Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In epistulam i ad Corinthios
John ChrysostomHom. 1 Cor. 36 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
36.36
Ἀδελφοὶ, µὴ παιδία γίνεσθε ταῖς φρεσὶν, ἀλλὰ τῇ κακίᾳ νηπιάζετε, ταῖς δὲ φρεσὶ τέλειοι γίνεσθε. αʹ. Εἰκότως µετὰ τὴν πολλὴν κατασκευὴν καὶ τὴν ἀπόδειξιν, σφοδρότερον κέχρηται τῷ λόγῳ, καὶ πολλῇ τῇ ἐπιτιµήσει, καὶ παραδείγµατος µέµνηταικαταλλήλου τῷ ὑποκειµένῳ. Καὶ γὰρ τὰ παιδία πρὸς µὲν τὰ µικρὰ κέχηνε καὶ ἐπτόηται, τῶν δὲ σφόδρα µεγάλων οὐ τοσοῦτον ἔχει θαῦµα. Ἐπεὶ οὖν καὶ οὗτοι γλωσσῶν ἔχοντες χάρισµα, τὸ πᾶν ἔχειν ἐνόµιζον, ὅπερ τῶν ἄλλων ἔσχατον ἦν, διὰ τοῦτό φησι, Μὴ παιδία γίνεσθε, τουτέστι, µὴἀνόητοι, ἔνθα συνετοὺς εἶναι χρὴ, ἀλλ' ἐκεῖ νήπιοι καὶ ἀφελεῖς, ἔνθα ἀδικία, ἔνθα κενοδοξία, ἔνθα φύσηµα· τὸν γὰρ τῇ κακίᾳ νηπιάζοντα καὶ φρόνιµον εἶναι δεῖ. Ὥσπερ γὰρ φρόνησις µετὰ κακουργίας οὐκ ἂν εἴη φρόνησις, οὕτω καὶ ἀφέλεια µετὰ ἀνοίας οὐκ ἂν εἴη ἀφέλεια. Καὶ γὰρ ἐν τῇ ἀφελείᾳ καὶ τὴν ἄνοιαν φεύγειν δεῖ, καὶ ἐν τῇ φρονήσει τὴν πονηρίαν. Καθάπερ γὰρ οὔτε τὰ πικρὰ φάρµακα πέρα τοῦ δέοντος, οὔτε τὰ γλυκέα ὀνίνησιν, οὕτως οὐδὲ ἀφέλεια καθ' ἑαυτὴν, οὐδὲ φρόνησις.∆ ιόπερ ἀµφότερα κατακεράσαι κελεύων ὁ Χριστὸς ἔλεγε, Γίνεσθε φρόνιµοι ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. Τί δέ ἐστι νήπιον εἶναι κακίᾳ; Τὸ µηδὲ εἰδέναι τί ποτέ ἐστι κακία· τοιούτους γὰρ αὐτοὺς εἶναι ἐβούλετο.∆ ιὸ καὶ ἔλεγεν, Ὅλως ἀκούεται ἐν ὑµῖν πορνεία. Οὐκ εἶπε, Τολµᾶται, ἀλλ', Ἀκούεται. Ἴστε γὰρ ὅλως τὸ πρᾶγµα, φησίν· ἠκούσατε γὰρ αὐτό ποτε. Καὶ γὰρ ἐβούλετο καὶ ἄνδρας αὐτοὺς εἶναι καὶ παῖδας, ἀλλὰ τὸ µὲν ἐν τῇ κακίᾳ, τὸ δὲ ἐν τῇ φρονήσει. Οὕτω γὰρ καὶ ὁ ἀνὴρ γένοιτ' ἂν ἀνὴρ, ἐὰν καὶ παιδίον ᾖ· ἕως δὲ ἂν µὴ παιδίον ᾖ τῇ πονηρίᾳ, οὐδὲ ἀνὴρ ἔσται. Ὁ γὰρ κακοῦργος οὐκ ἔσται τέλειος, ἀλλ' ἀνόητος. Ἐν τῷ γὰρ νόµῳ γέγραπται, ὅτι ἐν ἑτερογλώσσοις, καὶ ἐν χείλεσιν ἑτέροις λαλήσω τῷ λαῷ τούτῳ, καὶ οὐδ' οὕτως εἰσακούσονταί µου, λέγει Κύριος. Καίτοι γε οὐδαµοῦ ἐν τῷ νόµῳ γέγραπται, ἀλλ', ὅπερ ἔφθην εἰπὼν, πᾶσαν τὴν Παλαιὰν ἀεὶ νόµον καλεῖ καὶ τοὺς προφήτας καὶ τὰς ἱστορίας. Παράγει δὲ τὴν µαρτυρίαν ἀπὸ Ἡσαΐου τοῦ προφήτου, πάλιν ὑποτεµνόµενος τοῦ χαρίσµατος τὴν δόξαν, πρὸς τὸ ἐκείνων χρήσιµον· ἀλλ' ὅµως καὶ οὕτω µετ' ἐγκωµίου τίθησιν αὐτό. Τὸ γὰρ, Οὐδὲ οὕτω, δεικνύντος ἦν, ὅτι ἱκανὸν ἦν αὐτοὺς ἐκπλῆξαι τὸ θαῦµα· εἰ δὲ οὐκ ἐπείσθησαν, ἐκείνων τὸ ἔγκληµα. Καὶ τίνος ἕνεκεν αὐτὸ ἐποίησεν ὁ Θεὸς, εἰ µὴ ἔµελλον πείθεσθαι; Ἵνα τὰ αὐτοῦ πανταχοῦ φαίνηται ποιῶν.∆ είξας τοίνυν καὶ ἀπὸ τῆς προφητείας, ὅτι οὐ σφόδρα χρήσιµον τὸ σηµεῖον, ἐπήγαγεν· Ὥστε αἱ γλῶσσαι εἰς σηµεῖόν εἰσιν, οὐ τοῖς πιστεύουσιν, ἀλλὰ τοῖς ἀπίστοις· ἡ δὲ προφητεία οὐ τοῖς ἀπίστοις, ἀλλὰ τοῖς πιστεύουσιν. Ἐὰν οὖν συνέλθῃ ἡ Ἐκκλησία ὅλη ἐπὶ τὸ αὐτὸ, καὶ πάντες γλώσσαις λαλῶσιν, εἰσέλθωσι δὲ ἰδιῶται ἢ ἄπιστοι, οὐκ ἐροῦσιν, ὅτι Μαίνεσθε; Ἐὰν δὲ πάντες προφητεύωσιν, εἰσέλθῃ δέ τις ἄπιστος ἢ ἰδιώτης, ἐλέγχεται ὑπὸ πάντων, ἀνακρίνεται ὑπὸ πάντων· καὶ οὕτω τὰ κρυπτὰ τῆς καρδίας αὐτοῦ φανερὰ γίνεται, καὶ πεσὼν ἐπὶ πρόσωπον προσκυνήσει τῷ Θεῷ ἀπαγγέλλων, ὅτι Θεὸς ὄντως ἐν ὑµῖν ἐστι. Πολλὴν ἐνταῦθα ἐκ τῶν εἰρηµένων τὴν ἐπαπόρησιν ἴδοι τις ἄν. Εἰ γὰρ τοῖς ἀπίστοις σηµεῖόν εἰσιν αἱ γλῶσσαι, πῶς λέγει, Ἐὰν ἴδωσιν ὑµᾶς γλώσσαις λαλοῦντας οἱ ἄπιστοι, ἐροῦσιν, ὅτι Μαίνεσθε; καὶ εἰ προφητεία οὐ τοῖς ἀπίστοις, ἀλλὰ τοῖς πιστεύουσι, πῶς καὶ οἱ ἄπιστοι ἐξ αὐτῆς κερδανοῦσιν; Ἐὰν γὰρ εἰσέλθῃ, φησὶν, ἄπιστος προφητευόντων ὑµῶν, ἐλέγχεται ὑπὸ πάντων, καὶ ἀνακρίνεται. Οὐχ αὕτη δὲ µόνον, ἀλλὰ καὶ µετὰ ταύτην δευτέρα ἑτέρα ζήτησις ἐντεῦθεν φύεται· φανεῖται γὰρ ἡ γλῶττα πάλιν τῆς προφητείας µείζων. Εἰ γὰρ αἱ γλῶσσαι εἰς σηµεῖον τοῖς ἀπίστοις, ἡ δὲ προφητεία τοῖς πιστοῖς, τὸ τοὺς ἀλλοτρίους ἐφελκόµενον καὶ οἰκειοῦν, µεῖζον τοῦ ῥυθµίζοντοςτοὺς οἰκείους. Τί οὖν ἐστι τὸ εἰρηµένον; Οὐδὲν δύσκολον οὐδὲ ἀσαφὲς οὐδὲ ἐναντίον τοῖς ἔµπροσθεν, ἀλλὰ καὶ σφόδρα συµβαῖνον, ἐὰν προσέχωµεν. Ἡ µὲν γὰρ προφητεία ἀµφοτέροις ἐπιτήδειος, ἡ δὲ γλῶττα οὐκέτι.∆ ιόπερ εἰπὼν ἐπὶ τῆς γλώττης, Εἰς σηµεῖόν ἐστι, προσέθηκεν, Οὐ τοῖς πιστεύουσιν, ἀλλὰ τοῖς ἀπίστοις, καὶ τούτοις εἰς σηµεῖον, τουτέστιν, εἰς ἔκπληξιν, οὐκεἰς κατήχησιν τοσοῦτον. Ἀλλὰ καὶ ἐπὶ τῆς προφητείας, φησὶ, τὸ αὐτὸ τοῦτο ἐποίησεν, εἰπὼν, Ἡ δὲ προφητεία οὐ τοῖς ἀπίστοις, ἀλλὰ τοῖς πιστεύουσιν. Οὐδὲ γὰρ χρείαν ἔχει ὁ πιστὸς σηµεῖον ἰδεῖν, ἀλλὰ διδασκαλίας δεῖται µόνον καὶ κατηχήσεως. Πῶς οὖν σὺ λέγεις, φησὶν, ἀµφοτέροις χρήσιµον εἶναι τὴν προφητείαν, αὐτοῦ λέγοντος, Οὐ τοῖς ἀπίστοις, ἀλλὰ τοῖς πιστεύουσιν; Ἐὰν ἀκριβῶς ἐξετάσῃς, εἴσῃ τὸ λεγόµενον. Οὐδὲ γὰρ εἶπεν, ὅτι οὐκ ἔστι χρήσιµος ἡ προφητεία τοῖς ἀπίστοις, ἀλλ', Οὐκ ἔστιν εἰς σηµεῖον, ὡς ἡ γλῶττα, ἀνωφελὲς δηλονότι. Οὐδὲ τοῖς ἀπίστοις τι χρήσιµον ἡ γλῶττα· ἓν γὰρ αὐτῆς ἐστι τὸ ἔργον, τὸ ἐκπλῆξαι µόνον καὶ θορυβῆσαι. Τὸ γὰρ σηµεῖον τῶν µέσων ἐστίν· ὡς ὅταν λέγῃ, Ποίησον µετ' ἐµοῦ σηµεῖον, καὶ προστίθησιν, εἰς ἀγαθόν· καὶ πάλιν, Ἐγενήθην ὡσεὶ τέρας τοῖς πολλοῖς, τουτέστιν, εἰς σηµεῖον. βʹ. Καὶ ἵνα µάθῃς, ὅτι τὸ σηµεῖον ἐνταῦθα οὐχ ὡς πάντη χρήσιµόν τι ποιοῦν παρήγαγεν, ἐπήγαγε τὸ ἐξ αὐτοῦ γινόµενον. Τί δὲ ἦν τοῦτο; Ἐροῦσι, φησὶν, ὅτι Μαίνεσθε. Τοῦτο δὲ οὐ παρὰ τὴν τοῦ σηµείου φύσιν, ἀλλὰ παρὰ τὴν ἄνοιαν ἐκείνων. Ἀπίστους δὲ ὅταν ἀκούσῃς, µὴ τοὺς αὐτοὺς πανταχοῦ νόµιζε λέγεσθαι, ἀλλὰ ποτὲ µὲν τοὺς τὰ ἀνίατα νοσοῦντας καὶ ἀδιορθώτους µένοντας, ποτὲ δὲτοὺς καὶ µεταβαλέσθαι δυναµένους, οἷοι ἦσαν ἐπὶ τῶν ἀποστόλων οἱ θαυµάζοντες τὰ λεγόµενα τοῦ Θεοῦ µεγαλεῖα· οἷοι ἐπὶ τοῦ Κορνηλίου. Ὃ τοίνυν λέγει, τοῦτό ἐστιν· ὅτι ἡ µὲν προφητεία καὶ ἐν τοῖς ἀπίστοις καὶ ἐν τοῖς πιστοῖς ἰσχύει· τὴν δὲ γλῶτταν ἀκούοντες οἱ ἄπιστοι καὶ ἀνόητοι, οὐ µόνον οὐ κερδαίνουσιν, ἀλλὰ καὶ καταγελῶσιν, ὡς µαινοµένων, τῶν φθεγγοµένων. Καὶ γὰρ εἰς σηµεῖόν ἐστιν αὐτοῖς µόνον· τουτέστιν, εἰς τὸ ἐκπλήττεσθαι ἁπλῶς· ὡς οἵ γε νοῦν ἔχοντες καὶ ἐκέρδαινον, δι' ὃ ἐδόθη τὸ σηµεῖον. Οὐ γὰρ µόνον οἱ µέθην αὐτῶν κατηγοροῦντες ἦσαν τότε, ἀλλὰ πολλοὶ καὶ ἐθαύµαζον αὐτοὺς, ὡς τὰ µεγαλεῖα τοῦ Θεοῦ διηγουµένους· ὥστε οἱ γελῶντες, οἱ ἀνόητοι ἦσαν.∆ ιὸ καὶ Παῦλος οὐχ ἁπλῶς εἶπεν, Ἐροῦσιν ὅτι Μαίνεσθε, ἀλλὰ προσέθηκεν, ἰδιῶται καὶ ἄπιστοι. Ἡ δὲ προφητεία οὐκ εἰς σηµεῖον ἁπλῶς, ἀλλὰ καὶ εἰς πίστιν καὶ εἰς ὠφέλειαν ἀµφοτέροις ἐπιτηδεία καὶ χρήσιµος. Καὶ τοῦτο εἰ καὶ µὴ εὐθέως, ἀλλὰ διὰ τῶν ἑξῆς σαφέστερον ἡρµήνευσεν, εἰπών· Ἐλέγχεται ὑπὸ πάντων. Ἐὰν γὰρ πάντες προφητεύωσι, φησὶν, εἰσέλθῃ δέ τις ἄπιστος ἢ ἰδιώτης, ἐλέγχεται ὑπὸ πάντων, ἀνακρίνεται ὑπὸ πάντων, καὶ οὕτω τὰ κρυπτὰ τῆςκαρδίας αὐτοῦ φανερὰ γίνεται, καὶ πεσὼν ἐπὶ πρόσωπον προσκυνήσει τῷ Θεῷ, ἀπαγγέλλων ὅτι Θεὸς ὄντως ἐν ὑµῖν ἐστιν. Ὥστε οὐ τούτῳ µόνον µείζων ἡ προφητεία τῷ ἐν ἑκατέροις ἰσχύειν, ἀλλὰ καὶ τῷ τοὺς ἀναισχυντοτέρους τῶν ἀπίστων ἐφέλκεσθαι. Οὐδὲ γὰρ τὸ αὐτὸ θαῦµα ἦν, ὅτε τὴν Σάπφειραν ἤλεγξεν, ὅπερ προφητείας ἦν, καὶ ὅτε γλώσσαις ἐλάλει Πέτρος· ἀλλὰ τότε µὲν πάντες συνεστάλησαν, ὅτε δὲ γλώσσαις ἐλάλει, καὶ παραπαίοντος ἔλαβε δόξαν. Εἰπὼν τοίνυν, ὅτι οὐκ ὠφέλησε γλῶττα, καὶ ὑποτεµόµενος πάλιν αὐτὸ τοῦτο τῷ τὸ ἔγκληµα εἰς τοὺς Ἰουδαίους περιτρέψαι, προϊὼν δείκνυσιν ὅτι καὶ βλάπτει. Καὶ τίνος, φησὶν, ἕνεκεν ἐδόθη; Ἵνα µετὰ ἑρµηνείας προΐῃ· ὡς τούτου χωρὶς, καὶ τοὐναντίον ἐκβαίνει παρὰ τοῖς ἀνοήτοις. Ἐὰν γὰρ, φησὶ, γλώσσαις πάντες λαλῶσιν, εἰσέλθωσι δὲ ἄπιστοι ἢ ἰδιῶται, ἐροῦσιν, ὅτι Μαίνεσθε· καθάπερ οὖν καὶ οἱ ἀπόστολοι µεθυόντων ἐλάµβανον ὑπόνοιαν· Οὗτοι γὰρ, φησὶ, γλεύκους µεµεστωµένοι εἰσίν. Ἀλλ' οὐ τοῦ σηµείου κατηγορία, ἀλλὰ τῆς ἐκείνων ἰδιωτείας.∆ ιὰ τοῦτο προσέθηκεν, Ἰδιῶται καὶ ἄπιστοι, ὥστε τῆς ἐκείνων ἀπειρίας ἡ ὑπόληψις καὶ ἀπιστίας. Ὅπερ γὰρ ἔφθην εἰπὼν, οὐκ ἐν τοῖς διαβεβληµένοις, ἀλλ' ἐν τοῖς οὐ σφόδρα ὠφελοῦσι σπουδάζει κατατάξαι τὸ χάρισµα, καὶ τοῦτο, ὥστε καταστεῖλαιαὐτοὺς καὶ εἰς ἀνάγκην ἀγαγεῖν τοῦ τὸν ἑρµηνεύοντα ἐπιζητεῖν. Ἐπειδὴ γὰρ οὐ πρὸς τοῦτο ἑώρων, ἀλλὰ πρὸς ἐπίδειξιν αὐτῷ καὶ φιλοτιµίαν ἐκέχρηντο οἱ πολλοὶ, ἀπὸ τούτου µάλιστα ἀπάγει, δεικνὺς ὅτι εἰς δόξανπαραβλάπτονται, µανίας ὑπόληψιν κτώµενοι. Καὶ τοῦτο µάλιστά ἐστιν, ὃ συνεχῶς ἐπιχειρεῖ κατασκευάζειν ὁ Παῦλος, ὅταν τινὸς ἀπάγειν βούληται, εἰς αὐτὰ ἃ ἐπιθυµεῖ δείκνυσιναὐτὸν παραβλαπτόµενον. Καὶ σὺ τοίνυν οὕτω ποιεῖ· ἂν ἡδονῆς ἀπαγάγῃς, δεῖξον ὅτι τὸ πρᾶγµα πικρόν· ἂν κενοδοξίας ἀφέλκῃς, δεῖξον ὅτι τὸ πρᾶγµα ἀτιµίας γέµον. Οὕτω καὶ Παῦλος ἐποίει. Καὶ γὰρ πλουσίους ἀποσπῶν τοῦ περὶ τὰ χρήµατα ἔρωτος, οὐκ εἶπεν ὅτι βλαβερὸν ὁ πλοῦτος µόνον, ἀλλ' ὅτι καὶ εἰς πειρασµοὺς ἐµβάλλει. Οἱ γὰρ βουλόµενοι πλουτεῖν, φησὶν, ἐµπίπτουσιν εἰς πειρασµόν. Ἐπειδὴ γὰρ δοκεῖ πειρασµῶν ἀπαλλάττειν, τοὐναντίον αὐτῷ περιέθηκεν οὗπερ ἐνόµιζον οἱ πλουτοῦντες. Εἴχοντο πάλιν τῆς σοφίας τῆς ἔξωθεν ἕτεροι, ὡς ταύτῃ τὸ δόγµα ἱστῶντες· ἔδειξεν ὅτι οὐ µόνον οὐ βοηθεῖ τῷ σταυρῷ, ἀλλ' ὅτι καὶ κενοῖ αὐτόν. Εἴχοντο τοῦ δικάζεσθαι παρ' ἑτέροις, ἀνάξιον ἡγούµενοι παρὰ τοῖς οἰκείοις, ὡς τῶν ἔξωθεν σοφωτέρων ὄντων· δείκνυσιν ὅτι τὸ ἔξω δικάζεσθαι, αἰσχρόν. Εἴχοντο τῶν εἰδωλοθύτων, ὡς τελείαν γνῶσιν ἐπιδεικνύµενοι· ἔδειξεν ὅτι τοῦτο γνώσεως ἀτελοῦς, τὸ µὴ εἰδέναι οἰκονοµεῖν τὰ τῶν πλησίον. Οὕτω καὶ ἐνταῦθα, ἐπειδὴ ἐπτόηντο περὶ τὸ χάρισµα τοῦτο τὸ τῶν γλωσσῶν, δόξης ἐρῶντες, δείκνυσιν ὅτι τοῦτο µὲν οὖν µάλιστα αὐτοὺς καταισχύνει, οὐ µόνον δόξης ἀποστεροῦν, ἀλλὰ καὶ µανίας ὑπολήψει περιβάλλον. Ἀλλ' οὐκ εὐθέως τοῦτο εἶπεν, ἀλλὰ µυρία πρότερος εἰπὼν, ὅτε εὐπαράδεκτον τὸν λόγον ἐποίησε, τότε τὸ σφόδρα παράδοξον ἐπάγει. Καὶ τοῦτο δὲ αὐτὸ τὸ θεώρηµα σύνηθες. Τὸν γὰρ µέλλοντα διασαλεύειν δόξαν πεπηγυῖαν καὶ εἰς τὸ ἐναντίον περιτρέπειν, οὐκ εὐθέως τὰ ἐναντία λέγειν δεῖ· ἐπεὶ καταγέλαστος ἔσται παρὰ τοῖς προκατειληµµένοις ὑπὸ τῆς ἐναντίας ψήφου· ἐπειδὴ τὸ σφόδρα παράδοξον οὐκ ἂν γένοιτο ἐκ προοιµίων εὐπαράδεκτον, ἀλλὰ χρὴ πρότερον ὑπορύξαντα καλῶς δι' ἑτέρων, τότε εἰς τὸἐναντίον περιτρέπειν. γʹ. Οὕτω γοῦν καὶ ἐπὶ τοῦ γάµου διαλεγόµενος ἐποίησεν. Ἐπειδὴ γὰρ πολλοὶ προσεῖχον ὡς ἄνεσιν ἔχοντι τῷ πράγµατι, αὐτὸς δὲ ἐβούλετο δεῖξαι, ὅτι τὸ µὴ γαµεῖν ἄνεσις, εἰ µὲν εὐθέως τοῦτο εἶπεν, οὐκ ἂν οὕτως εὐπαράδεκτον αὐτὸ πεποίηκε· νυνὶ δὲ µετὰ πολλὰ αὐτὸ θεὶς, καὶ εὐκαίρως εἰσάγων, σφόδρα καθίκετο τῶν ἀκουόντων. Τοῦτο καὶ ἐπὶ τῆς παρθενίας πεποίηκε. Καὶ γὰρ πρὸ τοῦ πολλὰ εἰπὼν, καὶ µετὰ ταῦτα πάλιν, τότε φησὶν, ὅτι Ὑµῶν φείδοµαι, καὶ, Θέλω ὑµᾶς ἀµερίµνους εἶναι. Τοῦτο δὴ καὶ ἐπὶ τῶν γλωττῶν ποιεῖ, δεικνὺς ὅτι οὐ µόνον ἀποστερεῖ δόξης, ἀλλὰ καὶ καταισχύνει τοὺς ἔχοντας παρὰ τοῖς ἀπίστοις. Ἡ δὲ προφητεία τοὐναντίον καὶ αἰσχύνης ἀπήλλακται τῆς παρὰ τοῖς ἀπίστοις, καὶ δόξαν ἔχει µεγίστην καὶ ὠφέλειαν. Οὐ γὰρ ἐρεῖ τις ἐπὶ τῆς προφητείας, ὅτι Μαίνονται, οὐδὲ καταγελάσεται τῶν προφητευόντων, ἀλλὰ τοὐναντίον ἐκπλαγήσεται καὶ θαυµάσεται τούτους. Ἐλέγχεται γὰρ ὑπὸ πάντων· τουτέστιν, ἃ ἐπὶ καρδίας ἔχει, ταῦτα εἰς µέσον ἄγεται, καὶ δείκνυται πᾶσιν. Οὐκ ἔστι δὲ ἴσον εἰσελθόντα τινὰ ἰδεῖν µὲν Περσιστὶ, τὸν δὲ Συριστὶ φθεγγόµενον, καὶ εἰσελθόντα ἀκοῦσαι τὰ ἀπόῤῥητα τῆς αὐτοῦ διανοίας, καὶεἴτε πειράζων καὶ µετὰ πονηρᾶς γνώµης, εἴτε ὑγιῶς εἰσελήλυθε· καὶ ὅτι τὸ καὶ τὸ αὐτῷ πέπρακται, καὶ τὸ βεβούλευται· πολὺ γὰρ τοῦτοἐκείνου φρικωδέστερον καὶ χρησιµώτερον.∆ ιὰ δὴ τοῦτο, ἐπὶ µὲν τῶν γλωσσῶν φησιν, ὅτι Μαίνεσθε· ἀλλ' οὐκ οἴκοθεν τοῦτο ἀποφαίνεται, ἀλλ' ἀπὸ τῆς ἐκείνων κρίσεως· Ἐροῦσι γὰρ, φησὶν, ὅτι Μαίνεσθε. Ἐνταῦθα δὲ καὶ τῇ τῶν πραγµάτων κέχρηται ψήφῳ, καὶ τῇ τῶν ὠφελουµένων. Ἐλέγχεται γὰρ, φησὶν, ὑπὸ πάντων, ἀνακρίνεται ὑπὸ πάντων, καὶ οὕτω τὰ κρυπτὰ τῆς καρδίας αὐτοῦ φανερὰ γίνεται, καὶ οὕτω πεσὼν ἐπὶ πρόσωπονπροσκυνήσει τῷ Θεῷ, ἀπαγγέλλων ὅτι Θεὸς ὄντως ἐν ὑµῖν ἐστιν. Ὁρᾷς ὅτι τοῦτο ἀναµφισβήτητον; Ἐκεῖ µὲν γὰρ ἀµφιβάλλεται τὸ γινόµενον, καὶ µανίαν ἄν τις αἰτιάσαιτο τῶν ἀπίστων· ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον ἔσται, ἀλλὰ καὶ θαυµάσεται καὶ προσκυνήσει, διὰ τῶν ἔργων πρότερον ὁµολογῶν, εἶτα καὶ διὰ τῶν ῥηµάτων. Οὕτω καὶ Ναβουχοδονόσορ τὸν Θεὸν προσεκύνησε λέγων, Ἐπ' ἀληθείας ὁ Θεὸς ὑµῶν αὐτός ἐστι Θεὸς ἀποκαλύπτων µυστήρια, ὅτι ἠδυνήθης ἀποκαλύψαιτὸ µυστήριον τοῦτο. Εἶδες τῆς προφητείας τὴν ἰσχὺν, πῶς τὸν ἄγριον ἐκεῖνον µετέβαλε καὶ κατήχησε καὶ εἰς πίστιν ἤγαγε; Τί οὖν ἐστιν, ἀδελφοί; Ὅταν συνέρχησθε, ἕκαστος ὑµῶν ψαλµὸν ἔχει, διδαχὴν ἔχει, γλῶσσαν ἔχει, ἀποκάλυψιν ἔχει, ἑρµηνείαν ἔχει· πάντα πρὸς οἰκοδοµὴν γινέσθω. Ὁρᾷς τοῦ Χριστιανισµοῦ τὴν κρηπῖδα καὶ τὸν κανόνα; Ὥσπερ γὰρ τεχνίτου ἔργον τὸ οἰκοδοµεῖν, οὕτω καὶ τοῦ Χριστιανοῦ τὸ τοὺς πλησίον διὰ πάντων ὠφελεῖν. Ἐπειδὴ δὲ σφόδρα κατέδραµε τοῦ χαρίσµατος, ἵνα µὴ δόξῃ περιττὸν εἶναι· τὸν γὰρ τῦφον αὐτῶν κατασπάσαι βουλόµενος, µόνον τοῦτο πεποίηκε· πάλιν ἀριθµεῖ αὐτὸ µετὰ τῶν ἄλλων, λέγων· Ψαλµὸν ἔχει, διδαχὴν ἔχει, γλῶσσαν ἔχει. Καὶ γὰρ ψαλµοὺς τὸ παλαιὸν ἐποίουν ἀπὸ χαρίσµατος, καὶ ἐδίδασκον ἀπὸ χαρίσµατος· ἀλλ' ὅµως ἅπαντα ταῦτα πρὸς ἓν βλεπέτω, φησὶ, τὴν τοῦ πλησίον διόρθωσιν· µηδὲν ἁπλῶς γινέσθω. Εἰ γὰρ µὴ παραγίνῃ τὸν ἀδελφὸν οἰκοδοµήσων, τί καὶ παραγίνῃ; Οὐ δὴ πολύς µοι λόγος τῆς τῶν χαρισµάτων διαφορᾶς· ἑνὸς ἐµοὶ µέλει µόνον, καὶ τὸ σπουδαζόµενόν µοι ἓν, τὸ πρὸς οἰκοδοµὴν ἅπαντα ποιεῖν. Οὕτω καὶ ὁ τὸ µικρὸν ἔχων χάρισµα, τὸν τὸ µέγα ἔχοντα παραδραµεῖται, ἐὰν τοῦτο προσῇ.∆ ιὰ γὰρ τοῦτο καὶ τὰ χαρίσµατα, ἵνα οἰκοδοµῆται ἕκαστος· ὡς ἐὰν µὴ τοῦτο γίνηται, καὶ εἰς κρῖµα ἔσται τὸ χάρισµα τῷ λαβόντι. Τί γὰρ, εἰπέ µοι, ὄφελος τοῦ προφητεύειν; τί δὲ ὄφελος τοῦ νεκροὺς ἐγείρειν, ὅταν µηδεὶς ὁ κερδαίνων ᾖ; Εἰ δὲ τοῦτο τῶν χαρισµάτων τὸ τέλος, ἔξεστι δὲ αὐτὸ καὶ ἑτέρῳ κατασκευάζειν τρόπῳ χαρισµάτων χωρὶς, µὴ µέγα ἐπὶ τοῖς σηµείοις φρόνει, µηδὲταλάνιζε σαυτὸν, ὁ τῶν χαρισµάτων ἐστερηµένος. Εἴτε δὲ γλώσσῃ τις λαλεῖ, κατὰ δύο, ἢ τὸ πλεῖστον τρεῖς, καὶ ἀνὰ µέρος, καὶ εἷς διερµηνευέτω. Ἐὰν δὲ µὴ ᾖ διερµηνευτὴς, σιγάτω ἐν ἐκκλησίᾳ, ἑαυτῷ δὲ λαλείτω καὶ τῷ Θεῷ. Τί λέγεις; εἰπέ µοι· τοσαῦτα εἰπὼν περὶ γλωσσῶν, ὅτι ἀνόνητον, ὅτι περιττὸν, ἐὰν µὴ ἑρµηνέα ἔχῃ, κελεύεις πάλιν γλώσσαις λαλεῖν; Οὐ κελεύω, φησὶν, ἀλλ' οὐδὲ κωλύω· ὡς ὅταν λέγῃ, Εἴ τις ὑµᾶς καλεῖ τῶν ἀπίστων, καὶ θέλετε πορεύεσθαι, οὐχὶ νοµοθετῶν τὸ πορεύεσθαι λέγει, ἀλλ' οὐκ ἐπέχων· οὕτω καὶ ἐνταῦθα, Ἑαυτῷ δὲ λαλείτω καὶ τῷ Θεῷ. Εἰ µὴ καρτερεῖ σιγᾷν, φησὶν, ἀλλ' οὕτως ἐστὶ φιλότιµος καὶ κενόδοξος, καθ' ἑαυτὸν φθεγγέσθω. Ὥστε αὐτῷ τούτῳ µάλιστα τῷ οὕτως ἐπιτρέψαι ἐκώλυσεν ἐντρέψας. δʹ. Ὃ καὶ ἀλλαχοῦ ποιεῖ περὶ τῆς πρὸς γυναῖκα ὁµιλίας διαλεγόµενος, καὶ λέγων· Τοῦτο δὲ λέγω διὰ τὴν ἀκρασίαν ὑµῶν. Ἀλλ' οὐχ ὅτε περὶ προφητείας ἔλεγεν, οὕτως εἶπεν, ἀλλὰ πῶς; Ἐπιτακτικῶς καὶ νοµοθετικῶς· Προφῆται δὲ δύο ἢ τρεῖς λαλείτωσαν. Καὶ οὐδαµοῦ τὸν ἑρµηνέα ἐνταῦθα ζητεῖ, οὐδὲ ἐπιστοµίζει τὸν προφητεύοντα, καθάπερ ἐκεῖ λέγων, Ἐὰν µὴ ᾖ διερµηνευτὴς, σιγάτω. Οὐδὲ γὰρ αὐτάρκης ὁ τῇ γλώττῃ λαλῶν.∆ ιόπερ εἰ µέν τις ἀµφότερα ἔχει τὰ χαρίσµατα, λαλείτω· εἰ δὲ οὐκ ἔχει, θέλει δὲ φθέγγεσθαι, µετὰ τοῦ ἑρµηνεύοντος τοῦτο ποιείτω. Καὶ γὰρ ὁ προφήτης ἑρµηνευτής ἐστιν, ἀλλὰ τοῦ Θεοῦ, σὺ δὲ τοῦ ἀνθρώπου. Ἐὰν δὲ µὴ ᾖ διερµηνευτὴς, σιγάτω. Οὐδὲν γὰρ δεῖ περιττῶς γίνεσθαι, οὐδὲ πρὸς φιλοτιµίαν. Ἑαυτῷ δὲ λαλείτω καὶ τῷ Θεῷ· τουτέστι, κατὰ διάνοιαν, ἢ ἠρέµα καὶ ἀψοφητὶ, εἴ γε βούλεται. Οὐ γὰρ δὴ νοµοθετοῦντος τοῦτό ἐστιν, ἀλλὰ τάχα καὶ ἐντρέποντος µᾶλλον διὰ τῆς συγχωρήσεως, ὥσπερ ὅταν λέγῃ, Εἰ δέ τις πεινᾷ, ἐν οἴκῳ ἐσθιέτω· καὶ δοκῶν συγχωρεῖν, δριµύτερον αὐτῷ τούτῳ καθάπτεται. Οὐ γὰρ διὰ τοῦτο συνέρχεσθε, φησὶν, ἵνα δείξητε ὅτι χάρισµα ἔχετε, ἀλλ' ἵνα οἰκοδοµῆτε τοὺς ἀκούοντας· ὅπερ καὶ ἀρχόµενος εἶπε, Πάντα πρὸς οἰκοδοµὴν γινέσθω. Προφῆται δὲ δύο ἢ τρεῖς λαλείτωσαν, καὶ οἱ ἄλλοι διακρινέτωσαν. Οὐδαµοῦ τὸ πλεῖστον προσέθηκε καθάπερ ἐπὶ τῶν γλωττῶν. Καὶ τί τοῦτό φησιν; οὐδὲ γὰρ τὴν προφητείαν αὐτάρκη δείκνυσιν, εἴ γε ἄλλοις ἐπιτρέπει τὴν κρίσιν. Σφόδρα µὲν οὖν αὐτάρκης· οὐδὲ γὰρ ἐπεστόµισεν αὐτὸν καθάπερ ἐκεῖνον, οὐκ ὄντος ἑρµηνεύοντος· οὐδὲ ὥσπερ ἐπ' ἐκείνου εἶπεν, Ἐὰν µὴ ᾖ ὁ διερµηνευτὴς, σιγάτω, οὕτω καὶ ἐπὶ τούτου, Ἐὰν µὴ ᾖ ὁ διακρίνων, µὴ προφητευέτω, ἀλλ' ἠσφαλίσατο µόνοντὸν ἀκροατήν. Πρὸς γὰρ τὴν τῶν ἀκουόντων πληροφορίαν τοῦτο εἴρηκεν, ὥστε µὴ παρεµπεσεῖν µεταξὺ µάντιν. Τοῦτο γὰρ καὶ ἀρχόµενος φυλάττεσθαι ἐκέλευεν, ὅτε µαντείας καὶ προφητείας διαίρεσιν εἰσήγαγε, καὶ νῦν αὐτὸ διακρίνειν κελεύει καὶ σκοπεῖν, ὥστε µήτι παρεισδῦναι διαβολικόν. Ἐὰν δὲ ἄλλῳ ἀποκαλυφθῇ καθηµένῳ, ὁ πρῶτος σιγάτω.∆ ύνασθε γὰρ καθ' ἕνα πάντες προφητεύειν, ἵνα πάντες µανθάνωσι, καὶ πάντες παρακαλῶνται. Τί ποτέ ἐστι τοῦτο τὸ εἰρηµένον; Εἰ προφητεύοντός σου, φησὶ, καὶ φθεγγοµένου, τὸ πνεῦµα τοῦ ἑτέρου διεγείρειεν αὐτὸν, σίγα λοιπόν. Ὅπερ γὰρ εἶπεν ἐπὶ τῶν γλωττῶν, τοῦτο καὶ ἐνταῦθα ἀπαιτεῖ τὸ ἀνὰ µέρος, ἀλλὰ θειότερα ἐνταῦθα· οὐ γὰρ εἶπεν, Ἀνὰ µέρος, ἀλλ', Ἐὰν ἄλλῳ ἀποκαλυφθῇ. Τί γὰρ ἐχρῆν λοιπὸν, τούτου κινουµένου πρὸς προφητείαν, ἐκεῖνον λέγειν; Ἀλλ' ἀµφοτέρους ἐχρῆν; Ἀλλ' ἄτοπον, καὶ σύγχυσιν ἔχον. Ἀλλὰ τὸν πρότερον; Ἀλλὰ καὶ τοῦτο ἄτοπον.∆ ιὰ γὰρ τοῦτο, λέγοντος ἐκείνου, τοῦτον ἐκίνει τὸ Πνεῦµα, ἵνα τι καὶ οὗτος εἴπῃ. Εἶτα παραµυθούµενος τὸν ἐπιστοµισθέντα, φησί·∆ ύνασθε γὰρ καθ' ἕνα πάντες προφητεύειν, ἵνα πάντες µανθάνωσι, καὶ πάντες παρακαλῶνται. Ὁρᾷς πῶς πάλιν τὴν αἰτίαν τίθησι, δι' ἣν πάντα ποιεῖ; Εἰ γὰρ τὸν γλώσσαις λαλοῦντα καθόλου κωλύει λέγειν, ὅταν ἑρµηνέα µὴ ἔχῃ, διὰ τὸ ἀνωφελὲς, εἰκότως καὶ προφητείαν, ἂν µὴ τοῦτο ἔχῃ, ἀλλὰ σύγχυσιν ποιῇ καὶ ταραχὴν καὶ θόρυβον ἄκαιρον, κατέχειν κελεύει. Καὶ πνεύµατα προφητῶν προφήταις ὑποτάσσεται. Εἶδες πῶς ἐνέτρεψεν αὐτὸν εὐτόνως καὶ φοβερῶς; Ἵνα γὰρ µὴ φιλονεικῇ, µηδὲ στασιάζῃ ὁ ἄνθρωπος, αὐτὸ τὸ χάρισµα δείκνυσιν ὑποτασσόµενον· πνεῦµα γὰρ ἐνταῦθα τὴν ἐνέργειαν λέγει. Εἰ δὲ τὸ πνεῦµα ὑποτάσσεται, πολλῷ µᾶλλον σὺ ὁ κεκτηµένος οὐκ ἂν εἴης δίκαιος φιλονεικεῖν. Εἶτα δείκνυσιν ὅτι καὶ τῷ Θεῷ τοῦτο δοκεῖ, ἐπάγων καὶ λέγων· Οὐ γάρ ἐστιν ἀκαταστασίας ὁ Θεὸς, ἀλλὰ εἰρήνης, ὡς ἐν πάσαις ταῖς Ἐκκλησίαις τῶν ἁγίων διδάσκω. Εἶδες δι' ὅσων ἤγαγεν αὐτὸν εἰς σιγὴν, καὶ παρεµυθήσατο θατέρῳ παραχωροῦντα; δι' ἑνὸς µὲν καὶ πρώτου, τοῦ µὴ ἐκλύεσθαι τούτου γινοµένου·∆ ύνασθε γὰρ, φησὶ, καθ' ἕνα πάντες προφητεύειν· δι' ἑτέρου δὲ τοῦ καὶ τῷ Πνεύµατι τοῦτο δοκεῖν· Πνεύµατα γὰρ προφητῶν προφήταις ὑποτάσσεται· πρὸς τούτοις τῷ κατὰ γνώµην τοῦ Θεοῦ τοῦτο εἶναι· Οὐ γάρ ἐστιν ἀκαταστασίας, φησὶν, ὁ Θεὸς, ἀλλὰ εἰρήνης· καὶ τετάρτῳ, τῷ πανταχοῦ τῆς οἰκουµένης τοῦτον κρατεῖν τὸν νόµον, καὶ µηδὲν ξένον αὐτοῖς ἐπιτάττεσθαι. Οὕτω γὰρ ἐν πάσαις, φησὶ, ταῖς Ἐκκλησίαις τῶν ἁγίων διδάσκω. Τί τοίνυν φρικωδέστερον τούτων γένοιτ' ἂν τῶν πραγµάτων; Καὶ γὰρ οὐρανὸς ἡ Ἐκκλησία τότε, τοῦ Πνεύµατος πάντα δηµαγωγοῦντος καὶ τῶν προεστώτων ἕκαστον κινοῦντος, καὶ ἔνθουν ποιοῦντος. Ἀλλὰ νῦν τὰ σύµβολα κατέχοµεν τῶν χαρισµάτων ἐκείνων µόνον. Καὶ γὰρ καὶ νῦν δύο ἢ τρεῖς λέγοµεν, καὶ ἀνὰ µέρος, καὶ ἑτέρου σιγῶντος ἕτερος ἄρχεται· ἀλλὰ σηµεῖα ταῦτα µόνον ἐστὶν ἐκείνων καὶ ὑποµνήµατα.∆ ιὸ ἐπειδὰν ἀρξώµεθα λέγειν, ὁ λαὸς ἀντιφθέγγεται, Τῷ Πνεύµατί σου, δεικνὺς ὅτι τὸ παλαιὸν οὕτως ἔλεγον, οὐκ οἰκείᾳ σοφίᾳ, ἀλλὰ τῷ Πνεύµατι κινούµενοι. Ἀλλ' οὐχὶ νῦν· τὸ ἐµαυτοῦ λέγω τέως. εʹ. Ἀλλ' ἔοικεν ἡ Ἐκκλησία νῦν γυναικὶ τῆς παλαιᾶς εὐηµερίας ἐκπεσούσῃ, καὶ τὰ σύµβολα κατεχούσῃ πολλαχοῦ µόνον τῆς ἀρχαίας εὐπραγίας ἐκείνης, καὶτὰς µὲν θήκας τῶν χρυσίων ἐπιδεικνυµένῃ καὶ τὰ κιβώτια, τὸν δὲ πλοῦτον ἀφῃρηµένῃ· ταύτῃ προσέοικεν ἡ Ἐκκλησία νῦν. Καὶ οὐ χαρισµάτων ἕνεκεν τοῦτο λέγω· οὐδὲ γὰρ ἦν δεινὸν, εἰ τοῦτο ἦν µόνον· ἀλλὰ καὶ βίου καὶ ἀρετῆς. Καὶ γὰρ ὁ τῶν χηρῶν ἀριθµὸς, καὶ ὁ τῶν παρθένων χορὸς τότε µὲν εἶχε κόσµον ταῖς Ἐκκλησίαις πολύν· νῦν δὲ ἠρήµωται καὶ κεκένωται, καὶ τὰ σύµβολα µένει µόνον. Εἰσὶ µὲν γὰρ χῆραι καὶ νῦν, εἰσὶ καὶ παρθένοι, ἀλλ' οὐκ ἔχουσιν αὗται τὸν κόσµον ἐκεῖνον, ὃν τὰς ἀποδυσαµένας πρὸς τὰ τοιαῦτα παλαίσµατα ἔχειν χρή. Καὶ γὰρ τῆς παρθένου τὸ ἐξαίρετον γνώρισµα, τὸ τὰ τοῦ Θεοῦ µεριµνᾷν µόνα, καὶ τὸ εὐπρόσεδρον ἀπερισπάστως· καὶ τῆς χήρας οὐχ οὕτω τὸ µὴ δευτέροις ὁµιλῆσαι γάµοις δεῖγµα γένοιτ' ἂν, ὡς τἄλλα, τὰ τῆς φιλοξενίας, τὰ τῆς φιλοπτωχίας, τὰ τῆς φιλοκαρτερίας τῆςἐν εὐχαῖς, πάντα τὰ ἄλλα, ἃ µετὰ πολλῆς ἀπαιτεῖ τῆς ἀκριβείας ὁ Παῦλος Τιµοθέῳ γράφων. Ἴδοι τις ἂν καὶ τὰς ἐν γάµῳ πολλὴν ἐπιδεικνυµένας παρ' ἡµῖν τὴν κοσµιότητα. Ἀλλ' οὐ τοῦτο µόνον ἐστὶ τὸ ζητούµενον, ἀλλ' ἡ περὶ τοὺς δεοµένους µετὰ σπουδῆς θεραπεία, δι' ἧς αἱ ἀρχαῖαι µάλιστα ἀπέλαµπον γυναῖκες, οὐχ ὡςαἱ πολλαὶ τῶν νῦν. Τότε µὲν γὰρ ἀντὶ χρυσοῦ τὸν ἀπὸ τῆς ἐλεηµοσύνης περιέκειντο καλλωπισµόν· νυνὶ δὲ ἀφεῖσαι τοῦτο, σχοινία χρυσᾶ ἀπὸ τῆς σειρᾶς τῶν ἁµαρτιῶν πεπλεγµένα πανταχόθεν περίκεινται. Εἴπω καὶ ἄλλην θήκην κεκενωµένην τοῦ πατρῴου κόσµου; Συνῄεσαν τὸ παλαιὸν ἅπαντες, καὶ ὑπέψαλλον κοινῇ. Τοῦτο ποιοῦµεν καὶ νῦν· ἀλλὰ τότε µὲν ἐν ἅπασι µία ψυχὴ ἦν καὶ καρδία µία· νυνὶ δὲ οὐδὲ ἐν µιᾷ ψυχῇ τὴν ὁµόνοιαν ἐκείνην ἴδοι τις ἂν, ἀλλὰ πολὺς ὁ πόλεµος πανταχοῦ. Εἰρήνην καὶ νῦν πᾶσιν ὁ τῆς Ἐκκλησίας προεστὼς ἐπεύχεται, ὡς εἰς πατρῴαν οἰκίαν εἰσιών· ἀλλὰ τῆς εἰρήνης ταύτης τὸ µὲν ὄνοµα πολὺ, τὸ δὲ πρᾶγµα οὐδαµοῦ. Τότε καὶ αἱ οἰκίαι ἐκκλησίαι ἦσαν· νυνὶ δὲ καὶ ἡ ἐκκλησία οἰκία, µᾶλλον δὲ καὶ οἰκίας πάσης χείρων. Ἐν οἰκίᾳ µὲν γὰρ πολλὴν καὶ εὐταξίαν ἴδοι τις ἄν· καὶ γὰρ ἡ κυρία τῆς οἰκίας ἐπὶ τοῦ θρόνου κάθηται µετὰ εὐσχηµοσύνης ἁπάσης, καὶ αἱ θεραπαινίδες µετὰ τῆς ἡσυχίας ὑφαίνουσι, καὶ τῶν οἰκετῶνἕκαστος τὸ ἐπιταχθὲν µετὰ χεῖρας ἔχει. Ἐνταῦθα δὲ πολὺς ὁ θόρυβος, πολλὴ ἡ σύγχυσις, καὶ καπηλείου οὐδὲν διενήνοχε τὰ παρ' ἡµῖν· τοσοῦτος ὁ γέλως, τοσαύτη ἡ ταραχὴ, καθάπερ ἐν βαλανείοις, καθάπερ ἐν ἀγοραῖς κραζόντων, θορυβούντων ἁπάντων. Καὶ ταῦτα ἐνταῦθα µόνον· ὡς ἀλλαχοῦ οὐδὲ προσειπεῖν τὸν πλησίον ἔξεστιν ἐν ἐκκλησίᾳ, κἂν χρόνιόν τις ἀπολάβῃ τὸν φίλον, ἀλλ' ἔξω ταῦτα γίνεται, καὶ µάλα εἰκότως. Οὐ γὰρ κουρεῖον, οὐδὲ µυροπωλεῖον ἡ ἐκκλησία, οὐδὲ ἐργαστήριον ἕτερον τῶν ἐπ' ἀγορᾶς, ἀλλὰ τόπος ἀγγέλων, τόπος ἀρχαγγέλων, βασιλεία Θεοῦ, αὐτὸς ὁ οὐρανός. Ὥσπερ οὖν εἴ τις τὸν οὐρανὸν διαστείλας ἐκεῖ σε εἰσήγαγε, κἂν τὸν πατέρα, κἂν τὸν ἀδελφὸν εἶδες, οὐκ ἂν ἐτόλµησας φθέγξασθαι· οὕτως οὐδὲ ἐνταῦθα ἕτερόν τι, πλὴν τῶν πνευµατικῶν φθέγγεσθαι ἔδει· καὶ γὰρ καὶ τὰ ἐνταῦθα οὐρανός. Εἰ δὲ ἀπιστεῖς, ἴδε πρὸς ταυτηνὶ τὴν τράπεζαν, ἀναµνήσθητι τίνος ἕνεκεν ἕστηκε, καὶ διὰ τί· ἐννόησον τίς ὁ προβαίνων ἐνταῦθα, φρίξον καὶ πρὸ τοῦ καιροῦ. Καὶ γὰρ καὶ θρόνον τις ἰδὼν µόνον βασιλέως, ἀνίσταται τῇ ψυχῇ, προσδοκῶν τὴν ἔξοδον τοῦ βασιλέως. Καὶ σὺ τοίνυν καὶ πρὸ τοῦ καιροῦ τοῦ φρικώδους φρίξον ἐκείνου, διανάστηθι, καὶ πρὶν ἰδεῖν τὰ παραπετάσµατα ἀναστελλόµενα καὶ τὸν χορὸν τῶνἀγγέλων προβαίνοντα, πρὸς αὐτὸν ἀνάβαινε τὸν οὐρανόν. Ἀλλ' ἀγνοεῖ ταῦτα ὁ ἀµύητος· οὐκοῦν ἀναγκαῖον καὶ πρὸς ἐκεῖνον εἰπεῖν ἕτερα. Οὐδὲ γὰρ πρὸς τοῦτον ἀπορήσοµεν τῶν δυναµένων αὐτὸν διαναστῆσαι καὶ πεῖσαι πέτεσθαι. Σὺ τοίνυν ὁ ταῦτα ἀγνοῶν, ὅταν ἀκούσῃς τοῦ προφήτου λέγοντος, Τάδε λέγει Κύριος· Ἀπόστηθι τῆς γῆς, ἀνάβηθι καὶ αὐτὸς εἰς τὸν οὐρανὸν, ἐννόησον τίς ἐστιν ὁ δι' ἐκείνου σοι διαλεγόµενος. Νῦν δὲ, µίµου µὲν γελωτοποιοῦντος, καὶ πορνευοµένης γυναικὸς καὶ ἀσχηµονούσης, θέατρον τοσοῦτον κάθηται, πολλὴν παρέχον τὴν ἡσυχίαντοῖς λεγοµένοις, καὶ ταῦτα οὐδενὸς κελεύοντος σιγᾷν, καὶ οὔτε θόρυβος οὔτε κραυγὴ, οὐχ ὁ τυχὼν θροῦς· Θεοῦ δὲ ἐκ τῶν οὐρανῶν φθεγγοµένου περὶ φρικτῶν οὕτω πραγµά των, κυνῶν ἀναισχυντότερον διακείµεθα, οὐδὲ ὅσην ταῖς πόρναις γυναιξὶ, τοσαύτην τῷ Θεῷ παρέχοντες τὴν αἰδώ. ὰʹ. Ἐφρίξατε ταῦτα ἀκούσαντες; Οὐκοῦν πολλῷ µᾶλλον ταῦτα ποιοῦντες φρίξατε. Ὃ περὶ τῶν ὑπερορώντων τοὺς πένητας εἶπεν ὁ Παῦλος, καὶ µόνων ἑστιωµένων· Μὴ γὰρ οἰκίας οὐκ ἔχετε εἰς τὸ ἐσθίειν καὶ πίνειν; ἢ τῆς ἐκκλησίας τοῦ Θεοῦ καταφρονεῖτε, καὶ καταισχύνετε τοὺς µὴ ἔχοντας; δότε κἀµοὶ περὶ τῶν θορυβούντων ἐνταῦθα καὶ διαλεγοµένων εἰπεῖν· µὴ γὰρ οὐκ ἔχετε οἰκίας εἰς τὸ φλυαρεῖν; ἢ τῆς ἐκκλησίας τοῦ Θεοῦ καταφρονεῖτε, καὶ διαφθείρετε καὶ τοὺς σωφρονεῖν καὶ ἡσυχάζειν βουλοµένους; Ἀλλὰ ἡδὺ καὶ φίλον ἡµῖν τοῖς γνωρίµοις διαλέγεσθαι; Οὐ κωλύω τοῦτο, ἀλλ' ἐν οἰκίᾳ, ἀλλ' ἐν ἀγορᾷ, ἀλλ' ἐν βαλανείοις γινέσθω· ἡ γὰρ ἐκκλησία οὐ διαλέξεως, ἀλλὰ διδασκαλίας χωρίον ἐστί. Νυνὶ δὲ τῆς ἀγορᾶς οὐδὲν διενήνοχεν· εἰ δὲ µὴ τολµηρὸν εἰπεῖν, τάχα οὐδὲ τῆς σκηνῆς· οὕτω τῶν ἐκεῖ πορνευοµένων γυναικῶν ἀσελγέστερον αἱ ἐνταῦθα συλλεγόµεναι καλλωπίζονται.∆ ιὸ δὴ πολλοὺς καὶ ἐνταῦθα ἐφέλκονται τῶν ἀκολάστων· καὶ ἄν τε πειρᾶταί τις ἢ βούληται γυναῖκα διαφθείρειν, οὐδεὶς, οἶµαι, τῆς ἐκκλησίας ἐπιτηδειότερος αὐτῷ τόπος εἶναι δοκεῖ. Ἄν τε ὠνήσασθαί τι καὶ πρίασθαι δέῃ, µᾶλλον τῆς ἀγορᾶς χρήσιµος ἡ ἐκκλησία φαίνεται. Ἐνταῦθα γὰρ καὶ περὶ τούτων πλείους γίνονται λόγοι, ἢ ἐν αὐτοῖς τοῖς ἐργαστηρίοις. Ἄν τε κακῶς εἰπεῖν καὶ ἀκοῦσαι βούλωνταί τινες, καὶ τοῦτο ὄψει ἐνταῦθα µᾶλλον, ἢ ἐπὶ τῆς ἀγορᾶς ἔξω συµβαῖνον· κἂν τῶν πολιτικῶν τι βουληθῇς ἀκοῦσαι πραγµάτων, κἂν τῶν ἐν οἰκίαις, κἂν τῶν ἐν στρατοπέδῳ, µὴ βαδίσῃς εἰς δικαστήριον, µηδὲ καθίσῃς ἐν ἰατρείῳ· εἰσὶ γὰρ ἐνταῦθα, εἰσὶν οἱ πάντων ἀκριβέστερον ταῦτα ἅπαντα καταγγέλλοντες καὶ πάντα µᾶλλόν ἐστι τὰ ἐνταῦθα, ἢ ἐκκλησία. Τάχα σφόδρα καθηψάµην ὑµῶν· οὐκ ἔγωγε οἶµαι. Ὅταν γὰρ τοῖς αὐτοῖς ἐπιµένητε, πόθεν εἴσοµαι, ὅτι καθίκετο ὑµῶν τὰ εἰρηµένα; Οὐκοῦν τῶν αὐτῶν ἀναγκαῖον ἅψασθαι πάλιν. Ταῦτα οὖν ἀνεκτά; ταῦτα φορητά; Κοπτόµεθα καθ' ἑκάστην ἡµέραν καὶ διασπώµεθα, ἵνα τι χρήσιµον µαθόντες ἀπέλθητε· καὶ οὐδεὶς ὑµῶν τι κερδάνας ἄπεισιν, ἀλλὰ καὶ βλαβεὶς µειζόνως. Καὶ γὰρ εἰς κρῖµα συνέρχεσθε, πρόφασιν οὐκέτι περὶ τῆς ἁµαρτίας ἔχοντες, καὶ τοὺς ἐπιεικεστέρους ἐκκρούετε, ταῖς ὑµετέραις φλυαρίαιςἐνοχλοῦντες πάντοθεν. Ἀλλὰ τίς ὁ τῶν πολλῶν λόγος; Οὐκ ἀκούω τῶν ἀναγινωσκοµένων, φησὶν, οὐδὲ οἶδα τίνα ἐστὶ τὰ λεγόµενα. Ἐπειδὴ θορυβεῖς, ἐπειδὴ ταράσσεις, ἐπειδὴ µετὰ ψυχῆς εὐλάβειαν ἐχούσης οὐ παραγίνῃ. Τί φής; οὐκ οἶδας τίνα ἐστὶ τὰ λεγόµενα;∆ ι' αὐτὸ µὲν οὖν τοῦτο προσέχειν ἐχρῆν. Εἰ δὲ οὐδὲ τὸ ἀσαφὲς διεγείρει σου τὴν ψυχὴν, πολλῷ µᾶλλον, εἰ σαφῆ ἦν, παρέδραµες.∆ ιὰ γὰρ τοῦτο οὔτε σαφῆ πάντα ἐστὶν, ἵνα µὴ ῥᾳθυµήσῃς, οὔτε ἀσαφῆ, ἵνα µὴ ἀπογνῷς. Καὶ ὁ µὲν εὐνοῦχος ἐκεῖνος καὶ βάρβαρος οὐδὲν τούτων εἶπεν, ἀλλὰ καὶ τοσούτων πραγµάτων ὄχλῳ κυκλούµενος, καὶ ἐν ὁδῷ ὢν, βιβλίον µετὰ χεῖραςεἶχε καὶ ἀνεγίνωσκε, οὐκ εἰδὼς ἅπερ ἀνεγίνωσκε· σὺ δὲ καὶ ἐν διδασκάλων εὐπορίᾳ ὢν, καὶ ἑτέρους ἔχων τοὺς ὑπαναγινώσκοντας, σκήψεις προβάλλῃ µοι καὶ προφάσεις. Οὐκ οἶσθα τὰ λεγόµενα; Οὐκοῦν εὖξαι ἵνα µάθῃς· µᾶλλον δὲ ἀµήχανον πάντα ἀγνοεῖν. Καὶ γὰρ πολλὰ αὐτόθεν ἐστὶ κατάδηλα καὶ σαφῆ· µᾶλλον δὲ, κἂν ἅπαντα ἀγνοῇς, καὶ οὕτως ἡσυχάζειν ἔδει, ἵνα µὴ τοὺς προσέχοντας ἐκκρούσῃς, ἵνα σου τὴν ἡσυχίαν καὶ τὴν αἰδὼ ἀποδεξάµενοςὁ Θεὸς, καὶ τὰ ἀσαφῆ ποιήσῃ δῆλα. Ἀλλ' οὐ δύνασαι σιγᾷν; Οὐκοῦν ἔξιθι, ἵνα µὴ καὶ ἑτέροις γένῃ βλάβη. Καὶ γὰρ µίαν ἐν ἐκκλησίᾳ δεῖ φωνὴν εἶναι ἀεὶ, καθάπερ ἑνὸς ὄντος σώµατος.∆ ιὰ τοῦτο καὶ ὁ ἀναγινώσκων µόνος φθέγγεται· καὶ αὐτὸς ὁ τὴν ἐπισκοπὴν ἔχων ἀνέχεται σιγῇ καθήµενος· καὶ ὁ ψάλλων ψάλλει µόνος· κἂν πάντες ὑπηχῶσιν, ὡς ἐξ ἑνὸς στόµατος ἡ φωνὴ φέρεται· καὶ ὁ ὁµιλῶν ὁµιλεῖ µόνος. Ὅταν δὲ πολλοὶ καὶ πολλὰ καὶ διάφορα διαλέγωνται, τίνος ἕνεκεν ἐνοχλοῦµεν ἡµεῖς εἰκῆ; Οὐδὲ γὰρ εἰ µὴ εἰκῆ ἐνοχλεῖν ἡµᾶς ἡγεῖσθε, περὶ τηλικούτων φθεγγοµένων ἡµῶν, περὶ τῶν οὐδὲν ἂν προσηκόντων ὑµεῖς διελέγεσθε.∆ ιὰ ταῦτα οὐκ ἐν τῷ βίῳ µόνον ὑµῖν, ἀλλὰ καὶ ἐν αὐτῇ τῶν πραγµάτων τῇ ψήφῳ πολλὴ ἡ διαστροφή· καὶ περὶ τὰ περιττὰ κεχήνατε, καὶ τὴν ἀλήθειαν ἀφέντες, τὰς σκιὰς καὶ τὰ ὀνείρατα διώκετε. Ἢ οὐ σκιὰ καὶ ὀνείρατα τὰ παρόντα ἅπαντα, καὶ σκιᾶς χείρω; Καὶ γὰρ πρὶν ἢ φανῆναι, ἀφίπταται, καὶ πρὶν ἀποπτῆναι, πολὺν παρέχει τὸν θόρυβον καὶ πλείονα τῆς ἡδονῆς. Κἂν µυρία τις ἐνταῦθα λαβὼν κατορύξῃ χρήµατα, τῆς νυκτὸς παρελθούσης, γυµνὸς ἄπεισιν ἐντεῦθεν, καὶ µάλα εἰκότως· ἐπεὶ καὶ οἱ ὄναρ πλουτοῦντες, ἀναστάντες ἀπὸ τῆς εὐνῆς, οὐδὲν ἔχου σιν ὧν ἔχειν ἐδόκουν καθεύδοντες· οὕτω καὶ οἱ πλεονεκτοῦντες· µᾶλλον δὲ οὐχ οὕτως, ἀλλὰ καὶ πολλῷ χεῖρον. Ὁ µὲν γὰρ ὄναρ πλουτῶν, οὔτε τὰ χρήµατα ἔχει, ἅπερ ἐφαντάζετο ἔχειν, οὔτε ἄλλο τι κακὸν ἀπὸ τῆς φαντασίας ταύτης λαβὼν ἀνίσταται· οὗτος δὲ τῶν µὲν χρηµάτων ἐστέρηται, τῶν δὲ ἁµαρτηµάτων τῶν ἐκ τῶν χρηµάτων ἐµπλησθεὶς ἄπεισι, καὶ ἐν τῷ πλούτῳ φαντασθεὶς, τὰ ἐκ τοῦπλούτου κακὰ οὐχ ὁρᾷ ἐν φαντασίᾳ λοιπὸν, ἀλλ' ἐν αὐτῇ τῶν πραγµάτων τῇ ἀληθείᾳ· καὶ ἡ µὲν ἡδονὴ γέγονεν ἐν ὀνείροις, ἡ δὲ ἐκ τῆς ἡδονῆς κόλασις οὐκέτι ὄναρ συµβαίνει, ἀλλ' ἐν αὐτῇ τῇ πείρᾳ, µᾶλλον δὲ καὶ πρὸ τῆς κολάσεως ἐκείνηςκαὶ ἐνταῦθα τὴν ἐσχάτην τίνει δίκην, ἐν αὐτῷ τῷ συλλέγειν µυρίας προστριβόµενος ἀθυµίας, φροντίδας, κατηγορίας, διαβολὰς, θορύβους, ταραχάς. Ἵν' οὖν καὶ τῶν ὀνειράτων ἀπαλλαγῶµεν καὶ τῶν κακῶν τῶν οὐκ ἐν ὀνείροις, ἀντὶ πλεονεξίας ἐλεηµοσύνην ἑλώµεθα, ἀντὶ ἁρπαγῆς φιλανθρωπίαν. Οὕτω γὰρ καὶ τῶν παρόντων καὶ τῶν µελλόντων ἐπιτευξόµεθα ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, µεθ' οὗ τῷ Πατρὶ ἅµατῷ ἁγίῳ Πνεύµατι δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

Intertext edge

Open linked passage

Note