In epistulam i ad Corinthios
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
30.30
Καθάπερ γὰρ τὸ σῶµα ἕν ἐστι, καὶ µέλη ἔχει πολλὰ, πάντα δὲ τὰ µέλη τοῦ σώµατος πολλὰ ὄντα, ἕν ἐστι σῶµα· οὕτω καὶ ὁ Χριστός. αʹ. Παραµυθησάµενος ἐκ τοῦ εἰπεῖν χάρισµα εἶναι τὸ διδόµενον, ἐκ τοῦ πάντα ἐξ ἑνὸς καὶ τοῦ αὐτοῦ Πνεύµατος λαµβάνειν, ἐκ τοῦ πρὸς τὸ συµφέρονδίδοσθαι, ἐκ τοῦ διὰ τῶν ἐλαττόνων φανέρωσιν γίνεσθαι, καὶ µετὰ τούτων καὶ ἐπιστοµίσας ἐκ τοῦ δεῖν παραχωρεῖν τῇ ἐξουσίᾳ τοῦ Πνεύµατος· Πάντα γὰρ ταῦτα, φησὶν, ἐνεργεῖ ἓν καὶ τὸ αὐτὸ Πνεῦµα, διαιροῦν ἰδίᾳ ἑκάστῳ, καθὼς βούλεται· διὸ οὐδὲ περιεργάζεσθαι θέµις· καὶ ἐξ ἑτέρου λοιπὸν αὐτοὺς παραµυθεῖται κοινοῦ παραδείγµατος, καὶ ἐπὶ τὴν φύσιν αὐτὴν καταφεύγει, ὅπερ ἔθος αὐτῷ ποιεῖν. Καὶ γὰρ ἡνίκα περὶ τῆς κόµης διελέγετο τῶν ἀνδρῶν καὶ τῶν γυναικῶν, µετὰ τὰ ἄλλα καὶ ἐντεῦθεν αὐτοὺς ἐπαίδευσε, λέγων· Ἦ οὐδὲ αὐτὴ ἡ φύσις ὑµᾶς διδάσκει, ὅτι ἀνὴρ µὲν ἐὰν κοµᾷ, ἀτιµία αὐτῷ ἐστι, γυνὴ δὲ ἐὰν κοµᾷ, δόξα αὐτῆς ἐστι; Καὶ ὅτε περὶ τῶν εἰδωλοθύτων ἔλεγεν, ἀπαγορεύων αὐτῶν ἅπτεσθαι, καὶ ἀπὸ τῶν ἔξωθεν παραδειγµάτων ἐπεχείρει τῷ λόγῳ, Ὀλυµπικῶν τεἀγώνων µεµνηµένος, καὶ λέγων, ὅτι Οἱ ἐν σταδίῳ τρέχοντες, πάντες µὲν τρέχουσιν, εἷς δὲ λαµβάνει τὸ βραβεῖον· καὶ ἀπὸ ποιµένων καὶ στρατιωτῶν καὶ γεωργῶν ταῦτα κατασκευάζων.∆ ιὸ δὴ καὶ ἐνταῦθα κοινὸν ὑπόδειγµα εἰς µέσον φέρει, δι' οὗ βιάζεται καὶ φιλονεικεῖ δεῖξαι οὐδένα ἠλαττωµένον, ὃ καὶ θαυµαστὸν ἦν καὶπαράδοξον δυνηθῆναι κατασκευάσαι, καὶ τοὺς ἀφελεστέρους ἱκανὸν ἀνακτήσασθαι, τὸ τοῦ σώµατος λέγω. Τὸν γὰρ µικρόψυχον καὶ ἠλαττωµένον οὐδὲν οὕτω παραµυθεῖται καὶ πείθει µὴ ἀλγεῖν, ὡς τὸ µαθεῖν ὅτι οὐκ ἠλάττωται.∆ ιόπερ καὶ αὐτὸς κατασκευάζων αὐτὸ, οὕτω φησί· Καθάπερ γὰρ τὸ σῶµα ἕν ἐστι, καὶ µέλη ἔχει πολλά. Εἶδες σύνεσιν ἠκριβωµένην; Τὸ αὐτὸ καὶ ἓν, καὶ πολλὰ δείκνυσι.∆ ιὸ καὶ ἐπάγει, µειζόνως ἐπαγωνιζόµενος τῷ προκειµένῳ· Πάντα δὲ τὰ µέλη τοῦ σώµατος τοῦ ἑνὸς πολλὰ ὄντα, ἕν ἐστι σῶµα. Οὐκ εἶπε, Πολλὰ ὄντα τοῦ ἑνός ἐστι σώµατος, ἀλλ', Αὐτὸ τὸ ἓν σῶµα πολλά ἐστι, κἀκεῖνα τὰ πολλὰ µέλη τοῦτό ἐστι τὸ ἕν. Εἰ τοίνυν ἕν ἐστι τὰ πολλὰ, καὶ τὸ ἓν πολλὰ, ποῦ ἡ διαφορά; ποῦ τὸ ὑπερέχον; ποῦ τὸ ἔλαττον; Πάντα γὰρ, φησὶν, ἕν ἐστι, καὶ οὐχ ἁπλῶς ἓν, ἀλλὰ κατὰ τὸ κυριώτερον ἐξεταζόµενα, κατὰ τὸ, σῶµα εἶναι, πάντα εὑρίσκεται ἓν ὄντα. Ὅταν δὲ τὸ κατὰ µέρος, τότε ἡ διαφορὰ, καὶ ἡ διαφορὰ ἐν πᾶσιν ὁµοίως. Οὐδὲν γὰρ αὐτῶν καθ' ἑαυτὸ σῶµα δύναται ποιεῖν. ἀλλ' ὁµοίως ἕκαστον λείπεται εἰς τὸ ποιεῖν σῶµα, καὶ δεῖ τῆς συνόδου. Ὅταν γὰρ τὰ πολλὰ ἓν γίνηται, τότε ἐστὶν ἓν σῶµα.∆ ιὸ καὶ αὐτὸ τοῦτο αἰνιττόµενος, ἔλεγε· Πάντα δὲ τὰ µέλη τοῦ σώµατος πολλὰ ὄντα, ἕν ἐστι σῶµα. Καὶ οὐκ εἶπε, Τὰ ὑπερέχοντα καὶ τὰ ἐλάττονα, ἀλλὰ, Πολλὰ ὄντα, ὃ κοινὸν πᾶσίν ἐστιν. Καὶ πῶς δυνατὸν ἓν εἶναι; Ὅταν τὴν διαφορὰν ἐκβαλὼν τῶν µελῶν, τὸ σῶµα ἐξετάζῃς. Ὅπερ γάρ ἐστιν ὀφθαλµὸς, τοῦτο καὶ ποῦς, κατὰ τὸ, µέλος εἶναι καὶ σῶµα ποιεῖν· οὐδεµία γὰρ ἐνταῦθα διαφορά. Οὐδ' ἂν ἔχοις εἰπεῖν, ὅτι τὸ µὲν τῶν µελῶν ποιεῖ σῶµα καθ' ἑαυτὸ, τὸ δὲ οὐ ποιεῖ· πάντα γὰρ ἰσάζει ἐν τούτῳ, ἐπειδὴ καὶ πάντα ἕν ἐστι σῶµα. Εἰπὼν δὲ τοῦτο, καὶ ἀποδείξας σαφῶς ἀπὸ τῆς κοινῆς ἁπάντων ψήφου, ἐπήγαγεν· Οὕτω καὶ ὁ Χριστός. Καὶ δέον εἰπεῖν, Οὕτω καὶ ἡ Ἐκκλησία( τοῦτο γὰρ ἀκόλουθον ἦν), τοῦτο µὲν οὐ φησὶν, ἀντ' ἐκείνης δὲ τὸν Χριστὸν τίθησιν, εἰς ὕψος ἀνάγων τὸν λόγον, καὶ µειζόνως τὸν ἀκροατὴν ἐντρέπων. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Οὕτω καὶ τοῦ Χριστοῦ τὸ σῶµα, ὅπερ ἐστὶν ἡ Ἐκκλησία. Καθάπερ γὰρ καὶ σῶµα καὶ κεφαλὴ εἷς ἐστιν ἄνθρωπος, οὕτω τὴν Ἐκκλησίαν καὶ τὸν Χριστὸν ἓν ἔφησεν εἶναι.∆ ιὸ καὶ τὸν Χριστὸν ἀντὶ τῆς Ἐκκλησίας τέθεικε, τὸ σῶµα αὐτοῦ οὕτως ὀνοµάζων. Ὥσπερ οὖν, φησὶν, ἕν τι ἐστὶ τὸ ἡµέτερον σῶµα, εἰ καὶ ἐκ πολλῶν σύγκειται· οὕτω καὶ ἐν τῇ Ἐκκλησίᾳ ἕν τι πάντες ἐσµέν. Εἰ γὰρ καὶ ἐκ πολλῶν αὕτη σύγκειται µελῶν, ἀλλὰ τὰ πολλὰ ταῦτα ἓν γίνεται σῶµα. Ἀνακτησάµενος τοίνυν καὶ ἀναγαγὼν τὸν δοκοῦντα ἠλλαττῶσθαι ἀπὸ τοῦ κοινοῦ τούτου παραδείγµατος, πάλιν τὴν κοινὴν συνήθειαν ἀφίησι, καὶ ἐφ' ἕτερον ἔρχεται κεφάλαιον πνευµατικὸν µείζονα φέρον τὴν παράκλησιν, καὶ πολλῆς ἰσοτιµίας ὂν ἐνδεικτικόν. Ποῖον δὴ τοῦτο; Καὶ γὰρ ἐν ἑνὶ Πνεύµατι, φησὶ, πάντες ἡµεῖς εἰς ἓν σῶµα ἐβαπτίσθηµεν, εἴτε Ἰουδαῖοι, εἴτε Ἕλληνες, εἴτε δοῦλοι, εἴτε ἐλεύθεροι. Ὃ δὲ λέγει, τοῦτό ἐστι· Τὸ κατασκευάσαν ἡµᾶς ἓν σῶµα γενέσθαι, καὶ ἀναγεννῆσαν ἡµᾶς, ἕν ἐστι Πνεῦµα· οὐ γὰρ ἐν ἄλλῳ µὲν οὗτος, ἐν ἄλλῳ δὲ ὁ ἕτερος ἐβαπτίσθη πνεύµατι. Οὐ µόνον δὲ τὸ βαπτίσαν ἡµᾶς ἓν, ἀλλὰ καὶ εἰς ὃ ἐβάπτισεν, τουτέστιν, ἐφ' ᾧ ἐβάπτισεν, ἕν. Οὐ γὰρ ἵνα διάφορα γένηται σώµατα, ἀλλ' ἵνα πάντες τὴν ἑνὸς σώµατος ἀκρίβειαν πρὸς ἀλλήλους διασώζωµεν, ἐβαπτίσθηµεν· τουτέστιν, ἵνα πάντες ἓν σῶµα ὦµεν, εἰς τοῦτο ἐβαπτίσθηµεν. βʹ. Ὥστε καὶ ὁ κατασκευάσας, εἷς, καὶ εἰς ὃ κατεσκεύασεν, ἕν. Καὶ οὐκ εἶπε, Τοῦ αὐτοῦ σώµατος ἵνα γενώµεθα, ἀλλ', Ἵνα ἓν σῶµα πάντες· ἀεὶ γὰρ φιλονεικεῖ τὰς ἐµφαντικωτέρας λέξεις τιθέναι. Καὶ καλῶς εἶπε, Πάντες ἡµεῖς, καὶ ἑαυτὸν προστιθείς. Οὐδὲ γὰρ ἐγὼ ὁ ἀπόστολος σοῦ τι πλέον ἔχω κατὰ τοῦτο, φησί· καὶ γὰρ σὺ σῶµα εἶ καθάπερ ἐγὼ, καὶ ἐγὼ καθάπερ σὺ, καὶ τὴν αὐτὴν ἅπαντες ἔχοµεν κεφαλὴν, καὶ τὰς αὐτὰς ἐλύσαµεν ὠδῖνας· διὸ καὶ τὸ αὐτὸ σῶµά ἐσµεν. Καὶ τί λέγω, φησὶν, Ἰουδαίους; τοὺς γὰρ τοσοῦτον ἀφεστηκότας ἡµῶν Ἕλληνας εἰς ἑνὸς σώµατος ἀκρίβειαν ἤγαγε.∆ ιὸ εἰπὼν, Ἡµεῖς πάντες, οὐκ ἔστη µέχρι τούτου, ἀλλ' ἐπήγαγεν· Εἴτε Ἰουδαῖοι, εἴτε Ἕλληνες, εἴτε δοῦλοι, εἴτε ἐλεύθεροι. Εἰ δὲ πρὸ τούτου τοσοῦτον ἀφεστηκότες ἡνώθηµεν καὶ ἐγενόµεθα ἓν, πολλῷ µᾶλλον µετὰ τὸ γενέσθαι ἓν, οὐκ ἂν εἴηµεν δίκαιοι λυπεῖσθαι καὶ ἀθυµεῖν· οὐδὲ γὰρ ἔχει χώραν ἡ διαφορά. Εἰ γὰρ Ἕλληνας καὶ Ἰουδαίους τῶν αὐτῶν ἠξίωσε, καὶ δούλους καὶ ἐλευθέρους, πῶς µετὰ τὸ ἀξιῶσαι διίστησιν, ὅτε πλείονα ἐκ τῆς τῶν χαρισµάτων χορηγίας τῆς ἑνώσεωςτὴν ἀκρίβειαν ἐχαρίσατο; Καὶ πάντες εἰς ἓν Πνεῦµα ἐποτίσθηµεν. Καὶ γὰρ τὸ σῶµα οὐκ ἔστιν ἓν µέλος, ἀλλὰ πολλά. Τουτέστι, πρὸς τὴν αὐτὴν ἤλθοµεν µυσταγωγίαν, τῆς αὐτῆς ἀπολαύοµεν τραπέζης. Καὶ διὰ τί µὴ εἶπε, Τὸ αὐτὸ σῶµα τρεφόµεθα, καὶ τὸ αὐτὸ αἷµα πίνοµεν; Ὅτι Πνεῦµα εἰπὼν, ἀµφότερα ἐδήλωσε καὶ τὸ αἷµα καὶ τὴν σάρκα· δι' ἀµφοτέρων γὰρ ἓν πνεῦµα ποτιζόµεθα. Ἐµοὶ δὲ δοκεῖ νῦν ἐκείνην λέγειν τοῦ Πνεύµατος τὴν ἐπιφοίτησιν, τὴν ἀπὸ τοῦ βαπτίσµατος καὶ πρὸ τῶν µυστηρίων ἐγγινοµένην ἡµῖν. Ἐποτίσθηµεν δὲ εἶπεν, ἐπειδὴ ἡ µεταφορὰ τῆς λέξεως σφόδρα ἁρµόδιος αὐτῷ πρὸς τὴν προκειµένην ὑπόθεσιν· ὡς ἂν εἰ ἐπὶ φυτῶν καὶ παραδείσου ἔλεγεν, ὅτι Ἀπὸ τῆς αὐτῆς πηγῆς πάντα τὰ δένδρα ἄρδεται, ὅτι ἀπὸ τοῦ αὐτοῦ ὕδατος· οὕτω δὴ καὶ ἐνταῦθα, Τὸ αὐτὸ Πνεῦµα ἐπίοµεν ἅπαντες, τῆς αὐτῆς ἀπελαύσαµεν χάριτος, φησίν. Εἰ τοίνυν καὶ ἓν Πνεῦµα ἡµᾶς κατεσκεύασε, καὶ εἰς ἓν σῶµα ἅπαντας ἡµᾶς συνήγαγε· τοῦτο γάρ ἐστιν, Εἰς ἓν σῶµα ἐβαπτίσθηµεν· καὶ µίαν τράπεζαν ἐχαρίσατο, καὶ τὴν αὐτὴν ἀρδείαν ἅπασιν ἔδωκε· τοῦτο γάρ ἐστιν, Εἰς ἓν Πνεῦµα ἐποτίσθηµεν· καὶ τοσοῦτον διεστῶτας ἥνωσε, καὶ τὰ πολλὰ τότε γίνεται σῶµα, ὅταν γένηται ἕν· τί µοι τὴν διαφορὰν ἄνω καὶ κάτω στρέφεις; Εἰ δὲ λέγεις, ὅτι Πολλά ἐστι τὰ µέλη καὶ διάφορα, µάθε ὅτι αὐτὸ µὲν οὖν τοῦτό ἐστι τὸ θαυµαστὸν, καὶ τοῦ σώµατος τὸ ἐξαίρετον, ὅταν τὰ πολλὰ καὶδιάφορα ἓν ποιῇ· εἰ δὲ µὴ ἦν πολλὰ, οὐχ οὕτω θαυµαστὸν ἦν καὶ παράδοξον τὸ, ἓν εἶναι σῶµα· µᾶλλον δὲ οὐδ' ἂν ἦν σῶµα. Ἀλλὰ τοῦτο µὲν ὕστερον τίθησι· τέως δὲ ἐπ' αὐτὰ τὰ µέλη χωρεῖ, λέγων οὕτως· Ἐὰν εἴπῃ ὁ ποῦς, ὅτι Οὐκ εἰµὶ χεὶρ, οὐκ εἰµὶ ἐκ τοῦ σώµατος, οὐ παρὰ τοῦτο οὐκ ἔστιν ἐκ τοῦ σώµατος; Καὶ ἐὰν εἴπῃ τὸ οὖς, ὅτι Οὐκ εἰµὶ ὀφθαλµὸς, οὐκ εἰµὶ ἐκ τοῦ σώµατος, οὐ παρὰ τοῦτο οὐκ ἔστιν ἐκ τοῦ σώµατος; Εἰ γὰρ τὸ µὲν ἠλαττῶσθαι, τὸν δὲ ὑπερέχειν, οὐκ ἀφίησιν εἶναι ἐκ τοῦ σώµατος, τὸ πᾶν ἀνῄρηται. Μὴ τοίνυν εἴπῃς, ὅτι Οὐκ εἰµὶ σῶµα, ἐπειδὴ ἐλάττων εἰµί· καὶ γὰρ ὁ ποῦς τὴν ἐλάττονα τάξιν ἔχει, ἀλλὰ τοῦ σώµατός ἐστι. Τὸ γὰρ ἐκ τοῦ σώµατος εἶναι καὶ µὴ εἶναι, οὐκ ἀπὸ τοῦ τὸν µὲν ἐν τῷδε τῷ τόπῳ, τὸν δὲ ἐν τῷδε κεῖσθαι· τοῦτο γὰρ τόπου ποιεῖ διαφοράν· ἀλλ' ἀπὸ τοῦ συνῆφθαι ἢ ἀπέχεσθαι· τὸ γὰρ εἶναι ἢ µὴ εἶναι σῶµα, ἐκ τοῦ ἡνῶσθαι ἢ µὴ ἡνῶσθαι γίνεται. Σὺ δέ µοι σκόπει τὴν σύνεσιν, πῶς αὐτῶν τὰ ῥήµατα τοῖς µέλεσι περιτίθησι τοῖς ἡµετέροις. Ὥσπερ γὰρ ἀνωτέρω ἔλεγε, Ταῦτα µετεσχηµάτισα εἰς ἐµαυτὸν καὶ Ἀπολλῶ, οὕτω δὴ καὶ ἐνταῦθα, ὥστε ἀνεπαχθῆ ποιῆσαι τὸν λόγον καὶ εὐπαράδεκτον, τὰ µέλη εἰσάγει φθεγγόµενα· ἵν', ὅταν ἀκούσωσι τῆς φύσεως αὐτοῖς ἀποκρινοµένης, ἀπὸ τῆς πείρας αὐτῆς ἐλεγχόµενοι καὶ τῆς κοινῆς ψήφου, µηδὲν λοιπὸν ἀντιλέγειν ἔχωσι. Κἂν γὰρ λέγητε, φησὶ, τοῦτο αὐτὸ, κἂν γογγύζητε, οὐ δύνασθε ἐκτὸς εἶναι τοῦ σώµατος. Ὥσπερ γὰρ ὁ τῆς φύσεως νόµος, οὕτω καὶ πολλῷ πλέον ἡ τῆς χάριτος δύναµις φυλάττει πάντα καὶ διατηρεῖ. Καὶ ὅρα πῶς ἐφύλαξε τὸ ἀπέριττον, οὐκ ἐπὶ πάντων τῶν µελῶν τὸν λόγον γυµνάζων, ἀλλ' ἐπὶ δύο µόνων, καὶ τούτων τῶν ἄκρων. Καὶ γὰρ τὸ πάντων τιµιώτερον τέθεικε, τὸν ὀφθαλµὸν, καὶ τὸ πάντων εὐτελέστερον, τοὺς πόδας. Καὶ οὐ ποιεῖ τὸν πόδα τῷ ὀφθαλµῷ διαλεγόµενον, ἀλλὰ τῇ ὀλίγον ἀναβεβηκυίᾳ χειρὶ, τὴν δὲ ἀκοὴν τοῖς ὀφθαλµοῖς. Ἐπειδὴ γὰρ οὐ τοῖς σφόδρα ὑπερέχουσιν, ἀλλὰ τοῖς ὀλίγον ἀναβεβηκόσι φθονεῖν, εἰώθαµεν, διὰ τοῦτο καὶ αὐτὸς οὕτω ποιεῖται τὴν σύγκρισιν. Εἰ ὅλον τὸ σῶµα ὀφθαλµὸς, ποῦ ἡ ἀκοή; εἰ ὅλον ἀκοὴ, ποῦ ἡ ὄσφρησις; Ἐπειδὴ γὰρ εἰς τὴν τῶν µελῶν ἐµπεσὼν διαφορὰν, καὶ εἰπὼν πόδας καὶ χεῖρας καὶ ὀφθαλµοὺς καὶ ὦτα, εἰς ἔννοιαν αὐτοὺς τῆς ἐλαττώσεως καὶ τῆςὑπεροχῆς ἤγαγεν· ὅρα πῶς πάλιν αὐτοὺς παραµυθεῖται, δεικνὺς ὅτι οὕτω συµφέρον ἦν, καὶ τὸ πολλοὺς εἶναι καὶ διαφόρους, τοῦτο µάλιστα ποιεῖ σῶµα εἶναι. Εἰ δὲ ἓν ἦσαν οἱ πάντες, οὐκ ἦσα ν σῶµα· διό φησιν, Εἰ δὲ ἦν τὰ πάντα ἓν µέλος, ποῦ τὸ σῶµα; Ἀλλὰ τοῦτο µὲν ὕστερον λέγει· ἐνταῦθα δέ τι καὶ πλέον δείκνυσιν, ὅτι οὐ µόνον σῶµα εἶναι οὐκ ἐγχωρεῖ, ἀλλ' οὐδὲ εἶναι τοὺς λοιπούς. Εἰ ὅλον γὰρ ἦν ἀκοὴ, ποῦ ἡ ὄσφρησις; φησίν. γʹ. Εἶτα ἐπειδὴ ἔτι καὶ οὕτως ἐθορυβοῦντο· ὅπερ ἀνωτέρω ἐποίησε, καὶ νῦν τοῦτο ποιεῖ. Ὥσπερ γὰρ ἐκεῖ διὰ τοῦ συµφέροντος παρακαλέσας, ὕστερον καὶ ἐπεστόµισε σφοδρῶς, εἰπών· Ταῦτα δὲ πάντα ἐνεργεῖ ἓν καὶ τὸ αὐτὸ Πνεῦµα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται· οὕτω καὶ ἐνταῦθα λογισµοὺς θεὶς, καθ' οὓς ἔδειξε συµφέρον ὂν οὕτω γενέσθαι πάντα, πάλιν ἐπὶ τὴν τοῦ Θεοῦ βουλὴν ἀνάγει τὸ πᾶν λέγων· Νυνὶ δὲ ὁ Θεὸς ἔθετο τὰ µέλη, ἓν ἕκαστον αὐτῶν ἐν τῷ σώµατι καθὼς ἠθέλησεν. Ὥσπερ περὶ τοῦ Πνεύµατος εἶπε, Καθὼς βούλεται, οὕτω καὶ ἐνταῦθα, Καθὼς ἠθέλησε. Μὴ τοίνυν ἐξέταζε λοιπὸν τὴν αἰτίαν, διὰ τί οὕτω, καὶ διὰ τί οὐχ οὕτω. Κἂν γὰρ µυρίους λόγους ἔχωµεν εἰπεῖν, οὐχ οὕτω δυνησόµεθα δεῖξαι ὅτι καλῶς, ὡς ὅταν εἴπωµεν, ὅτι ὡς ὁ ἀριστοτέχνης ἠθέλησεν, οὕτω γέγονεν· ὡς γὰρ συµφέρον ἐστὶν, οὕτω βούλεται. Εἰ δὲ ἐν τῷ σώµατι τούτῳ οὐ περιεργαζόµεθα τὰ µέλη, πολλῷ µᾶλλον ἐν τῇ Ἐκκλησίᾳ. Καὶ ὅρα αὐτοῦ τὴν σύνεσιν· οὐ γὰρ τὴν ἀπὸ τῆς φύσεως τίθησι διαφορὰν, οὐδὲ τὴν ἀπὸ τῆς ἐνεργείας, ἀλλὰ τὴν ἀπὸ τῆς θέσεως τῶν τόπων. Νυνὶ γὰρ, φησὶν, ὁ Θεὸς ἔθετο τὰ µέλη, ἓν ἕκαστον αὐτῶν ἐν τῷ σώµατι, καθὼς ἠθέλησε. Καὶ καλῶς εἶπεν, Ἕκαστον, ἐπὶ πάντων τὸ λυσιτελὲς ἐνδεικνύµενος. Οὐ γὰρ ἂν ἔχοις εἰπεῖν, ὅτι τοῦτο µὲν αὐτὸς ἔταξεν, ἐκεῖνο δὲ οὐχί· ἀλλὰ ἕκαστον κατὰ τὸ θέληµα αὐτοῦ, οὕτω κεῖται. Ὥστε καὶ τῷ ποδὶ συµφέρει τὸ οὕτω τετάχθαι, οὐχὶ τῇ κεφαλῇ µόνον· κἂν ἀνταλλάξῃ τὴν τάξιν, καὶ τὴν οἰκείαν χώραν ἀφεὶς, ἐφ' ἑτέραν ἔλθῃ, κἂν ἐπὶ µείζονα δοκῇ ἐληλυθέναι, τὸ πᾶν ἀπώλεσε καὶ διέφθειρε· τῆς τε γὰρ οἰκείας ἐκπίπτει, καὶ τῆς ἑτέρας οὐκ ἐπιτυγχάνει. Εἰ δὲ ἦν τὰ πάντα ἓν µέλος, ποῦ τὸ σῶµα; Νυνὶ δὲ πολλὰ µὲν µέλη, ἓν δὲ σῶµα. Ἐπιστοµίσας γὰρ αὐτοὺς ἱκανῶς ἀπὸ τῆς τοῦ Θεοῦ διατάξεως, πάλιν λογισµοὺς τίθησι· καὶ οὔτε τοῦτο ἀεὶ ποιεῖ οὔτε, ἐκεῖνο, ἀλλ' ἐναλλάττων ποικίλλει τὸν λόγον. Ὅ τε γὰρ ἐπιστοµίζων µόνον, τὸν ἀκροατὴν, θορυβεῖ ὅ τε δὲ ἐθίζων αὐτὸν πάντων αἰτίας ἀπαιτεῖν, εἰς τὸν τῆς πίστεως αὐτὸν παραβλάπτει λόγον.∆ ιὰ δὴ τοῦτο κἀκεῖνο συνεχῶς ὁ Παῦλος ποιεῖ, ἵνα καὶ πιστεύσωσι καὶ µὴ θορυβῶνται· καὶ µετὰ τὸ ἐπιστοµίσαι πάλιν καὶ λόγον παρέχει. Καὶ σκόπει τὴν φιλονεικίαν, καὶ τὴν περιουσίαν τῆς νίκης. Ἀφ' ὧν γὰρ ἐνόµιζον οὐκ εἶναι ἰσότιµοι τῷ πολλὴν ἐν αὐτοῖς εἶναι τὴν διαφορὰν, ἀπὸ τούτων δείκνυσιν, ὅτι δι' αὐτὸ µὲν οὖν τοῦτο ἰσότιµοι. Πῶς; ἐγὼ λέγω. Εἰ ἦν τὰ πάντα, φησὶν, ἓν µέλος, ποῦ τὸ σῶµα; Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Εἰ µὴ ἦν ἐν ὑµῖν πολλὴ ἡ διαφορὰ, οὐκ ἂν ἦτε σῶµα· σῶµα δὲ οὐκ ὄντες, οὐκ ἂν ἦτε ἕν· ἓν δὲ οὐκ ὄντες, οὐκ ἂν ἦτε ἰσότιµοι. Ὥστε οὖν εἰ πάντες ἰσότιµοι ἦτε, οὐκ ἂν ἦτε σῶµα· οὐκ ὄντες δὲ σῶµα, οὐκ ἂν ἦτε ἕν· οὐκ ὄντες δὲ ἓν, πῶς ἂν ἦτε ἰσότιµοι; Νῦν µέντοι, ἐπειδὴ οὐκ ἐστὲ πάντες ἕν τι χάρισµα ἔχοντες, διὰ τοῦτο σῶµά ἐστε· σῶµα δὲ ὄντες, πάντες ἐστὲ ἓν, καὶ οὐδὲν ἀλλήλων διαφέρετε κατὰ τὸ σῶµα εἶναι. Ὥστε ἡ διαφορὰ αὕτη µάλιστά ἐστιν ἡ ποιοῦσα τὴν ἰσοτιµίαν· διὸ καὶ ἐπήγαγε, Νῦν δὲ πολλὰ µὲν µέλη, ἓν δὲ σῶµα. Ταῦτ' οὖν ἐννοοῦντες καὶ ἡµεῖς πᾶσαν βασκανίαν ἐκβάλωµεν, καὶ µήτε τοῖς µείζονα χαρίσµατα ἔχουσι φθονῶµεν, µήτε καταφρονῶµεν τῶν τὰἐλάττονα κεκτηµένων· οὕτω γὰρ ὁ Θεὸς ἠθέλησε. Μὴ τοίνυν ἀντιτασσώµεθα. Εἰ δὲ ἔτι θορυβῇ, ἐννόησον ὅτι τὸ σὸν ἔργον οὐ δύναται ἐκεῖνος πολλάκις ἀνύειν. Ὥστε κἂν ἐλάττων ᾖς, τούτῳ πλεονεκτεῖς· κἂν µείζων ἐκεῖνος ᾖ, ἐλαττοῦται ἐν τούτῳ, καὶ οὕτως ἰσότης γίνεται. Καὶ γὰρ καὶ ἐν τῷ σώµατι καὶ τὰ µικρὰ οὐ µικρὰ δοκεῖ συντελεῖν, ἀλλὰ καὶ τοῖς µεγάλοις λυµαίνεται πολλάκις, ὅταν ἀποστῇ Τί γὰρ τριχῶν εὐτελέστερονἐν τῷ σώµατι; ἀλλὰ τὰς εὐτελεῖς ταύτας ἂν ἀνέλῃς ἀπὸ τῶν ὀφρύων καὶ τῶν βλεφάρων, ὅλην ἠφάνισας τῆς ὄψεως τὴν ὥραν, καὶ ὀφθαλµὸς οὐκέτι ὁµοίως φανεῖτα ι καλός· καίτοι γε περὶ τὸ τυχόν ἐστιν ἡ ζηµία, ἀλλ' ὅµως καὶ οὕτω πᾶσα διεφθάρη ἡ εὐµορφία· οὐκ εὐµορφία δὲ µόνον, ἀλλὰ καὶ πολὺ τῆς χρείας τῶν ὀφθαλµῶν. Τῶν γὰρ µελῶν ἡµῶν ἕκαστον καὶ ἰδίαν ἐνέργειαν ἔχει καὶ κοινὴν, καὶ κάλλος ὁµοίως καὶ ἴδιον καὶ κοινόν ἐστιν ἐν ἡµῖν· καὶ δοκεῖ µὲν διῃρῆσθαι ταῦτα, συµπέ πλεκται δὲ ἀκριβῶς, καὶ θατέρου διαφθαρέντος καὶ τὸ ἕτερον συναπόλλυται. Σκόπει δέ· ἔστωσαν ὀφθαλµοὶ λάµποντες, καὶ παρειὰ µειδιῶσα, καὶ χεῖλος ἐρυθρὸν, καὶ ῥὶς εὐθεῖα, καὶ ὀφρὺς ἐκτεταµένη· ἀλλ' ὅµως κἂν τὸ τυχὸν ἐκ τούτων λυµήνῃ, τῷ κοινῷ πάντων ἐλυµήνω κάλλει, καὶ πάντα κατηφείας µεστὰ, καὶ πάντα αἰσχρὰ φανεῖται τὰ πρὸ τούτου καλά. Ἂν γὰρ τὸ ἄκρον µόνον τῆς ῥινὸς συντρίψῃς, πάντων πολλὴν κατέχεας τὴν ἀµορφίαν, καίτοι γε ἑνὸς µέλους ἐστὶν ἡ πήρωσις· καὶ ἐπὶ χειρὸς ὁµοίως, ἂν ἑνὸς δακτύλου τὸν ὄνυχα ἐξέλῃς, τὸ αὐτὸ γινόµενον ὄψει. δʹ. Εἰ δὲ καὶ ἐπὶ ἐνεργείας βουληθείης τὸ αὐτὸ συµβαῖνον ἰδεῖν, ἄνελε δάκτυλον ἕνα, καὶ τοὺς λοιποὺς ἀργοτέρους ὄψει, καὶ οὐκέτι τὰ αὐτῶν ποιοῦντας ὁµοίως. Ἐπεὶ οὖν κοινὸν αἶσχος ἡ τοῦ µέλους ζηµία, καὶ κοινὸν κάλλος ἡ σωτηρία, µὴ ἐπαιρώµεθα µηδὲ ἐπεµβαίνωµεν τοῖς πλησίον.∆ ιὰ γὰρ ἐκεῖνο τὸ µικρὸν µέλος καὶ τὸ µέγα ἐστὶ καλὸν καὶ ὡραῖον, καὶ διὰ τῶν βλεφαρίδων ὀφθαλµὸς καλλωπίζεται. Ὥστε ἑαυτῷ πολεµεῖ ὁ τῷ ἀδελφῷ πολεµῶν· οὐ γὰρ µέχρις ἐκείνου τὰ τῆς βλάβης, ἀλλὰ καὶ αὐτὸς οὐ µικρὰν ὑποστήσεται ζηµίαν. Ἵν' οὖν µὴ τοῦτο γίνηται, ὡς ἑαυτῶν, οὕτω καὶ τῶν πλησίον φροντίζωµεν, καὶ ταύτην τὴν εἰκόνα τοῦ σώµατος καὶ νῦν ἐπὶ τὴν Ἐκκλησίαν µεταγάγωµεν, καὶ προνοῶµεν ἁπάντων ὡς µελῶν οἰκείων. Καὶ γὰρ καὶ ἐν τῇ Ἐκκλησίᾳ µέλη πολλὰ καὶ διάφορα· καὶ τὰ µὲν τιµιώτερα, τὰ δὲ καταδεέστερα· οἷόν εἰσι παρθένων χοροὶ, εἰσὶ χηρῶν σύλλογοι, εἰσὶ τῶν ἐν γάµῳ σώφρονι λαµπόντων φρατρίαι, καὶ πολλοὶ τῆς ἀρετῆς οἱ βαθµοί. Καὶ ἐπὶ τῆς ἐλεηµοσύνης πάλιν ὁµοίως· ὁ µὲν γὰρ τὰ πάντα ἐκένωσεν, οἱ δὲ τῆς αὐταρκείας ἐπιµελοῦνται µόνης, καὶ πλέον τῆς χρείας οὐδὲν ζητοῦσιν, οἱ δὲ ἐκ τοῦ περισσεύµατος ἔδωκαν· ἀλλ' ὅµως οὗτοι πάντες ἀλλήλους κοσµοῦσι, κἂν ἐξουθενήσῃ τὸν ἐλάττονα ὁ µείζων, ἑαυτὸν τὰ µέγιστα ἔβλαψεν. Ἥ τε γὰρ παρθένος ἂν ὑβρίσῃ τὴν ἔγγαµον, οὐ µικρὸν ὑπετέµετο τοῦ µισθοῦ· ὅ τε τὰ πάντα κενώσας, ἂν ὀνειδίσῃ τῷ µὴ τοῦτο πεποιηκότι, πολὺ τῶν αὐτοῦ πόνων ἐκένωσε. Καὶ τί λέγω παρθένους καὶ χήρας καὶ ἀκτήµονας ἄνδρας; Τί γὰρ τῶν προσαιτούντων εὐτελέστερον; ἀλλ' ὅµως καὶ οὗτοι χρείαν πληροῦσι µεγίστην ἐν Ἐκκλησίᾳ, προσηλωµένοι ταῖς θύραις τοῦ ναοῦ, καὶ κόσµον παρέχοντες µέγιστον, καὶ τούτων ἄνευ οὐκἂν ἀπαρτισθείη τὸ πλήρωµα τῆς Ἐκκλησίας. Ὅπερ οὖν καὶ οἱ ἀπόστολοι συνιδόντες ἐξαρχῆς ἐνοµοθέτησαν, ὥσπερ τὰ ἄλλα πάντα, οὕτω καὶ τὸ χήρας εἶναι· καὶ τοσαύτην ἐποιήσαντο περὶ τὸ πρᾶγµα σπουδὴν, ὡς καὶ διακόνους αὐταῖς ἐπιστῆσαι ἑπτά. Ὥσπερ γὰρ ἐπισκόπους καὶ πρεσβυτέρους καὶ διακόνους καὶ παρθένους καὶ ἐγκρατευοµένους ἀριθµῷ, τὰ µέλη τῆς Ἐκκλησίας καταλέγων, οὕτω καὶ χήρας. Οὐδὲ γὰρ τὴν τυχοῦσαν χρείαν αὗται πληροῦσι. Σὺ µὲν γὰρ ὅτε βούλει, παραγέγονας· αὗται δὲ καὶ ἡµέραν καὶ νύκτα ψάλλουσι καὶ πάρεισιν, οὐ τῆς ἐλεηµοσύνης ἕνεκεν µόνης τοῦτο ποιοῦσαι· ἐπεὶ, εἰ τοῦτο ἐβούλοντο, ἐξῆν κατὰ τὴν ἀγορὰν βαδίζειν, καὶ ἐν τοῖς στενωποῖς προσαιτεῖν· ἀλλ' ἔχουσί τι καὶ εὐλαβείας οὐ µικρόν. Ὅρα γοῦν ἐν ὅσῃ καµίνῳ πενίας εἰσί. Καὶ βλασφηµουσῶν οὐκ ἄν ποτε αὐτῶν ἀκούσῃς, οὐδὲ ἀποδυσπετουσῶν, ἅπερ πολλαὶ τῶν πλουτούντων ποιοῦσιν. Καὶ αἱ µὲν αὐτῶν πεινῶσαι ἐκοιµήθησαν πολλάκις, αἱ δὲ καὶ διηνεκῶς ὑπὸ τοῦ κρυµοῦ πηγνύµεναι διατελοῦσι, καὶ ὅµως ἐν εὐχαριστίᾳ καὶδοξολογίᾳ διάγουσι. Κἂν ὀβολὸν δῷς, εὐχαριστοῦσι καὶ ἐπεύχονται µυρία τῷ δεδωκότι· κἂν µηδὲν δῷς, οὐ δυσχεραίνουσιν, ἀλλὰ καὶ οὕτως εὐλογοῦσι καὶ ἀγαπῶσι, τῆς ἐφηµέρου τροφῆς ἀπολαύουσαι. Κἂν γὰρ µὴ βούλωνται, φησὶν, ἀνάγκη φέρειν αὐτάς.∆ ιὰ τί; εἰπέ µοι· τίνος ἕνεκεν τὸ πικρὸν τοῦτο ἐφθέγξω ῥῆµα; οὐκ εἰσὶ τέχναι αἰσχραὶ, καὶ τοῖς γεγηρακόσι κέρδος ἔχουσαι καὶ ταῖς γεγηρακυίαις; οὐκ ἠδύναντο, εἴπερ βούλοιτο τοῦ ζῇν ἐπιεικῶς ἀµελεῖν, κἀκεῖθεν µετὰ πολλῆς ἀποτρέφεσθαι τῆς περιουσίας; οὐχ ὁρᾷς πόσοι τῶν ἐν ταύτῃ τῇ ἡλικίᾳ µαστροποὶ καὶ προαγωγοὶ γινόµενοι, καὶ ἕτερα τοιαῦτα ἄττα διακονούµενοι, καὶ τρέφονται καὶ τρυφῶσιν; Ἀλλ' οὐχ οὗτοι, ἀλλ' αἱροῦνται λιµῷ διαφθείρεσθαι µᾶλλον, ἢ καταισχῦναι τὴν ἑαυτῶν ζωὴν καὶ προδοῦναι τὴν σωτηρίαν· καὶ κάθηνται δι' ἡµέρας ὅλης φάρµακόν σοι κατασκευάζοντες σωτηρίας. Οὐ γὰρ οὕτως ἰατρὸς, χεῖρα ἐκτείνων καὶ σιδήριον ἐπάγων, ἐκτέµνει τὰ σεσηπότα τῶν τραυµάτων, ὡς πένης, δεξιὰν ἐκτείνων καὶ ἐλεηµοσύνηνλαµβάνων, περιαιρεῖ τῶν τραυµάτων τοὺς µώλωπας. Καὶ τὸ δὴ θαυµαστὸν, ὅτι χωρὶς ἀλγηδόνος καὶ ὀδύνης τὴν καλὴν ταύτην ἐργάζονται ἰατρείαν. Καὶ ἡµῶν τῶν τοῦ λαοῦ προκαθηµένων καὶ παραινούντων ὑµῖν τὰ συµφέροντα οὐκ ἔλαττον ἐκεῖνος διαλέγεται ὁ πρὸ τῶν θυρῶν τῆς ἐκκλησίαςκαθήµενος διὰ τῆς σιγῆς καὶ τῆς ὄψεως. Καὶ γὰρ ἡµεῖς ταῦτα καθ' ἑκάστην ὑµῖν ἐνηχοῦµεν τὴν ἡµέραν, λέγοντες· Μὴ µέγα φρόνει, ὦ ἄνθρωπε, ὀξύῤῥοπον καὶ εὐµετάπτωτον τῶν ἀνθρώπων ἡ φύσις, ἡ νεότης πρὸς γῆρας ἐπείγεται, τὸ κάλλος πρὸς ἀµορφίαν, ἡ ἰσχὺςπρὸς ἀσθένειαν, ἡ τιµὴ πρὸς καταφρόνησιν, ἡ ὑγιεία πρὸς ἀῤῥωστίαν µεταπίπτει, ἡ δόξα πρὸς εὐτέλειαν, ὁ πλοῦτος πρὸς πενίαν· ῥεύµατι σφοδρῷ τὰ ἡµέτερα ἔοικεν οὐδαµοῦ ἵστασθαι βουλοµένῳ, ἀλλ' ἐπειγοµένῳ πρὸς τὸ κάταντες. εʹ. Τὰ αὐτὰ καὶ ἐκεῖνοι, καὶ πλείονα τούτων διὰ τῆς ὄψεως συµβουλεύουσι, καὶ διὰ τῆς πείρας αὐτῆς, ἥτις καὶ σαφεστέρα ἐστὶ παραίνεσις. Πόσοι γοῦν τῶν ἔξω καθηµένων νῦν ἤκµασαν ἐν νεότητι, καὶ µεγάλα εἰργάσαντο; πόσοι τῶν εἰδεχθῶν τούτων καὶ ἐπὶ τῇ τοῦ σώµατος ἰσχύι καὶ τῇ τῆς ὄψεως ὥρᾳ πολλοὺς παρήλασαν; Ἀλλὰ µὴ ἀπιστεῖτε, µηδὲ χλευάζετε· καὶ γὰρ µυρίων γέµει τοιούτων ὑποδειγµάτων ὁ βίος. Εἰ γὰρ βασιλεῖς ἐξ εὐτελῶν καὶ ταπεινῶν πολλοὶ πολλάκις ἐγένοντο, τί θαυµαστὸν, καὶ ἐκ µεγάλων καὶ ἐνδόξων ταπεινοὶ καὶ εὐτελεῖς κατέστησαν; καὶ γὰρ τὸ πολλῷ παραδοξώτερον ἐκεῖνό ἐστι· τοῦτο δὲ τῶν ἀεὶ συµβαινόντων. Ὥστε οὐ χρὴ διαπιστεῖν, εἴ τινες τούτων καὶ ἐν τέχναις καὶ ἐν στρατείαις ἤνθησαν καὶ ἐν χρηµάτων περιουσίαις, ἀλλὰ καὶ ἐλεεῖν αὐτοὺς µετὰ πολλῆςτῆς συµπαθείας, καὶ ὑπὲρ ἑαυτῶν δεδοικέναι, µή ποτε καὶ αὐτοὶ τὰ αὐτὰ πάθωµεν. Καὶ γὰρ καὶ ἡµεῖς ἄνθρωποι, καὶ ὑπὸ τὴν ὀξύῤῥοπον ταύτην κείµεθα µεταβολήν. Ἀλλ' ἴσως τῶν ἀγνωµόνων τις καὶ σκώπτειν εἰωθότων καὶ ἐπισκήψει τοῖς εἰρηµένοις, καὶ κωµῳδήσει πάντως ἡµᾶς λέγων· Μέχρι τίνος οὐ παύσῃ πένητας ἀεὶ καὶ πτωχοὺς ἐν τοῖς λόγοις εἰσάγων, καὶ συµφορὰς ἡµῖν προφητεύων, καὶ πενίαν προαναφωνῶν, καὶ πτωχοὺςποιῆσαι σπουδάζων; Οὐ πτωχοὺς ὑµᾶς σπουδάζων ποιῆσαι, ἄνθρωπε, ταῦτα λέγω, ἀλλὰ τοῦ οὐρανοῦ τὸν πλοῦτον ὑµῖν ἀνοῖξαι σπεύδων. Ἐπεὶ καὶ πρὸς τὸν ὑγιαίνοντα ὁ τῶν ἀῤῥωστούντων µεµνηµένος καὶ τὰς ἐκείνων διηγούµενος ὀδύνας, οὐχ ἵνα ἐπίνοσον ποιήσῃ, λέγει, ἀλλ' ἵνα ἐπὶτῆς ὑγιείας διατηρήσῃ, τῷ φόβῳ τῶν ἐκείνοις συµβαινόντων τὴν τούτου ῥᾳθυµίαν ἐκκόπτων. Φοβερὸν ὑµῖν ἡ πενία εἶναι δοκεῖ, καὶ φρικτὸν καὶ µέχρι προσηγορίας αὐτῆς.∆ ιὰ γὰρ τοῦτο πένητές ἐσµεν, ὅτι πενίαν δεδοίκαµεν, κἂν µύρια ἔχωµεν τάλαντα. Οὐ γὰρ ὁ µηδὲν ἔχων, πένης, ἀλλ' ὁ πενίαν φρίττων· ἐπεὶ καὶ ἐν ταῖς συµφοραῖς οὐ τοὺς τὰ µεγάλα πάσχοντας κακὰ δακρύοµεν καὶ ἀθλίους ἡγούµεθα, ἀλλὰ τοὺς οὐκ εἰδότας αὐτὰ φέρειν, κἂν µικρὰ τύχῃ ὄντα· ὡς ὅ γε φέρειν εἰδὼς καὶ ἐπαίνων ἄξιος καὶ στεφάνων. Καὶ ὅτι τοῦτο τοῦτον ἔχει τὸν τρόπον, ἐν τοῖς ἀγῶσι τίνας ἐπαινοῦµεν; τοὺς πολλὰ τυπτοµένους καὶ µὴ ἀλγοῦντας, ἀλλ' ὑψηλὸν τὸν αὐχένα ἔχοντας, ἢ τοὺς ἀπὸ τῶν πρώτων φεύγοντας πληγῶν; οὐχὶ ἐκείνους µὲν καὶ στεφανοῦµεν, ὡς ἀνδρείους καὶ γενναίους, τούτους δὲ καὶ γελῶµεν, ὡς ἀνάνδρους καὶ δειλούς; Οὕτω τοίνυν καὶ ἐπὶ τῶν τοῦ βίου πραγµάτων ποιῶµεν· τὸν µὲν εὐκόλως ἅπαντα φέροντα στεφανώσωµεν, καθάπερ ἐκεῖνον τὸν γενναῖον παγκρατιαστήν· τοῦτον δὲ δακρύσωµεν τὸν δεδοικότα καὶ τρέµοντα τὰ δεινὰ, καὶ πρὶν ἢ δέξασθαι πληγὴν ἀποτεθνηκότα τῷ δέει. Καὶ γὰρ ἐπὶ τῶν ἀγώνων εἴ τις, πρὶν ἢ χεῖρας ἀντᾶραι, τὸν ἀντίπαλον ἰδὼν τὴν δεξιὰν τείνοντα µόνον ἀποφύγοι, κἂν µὴ δέξηται πληγὴν, καταγέλαστος ἔσται, ὡς ἄτονος καὶ µαλακὸς καὶ πόνων ἄπειρος τοιούτων· οἷον καὶ ἐπὶ τούτων συµβαίνει τῶν πενίαν δεδοικότων, καὶ οὐδὲ τὴν προσδοκίαν αὐτῆς ἐνεγκεῖν δυναµένων. Οὐκ ἄρα ἡµεῖς ποιοῦµεν ὑµᾶς ἀθλίους, ἀλλ' ὑµεῖς ἑαυτούς. Πῶς γὰρ οὐ καταπαίξεταί σου λοιπὸν ὁ διάβολος, καὶ πρὸ τῆς πληγῆς τὴν ἀπειλὴν ὁρῶν δεδοικότα καὶ τρέµοντα; Μᾶλλον δὲ, ὅταν ἀπειλὴν τοῦτο νοµίζῃς, οὐ δεήσεται λοιπὸν οὐδὲ πλῆξαι, ἀλλ' ἀφεὶς ἔχειν τὸν πλοῦτον, τῇ προσδοκίᾳ τῆς ἀφαιρέσεως κηροῦπαντὸς µαλακώτερόν σε ἐργάσεται. Καὶ γὰρ πεφύκαµεν, ὡς εἰπεῖν, ἅπερ δεδοίκαµεν, µετὰ τὸ παθεῖν οὐχ οὕτω νοµίζειν εἶναι φοβερὰ, ὥσπερ ἔµπροσθεν καὶ πρὸ τῆς πείρας. Ἵν' οὖν µηδὲ ταύτην κτήσῃ τὴν ἀρετὴν, ἐν ἀκµάζοντί σε κατέχει φόβῳ, πρὸ τῆς πείρας τῷ φόβῳ τῆς πενίας ὥσπερ κηρὸν πυρὶ κατατήκων. Καὶ γὰρ κηροῦ παντὸς µαλακώτερος ὁ τοιοῦτος, καὶ αὐτοῦ τοῦ Κάϊν ἀθλιώτερον βίον ζών, ὑπὲρ µὲν ὧν πλεονεκτεῖ δεδοικὼς, ὑπὲρ δὲ ὧν οὐκ ἔχει ἀλγῶν· καὶ ὑπὲρ ὧν ἔχει τρέµων πάλιν, ἅτε δραπέτην ἀγνώµονα κατέχων ἔνδον τὸν πλοῦτον, καὶ ποικίλοις τισὶ καὶ ἀτόποις πολιορκούµενος πάθεσι. Καὶ γὰρ ἐπιθυµία ἄτοπος καὶ φόβος πολυειδὴς καὶ ἀγωνία καὶ τρόµος πανταχόθεν αὐτοὺς χειµάζουσι· καὶ ἐοίκασι πλοίῳ πάντοθεν ἐναντίοις ἀνέµοις ἐλαυνοµένῳ, καὶ πολλὰς ὑποµένοντι τὰς τρικυµίας. Καὶ πόσῳ βέλτιον τὸν τοιοῦτον ἀπελθεῖν, ἢ διηνεκῆ φέρειν χειµῶνα; ἐπεὶ καὶ τὸν Κάϊν ἀνεκτότερον ἦν ἀποθανεῖν, ἢ διαπαντὸς τρέµειν. Ἵν' οὖν µὴ καὶ ἡµεῖς ταῦτα πάσχωµεν, καταγελάσωµεν τῆς τοῦ διαβόλου µηχανῆς, διαῤῥήξωµεν αὐτοῦ τὰ σχοινία, διακόψωµεν τοῦ χαλεποῦδόρατος τὴν αἰχµὴν, καὶ πᾶσαν ἔφοδον ἀποτειχίσωµεν. Ἂν γὰρ χρηµάτων καταγελάσῃς, οὐκ ἔχει ποῦ πλήξαι, οὐκ ἔχει πόθεν ἐπιλάβηται· τὴν γὰρ ῥίζαν ἀνέσπασας τῶν κακῶν· ῥίζης δὲ οὐκ οὔσης, οὐδὲ καρπὸς βλαστήσει πονηρός. Ταῦτα λέγωµεν µὲν ἀεὶ, καὶ λέγοντες οὐ παυώµεθα· εἰ δέ τι λέγοντες ἀνύοµεν, ἡ ἡµέρα δείξει ἐκείνη ἡ ἐν πυρὶ ἀποκαλυπτοµένη, ἡ τὸ ἑκάστου ἔργον δοκιµάζουσα, ἡ τὰς λαµπάδας δεικνύουσα τὰς λαµπρὰςκαὶ τὰς οὐ τοιαύτας. Τότε καὶ ὁ ἔχων τὸ ἔλαιον, καὶ ὁ µὴ ἔχων, δῆλος ἔσται. Ἀλλὰ µηδένα γένοιτο τότε εὑρεθῆναι ταύτης ἔρηµον τῆς παραµυθίας, ἀλλὰ πάντας δαψιλῆ τὴν φιλανθρωπίαν ἐπιφεροµένους, καὶ φαιδρὰςἔχοντας τὰς λαµπάδας, συνεισελθεῖν τῷ νυµφίῳ· ὡς οὐδὲν τῆς φωνῆς ἐκείνης φοβερώτερον καὶ ὀδυνηρότερον, ἢν οἱ χωρὶς ἐλεηµοσύνης δαψιλοῦς ἀπιόντες τότε ἀκούσονται τοῦ νυµφίου λέγοντος, Οὐκοἶδα ὑµᾶς. Ἀλλὰ µήποτε ταύτης ἀκούσαιµεν τῆς φωνῆς, ἀλλὰ τῆς ἡδίστης ἐκείνης καὶ ποθεινοτάτης,∆ εῦτε, οἱ εὐλογηµένοι τοῦ Πατρός µου, κληρονοµήσατετὴν ἡτοιµασµένην ὑµῖν βασιλείαν ἀπὸ καταβολῆς κόσµου. Οὕτω γὰρ καὶ τὸν µακάριον ζησόµεθα βίον, καὶ τῶν ἀγαθῶν ἀπολαυσόµεθα πάντων τῶν καὶ νοῦν ὑπερβαινόντων ἀνθρώπινον· ὧν γένοιτο πάντας ἡµᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.