In epistulam i ad Corinthios
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
35.35
∆ ιώκετε τὴν ἀγάπην· ζηλοῦτε δὲ τὰ πνευµατικὰ, µᾶλλον δὲ ἵνα προφητεύητε. αʹ. Ἐπειδὴ γὰρ µετὰ ἀκριβείας τὴν ἀρετὴν αὐτοῖς κατέλεξεν ἅπασαν τῆς ἀγάπης, παραινεῖ λοιπὸν µετὰ προθυµίας αὐτῆς ἀντέχεσθαι· διὸ καὶ ἔλεγε,∆ ιώκετε. Ὁ γὰρ διώκων ἐκεῖνο µόνον ὁρᾷ τὸ διωκόµενον, καὶ πρὸς ἐκεῖνο τέταται, καὶ οὐκ ἀφίσταται ἕως ἂν λάβῃ. Ὁ διώκων ὅταν δι' ἑαυτοῦ µὴ δυνηθῇ, διὰ τῶν πρὸ αὐτοῦ καταλαµβάνει τὸν φεύγοντα, τοὺς ἐγγὺς ὄντας µετὰ πολλῆς παρακαλῶν τῆς σπουδῆς κατέχεινκαὶ τηρεῖν αὐτῷ κατασχεθέντα, ἕως ἂν φθάσῃ. Τοῦτο δὴ καὶ ἡµεῖς ποιῶµεν· καὶ ὅταν αὐτοὶ µὴ φθάνωµεν τὴν ἀγάπην, τοὺς ἐγγὺς ὄντας αὐτῆς κελεύωµεν κατέχειν αὐτὴν, ἕως ἂν φθάσωµεν πρὸς αὐτήν· εἶτα ἐπειδὰν ἐπιλαβώµεθα, µηκέτ' ἀφῶµεν αὐτὴν, ἵνα µὴ πάλιν ἡµᾶς διαφύγῃ. Συνεχῶς γὰρ ἡµῶν ἀποπηδᾷ, ἐπειδὴ οὐκ εἰς δέον αὐτῇ κεχρήµεθα, ἀλλὰ πάντα αὐτῆς προτιµῶµεν.∆ ιὰ τοῦτο πάντα χρὴ ποιεῖν, ὥστε αὐτὴν µετὰ ἀκριβείας κατασχεῖν. Ἐὰν γὰρ τοῦτο γένηται, οὐδὲ πολλοῦ δεῖ πόνου ἡµῖν λοιπὸν, µᾶλλον δὲ οὐδὲ τοῦ τυχόντος, ἀλλὰ τρυφῶντες καὶ πανηγυρίζοντες, τὴν στενὴν τῆς ἀρετῆςὁδὸν βαδιούµεθα.∆ ιό φησι,∆ ιώκετε αὐτήν. Εἶτα ἵνα µὴ νοµίσωσιν, ὅτι διὰ τοῦτο τὸν τῆς ἀγάπης εἰσήγαγε λόγον, ἵνα σβέσῃ τὰ χαρίσµατα, ἐπάγει λέγων· Ζηλοῦτε δὲ τὰ πνευµατικὰ, µᾶλλον δὲ ἵνα προφητεύητε. Ὁ γὰρ λαλῶν γλώσσῃ, οὐκ ἀνθρώποις λαλεῖ, ἀλλὰ τῷ Θεῷ· οὐδεὶς γὰρ ἀκούει· Πνεύµατι δὲ λαλεῖ µυστήρια· ὁ δὲ προφητεύων, ἀνθρώποις λαλεῖ οἰκοδοµὴν καὶ παράκλησιν καὶ παραµυθίαν. Σύγκρισιν ἐνταῦθα λοιπὸν ποιεῖται τῶν χαρισµάτων, καὶ καθαιρεῖ τὸ τῶν γλωσσῶν, οὔτε πάντη ἄχρηστον δεικνὺς, οὔτε σφόδρα ὠφέλιµον καθ' ἑαυτό. Καὶ γὰρ σφόδρα ἐπὶ τούτῳ ἐφυσῶντο, ἐπειδὴ καὶ µέγα εἶναι τὸ χάρισµα ἐνοµίζετο. Ἐνοµίζετο δὲ µέγα εἶναι διὰ τὸ πρῶτον αὐτὸ τοὺς ἀποστόλους εἰληφέναι, καὶ µετὰ τοσαύτης ἐπιδείξεως. Οὐ µὴν διὰ τοῦτο τῶν ἄλλων προτιµότερον ἦν. Τίνος οὖν ἕνεκεν πρὸ τῶν ἄλλων ἔλαβον αὐτὸ οἱ ἀπόστολοι; Ἐπειδὴ πανταχοῦ διέρχεσθαι ἔµελλον. Καὶ ὥσπερ ἐν τῷ καιρῷ τῆς πυργοποιίας ἡ µία γλῶττα εἰς πολλὰς διετέµνετο· οὕτω τότε αἱ πολλαὶ πολλάκις εἰς ἕνα ἄνθρωπον ᾔεσαν, καὶ ὁ αὐτὸς καὶ τῇ Περσῶν καὶ τῇ Ῥωµαίων καὶ τῇ Ἰνδῶν καὶ ἑτέραις πολλαῖς διελέγετο γλώτταις, τοῦ Πνεύµατος ἐνηχοῦντος αὐτῷ· καὶ τὸ χάρισµα ἐκαλεῖτο χάρισµα γλωττῶν, ἐπειδὴ πολλαῖς ἀθρόον ἐδύνατο λαλεῖν φωναῖς. Ὅρα τοίνυν πῶς αὐτὸ καὶ καθαιρεῖ καὶ ἐπαίρει. Τῷ µὲν γὰρ εἰπεῖν, Ὁ λαλῶν γλώσσαις, οὐκ ἀνθρώποις λαλεῖ, ἀλλὰ Θεῷ· οὐδεὶς γὰρ ἀκούει, καθεῖλε, δείξας οὐ πολὺ τὸ χρήσιµον ὄν· τῷ δὲ ἐπάγειν, ὅτι Πνεύµατι λαλεῖ µυστήρια, πάλιν ἐπῆρεν, ἵνα µὴ περιττὸν εἶναι δόξῃ καὶ ἄχρηστον καὶ εἰκῆ δεδοµένον. Ὁ δὲ προφητεύων, ἀνθρώποις λαλεῖ οἰκοδοµὴν καὶ παράκλησιν καὶ παραµυθίαν. Εἶδες πόθεν τὸ ἐξαίρετον δείκνυσι τοῦ χαρίσµατος τούτου, ἀπὸ τοῦ κοινῇ συµφέροντος, καὶ πῶς πανταχοῦ τοῦτο προτιµᾷ τὸ εἰς τὴν τῶν πολλῶνὠφέλειαν γινόµενον; Ἐκεῖνοι γὰρ οὐκ ἀνθρώποις λαλοῦσιν, εἰπέ µοι; Ἀλλ' οὐ τοιαύτην οἰκοδοµὴν καὶ παράκλησιν καὶ παραµυθίαν. Ὥστε τὸ µὲν ὑπὸ τοῦ Πνεύµατος κατέχεσθαι, ἀµφοτέροις κοινὸν, καὶ τῷ προφητεύοντι καὶ τῷ γλώσσαις λαλοῦντι· τούτῳ δὲ αὐτὸς, ὁ προφητεύων λέγω, πλεονεκτεῖ, τῷ καὶ χρήσιµος εἶναι τοῖς ἀκούουσι. Τῶν γὰρ γλώσσαις λαλούντων οὐκ ἤκουον οἱ τὸ χάρισµα οὐκ ἔχοντες. Τί οὖν; οὐδένα ᾠκοδόµουν ἐκεῖνοι; Ναὶ, φησὶν, ἑαυτοὺς µόνους· διὸ καὶ ἐπήγαγεν, Ὁ λαλῶν γλώσσῃ, ἑαυτὸν οἰκοδοµεῖ. Καὶ πῶς, εἰ µὴ οἶδεν ἃ λέγει; Ἀλλὰ τέως περὶ τῶν εἰδότων ἃ λέγουσι διαλέγεται, εἰδότων µὲν αὐτῶν, οὐκ ἐπισταµένων δὲ εἰς ἑτέρους ἐξενεγκεῖν. Ὁ δὲ προφητεύων, Ἐκκλησίαν οἰκοδοµεῖ. Ὅσον δὲ τὸ µέσον ἑνὸς καὶ Ἐκκλησίας, τοσοῦτον τὸ διάφορον τούτου κἀκείνου. Εἶδες αὐτοῦ τὴν σοφίαν, πῶς οὐκ εἰς τὸ µηδὲν ἐξωθεῖ τὸ χάρισµα, ἀλλὰ δείκνυσιν ἔχον µὲν κέρδος, µικρὸν δὲ καὶ ὅσον τῷ κεκτηµένῳ µόνον ἀρκέσαι; Εἶτα ἵνα µὴ νοµίσωσιν, ὅτι βασκαίνων αὐτοῖς καθαιρεῖ τὰς γλώσσας( καὶ γὰρ οἱ πλείους εἶχον τὸ χάρισµα τοῦτο), διορθούµενος αὐτῶν τὴν ὑπόνοιάν φησι· Θέλω δὲ πάντας ὑµᾶς λαλεῖν γλώσσαις, µᾶλλον δὲ ἵνα προφητεύητε. Μείζων γὰρ ὁ προφητεύων ἢ ὁ λαλῶν γλώσσαις, ἐκτὸς εἰ µὴ διερµηνεύει, ἵνα ἡ Ἐκκλησία οἰκοδοµὴν λάβῃ. Τὸ δὲ µᾶλλον καὶ µεῖζον οὐ τῶν ἐναντίων ἐστὶν, ἀλλὰ τῶν ὑπερεχόντων. βʹ. Ὥστε κἀντεῦθεν δῆλον, ὅτι οὐ διαβάλλει τὸ χάρισµα, ἀλλ' ἐπὶ τὰ βελτίονα αὐτοὺς ἄγει, τήν τε περὶ αὐτοὺς κηδεµονίαν, καὶ τὴν φθόνου παντὸςἀπηλλαγµένην ψυχὴν ἐπιδεικνύς. Οὐδὲ γὰρ εἶπε,∆ ύο ἢ τρεῖς, ἀλλὰ, Πάντας ὑµᾶς θέλω γλώσσαις λαλεῖν· καὶ οὐ τοῦτο µόνον, ἀλλὰ καὶ προφητεύειν· καὶ τοῦτο µᾶλλον, ἢ ἐκεῖνο· µείζων γὰρ ὁ προφητεύων. Ἐπειδὴ γὰρ κατεσκεύασε αὐτὸ καὶ ἀπέδειξε, τότε λοιπὸν καὶ ἀποφαίνεται, οὐ µὴν ἁπλῶς, ἀλλὰ µετὰ προσθήκης· ἐπήγαγε γὰρ, Ἐκτὸς εἰ µὴ διερµηνεύει· ὡς ἐὰν δύνηται τοῦτο, τὸ διερµηνεύειν λέγω, ἴσος γέγονε τῷ προφήτῃ, φησὶν, ἐπειδὴ πολλοὶ οἱ τὴν ὠφέλειαν καρπούµενοι· ὃ χρὴ µάλιστα παρατηρεῖν, πῶς διὰ πάντων τοῦτο πρὸ τῶν ἄλλων ἐπιζητεῖ. Νυνὶ δὲ, ἀδελφοὶ, ἐὰν ἔλθω πρὸς ὑµᾶς γλώσσαις λαλῶν, τί ὑµᾶς ὠφελήσω, ἐὰν µὴ ὑµῖν λαλήσω ἢ ἐν ἀποκαλύψει, ἢ ἐν γνώσει, ἢ ἐν προφητείᾳ, ἢ ἐν διδαχῇ; Καὶ τί λέγω, φησὶ, τοὺς ἄλλους; Ἔστω γὰρ ὁ φθεγγόµενος γλώσσαις Παῦλος· οὐδὲ γὰρ οὕτως ἔσται τι πλέον τοῖς ἀκούουσι. Ταῦτα δὲ λέγει, δεικνὺς ὅτι τὸ ἐκείνοις συµφέρον ζητεῖ· οὐ πρὸς τοὺς τὸ χάρισµα ἔχοντας ἀπεχθῶς ἔχει, ὅπου γε οὐδὲ ἐπὶ τοῦ οἰκείου προσώπου παραιτεῖται δεῖξαι τὸ ἀνωφελές. Καὶ ἀεὶ δὲ τὰ φορτικὰ ἐπὶ τοῦ οἰκείου προσώπου γυµνάζει, ὡς καὶ ἀρχόµενος τῆς Ἐπιστολῆς ἔλεγε· Τίς ἐστι Παῦλος; τίς δὲ Ἀπολλώς; τίς δὲ Κηφᾶς; Ὃ δὴ καὶ ἐνταῦθα ποιεῖ λέγων, ὅτι Οὐδὲ ἐγὼ ὑµᾶς ὠφελήσω, ἐὰν µὴ ὑµῖν λαλήσω ἢ ἐν ἀποκαλύψει, ἢ ἐν προφητείᾳ, ἢ ἐν γνώσει, ἢ ἐν διδαχῇ. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Ἐὰν µή τι εἴπω δυνάµενον ὑµῖν εὔληπτον γενέσθαι, καὶ δυνάµενον εἶναι σαφὲς, ἀλλ' ἐπιδείξοµαι µόνον, ὅτι γλωττῶν ἔχω χάρισµα, γλωττῶν ὧνἀκούσαντες, οὐδὲν κερδάναντες Ὅµως τὰ ἄψυχα φωνὴν διδόντα, εἴτε αὐλὸς, εἴτε κιθάρα, ἂν διαστολὴν τοῖς φθόγγοις µὴ δῷ, πῶς γνωσθήσεται τὸ αὐλούµενονἢ τὸ κιθαριζόµενον· ἀπελεύσεσθε. Πῶς γὰρ ἀπὸ φωνῆς, ἧς οὐ συνίετε; Καὶ τί λέγω, φησὶν, ὅτι ἐφ' ἡµῶν τοῦτο µὲν ἀκερδὲς, ὠφέλιµον δὲ τὸ σαφὲς καὶ εὔληπτον τοῖς ἀκούουσι; Καὶ γὰρ καὶ ἐν τοῖς ἀψύχοις ὀργάνοις τῆς µουσικῆς τοῦτο ἴδοι τις ἄν· εἴτε γὰρ αὐλὸς, εἴτε κιθάρα εἴη, καὶ µηδὲ ῥυθµῷ µηδὲ ἁρµονίᾳ τῇ προσηκούσῃ, ἀλλὰ συγκεχυµένως καὶ ἁπλῶς κρούοιτο καὶ ἐµπνέοιτο, οὐδέναψυχαγωγήσει τῶν ἀκουόντων. Καὶ γὰρ ἐν τοῖς ἀνάρθροις ἐκείνοις δεῖ τινος σαφηνείας· κἂν µὴ κατὰ τέχνην κρούσῃς, καὶ ἐµπνεύσῃς τῷ αὐλῷ, οὐδὲν ἐποίησας. Εἰ δὲ παρὰ τῶν ἀψύχων τοσαύτην ἀπαιτοῦµεν σαφήνειαν καὶ ἁρµονίαν καὶ διάκρισιν, καὶ ἐν τοῖς ἀσήµοις ἐκείνοις φθόγγοις βιαζόµεθα καὶ φιλονεικοῦµεν πολλὴν ἐπιθεῖναι τὴν σηµασίαν, πολλῷ µᾶλλον ἐν τοῖς ἐµψύχοις καὶ λογικοῖς ἀνθρώποις, καὶ ἐν τοῖς πνευµατικοῖς χαρίσµασι τὸ εὔσηµον διώκειν δεῖ. Καὶ γὰρ ἐὰν ἄδηλον φωνὴν σάλπιγξ δῷ, τίς παρασκευάσεται εἰς πόλεµον; Ἀπὸ γὰρ τῶν περιττῶν ἐπὶ τὰ ἀναγκαιότερα καὶ χρησιµώτερα τὸν λόγον ἄγει, καί φησιν, ὅτι οὐκ ἐπὶ τῆς κιθάρας µόνον, ἀλλὰ καὶ ἐπὶ τῆς σάλπιγγοςτοῦτο συµβαῖνον ἴδοι τις ἄν. Εἰσὶ γὰρ καὶ ἐκεῖ ῥυθµοὶ, καὶ ἐνδείκνυνται ποτὲ µὲν πολεµικὴν ἠχὴν, ποτὲ δὲ οὐ τοιαύτην· καὶ ποτὲ µὲν εἰς παράταξιν ἐξάγει, ποτὲ δὲ ἀνακαλεῖται· κἂν µὴ τοῦτό τις εἰδῇ, περὶ τῶν ἐσχάτων ὁ κίνδυνος. Ὃ δὴ δηλῶν καὶ τὴν βλάβην ἐµφαίνων φησὶ, Τίς παρασκευάσεται εἰς πόλεµον; Ὥστε ἂν µὴ τοῦτο ἔχῃ, τὸ πᾶν ἀπώλεσε. Καὶ τί πρὸς ἡµᾶς ταῦτα; φησί. Πρὸς ὑµᾶς µὲν οὖν µάλιστα, διὸ καὶ ἐπάγει· Οὕτω καὶ ὑµεῖς, ἐὰν µὴ εὔσηµον λόγον δῶτε διὰ τῆς γλώττης, πῶς γνωσθήσεται τὸ λαλούµενον; ἔσεσθε γὰρ εἰς ἀέρα λαλοῦντες. Τουτέστιν, οὐδενὶ φθεγγόµενοι, πρὸς οὐδένα λαλοῦντες. Καὶ πανταχοῦ τὸ ἀνωφελὲς δείκνυσι. Καὶ εἰ ἀνωφελὲς, διὰ τί ἐδόθη; φησίν. Ὥστε ἐκείνῳ χρήσιµον εἶναι τῷ λαβόντι· εἰ δὲ καὶ ἑτέροις µέλλοι γίνεσθαι, ἑρµηνείαν δεῖ προσεῖναι. Ταῦτα δὲ λέγει, συνάγων αὐτοὺς πρὸς ἀλλήλους, ἵνα κἂν αὐτὸς µὴ ἔχῃ τὸ χάρισµα τοῦ ἑρµηνεύειν, ἕτερον προσλαβὼν τὸν τοῦτο ἔχοντα, ὠφέλιµον τὸἑαυτοῦ δι' ἐκείνου ποιήσῃ.∆ ιὸ πανταχοῦ δείκνυσιν ἀτελὲς ὂν, ἵνα κἂν οὕτως αὐτοὺς συνδήσῃ. Ὡς ὅ γε νοµίζων ἀρκεῖν αὐτὸ ἑαυτῷ, οὐχ οὕτως αὐτὸ ἐγκωµιάζει, ὡς καθαιρεῖ, οὐκ ἀφιεὶς αὐτὸ λάµψαι καλῶς διὰ τῆς ἑρµηνείας. Καλὸν µὲν γὰρ καὶ ἀναγκαῖον τὸ χάρισµα, ἀλλ' ὅταν ἔχῃ τὸν σαφηνίζοντα τὰ λεγόµενα. Ἐπεὶ καὶ ὁ δάκτυλος ἀναγκαῖον, ἀλλ' ὅταν αὐτὸν ἀποστήσῃς τῶν λοιπῶν, οὐχ ὁµοίως ἔσται χρήσιµος· καὶ ἡ σάλπιγξ ἀναγκαία, ἀλλ' ὅταν ἁπλῶς ἠχῇ, καὶ ἐπαχθής. Οὔτε γὰρ τέχνη φανεῖται, µὴ ὑποκειµένης ὕλης, οὐδὲ ὕλη µορφοῦται, µὴ ἐπιτεθειµένου τοῦ εἴδους. Τίθει τοίνυν τὴν µὲν φωνὴν ὡς ὑποκείµενον, τὴν δὲ σαφήνειαν ὡς εἶδος, οὗ µὴ παρόντος οὐδὲν ὄφελος τοῦ ὑποκειµένου. Τοσαῦτα, εἰ τύχοι, γένη φωνῶν ἐστιν ἐν κόσµῳ, καὶ οὐδὲν αὐτῶν ἄφωνον. Τουτέστι, Τοσαῦται γλῶσσαι, τοσαῦται φω ναὶ, Σκυθῶν, Θρᾳκῶν, Ῥωµαίων, Περσῶν, Μαύρων, Ἰνδῶν, Αἰγυπτίων, ἑτέρων µυρίων ἐθνῶν. Ἐὰν οὖν µὴ εἰδῶ τὴν δύναµιν τῆς φωνῆς, ἔσοµαι τῷ λαλοῦντι βάρβαρος. γʹ. Μὴ γὰρ δὴ νοµίσῃς, ὅτι ἐφ' ἡµῶν τοῦτο µόνον συµβαίνει, φησὶν, ἀλλὰ καὶ ἐπὶ πάντων τοῦτο γινόµενον ἴδοι τις ἄν. Ὥστε οὐ διαβάλλων τὴν φωνὴν ταῦτα λέγω, ἀλλὰ δεικνὺς, ὅτι ἐµοὶ ἀνωφελὴς, ἕως ἂν ᾖ ἀσαφής. Εἶτα ἵνα µὴ ἐπαχθῆ ποιήσῃ τὴν κατηγορίαν, ἐξισάζει τὸ ἔγκληµα, λέγων· Ἐκεῖνος ἐµοὶ βάρβαρος, κἀγὼ ἐκείνῳ· οὐ παρὰ τὴν φύσιν τῆς φωνῆς, ἀλλὰ παρὰ τὴν ἡµετέραν ἄγνοιαν. Εἶδες πῶς κατὰ µικρὸν ἐπὶ τὸ συγγενὲς ἤγαγεν; ὅπερ ἔθος αὐτῷ ποιεῖν, πόῤῥωθεν ἕλκειν τὰ ὑποδείγµατα, καὶ πρὸς τὸ οἰκειότερον τῷ ὑποκειµένῳ τελευτᾷν. Ἐπειδὴ γὰρ εἶπε περὶ αὐλοῦ καὶ κιθάρας, ἔνθα πολὺ τὸ ἀποδέον ἦν καὶ ἀνόνητον, ἔρχεται ἐπὶ τὴν σάλπιγγα, τὸ χρησιµώτερον, εἶτα ἐκεῖθεν καὶ ἐπ' αὐτὴν λοιπὸν τὴν φωνήν. Οὕτω καὶ ἔµπροσθεν ὅτε περὶ τοῦ δεῖξαι µὴ κεκωλυµένον τὸ λαµβάνειν τοὺς ἀποστόλους διελέγετο, ἀρξάµενος πρῶτον ἀπὸ γεωργῶν καὶ ποιµένωνκαὶ στρατιωτῶν, τότε καὶ ἐπὶ τὸ ἐγγύτερον τῷ προκειµένῳ τὸν λόγον ἤγαγε, τοὺς ἱερεῖς τοὺς ἐν τῇ Παλαιᾷ. Σὺ δέ µοι σκόπει, πῶς πανταχοῦ ἐσπούδακεν ἀπαλλάξαι τὸ χάρισµα κατηγορίας, καὶ περιστῆσαι τὸ ἔγκληµα εἰς τοὺς εἰληφότας. Οὐ γὰρ εἶπεν, Ἔσοµαι βάρβαρος, ἀλλὰ, Τῷ λαλοῦντι βάρβαρος. Καὶ πάλιν οὐκ εἶπεν, Ὁ λαλῶν βάρβαρος, ἀλλ', Ὁ ἐµοὶ λαλῶν βάρβαρος. Τί οὖν δεῖ γενέσθαι; φησίν. Οὐ γὰρ µόνον οὐ διαβάλλειν χρὴ, ἀλλὰ καὶ παραινεῖν καὶ διδάσκειν· ὃ δὴ καὶ αὐτὸς ποιεῖ. Ἐπειδὴ γὰρ ἐνεκάλεσε καὶ ἐπετίµησε καὶ τὸ ἀνωφελὲς ἔδειξε, καὶ συµβουλεύει λοιπὸν λέγων· Οὕτω καὶ ὑµεῖς, ἐπεὶ ζηλωταί ἐστε πνευµάτων, πρὸς τὴν οἰκοδοµὴν τῆς Ἐκκλησίας ζητεῖτε, ἵνα περισσεύητε. Εἶδες αὐτοῦ τὸν σκοπὸν πανταχοῦ, πῶς πρὸς ἓν ὁρᾷ διηνεκῶς καὶ διὰ πάντων, τὸ τοῖς πολλοῖς χρήσιµον, τὸ τὴν Ἐκκλησίαν ὠφελοῦν, ὥσπερ τινὰκανόνα τοῦτο τιθείς; Καὶ οὐκ εἶπεν, Ἵνα κτήσησθε τὰ χαρίσµατα, ἀλλ', Ἵνα καὶ περισσεύητε, τουτέστιν, ἵνα καὶ µετὰ δαψιλείας πολλῆς αὐτὰ ἔχητε. Τοσοῦτον γὰρ ἀπέχω τοῦ µὴ βούλεσθαι ἔχειν ὑµᾶς αὐτὰ, ὅτι καὶ περισσεύειν ὑµᾶς ἐν αὐτοῖς βούλοµαι, µόνον ἂν εἰς τὸ κοινῇ συµφέρον αὐτὰ µεταχειρίζητε. Καὶ πῶς αὐτὸ τοῦτο γένοιτο, φησὶ, καὶ ἐπάγει λέγων·∆ ιόπερ ὁ λαλῶν γλώσσῃ, προσευχέσθω ἵνα διερµηνεύῃ. Ἐὰν γὰρ προσεύξωµαι τῇ γλώσσῃ, τὸ πνεῦµά µου προσεύχεται, ὁ δὲ νοῦς µου ἄκαρπός ἐστι. Τί οὖν ἐστι; Προσεύξοµαι τῷ πνεύµατι, προσεύξοµαι δὲ καὶ τῷ νοΐ· ψαλῶ δὲ τῷ πνεύµατι, ψαλῶ δὲ καὶ τῷ νοΐ. Ἐνταῦθα δείκνυσιν ἐν αὐτοῖς ὂν τὸ λαβεῖν τὸ χάρισµα. Προσευχέσθω γὰρ, φησὶ, τουτέστι, τὰ παρ' ἑαυτοῦ εἰσαγέσθω. Καὶ γὰρ ἐὰν σπουδαίως αἰτήσῃς, λήψῃ. Αἴτει τοίνυν µὴ γλώττης ἔχειν χάρισµα µόνον, ἀλλὰ καὶ ἑρµηνείας, ἵνα πᾶσιν ὠφέλιµος γένῃ, καὶ µὴ ἐν σεαυτῷ µόνῳ κατακλείσῃς τὸ χάρισµα. Ἐὰν γὰρ προσεύξωµαι τῇ γλώττῃ, φησὶ, τὸ πνεῦµά µου προσεύχεται, ὁ δὲ νοῦς µου ἄκαρπός ἐστιν. δʹ. Εἶδες πῶς κατὰ µικρὸν τὸν λόγον ἀνάγων δεί κνυσιν, ὅτι οὐκ ἄλλοις ἄχρηστος µόνον ὁ τοιοῦτος, ἀλλὰ καὶ ἑαυτῷ, εἴ γε ὁ νοῦς αὐτῷ ἄκαρπος; Ἂν γάρ τις φθέγγηται µόνον τῇ Περσῶν γλώσσῃ, ἢ ἑτέρᾳ τινὶ ἀλλοτρίᾳ, µὴ εἰδῇ δὲ ἃ λέγει, ἄρα καὶ ἑαυτῷ λοιπὸν ἔσται βάρβαρος, οὐχ ἑτέρῳ µόνον, διὰ τὸµὴ εἰδέναι τὴν δύναµιν τῆς φωνῆς. Καὶ γὰρ ἦσαν τὸ παλαιὸν καὶ χάρισµα εὐχῆς ἔχοντες πολλοὶ µετὰ γλώττης, καὶ ηὔχοντο µὲν, καὶ ἡ γλῶττα ἐφθέγγετο, ἢ τῇ Περσῶν, ἢ τῇ Ῥωµαίωνφωνῇ εὐχοµένη, ὁ νοῦς δὲ οὐκ ᾔδει τὸ λεγόµενον.∆ ιὸ καὶ ἔλεγεν, Ἐὰν προσεύξωµαι τῇ γλώττῃ, τὸ πνεῦµά µου προσεύχεται, τουτέστι, τὸ χάρισµα τὸ δοθέν µοι καὶ κινοῦν τὴν γλῶτταν, ὁ δὲ νοῦς µουἄκαρπός ἐστι. Τί ποτ' οὖν τὸ ἄριστον καὶ τὸ ὠφέλιµον; καὶ πῶς χρὴ ποιεῖν, ἢ τί αἰτεῖν παρὰ τοῦ Θεοῦ; Τὸ καὶ τῷ Πνεύµατι, τουτέστι, τῷ χαρίσµατι, καὶ τῇ διανοίᾳ προσεύχεσθαι.∆ ιὸ καὶ ἔλεγε, Προσεύξοµαι τῷ πνεύµατι, προσεύξοµαι δὲ καὶ τῷ νοΐ· ψαλῶ τῷ πνεύµατι, ψαλῶ δὲ καὶ τῷ νοΐ. Τὸ αὐτὸ πάλιν καὶ ἐνταῦθα δηλοῖ, Ἵνα καὶ ἡ γλῶττα φθέγγηται, καὶ ὁ νοῦς µὴ ἀγνοῇ τὰ λεγόµενα. Ἂν γὰρ µὴ τοῦτο ᾖ, καὶ ἑτέρα σύγχυσις ἔσται. Καὶ γὰρ ἐὰν εὐλογήσῃς, φησὶ, τῷ πνεύµατι, ὁ ἀναπληρῶν τὸν τόπον τοῦ ἰδιώτου, πῶς ἐρεῖ τὸ Ἀµὴν ἐπὶ τῇ σῇ εὐχαριστίᾳ, ἐπειδὴ τί λέγεις οὐκ οἶδε. Σὺ µὲν γὰρ καλῶς εὐχαριστεῖς, ἀλλ' ὁ ἕτερος οὐκ οἰκοδοµεῖται. Σκόπει πῶς πάλιν ἐνταῦθα πρὸς τὴν σπάρτην τὸν λίθον ἄγει, τὴν οἰκοδοµὴν πανταχοῦ ζητῶν τῆς Ἐκκλησίας. Ἰδιώτην δὲ τὸν λαϊκὸν λέγει, καὶ δείκνυσι καὶ αὐτὸν οὐ µικρὰν ὑποµένοντα τὴν ζηµίαν, ὅταν τὸ Ἀµὴν εἰπεῖν µὴ δύνηται. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Ἂν εὐλογήσῃς τῇ τῶν βαρβάρων φωνῇ, οὐκ εἰδὼς τί λέγεις, οὐδὲ ἑρµηνεῦσαι δυνάµενος, οὐ δύναται ὑποφωνῆσαι τὸ Ἀµὴν ὁ λαϊκός. Οὐ γὰρ ἀκούων τὸ, Εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ὅπερ ἐστὶ τέλος, οὐ λέγει τὸ, Ἀµήν. Εἶτα πάλιν παραµυθούµενος τοῦτο, ἵνα µὴ δόξῃ σφόδρα ἐξευτελίζειν τὸ χάρισµα ὅπερ ἀνωτέρω ἔλεγεν, ὅτι λαλεῖ µυστήρια, καὶ, Θεῷ λαλεῖ, καὶ, ἑαυτὸν οἰκοδοµεῖ, καὶ, ὅτι τῷ πνεύµατι προσεύχεται, παραµυθίαν ἐπινοῶν οὐ µικρὰν ἐκ τούτων, τοῦτο καὶ ἐνταῦθα ποιεῖ, λέγων· Σὺ µὲν γὰρ καλῶς εὐχαριστεῖς· Πνεύµατι γὰρ κινούµενος φθέγγῃ· ἀλλ' ἐκεῖνος οὐδὲν ἀκούων, οὐδὲ εἰδὼς τὰ λεγόµενα, ἕστηκεν οὐ πολλὴν δεχόµενος τὴν ὠφέλειαν. δʹ. Εἶτα ἐπειδὴ κατέδραµε τῶν τὸ χάρισµα τοῦτο ἐχόντων, ὡς οὐδὲν µέγα ἐχόντων, ἵνα µὴ δόξῃ ὡς ἀπεστερηµένος αὐτοῦ ἐξευτελίζειν αὐτοὺς, ὅρα τί φησιν· Εὐχαριστῶ τῷ Θεῷ, πάντων ὑµῶν µᾶλλον γλώσσαις λαλῶν. Τοῦτο δὲ καὶ ἀλλαχοῦ ποιεῖ. Μέλλων γὰρ καθαιρεῖν τοῦ Ἰουδαϊσµοῦ τὰ πλεονεκτήµατα, καὶ δεικνύναι λοιπὸν οὐδὲν ὄντα, πρότερον ἑαυτὸν ταῦτα ἐσχηκότα δείκνυσι, καὶ µετὰπλείονος ὑπερβολῆς, καὶ τότε ζηµίαν αὐτὰ καλεῖ, οὕτω λέγων Εἴ τις δοκεῖ πεποιθέναι ἐν σαρκὶ, ἐγὼ µᾶλλον. Περιτοµὴ ὀκταήµερος, ἐκ γένους Ἰσραὴλ, φυλῆς Βενιαµὶν, Ἑβραῖος ἐξ Ἑβραίων, κατὰ νόµον Φαρισαῖος, κατὰ ζῆλον διώκων τὴν Ἐκκλησίαν, κατὰδικαιοσύνην τὴν ἐν νόµῳ γενόµενος ἄµεµπτος. Καὶ τότε ὅτε ἔδειξε πάντων ἑαυτὸν πλεονεκτοῦντα, φησὶν, Ἀλλ' ἅτινά µοι ἦν κέρδη, ταῦτα ἥγηµαι διὰ τὸν Χριστὸν ζηµίαν. Οὕτω καὶ ἐνταῦθα ποιεῖ λέγων· Πάντων ὑµῶν µᾶλλον γλώσσαις λαλῶν. Μὴ τοίνυν µέγα φρονεῖτε, ὡς µόνοι τὸ χάρισµα ἔχοντες· καὶ γὰρ καὶ ἐγὼ κέκτηµαι, καὶ ὑµῶν πλέον. Ἀλλὰ θέλω πέντε λόγους ἐν Ἐκκλησίᾳ διὰ τοῦ νοός µου λαλῆσαι, ἵνα καὶ ἄλλους κατηχήσω. Τί ἐστι,∆ ιὰ τοῦ νοός µου λαλῆσαι, ἵνα καὶ ἄλλους κατηχήσω; Νοῶν ἃ λέγω, καὶ ἃ δύναµαι καὶ ἑτέροις ἑρµηνεῦσαι καὶ µετὰ συνέσεως εἰπεῖν καὶ διδάξαι τοὺς ἀκούοντας. Ἢ µυρίους λόγους ἐν γλώσσῃ.∆ ιὰ τί; Ἵνα κατηχήσω καὶ ἄλλους, φησί. Τὸ µὲν γὰρ ἐπίδειξιν ἔχει µόνον, τὸ δὲ πολλὴν τὴν ὠφέλειαν. Τοῦτο γάρ ἐστιν ὃ πανταχοῦ ζητεῖ, τὸ κοινῇ συµφέρον. Καίτοι γε ξένον τὸ χάρισµα ἦν τὸ τῶν γλωσσῶν, τὸ δὲ τῆς προφητείας σύνηθές τε καὶ παλαιὸν καὶ πολλοῖς ἤδη δοθὲν, τοῦτο δὲ τότε πρῶτον· ἀλλ' ὅµως οὐ σφόδρα ἦν αὐτῷ περισπούδαστον.∆ ιόπερ οὐδὲ ἐκέχρητο αὐτῷ, οὐ παρὰ τὸ µὴ ἔχειν, ἀλλὰ παρὰ τὸ τὰ χρησιµώτερα ζητεῖν. Καὶ γὰρ ἦν πάσης κενοδοξίας ἀπηλλαγµένος, καὶ ἓν µόνον σκοπῶν, ὅπως βελτίους ἐργάσηται τοὺς ἀκούοντας.∆ ιὸ καὶ τὸ χρήσιµον καὶ ἑαυτῷ καὶ τοῖς ἄλλοις ἠδύνατο βλέπειν, ἐπειδὴ τῆς κενῆς δόξης ἀπήλλακτο. Ὡς ὅ γε ἐκείνῃ καταδουλωθεὶς, οὐ τὸ τῶν ἄλλων µόνον, ἀλλ' οὐδὲ τὸ ἑαυτοῦ δυνήσεται κατιδεῖν συµφέρον. Τοιοῦτος ἦν ὁ Σίµων, ὃς ἐπειδὴ πρὸς δόξαν εἶδε κενὴν, οὐδὲ τὸ ἑαυτοῦ χρήσιµον εἶδε· τοιοῦτοι καὶ Ἰουδαῖοι, οἳ διὰ ταύτην τῷ διαβόλῳ τὴν οἰκείαν προέπιον σωτηρίαν. Ἐντεῦθεν καὶ εἴδωλα ἐτέχθη, καὶ οἱ τῶν ἔξωθεν φιλόσοφοι ἐπὶ τὰ πονηρὰ δόγµατα ἐκ ταύτης παροξύναντες ἐξώκειλαν τῆς µανίας. Καὶ ὅρα τὴν διαστροφὴν τοῦ πάθους.∆ ιὰ γὰρ ταύτην κἀκείνων ἔνιοι πένητες ἐγένοντο, καὶ ἕτεροι περὶ πλοῦτον ἐσπούδασαν. Τοσαύτη αὐτῆς ἡ τυραννὶς, ὡς καὶ ἐν τοῖς ἐναντίοις κρατεῖν. Καὶ γὰρ ἐπὶ σωφροσύνῃ τις κενοδοξεῖ, καὶ ἐπὶ µοιχείᾳ πάλιν ἄλλος, καὶ ἐπὶ δικαιοσύνῃ οὗτος, καὶ ἐπ' ἀδικίᾳ ἕτερος, καὶ ἐπὶ τρυφῇ, καὶ ἐπὶ νηστείᾳ, καὶἐπὶ ἐπιεικείᾳ, καὶ ἐπὶ θρασύτητι, καὶ ἐπὶ πλούτῳ, καὶ ἐπὶ πενίᾳ. Καὶ γὰρ ἔνιοι τῶν ἔξωθεν, παρὸν λαβεῖν, διὰ τὸ θαυµάζεσθαι οὐκ ἐλάµβανον. Ἀλλ' οὐχ οἱ ἀπόστολοι οὕτως. Ὅτι γὰρ καθαροὶ δόξης ἦσαν, ἐδήλωσαν δι' ὧν ἐποίησαν. Καὶ γὰρ ὅτε θεοὺς αὐτοὺς ἐκάλουν, καὶ θύειν αὐτοῖς ἦσαν παρεσκευασµένοι ταύρους ἐστεµµένους, οὐχ ἁπλῶς ἀπηγόρευσαν τὸ γινόµενον µόνον, ἀλλὰκαὶ διέῤῥηξαν αὐτῶν τὰ ἱµάτια. Καὶ ὅτε τὸν χωλὸν διώρθωσαν, πάντων πρὸς αὐτοὺς κεχηνότων ἔλεγον, Τί ἡµῖν ἀτενίζετε ὡς ἰδίᾳ δυνάµει πεποιηκόσι τοῦ περιπατεῖν τοῦτον; Κἀκεῖνοι µὲν ἐν ἀνδράσι θαυµάζουσι πενίαν, τὰ τῆς πενίας ᾑροῦντο· οὗτοι δὲ ἐν ἀνθρώποις καταφρονοῦσι πενίας, καὶ ἐπαινοῦσι πλοῦτον. Καὶ οὗτοι µὲν, εἴ τι ἔλαβον, τοῖς δεοµένοις ἐπήρκουν· οὕτως οὐ διὰ κενοδοξίαν, ἀλλὰ διὰ φιλανθρωπίαν ἅπαντα ἔπραττον· ἐκεῖνοι δὲ τοὐναντίον ἅπαν, ὥσπερ ἐχθροὶ καὶ λυµεῶνες τῆς κοινῆς φύσεως ὄντες, οὕτω καὶ ταῦτα ἐποίουν. Ὁ µὲν γὰρ εἰς θάλατταν τὰ αὐτοῦ κατεπόντιζεν ἅπαντα εἰκῆ καὶ µάτην, τοὺς παραπαίοντας καὶ µαινοµένους µιµούµενος· ὁ δὲ µηλόβοτον τὴν αὐτοῦ χώραν πᾶσαν ἀνῆκεν. Οὕτω πάντα πρὸς φιλοτιµίαν ἐποίουν. Ἀλλ' οὐχ οὗτοι, ἀλλὰ καὶ ἐδέχοντο τὰ διδόµενα, καὶ διένεµον τοῖς δεοµένοις µετὰ τοσαύτης ἐλευθερίας, ὡς καὶ λιµῷ διηνεκεῖ συζῇν. Εἰ δὲ δόξης ἤρων, οὐκ ἂν τοῦτο ἐποίουν, τὸ λαµβάνειν καὶ διανέµειν, δεδοικότες µή τις ὑποψία γένηται κατ' αὐτῶν. Ὁ γὰρ τὰ ἑαυτοῦ ῥίψας διὰ δόξαν, πολλῷ µᾶλλον τὰ ἑτέρων οὐ λήψεται, ὥστε µὴ δοκεῖν ἑτέρων δεῖσθαι, µηδὲ ὑποπτεύεσθαι. Τούτους δὲ ὁρᾷς καὶ διακονουµένους καὶ προσαιτοῦντας αὐτοὺς ὑπὲρ τῶν δεοµένων· οὕτω πατέρων ἦσαν πάντων φιλοστοργότεροι. Θέα δὲ καὶ τοὺς νόµους αὐτῶν συµµέτρους, καὶ κενοδοξίας ἀπηλλαγµένους. Ἔχοντες γὰρ, φησὶ, σκεπάσµατα καὶ τροφὰς, τούτοις ἀρκεσθησόµεθα· οὐ καθάπερ ὁ Σινωπεὺς ἐκεῖνος ὁ ῥάκια περιβεβληµένος καὶ πίθον οἰκῶν εἰς οὐδὲν δέον, ἐξέπληξε µὲν πολλοὺς, ὠφέλησε δὲ οὐδένα. Ὁ δὲ Παῦλος τούτων µὲν οὐδὲν ἐποίει· οὐδὲ γὰρ πρὸς φιλοτιµίαν ἔβλεπεν, ἀλλὰ καὶ ἱµάτια περιβέβλητο µετὰ εὐσχηµοσύνης ἁπάσης, καὶ οἰκίαν ᾤκει διηνεκῶς, καὶ τὴν ἀκρίβειαν ἅπασαν ἐπὶτῆς ἄλλης ἀρετῆς ἐπεδείκνυτο, ἧς ὁ Κυνικὸς κατεφρόνει ζῶν ἀσελγῶς, καὶ δηµοσίᾳ ἀσχηµονῶν, καὶ ὑπὸ τῆς περὶ τὴν δόξαν µανίας συρόµενος. Ἂν γὰρ ἔρηταί τις τῆς τοῦ πίθου οἰκήσεως τὴν αἰτίαν, οὐδεµίαν ἑτέραν εὑρήσει, ἀλλ' ἢ κενοδοξίαν µόνην. εʹ. Ὁ δὲ Παῦλος καὶ µισθὸν παρεῖχε τῆς οἰκίας, ἐν ᾗ κατέµενεν ἐν τῇ Ῥώµῃ. Καίτοι γε ὁ τὰ πολλῷ εὐτονώτερα δυνηθεὶς, πολλῷ µᾶλλον τοῦτο ἴσχυσεν ἄν. Ἀλλ' οὐχ ἑώρα πρὸς δόξαν, τὸ χαλεπὸν θηρίον, τὸν δαίµονα τὸν δεινὸν, τὴν λύµην τῆς οἰκουµένης, τὴν ἔχιν τὴν ἰοβόλον. Καθάπερ γὰρ τὸ θηρίον ἐκεῖνο τὴν νηδὺν τῆς τεκούσης διαῤῥήγνυσι τοῖς ὀδοῦσιν, οὕτω καὶ τοῦτο τὸ πάθος τὸν τίκτοντα διασπαράττει. Πόθεν οὖν ἄν τις εὕροι τῷ ποικίλῳ τούτῳ νοσήµατι φάρµακον; Εἰ τοὺς καταπατήσαντας αὐτὸ εἰς µέσον ἀγάγοι, καὶ πρὸς τὴν ἐκείνων εἰκόνα βλέπων, οὕτω τὴν ἑαυτοῦ ζωὴν κατευθύνειε. Καὶ γὰρ ὁ πατριάρχης Ἀβραάµ· ἀλλὰ µηδεὶς ἐγκαλείτω ταυτολογίαν, εἰ πολλάκις αὐτοῦ µνηµονεύοµεν, καὶ ἐπὶ πάντων. Τοῦτο γὰρ µάλιστά ἐστιν ὃ κἀκεῖνον θαυµαστὸν ἀποφαίνει, καὶ τοὺς µὴ ζηλοῦντας αὐτὸν πάσης ἀποστερεῖ συγγνώµης. Εἰ µὲν γὰρ µέρος µέν τι τοῦτον, µέρος δὲ ἕτερον κατωρθωκότα ἐπιδείκνυµεν, εἶπεν ἄν τις καὶ δυσκατόρθωτον εἶναι τὴν ἀρετήν· οὐδὲ γὰρ εἶναι εὔκολον ἑνὶ πάντα ὁµοῦ κατορθοῦν, ὧν µέρος ἕκαστος τῶν ἁγίων ἤνυσεν· ὅταν δὲ εὑρίσκηται εἷς καὶ ὁ αὐτὸς τὰ πάντα ἔχων, ποίαν ἕξουσιν ἀπολογίαν οἱ µετὰ νόµον καὶ χάριν τοῖς πρὸ τοῦ νόµου καὶ τῆς χάριτος εἰς τὸ αὐτὸ µέτρον µὴ δυνάµενοι φθάσαι; Πῶς οὖν οὗτος ὁ πατριάρχης τοῦ θηρίου τούτου περιεγένετο καὶ ἐκράτησεν, ἡνίκα πρὸς τὸν ἀδελφιδοῦν ἀµφισβήτησιν εἶχε; Καὶ γὰρ ἐλαττωθεὶς, καὶ τῶν πρωτείων ἀποτυχὼν, οὐκ ἤλγησεν. Ἴστε δὲ ὅτι ἐν τοῖς τοιούτοις ἡ αἰσχύνη τῆς ζηµίας χείρων τοῖς µικροψύχοις, καὶ µάλιστα ὅταν αὐτὸς ἁπάντων κύριος ὢν, καθάπερ ἐκεῖνος τότε, καὶ τῆςτιµῆς πρότερος ἄρξας, µὴ ἀντιτιµῷτο. Ἀλλ' ὅµως οὐδὲν τούτων ἐκεῖνον ἔδακνεν, ἀλλὰ καὶ τὰ δεύτερα ἔχων ἔστεργε, καὶ ἀδικηθεὶς παρὰ τοῦ νέου ὁ πρεσβύτης, καὶ παρὰ τοῦ ἀδελφιδοῦ ὁ θεῖοςοὐκ ἠγανάκτει, οὐδὲ ἐδυσχέραινεν, ἀλλὰ καὶ ἐφίλει ὁµοίως καὶ ἐθεράπευε. Πάλιν νικήσας τὸν πόλεµον ἐκεῖνον τὸν µέγαν καὶ φοβερὸν, καὶ τοὺς βαρβάρους κατὰ κράτος ἐλάσας, οὐκ ἐµποµπεύει τῇ νίκῃ, οὐδὲ τρόπαιον ἵστησι· σῶσαι γὰρ ἐβούλετο µόνον, οὐκ ἐπιδείξασθαι. Ξένους ἐδέχετο πάλιν, καὶ οὐδὲ ἐνταῦθα ἐκενοδόξει, ἀλλ' αὐτὸς καὶ προσέτρεχε καὶ προσεκύνει, οὐχ ὡς εὖ ποιῶν, ἀλλ' ὡς εὖ πάσχων, καὶ κυρίους καλεῖ, οὐδὲ εἰδὼς τίνες ποτέ εἰσιν οἱ παραγενόµενοι, καὶ παρίστησι τὴν γυναῖκα ἐν τάξει θεραπαινίδος. Καὶ ἐν Αἰγύπτῳ δὲ πρὸ τούτου θαυµαστὸς οὕτω φανεὶς, καὶ αὐτὴν ταύτην τὴν γυναῖκα ἀπολαβὼν, καὶ τοσαύτης ἀπολαύσας τιµῆς, πρὸς οὐδένα ἐπιδείκνυται· ἀλλ' οἱ µὲν ἐγχώριοι καὶ βασιλέα αὐτὸν ἐκάλουν, αὐτὸς δὲ καὶ τιµὴν κατέβαλε τοῦ τάφου. Καὶ ἡνίκα δὲ ἔπεµπε µνηστευσόµενος τῷ παιδὶ, οὐδὲν ἐκέλευσε µέγα περὶ αὐτοῦ καὶ λαµπρὸν εἰπεῖν, ἀλλ' ἁπλῶς ἀγαγεῖν τὴν νύµφην. Βούλει καὶ τοὺς ἐπὶ τῆς χάριτος ἐξετάσαι, ὅτε πολλὴ πανταχόθεν αὐτοὺς περιέῤῥει τῆς διδασκαλίας ἡ δόξα, καὶ ἰδεῖν καὶ τότε τοῦτο τὸ πάθος ἐκβεβληµένον; Ἐννόησόν µοι τοῦτον αὐτὸν τὸν ταῦτα λέγοντα, πῶς ἀεὶ τὸ πᾶν ἀνατίθησι τῷ Θεῷ, πῶς τῶν µὲν ἁµαρτηµάτων αὑτοῦ µέµνηται συνεχῶς, τῶν δὲκατορθωµάτων οὐκέτι. Πλὴν εἴ ποτε µαθητὰς ἐπανορθῶσαι δέοι, κἂν ἀναγκασθῇ ποιῆσαι τοῦτο, ἀφροσύνην τὸ πρᾶγµα καλεῖ, καὶ τῶν πρωτείων τῷ Πέτρῳ παραχωρεῖ, καὶοὐκ αἰσχύνεται ἐργαζόµενος παρὰ Πρισκίλλῃ καὶ Ἀκύλᾳ, καὶ πανταχοῦ ταπεινὸν ἑαυτὸν ἐσπούδακε δεικνύναι, οὐ σοβῶν ἐπὶ τῆς ἀγορᾶς, οὐδὲ ὄχλουςπεριφέρων, ἀλλ' ἐν τοῖς ἀσήµοις κατατάττων ἑαυτόν.∆ ιὸ καὶ ἔλεγεν, Ἡ δὲ παρουσία τοῦ σώµατος ἀσθενὴς, τουτέστιν, εὐκαταφρόνητος καὶ οὐδὲν ἔχουσα κοµψόν· καὶ πάλιν, Εὔχοµαι ὑµᾶς µὴ ποιῆσαι κακὸν µηδὲν, ἵνα µὴ ἡµεῖς δόκιµοι φανῶµεν. Καὶ τί θαυµαστὸν, εἰ δόξης καταφρονεῖ ταύτης; Ὁ γὰρ τῆς ἄνω δόξης καταφρονῶν καὶ βασιλείας καὶ γεέννης διὰ τὸ τῷ Χριστῷ δοκοῦν( καὶ γὰρ ἀνάθεµα εὔχεται εἶναι ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ τῆς τοῦΧριστοῦ δόξης· κἂν γὰρ ὑπὲρ Ἰουδαίων τοῦτο λέγῃ βούλεσθαι πάσχειν, διὰ τοῦτο λέγει, ἵνα µὴ δόξῃ τις τῶν ἀνοήτων ἐπιλαµβάνεσθαι τῶν ἐπαγγελιῶν τῶν πρὸςαὐτοὺς γεγενηµένων)· εἰ τοίνυν ἐκεῖνα παραδραµεῖν ἕτοιµος, τί θαυµάζεις, εἰ τὰ ἀνθρώπων ὑπερορᾷ; Ἀλλὰ τοὺς νῦν ἅπαντα βαπτίζει, οὐ δόξης ἐπιθυµία µόνον, ἀλλὰ καὶ τοὐναντίον ὕβρις καὶ ἀτιµίας δέος. Ἄν τε γὰρ ἐπαινέσῃ τις, ἐφυσήθης, ἄν τε ψέξῃ, κατηνέχθης ἄν. Καὶ καθάπερ τὰ ἀσθενῆ σώµατα καὶ ἀπὸ τῶν τυχόντων ἐπηρεάζεται, οὕτω καὶ αἱ χαµαίζηλοι ψυχαί. Τοὺς γὰρ τοιούτους οὐ πενία µόνον, ἀλλὰ καὶ πλοῦτος ἀπόλλυσιν, οὐ λύπη µόνον, ἀλλὰ καὶ χαρὰ, καὶ τὰ χρηστὰ µᾶλλον ἢ τὰ λυπηρά. Ἡ µὲν γὰρ πενία καὶ σωφρονεῖν ἀναγκάζει, ὁ δὲ πλοῦτος καὶ εἰς κακόν τι µέγα ἐξάγει πολλάκις. Καὶ ὥσπερ οἱ πυρέττοντες πρὸς πάντα εἰσὶ δυσάρεστοι, οὕτω καὶ οἱ διεφθαρµένοι τὴν ψυχὴν πάντοθεν πλήττονται. ὰʹ. Ταῦτ' οὖν εἰδότες, µὴ πενίαν φεύγωµεν, µὴ πλοῦτον θαυµάζωµεν, ἀλλὰ τὴν ψυχὴν πρὸς πάντα ἱκανὴν κατασκευάζωµεν. Καὶ γὰρ οἰκίαν τις οἰκοδοµούµενος, οὐ τοῦτο σκοπεῖ, ὅπως µήτε ὑετὸς ἐπ' αὐτὴν κατενεχθείη, µήτε ἀκτὶς ἔλθοι· τοῦτο γὰρ ἀµήχανον· ἀλλ' ὅπως αὐτὴ ἱκανὴ γένοιτο πάντα φέρειν. Καὶ ὁ πλοῖον δὲ τεκταινόµενος, οὐχ ὅπως µὴ κύµατα αὐτῷ προσρήξειε, µηδὲ χειµὼν ἀρθείη θαλάσσης, ποιεῖ τι καὶ µηχανᾶται· καὶ γὰρ καὶ τοῦτο ἀµήχανον· ἀλλ' ὅπως οἱ τοῖχοι τῆς νεὼς πρὸς ἅπαντα εἶεν ἐπιτήδειοι. Καὶ ὁ σώµατος φροντίζων πάλιν οὐ τοῦτο σκοπεῖ, ὅπως µὴ ἀνωµαλία ἀέρων γένοιτο, ἀλλ' ὅπως τὸ σῶµα εὐκόλως ἅπαντα ταῦτα φέροι. Οὕτω τοίνυν καὶ ἐπὶ τῆς ψυχῆς ποιῶµεν, καὶ µὴ ὅπως φύγωµεν πενίαν, µηδὲ ὅπως γενώµεθα πλούσιοι σπουδάζωµεν, ἀλλ' ὅπως πρὸς τὴν ἑαυτῶνἀσφάλειαν ἕκαστον τούτων µεταχειρίσωµεν.∆ ιὸ ταῦτα ἀφέντες, κατασκευάζωµεν τὴν ψυχὴν καὶ πλούτῳ καὶ πενίᾳ ἐπιτηδείαν. Κἂν γὰρ µηδὲν ἀνθρώπινον συµβαίνῃ, ὅπερ ὡς τὰ πολλὰ ἀδύνατον, καὶ οὕτω βελτίων ὁ µὴ πλοῦτον ζητῶν, ἀλλ' εἰδὼς πάντα φέρειν εὐκόλως, τοῦδιαπαντὸς πλουτοῦντος. Τί δήποτε; Πρῶτον µὲν ὁ τοιοῦτος οἴκοθεν ἔχει τὸ ἀσφαλὲς, ἐκεῖνος δὲ ἔξωθεν. Καὶ ὥσπερ στρατιώτης βελτίων ὁ τῷ σώµατι θαῤῥῶν καὶ τῇ τέχνῃ τοῦ πολεµεῖν, τοῦ τὴν ἰσχὺν ἐν τοῖς ὅπλοις ἔχοντος µόνον· οὕτω τοῦ χρήµασι θαῤῥοῦντος ὁ ἀπὸ τῆς ἀρετῆς πεφραγµένος ἀµείνων.∆ εύτερον, ὅτι, κἂν εἰς πενίαν µὴ καταπέσῃ, οὐ δυνατὸν αὐτὸν ἀτάραχον εἶναι· καὶ γὰρ πολλοὺς ἔχει κλύδωνας ὁ πλοῦτος καὶ ταραχάς. Ἀλλ' οὐχ ἡ ἀρετὴ, ἀλλ' ἡδονὴν µόνον καὶ ἀσφάλειαν· καὶ γὰρ ἀχείρωτον ποιεῖ τοῖς ἐπιβουλεύουσιν· ὁ δὲ πλοῦτος τοὐναντίον ἅπαν, εὐεπιχείρητον καὶ ἁλώσιµον. Καὶ καθάπερ ἐν τοῖς ζώοις ἔλαφοι καὶ λαγωοὶ µάλιστα πάντων εἰσὶν εὐχείρωτοι διὰ τὴν ἐν τῇ φύσει δειλίαν, ὗς δὲ ἄγριος καὶ ταῦρος καὶ λέων οὐδ' ἂν ἐµπέσοιεν ῥᾳδίως τοῖς ἐπιβουλεύουσιν· οὕτω δὴ καὶ ἐπὶ τῶν πλουτούντων, καὶ ἐν πενίᾳ ζώντων ἑκόντων ἔστιν ἰδεῖν. Ὁ µὲν γὰρ τῷ λέοντι καὶ τῷ ταύρῳ ἔοικεν, ὁ δὲ τῇ ἐλάφῳ καὶ τῷ λαγωῷ. Τίνα γὰρ οὐ δέδοικεν ὁ πλουτῶν; οὐχὶ λῃστάς; οὐχὶ δυνάστας; οὐ βασκάνους; οὐ συκοφάντας; Καὶ τί λέγω λῃστὰς καὶ συκοφάντας, ὅπου γε καὶ τοὺς οἰκέτας αὐτοὺς ὑποπτεύει; Καὶ τί λέγω ζῶν; οὐδὲ τελευτήσας τῆς τῶν λῃστευόντων κακουργίας ἀπήλλακται, οὐδὲ ἰσχύει ὁ θάνατος ἐν ἀσφαλείᾳ αὐτὸν καταστῆσαι, ἀλλὰ καὶ νεκρὸν ὄντα συλῶσινοἱ κακουργοῦντες· οὕτω πρᾶγµα ἐπισφαλὲς ὁ πλοῦτος. Οὐ γὰρ δὴ οἰκίαι διορύττονται µόνον, ἀλλὰ καὶ τάφοι ἀναῤῥήγνυνται καὶ θῆκαι. Τί οὖν ἀθλιώτερον τούτου γένοιτ' ἂν, ὅταν µηδὲ θάνατος αὐτῷ παρέχῃ τὴν ἄδειαν ταύτην, ἀλλὰ τὸ δείλαιον ἐκεῖνο σῶµα οὐδὲ ζωῆςἀποστερηθὲν ἀπήλλακται τῶν ἐν τῇ ζωῇ κακῶν, τῶν τὰ τοιαῦτα κακουργούντων καὶ πρὸς κόνιν καὶ τέφραν ἐπειγοµένων πολεµεῖν, καὶ πολλῷ χαλεπώτερον, ἢἡνίκα ἔζη; Τότε µὲν γὰρ εἰς ταµιεῖον εἰσιόντες, τὰ κιβώτια µὲν ἐκίνουν, τοῦ σώµατος δὲ ἀπείχοντο, καὶ οὐκ ἂν τοσαῦτα ἔλαβον, ὡς καὶ αὐτὸ γυµνῶσαι τὸ σῶµα· νυνὶ δὲ οὐδὲ τούτων ἀπέχονται αἱ µιαραὶ τῶν τυµβωρύχων χεῖρες, ἀλλὰ κινοῦσιν αὐτὸ καὶ περιστρέφουσι, καὶ µετὰ πολλῆς ὠµότητος ἐνυβρίζουσι. Μετὰ γὰ ρ τὸ παραδοθῆναι τῇ γῇ, γυµνὸν καὶ τῆς ἐκεῖθεν περιβολῆς καὶ τῆς ἀπὸ τῶν ἱµατίων ποιήσαντες, οὕτως ἀφιᾶσιν ἐῤῥῖφθαι. Τίς οὖν οὕτω πολέµιος, ὡς ὁ πλοῦτος, ζώντων µὲν καὶ τὴν ψυχὴν ἀπολλὺς, τελευτησάντων δὲ καὶ τὸ σῶµα ἐνυβρίζων, καὶ οὐδὲ τῇ γῇ κρύπτεσθαι συγχωρῶν; ὃ κοινὸν καὶ τῶν καταδίκων ἐστὶ, καὶ τῶν ἐπὶ τοῖς αἰσχίστοις ἑαλωκότων. Ἐκείνους µὲν γὰρ τοῦ θανάτου τὴν δίκην ἀπαιτήσαντες οἱ νοµοθέται, οὐδὲν περαιτέρω περιεργάζονται· τούτους δὲ ὁ πλοῦτος καὶ µετὰ θάνατον πικροτάτην ἀπαιτεῖ δίκην, γυµνοὺς προτιθεὶς καὶ ἀτάφους, θέαµα δεινὸν καὶ ἐλεεινόν. Καὶ γὰρ τῶν ἀπὸ ψήφου τοῦτο πασχόντων καὶ θυµοῦ δικαστικοῦ χαλεπώτερα οὗτοι πάσχουσιν. Ἐκεῖνοι µὲν γὰρ µίαν τὴν πρώτην καὶ δευτέραν ἡµέραν µείναντες ἄταφοι, τῇ γῇ παραδίδονται· οὗτοι δὲ ὅταν παραδοθῶσι τῇ γῇ, τότε γυµνοῦνται καὶ ὑβρίζονται. Εἰ δὲ µὴ καὶ τὴν θήκην λαβόντες ἀπέρχονται οἱ λῃσταὶ, οὐκέτι τῷ πλούτῳ χάρις, ἀλλὰ τῇ πενίᾳ κἀνταῦθα· αὕτη γὰρ αὐτὴν φυλάττει· ὡς εἴ γε καὶ ταύτην ἐνεχειρίσαµεν τῷ πλούτῳ, καὶ ἀφέντες ἀπὸ λίθου κατασκευάζειν αὐτὴν, ἐχαλκεύσαµεν ἀπὸ χρυσοῦ, καὶ ταύτην ἂν ἀπωλέσαµεν. Οὕτως ἄπιστον πρᾶγµα ὁ πλοῦτος, καὶ οὐ τῶν ἐχόντων τοσοῦτόν ἐστιν, ὅσον τῶν ἁρπάζειν ἐπιχειρούντων. Ὥστε περιττὸς ὁ λόγος ἐκεῖνος ὁ σπουδάζων δεικνύναι ὅτι δυσχείρωτον ὁ πλοῦτος, ὅπου οὐδὲ ἐν τῇ ἡµέρᾳ τῆς τελευτῆς τυγχάνουσιν ἀσφαλείας οἱτοῦτον ἔχοντες. Καίτοι γε τίς πρὸς τὸν ἀπελθόντα οὐ καταλλάττεται, κἂν θηρίον ᾖ, κἂν δαίµων, κἂν ὁστισοῦν; καὶ γὰρ ἐπιβουλεύουσιν· ὁ δὲ πλοῦτος τοὐναντίον ἅπαν, εὐεπιχείρητον καὶ ἁλώσιµον. Καὶ καθάπερ ἐν τοῖς ζώοις ἔλαφοι καὶ λαγωοὶ µάλιστα πάντων εἰσὶν εὐχείρωτοι διὰ τὴν ἐν τῇ φύσει δειλίαν, ὗς δὲ ἄγριος καὶ ταῦρος καὶ λέων οὐδ' ἂν ἐµπέσοιεν ῥᾳδίως τοῖς ἐπιβουλεύουσιν· οὕτω δὴ καὶ ἐπὶ τῶν πλουτούντων, καὶ ἐν πενίᾳ ζώντων ἑκόντων ἔστιν ἰδεῖν. Ὁ µὲν γὰρ τῷ λέοντι καὶ τῷ ταύρῳ ἔοικεν, ὁ δὲ τῇ ἐλάφῳ καὶ τῷ λαγωῷ. Τίνα γὰρ οὐ δέδοικεν ὁ πλουτῶν; οὐχὶ λῃστάς; οὐχὶ δυνάστας; οὐ βασκάνους; οὐ συκοφάντας; Καὶ τί λέγω λῃστὰς καὶ συκοφάντας, ὅπου γε καὶ τοὺς οἰκέτας αὐτοὺς ὑποπτεύει; Καὶ τί λέγω ζῶν; οὐδὲ τελευτήσας τῆς τῶν λῃστευόντων κακουργίας ἀπήλλακται, οὐδὲ ἰσχύει ὁ θάνατος ἐν ἀσφαλείᾳ αὐτὸν καταστῆσαι, ἀλλὰ καὶ νεκρὸν ὄντα συλῶσινοἱ κακουργοῦντες· οὕτω πρᾶγµα ἐπισφαλὲς ὁ πλοῦτος. Οὐ γὰρ δὴ οἰκίαι διορύττονται µόνον, ἀλλὰ καὶ τάφοι ἀναῤῥήγνυνται καὶ θῆκαι. Τί οὖν ἀθλιώτερον τούτου γένοιτ' ἂν, ὅταν µηδὲ θάνατος αὐτῷ παρέχῃ τὴν ἄδειαν ταύτην, ἀλλὰ τὸ δείλαιον ἐκεῖνο σῶµα οὐδὲ ζωῆςἀποστερηθὲν ἀπήλλακται τῶν ἐν τῇ ζωῇ κακῶν, τῶν τὰ τοιαῦτα κακουργούντων καὶ πρὸς κόνιν καὶ τέφραν ἐπειγοµένων πολεµεῖν, καὶ πολλῷ χαλεπώτερον, ἢἡνίκα ἔζη; Τότε µὲν γὰρ εἰς ταµιεῖον εἰσιόντες, τὰ κιβώτια µὲν ἐκίνουν, τοῦ σώµατος δὲ ἀπείχοντο, καὶ οὐκ ἂν τοσαῦτα ἔλαβον, ὡς καὶ αὐτὸ γυµνῶσαι τὸ σῶµα· νυνὶ δὲ οὐδὲ τούτων ἀπέχονται αἱ µιαραὶ τῶν τυµβωρύχων χεῖρες, ἀλλὰ κινοῦσιν αὐτὸ καὶ περιστρέφουσι, καὶ µετὰ πολλῆς ὠµότητος ἐνυβρίζουσι. Μετὰ γὰρ τὸ παραδοθῆναι τῇ γῇ, γυµνὸν καὶ τῆς ἐκεῖθεν περιβολῆς καὶ τῆς ἀπὸ τῶν ἱµατίων ποιήσαντες, οὕτως ἀφιᾶσιν ἐῤῥῖφθαι. Τίς οὖν οὕτω πολέµιος, ὡς ὁ πλοῦτος, ζώντων µὲν καὶ τὴν ψυχὴν ἀπολλὺς, τελευτησάντων δὲ καὶ τὸ σῶµα ἐνυβρίζων, καὶ οὐδὲ τῇ γῇ κρύπτεσθαι συγχωρῶν; ὃ κοινὸν καὶ τῶν καταδίκων ἐστὶ, καὶ τῶν ἐπὶ τοῖς αἰσχίστοις ἑαλωκότων. Ἐκείνους µὲν γὰρ τοῦ θανάτου τὴν δίκην ἀπαιτήσαντες οἱ νοµοθέται, οὐδὲν περαιτέρω περιεργάζονται· τούτους δὲ ὁ πλοῦτος καὶ µετὰ θάνατον πικροτάτην ἀπαιτεῖ δίκην, γυµνοὺς προτιθεὶς καὶ ἀτάφους, θέαµα δεινὸν καὶ ἐλεεινόν. Καὶ γὰρ τῶν ἀπὸ ψήφου τοῦτο πασχόντων καὶ θυµοῦ δικαστικοῦ χαλεπώτερα οὗτοι πάσχουσιν. Ἐκεῖνοι µὲν γὰρ µίαν τὴν πρώτην καὶ δευτέραν ἡµέραν µείναντες ἄταφοι, τῇ γῇ παραδίδονται· οὗτοι δὲ ὅταν παραδοθῶσι τῇ γῇ, τότε γυµνοῦνται καὶ ὑβρίζονται. Εἰ δὲ µὴ καὶ τὴν θήκην λαβόντες ἀπέρχονται οἱ λῃσταὶ, οὐκέτι τῷ πλούτῳ χάρις, ἀλλὰ τῇ πενίᾳ κἀνταῦθα· αὕτη γὰρ αὐτὴν φυλάττει· ὡς εἴ γε καὶ ταύτην ἐνεχειρίσαµεν τῷ πλούτῳ, καὶ ἀφέντες ἀπὸ λίθου κατασκευάζειν αὐτὴν, ἐχαλκεύσαµεν ἀπὸ χρυσοῦ, καὶ ταύτην ἂν ἀπωλέσαµεν. Οὕτως ἄπιστον πρᾶγµα ὁ πλοῦτος, καὶ οὐ τῶν ἐχόντων τοσοῦτόν ἐστιν, ὅσον τῶν ἁρπάζειν ἐπιχειρούντων. Ὥστε περιττὸς ὁ λόγος ἐκεῖνος ὁ σπουδάζων δεικνύναι ὅτι δυσχείρωτον ὁ πλοῦτος, ὅπου οὐδὲ ἐν τῇ ἡµέρᾳ τῆς τελευτῆς τυγχάνουσιν ἀσφαλείας οἱτοῦτον ἔχοντες. Καίτοι γε τίς πρὸς τὸν ἀπελθόντα οὐ καταλλάττεται, κἂν θηρίον ᾖ, κἂν δαίµων, κἂν ὁστισοῦν; καὶ γὰρ ἡ θέα ἱκανὴ καὶ τὸν σφόδρα σιδηροῦν καὶ ἀνάλγητον ἐπικάµψαι.∆ ιά τοι τοῦτο, ὅταν τις ἴδῃ νεκρὸν, κἂν ἐχθρὸν ἴδῃ, κἂν πολέµιον, µετὰ τῶν φιλτάτων δακρύει· καὶ ἡ µὲν ὀργὴ µετὰ τῆς ζωῆς σβέννυται, ὁ δὲ ἔλεος ἐπεισάγεται. Καὶ οὐκ ἄν τις ἐπὶ κήδους καὶ ἐκφορᾶς διαγνοίη τὸν ἐχθρὸν, καὶ τὸν οὐ τοιοῦτον· οὕτως ἅπαντες τὴν κοινὴν αἰδοῦνται φύσιν, καὶ τοὺς περὶ αὐτὴν εἰσενεχθέντας νόµους. Ἀλλ' ὁ πλοῦτος, οὐδὲ τούτου τυχὼν, ἀφίησι τὴν ὀργὴν τοῖς κτησαµένοις αὐτὸν, ἀλλὰ καὶ τοὺς οὐδὲν ἠδικηµένους τοῦ τετελευτηκότος ἐχθροὺς καθίστησιν, εἴ γε τὸ νεκρὸν σῶµα γυµνοῦν, τῶν σφόδρα ἐχθρῶν καὶ πολεµίων ἐστί. Καὶ ἡ µὲν φύσις καὶ τοὺς ἐχθροὺς αὐτῷ καταλλάττει τότε, ὁ δὲ πλοῦτος καὶ τοὺς οὐδὲν ἔχοντας ἐγκαλεῖν ἐκπολεµοῖ, καὶ ἐν ἐρηµίᾳ πολλῇ τὸ σῶµα αἰκίζεται. Καίτοι πολλὰ ἐκεῖ τὰ δυνάµενα ἐπισπάσασθαι πρὸς οἶκτον, αὐτὸ τὸ νεκρὸν εἶναι, τὸ ἀκίνητον, τὸ πρὸς γῆν ὁδεύειν καὶ φθορὰν, τὸ µηδένα παρεῖναιτὸν βοηθήσοντα. Ἀλλ' οὐδὲν τούτων κατακλᾷ τοὺς µιαροὺς ἐκείνους διὰ τὴν ἀπὸ τῆς πονηρᾶς ἐπιθυµίας τυραννίδα. Ὁ γὰρ τῆς φιλοχρηµατίας ἔρως, καθάπερ τις τύραννος ἀπηνὴς, ἐφέστηκεν ἐγκελευόµενος αὐτοῖς τὰ ἀπάνθρωπα ἐπιτάγµατα ἐκεῖνα, καὶ θηρίαποιήσας, οὕτως ἐπὶ τὰς θήκας ἄγει. Καθάπερ γὰρ θηρία τοῖς τετελευτηκόσιν ἐπιτιθέµενοι, οὐδ' ἂν τῶν σαρκῶν ἀπέσχοντο, εἴ γέ που χρήσιµα ἦν αὐτοῖς τὰ µέλη. Τοιαῦτα ἀπολαύοµεν τοῦ πλούτου, καὶ µετὰ τελευτὴν ὑβριζόµενοι, καὶ ταφῆς ἀποστερούµενοι, ἧς καὶ οἱ τὰ ἀνήκεστα τετολµηκότες ἀπολαύουσιν. Ἔτι οὖν, εἰπέ µοι, στέρξοµεν αὐτὸν τὸν οὕτω πολέµιον; Μὴ, παρακαλῶ, µὴ, ἀδελφοὶ, ἀλλὰ φεύγωµεν ἀµεταστρεπτί· κἂν εἰς χεῖρας ἔλθῃ τὰς ἡµετέρας, µὴ κατέχωµεν ἔνδον, ἀλλὰ δήσωµεν αὐτὸν ταῖς τῶν πενήτων χερσί. Ταῦτα γὰρ αὐτὸν δύναται µᾶλλον τὰ δεσµὰ κατέχειν, καὶ ἐκ τῶν ταµιείων ἐκείνων οὐδέποτε διαφεύξεται, καὶ ὁ ἄπιστος οὗτος µένει λοιπὸνπιστὸς, χειροήθης, ἥµερος, τῇ τῆς ἐλεηµοσύνης δεξιᾷ ταῦτα γενόµενος. Ἂν µὲν οὖν παραγένηταί ποτε ἡµῖν, ταύτῃ παραδῶµεν αὐτόν· ἂν δὲ µὴ παραγένηται, µὴ ζητῶµεν, µηδὲ ἄγχωµεν ἑαυτοὺς, µηδὲ τοὺς ἔχοντας µακαρίζωµεν. Ποῖος γὰρ οὗτος µακαρισµός; πλὴν εἰ µὴ καὶ τοὺς θηριοµάχους ζηλωτοὺς εἶναι φαίης, ὅτι τὰ πολυτίµητα ἐκεῖνα θηρία κατακλείσαντες ἑαυτοῖς φυλάττουσιν οἱ τοὺς τοιούτουςτιθέντες ἀγῶνας, αὐτοὶ µέντοι οὐ προσελθεῖν, οὐχ ἅψασθαι τολµῶντες, ἀλλ' ἀγωνιῶντες αὐτὰ καὶ τρέµοντες. Τοιοῦτον γάρ τι καὶ οἱ πλουτοῦντες πάσχουσιν, ὥσπερ θηρίον ἀπηνὲς ἐν τοῖς ταµιείοις κατακλείσαντες τὸν πλοῦτον, καὶ καθ' ἑκάστην παρ' αὐτοῦ τὴνἡµέραν µυρία δεχόµενοι τὰ τραύµατα, ἀπεναντίας τοῖς θηρίοις. Ἐκεῖνα µὲν γὰρ ὅταν ἐξαγάγῃς, τότε λυµαίνεται τοῖς ἀπαντῶσιν· οὗτος δὲ ὅταν συγκεκλεισµένος ᾖ καὶ φυλαττόµενος, τότε ἀπόλλυσι τοὺς κεκτηµένους αὐτὸν καὶ φυλάττοντας. Ἀλλ' ἡµεῖς τὸ θηρίον τοῦτο ποιήσωµεν ἥµερον. Ἔσται δὲ ἥµερον, ἂν µὴ κατακλείωµεν αὐτὸ, ἀλλὰ ταῖς ἁπάντων τῶν δεοµένων προσάγωµεν χερσίν. Οὕτω καὶ τὰ µέγιστα ἐντεῦθεν καρπωσόµεθα ἀγαθὰ, καὶ ἐν τῷ παρόντι βίῳ µετὰ ἀσφαλείας καὶ χρηστῆς ζῶντες ἐλπίδος, καὶ κατὰ τὴν µέλλουσανἡµέραν µετὰ παῤῥησίας ἱστάµενοι· ἧς γένοιτο πάντας ἡµᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.