηµένην ἰδὼν παραδράµοι· τὴν δὲ αἰσχρὰν καὶ δυσειδῆ καὶ τὸ σῶµα ἀνάπηρον, καλὰ ἱµάτια ἔχουσαν θεασάµενος, γυναῖκα ἀγάγοιτο. Τοιοῦτόν τι καὶ νῦν περὶ τὴν ἀρετὴν καὶ τὴν κακίαν πάσχουσιν οἱ πολλοὶ, τὴν µὲν αἰσχρὰν φύσει προσιέµενοι διὰ τὸν ἔξωθεν αὐτῆς κόσµον, τὴν δὲὡραίαν καὶ εὔµορφον ἀποστρεφόµενοι διὰ τὸ γυµνὸν αὐτῆς κάλλος, δι' ὃ µάλιστα αὐτὴν ἑλέσθαι ἐχρῆν. ὰʹ.∆ ιὰ τοῦτο αἰσχύνοµαι, ὅτι παρ' Ἕλλησι µὲν τοῖς ἀνοήτοις εἰσὶν οἱ ταῦτα φιλοσοφοῦντες, εἰ καὶ µὴ πράγµασιν, ἀλλὰ τῇ γνώµῃ γοῦν τέως, καὶ εἰδότες τὸτῶν παρόντων ἐπίκηρον· παρ' ἡµῖν δὲ ἔνιοι οὐδὲ ταῦτα ἐπίστανται, ἀλλὰ καὶ τὴν κρίσιν αὐτὴν διεφθαρµένην ἔχουσι, καὶ ταῦτα ἄνω καὶ κάτω τῆς Γραφῆς ἐπᾳδούσης ἡµῖνκαὶ λεγούσης· Ἐξουδένωται ἐνώπιον αὐτοῦ πονηρευόµενος, τοὺς δὲ φοβουµένους τὸν Κύριον δοξάζει. Φόβος Κυρίου ὑπὲρ πᾶν ὑπερέβαλε. Τὸν Θεὸν φοβοῦ, καὶ τὰς ἐντολὰς αὐτοῦ φύλασσε, ὅτι τοῦτο πᾶς ἄνθρωπος. Μὴ παραζήλου ἐν τοῖς πονηρευοµένοις· µὴ φοβοῦ ὅταν πλουτήσῃ ἄνθρωπος. Πᾶσα σὰρξ χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου. Ταῦτα γὰρ καὶ τὰ τοιαῦτα καθ' ἑκάστην ἀκούοντες τὴν ἡµέραν, ἔτι τῇ γῇ προσηλώµεθα. Καὶ καθάπερ παιδία ἀµαθῆ συνεχῶς τὰ στοιχεῖα µανθάνοντα, ἐπειδὰν διεσπαρµένως ἐξετάζηται περὶ τῆς ἐκείνων τάξεως, ἕτερα ἀνθ' ἑτέρου λέγονταπολὺν κινεῖ τὸν γέλωτα· οὕτω καὶ ὑµεῖς, ὅταν µὲν ἐνταῦθα κατὰ τάξιν αὐτὰ ὑµῖν καταλέξωµεν, ὁπωσδήποτε παρακολουθεῖτε· ὅταν δὲ ἔξω διεσπαρµένως ὑµᾶς ἐρωτήσωµεν, ποῖα µὲν πρῶτα, ποῖα δὲ δεύτερα τῶν πραγµάτων τάττειν ἄξιον, καὶ τίνα µετὰ τίνα, οὐκ εἰδότεςεἰπεῖν, καταγέλαστοι γίνεσθε. Ἦ οὐ πολλοῦ γέλωτος, εἰπέ µοι, ἀθανασίαν προσδοκῶντας, καὶ τὰ ἀγαθὰ, ἃ οὔτε ὀφθαλµὸς εἶδεν, οὔτε οὖς ἤκουσεν, οὔτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη, περὶ τῶν ἐνταῦθα µενόντων φιλονεικεῖν, καὶ ζηλωτὰ αὐτὰ εἶναι νοµίζειν; Εἰ γὰρ ἔτι ταῦτα χρείαν ἔχεις µανθάνειν, ὅτι οὐδὲν µέγα πλοῦτος, ὅτι σκιὰ τὰ παρόντα καὶ ὄναρ, ὅτι καπνοῦ δίκην διαλύεται καὶ ἀφίπταται· ἔξω τῶν ἀδύτων στῆθι τέως, ἐν τοῖς προπυλαίοις µένε· οὔπω γὰρ τῆς εἰσόδου τῆς πρὸς τὰ ἄνω βασίλεια ἄξιος γέγονας. Εἰ γὰρ τὴν φύσιν αὐτῶν διακρίνειν οὐκ οἶσθα τὴν ἄστατον καὶ διηνεκῶς ῥέουσαν, πότε αὐτῶν ὑπεριδεῖν δυνήσῃ; εἰ δὲ λέγεις εἰδέναι, παῦσαι πολυπραγµονῶν καὶ περιεργαζόµενος, τί δήποτε ὁ δεῖνα πλούσιος, καὶ ὁ δεῖνα πένης. Ταὐτὸν γὰρ ποιεῖς ταῦτα ἐρωτῶν, ὡσανεὶ περιιὼν ἐπυνθάνου, τί δήποτε ὁ δεῖνα λευκὸς καὶ ὁ δεῖνα µέλας, ἢ ὁ δεῖνα γρυπὸς καὶ ὁ δεῖνα σιµός. Ὥσπερ γὰρ οὐδὲν ταῦτα ἡµῖν διαφέρει, ἄν τε οὕτως, ἄν τε ἐκείνως ἔχῃ, οὕτως οὐδὲ τὸ πένεσθαι καὶ πλουτεῖν, καὶ πολλῷ µᾶλλον ἢ ἐκεῖνα· ἀλλὰ τὸ πᾶν παρὰ τὸν τῆς χρήσεως γίνεται τρόπον. Κἂν πένης ᾖς, δύνασαι µετὰ εὐθυµίας ζῇν φιλοσοφῶν· κἂν πλούσιος ᾖς, πάντων ἀθλιώτερος εἶ φεύγων ἀρετήν. Τὰ γὰρ διαφέροντα ἡµῖν ταῦτα, τὰ τῆς ἀρετῆς· κἂν ταῦτα µὴ προσῇ, τῶν ἄλλων οὐδὲν ὄφελος.∆ ιὰ τοῦτο καὶ αἱ πυκναὶ αὗται ἐρωτήσεις, ὅτι τὰ µὲν ἀδιάφορα διαφέρειν αὐτοῖς νοµίζουσιν, οἱ πολλοὶ, τῶν δὲ διαφερόντων οὐδένα ποιοῦνται λόγον. Τὸ γὰρ διαφέρον ἡµῖν, ἀρετὴ καὶ φιλοσοφία. Ἐπεὶ οὖν ταύτης πόῤῥω που καὶ µακρὰν ἑστήκατε, διὰ τοῦτο θόρυβος τῶν λογισµῶν, διὰ τοῦτο τὰ πολλὰ κύµατα, διὰ τοῦτο ἡ ζάλη. Ὅταν γὰρ τῆς ἄνω δόξης ἐκπέσωσι καὶ τοῦ τῶν οὐρανῶν ἔρωτος, τῆς παρούσης ἐφίενται, καὶ γίνονται δοῦλοι καὶ αἰχµάλωτοι. Καὶ πόθεν ταύτης ἐφιέµεθα, φησίν; Ἀπὸ τοῦ µὴ σφόδρα ἐκείνης ἐφίεσθαι. Αὐτὸ δὲ τοῦτο πόθεν συµβαίνει; Ἀπὸ ῥᾳθυµίας· ἡ δὲ ῥᾳθυµία πόθεν; Ἀπὸ καταφρονήσεως· ἡ δὲ κατα φρόνησις πόθεν; Ἐξ ἀνοίας καὶ τοῦ τοῖς παροῦσι προστετηκέναι, καὶ µὴ βούλεσθαι τῶν πραγµάτων ἐξετάζειν µετὰ ἀκριβείας τὴν φύσιν. Αὐτὸ δὲ τοῦτο πόθεν συµβαίνει πάλιν; Ἐκ τοῦ µήτε Γραφῶν ἀναγνώσει προσέχειν, µήτε ἀνδράσι συγγίνεσθαι ἁγίοις, καὶ τοὺς τῶν πονηρῶν συλλόγους διώκειν. Ἵν' οὖν µὴ ἀεὶ τοῦτο γίνηται, καὶ κύµατα ἐκ κυµάτων ἡµᾶς δεχόµενα εἰς τὸ πέλαγος ἀπαγάγῃ τῶν κακῶν καὶ καταπνίξῃ καὶ ἀπολέσῃ πάντῃ, ἕως ἐστὶκαιρὸς, ἀνενέγκωµεν, καὶ ἐπὶ τῆς πέτρας στάντες, τῶν τοῦ Θεοῦ δογµάτων λέγω καὶ λόγων, κατίδωµεν τὸν σάλον τοῦ παρόντος βίου. Οὕτω γὰρ καὶ αὐτοὶ τοῦτον διαφευξόµεθα, καὶ ἑτέρους ναυαγοῦντας ἀνιµησάµενοι, τῶν µελλόντων ἐπιτευξόµεθα ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ, καὶτὰ ἑξῆς.

Intertext edge

Open linked passage

Note