In epistulam i ad Corinthios
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
37.37
Αἱ γυναῖκες ὑµῶν ἐν ταῖς ἐκκλησίαις σιγάτωσαν. Οὐ γὰρ ἐπιτέτραπται αὐταῖς λαλεῖν, ἀλλ' ὑποτάσσεσθαι, καθὼς καὶ ὁ νόµος λέγει. αʹ. Περικόψας τὸν θόρυβον τὸν ἀπὸ τῶν γλωττῶν, καὶ τὸν ἀπὸ τῶν προφητειῶν, καὶ νοµοθετήσας, ὥστε µὴ σύγχυσιν γίνεσθαι, τούς τε γλώσσαις λαλοῦνταςἀνὰ µέρος τοῦτο ποιεῖν, τούς τε προφητεύοντας ἀρξαµένου ἑτέρου σιγᾷν, λοιπὸν καὶ ἐπὶ τὴν ταραχὴν τὴν ἀπὸ τῶν γυναικῶν γινοµένην ὁδῷ πρόεισι, τὴνἄκαιρον αὐτῶν ἐκκόπτων παῤῥησίαν, καὶ σφόδρα εὐκαίρως. Εἰ γὰρ τοῖς τὰ χαρίσµατα ἔχουσιν ἁπλῶς οὐκ ἐφίεται λαλεῖν, οὐδ' ὅτε βούλονται, καὶ ταῦτα ὑπὸ τοῦ Πνεύµατος κινουµένοις, πολλῷ µᾶλλον ἐκείναιςεἰκῆ φλυαρούσαις καὶ µάτην.∆ ιὰ τοῦτο καὶ µετὰ πολλῆς τῆς αὐθεντίας ἐπιστοµίζει τὴν φλυαρίαν αὐτῶν, καὶ τὸν νόµον µεθ' ἑαυτοῦ λαβὼν, οὕτως αὐτῶν ἀποῤῥάπτει τὰ στόµατα. Οὐ γὰρ παραινεῖ µόνον ἐνταῦθα, οὐδὲ συµβουλεύει, ἀλλὰ καὶ ἐπιτάττει σφοδρῶς, παλαιὸν ὑπὲρ τούτων ἀναγινώσκων νόµον. Εἰπὼν γὰρ, ὅτι Αἱ γυναῖκες ὑµῶν ἐν ταῖς ἐκκλησίαις σιγάτωσαν, καὶ, Οὐκ ἐπιτέτραπται αὐταῖς λαλεῖν, ἀλλ' ὑποτάττεσθαι, ἐπήγαγε, Καθὼς καὶ ὁνόµος λέγει. Καὶ ποῦ τοῦτο ὁ νόµος λέγει; Πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου, καὶ αὐτός σου κυριεύσει. Εἶδες Παύλου σοφίαν, ἡλίκην παρήγαγε µαρτυρίαν, οὐ σιγᾷν αὐταῖς κελεύουσαν µόνον, ἀλλὰ καὶ µετὰ φόβου σιγᾷν, καὶ µετὰ φόβου τοσούτου, µεθ' ὅσουτὴν δούλην ἡσυχάζειν χρή;∆ ιὸ καὶ αὐτὸς εἰπὼν, ὅτι Οὐκ ἐπιτέτραπται αὐταῖς λαλεῖν, οὐκ ἐπήγαγεν, Ἀλλὰ σιγᾷν, ἀλλὰ τὸ πλέον ἀντὶ τοῦ σιγᾷν τέθεικε, τὸ ὑποτάττεσθαι. Εἰ δὲ ἐπὶ ἀνδρῶν τοῦτο, πολλῷ µᾶλλον ἐπὶ τῶν διδασκάλων καὶ πατέρων καὶ τοῦ κοινοῦ τῆς ἐκκλησίας συλλόγου. Καὶ εἰ µηδὲ φθέγξονται, φησὶ, µηδὲ ἐρωτήσουσι, τίνος ἕνεκεν καὶ παρέσονται; Ἵνα ἀκούωσι µὲν ἃ χρὴ, τὰ δὲ ἀµφιβαλλόµενα παρὰ τῶν ἀνδρῶν οἴκοι µανθανέτωσαν.∆ ιὸ καὶ ἐπήγαγεν· Εἰ δέ τι µαθεῖν θέλουσιν, ἐν οἴκῳ τοὺς ἰδίους ἄνδρας ἐπερωτάτωσαν. Οὐ γὰρ δὴ µόνον λαλεῖν αὐταῖς οὐκ ἐφίεται, φησὶν, ἁπλῶς, ἀλλ' οὐδὲ ἐρωτᾷν τι ἐν ἐκκλησίᾳ. Εἰ δὲ ἐρωτᾷν οὐ χρὴ, πολλῷ µᾶλλον ἁπλῶς λαλεῖν οὐ θέµις. Καὶ τί δήποτε ἐν τοσαύτῃ κατέστησεν αὐτὰς ὑποταγῇ; Ὅτι ἀσθενέστερόν πώς ἐστιν ἡ γυνὴ καὶ εὐρίπιστον καὶ κοῦφον.∆ ιὰ δὴ τοῦτο τοὺς ἄνδρας αὐταῖς ἐπέστησε διδασκάλους, ἀµφοτέρους ὠφελῶν. Ἐκείνας τε γὰρ κοσµίας κατεσκεύασε, τούτους τε ἐναγωνίους ἐποίησεν, ἅτε µέλλοντας µετὰ πολλῆς τῆς ἀκριβείας ἅπερ ἤκουσαν ταῖςγυναιξὶ παρακατατίθεσθαι. Εἶτα ἐπειδὴ καλλωπίζεσθαι ἐντεῦθεν ἐνόµιζον ἐκ τοῦ φθέγγεσθαι δηµοσίᾳ, πάλιν εἰς τὸ ἐναντίον περιάγει τὸν λόγον, λέγων· Αἰσχρὸν γάρ ἐστι γυναικὶ ἐν ἐκκλησίᾳ λαλεῖν. Πρῶτον µὲν γὰρ ἀπὸ τοῦ νόµου τοῦτο κατεσκεύασε τοῦ Θεοῦ, ἔπειτα ἀπὸ κοινοῦ λογισµοῦ καὶ τῆς συνηθείας, ὥσπερ καὶ, ἡνίκα περὶ κόµης αὐταῖςδιελέγετο, ἔλεγεν· Ἢ οὐδὲ αὐτὴ ἡ φύσις ὑµᾶς διδάσκει; Καὶ πανταχοῦ τοιοῦτον εὕροις ἂν αὐτοῦ τὸν τρόπον ὄντα, οὐκ ἀπὸ τῶν θείων Γραφῶν µόνον, ἀλλὰ καὶ ἀπὸ τῆς κοινῆς συνηθείας ἐντρέποντα. Πρὸς τούτοις δὲ καὶ ἀπὸ τῶν πᾶσι δο κούντων καὶ πανταχοῦ τυπωθέντων ἐντρέπει, ὃ καὶ ἐνταῦθα τέθεικεν εἰπών· Ἢ ἀφ' ὑµῶν ὁ λόγος τοῦ Θεοῦ ἐξῆλθεν, ἢ εἰς ὑµᾶς µόνους κατήντησε; Καὶ γὰρ τὰς λοιπὰς Ἐκκλησίας παρήγαγε τοῦτον τηρούσας τὸν νόµον, καὶ ἀπὸ τῆς καινοτοµίας τὸν θόρυβον ὑποτεµνόµενος, καὶ τῇ τῶν πολλῶν ψήφῳτὸν λόγον ποιῶν εὐπαράδεκτον.∆ ιὸ καὶ ἀλλαχοῦ ἔλεγεν· Ὃς ὑµᾶς ἀναµνήσει τὰς ὁδούς µου τὰς ἐν Χριστῷ, καθὼς πανταχοῦ ἐν πάσαις ταῖς Ἐκκλησίαις διδάσκω· καὶ πάλιν, Οὐ γάρ ἐστιν ἀκαταστασίας ὁ Θεὸς, ἀλλ' εἰρήνης, καθὼς καὶ ἐν πάσαις ταῖς Ἐκκλησίαις τῶν ἁγίων· καὶ ἐνταῦθα, Ἦ ἀφ' ὑµῶν ὁ λόγος τοῦ Θεοῦ ἐξῆλθεν, ἢ εἰς ὑµᾶς µόνους κατήντησε; Τουτέστιν, Οὔτε πρῶτοι οὔτε µόνοι ὑµεῖς πιστοὶ, ἀλλ' ἡ οἰκουµένη πᾶσα· ὃ καὶ πρὸς Κολοσσαεῖς γράφων ἔλεγε, Καθώς ἐστι καρποφορούµενον καὶ αὐξανόµενον ἐν παντὶ τῷ κόσµῳ, περὶ τοῦ Εὐαγγελίου λέγων. Ποιεῖ δὲ αὐτὸ καὶ ἑτέρως εἰς προτροπὴν τῶν ἀκουόντων, ὡς ὅταν λέγῃ τὰ αὐτῶν πρῶτα εἶναι, καὶ πᾶσιν εἶναι κατάδηλα. Θεσσαλονικεῦσι γὰρ ἐπιστέλλων ἔλεγεν· Ἀφ' ὑµῶν γὰρ ἐξήχηται ὁ λόγος τοῦ Θεοῦ, καὶ ἐν παντὶ τόπῳ ἡ πίστις ὑµῶν ἡ πρὸς τὸν Θεὸν ἐξελήλυθε· καὶ Ῥωµαίοις δὲ πάλιν, ὅτι Ἡ πίστις ὑµῶν καταγγέλλεται ἐν ὅλῳ τῷ κόσµῳ. Ἀµφότερα γὰρ ἱκανὰ προτρέψαι καὶ διεγεῖραι, καὶ τὸ παρ' ἑτέρων ἐπαινεῖσθαι, καὶ τὸ ἑτέρους ἔχειν κοινωνοὺς τῆς γνώµης.∆ ιὸ καὶ ἐνταῦθά φησιν· Ἦ ἀφ' ὑµῶν ὁ λόγος τοῦ Θεοῦ ἐξῆλθεν, ἢ εἰς ὑµᾶς µόνους κατήντησεν; Οὔτε γὰρ τοῦτο ἂν ἔχοιτε εἰπεῖν, φησὶν, ὅτι Ἡµεῖς τῶν ἄλλων διδάσκαλοι ἐγενόµεθα, καὶ οὐκ ἂν εἴηµεν δίκαιοι παρ' ἑτέρων µανθάνειν· οὔτε, ὅτι Ἐνταῦθα ἔστη τὰ τῆς πίστεως µόνον, καὶ οὐ χρὴ τὰ παρ' ἑτέρων παραδείγµατα δέχεσθαι. Ὁρᾷς διὰ πόσων ἐνέτρεψε; τὸν νόµον παρήγαγε, τὸ αἰσχρὸν τοῦ πράγµατος ἔδειξε, τὰς λοιπὰς Ἐκκλησίας εἰς µέσον τέθεικεν. βʹ. Εἶτα τὸ πάντων ἰσχυρότερον ὕστερον τίθησι, λέγων, ὅτι Ὁ Θεὸς ταῦτα καὶ νῦν ἐπιτάττει δι' ἐµοῦ. Εἰ γάρ τις δοκεῖ προφήτης εἶναι ἢ πνευµατικὸς, γινωσκέτω ταῦτα ἃ γράφω ὑµῖν, ὅτι Κυρίου εἰσὶν αἱ ἐντολαί. Εἰ δέ τις ἀγνοεῖ, ἀγνοείτω. Καὶ τίνος ἕνεκεν τοῦτο ἐπήγαγε;∆ εικνὺς ὅτι οὐ βιάζεται, οὐδὲ φιλονεικεῖ, ὅπερ σηµεῖόν ἐστι τῶν οὐ τὰ ἑαυτῶν βουλοµένων ἱστᾷν, ἀλλὰ τὸ ἑτέροις συµφέρον σκοπούντων.∆ ιὸ καὶ ἀλλαχοῦ φησιν· Εἰ δέ τις φιλόνεικός ἐστιν, ἡµεῖς τοιαύτην συνήθειαν οὐκ ἔχοµεν. Ἀλλ' οὐ πανταχοῦ τοῦτο ποιεῖ, ἀλλ' ἔνθα ἂν µὴ σφόδρα µεγάλα τὰ ἁµαρτανόµενα ᾖ, καὶ τότε ἐντρέπων µᾶλλον· ἐπεὶ ὅταν περὶ ἑτέρων διαλέγηται, οὐ λέγει οὕτως, ἀλλὰ πῶς; Μὴ πλανᾶσθε· οὔτε πόρνοι, οὔτε µαλακοὶ βασιλείαν Θεοῦ κληρονοµήσουσι· καὶ πάλιν, Ἴδε ἐγὼ Παῦλος λέγω ὑµῖν, ὅτι ἐὰν περιτέµνησθε, Χριστὸς ὑµᾶς οὐδὲν ὠφελήσει. Ἐνταῦθα δὲ, ἐπειδὴ περὶ σιγῆς ἦν αὐτῷ ὁ λόγος, οὐ σφόδρα εὐτόνως ἐπιτίθεται, αὐτῷ τούτῳ µᾶλλον αὐτοὺς ἐπισπώµενος. Εἶτα ὅπερ ἀεὶ ποιεῖν εἴωθεν, ἐπὶ τὴν προτέραν ὑπόθεσιν, ὅθεν ταῦτα εἰπεῖν ἐξέβη, ἐπάγει τὸν λόγον λέγων· Ὥστε, ἀδελφοί µου, ζηλοῦτε τὸ προφητεύειν, καὶ τὸ λαλεῖν γλώσσαις µὴ κωλύετε. Καὶ γὰρ ἔθος αὐτῷ τοῦτο, µὴ τὸ προκείµενον ἐργάζεσθαι µόνον, ἀλλὰ καὶ ἐξ ἐκείνου τὸ δοκοῦν αὐτῷ συγγενὲς ὁπωσδήποτε εἶναι διορθοῦν, καὶ πάλιν ἐπὶτὸ πρότερον ἐπανιέναι, ὥστε µὴ δοκεῖν τῆς ὑποθέσεως ἐκπίπτειν. Καὶ γὰρ ὅτε περὶ τῆς ἐν ταῖς τραπέζαις διελέγετο συµφωνίας, ἐπὶ τὴν κοινωνίαν τὴν ἐν τοῖς µυστηρίοις ἐκβὰς, κἀκεῖθεν ἐντρέψας, εἰς τὰ πρότεραἐπάνεισι πάλιν, λέγων· Ὥστε συνερχόµενοι εἰς τὸ φαγεῖν, ἀλλήλους ἐκδέχεσθε. Καὶ ἐνταῦθα τοίνυν περὶ τῆς ἐν τοῖς χαρίσµασιν εὐταξίας διαλεχθεὶς, καὶ τοῦ µὴ δεῖν µήτε ἀλύειν ἐν τοῖς ἐλάττοσι, µήτε φυσᾶσθαι ἐπὶ τοῖς µείζοσιν, εἶταἐπὶ τὴν γυναιξὶ πρέπουσαν ἐξελθὼν εὐκοσµίαν ἐντεῦθεν, καὶ κατασκευάσας αὐτὴν, ἐπὶ τὸ προκείµενον ἐπάνεισι, λέγων πάλιν· Ὥστε, ἀδελφοί µου, ζηλοῦτε τὸ προφητεύειν, καὶ τὸ λαλεῖν γλώσσαις µὴ κωλύετε. Εἶδες πῶς µέχρι τέλους τὴν διαφορὰν ἐφύλαξε, καὶ πῶς ἔδειξε τὸ µὲν σφόδρα ἀναγκαῖον ὂν, τὸ δὲ οὐχ οὕτω;∆ ιὸ ἐπ' ἐκείνου µέν φησι, Ζηλοῦτε, ἐπὶ τούτου δὲ, Μὴ κωλύετε. Εἶτα ὡς ἐν κεφαλαίῳ τὰ πάντα διορθούµενος ἐπάγει λέγων· Πάντα δὲ εὐσχηµόνως καὶ κατὰ τάξιν γινέσθω· πάλιν πλήττων τοὺς εἰκῆ βουλοµένους ἀσχηµονεῖν, καὶ µανίας δόξαν λαµβάνειν, καὶ τὴν οἰκείαν µὴ φυλάττοντας τάξιν. Οὐδὲν γὰρ οὕτως οἰκοδοµεῖ, ὡς εὐταξία, ὡς εἰρήνη, ὡς ἀγάπη, ὥσπερ οὖν καὶ τὰ ἐναντία διαλύει. Οὐκ ἐν τοῖς πνευµατικοῖς δὲ µόνον, ἀλλὰ καὶ ἐν τοῖς ἄλλοις ἅπασι τοῦτο ἴδοι τις ἄν. Ἄν τε γὰρ ἐν χορῷ, ἄν τε ἐν πλοίῳ, ἄν τε ἐν ἅρµατι, ἄν τε ἐν στρατοπέδῳ τὴν τάξιν συγχέῃς, καὶ τὰ µείζονα τῆς οἰκείας χώρας ἐκβαλὼν, τὰἐλάττονα εἰσαγάγῃς εἰς τὴν ἐκείνων τάξιν, πάντα διέφθειρας, καὶ οὕτω τὰ ἄνω κάτω γίνεται. Μὴ τοίνυν µηδὲ ἡµεῖς τὴν τάξιν διαφθείρωµεν, µηδὲ τὴν κεφαλὴν κάτω ποιῶµεν, καὶ τοὺς πόδας ἄνω. Τοῦτο δὲ γίνεται, ὅταν τὸν µὲν ὀρθὸν λογισµὸν κάτω ῥίψωµεν, τὰς δὲ ἐπιθυµίας, τὸν θυµὸν, καὶ τὴν ὀργὴν, καὶ τὴν ἡδονὴν ἐπιστήσωµεν τῷ λογικῷ· ὅθεν πολὺς ὁ κλύδων, καὶ πολλὴ ἡ ταραχὴ, καὶ ἀφόρητος ἡ ζάλη, πάντων σκότῳ κατεχοµένων. Καὶ, εἰ βούλει, τὴν ἀσχηµοσύνην τὴν ἐντεῦθεν γινοµένην πρῶτον ἐξετάσωµεν, καὶ τότε τὴν ζηµίαν. Πῶς οὖν ἔσται τοῦτο σαφὲς ἡµῖν καὶ σφόδρα γνώριµον; Παραγάγωµεν εἰς µέσον ἄνθρωπον οὕτω διακείµενον, πόρνης ἐρῶντα, καὶ ὑπὸ ἐπιθυµίας ἀτόπου κρατούµενον, καὶ τότε ὀψόµεθα τὸν γέλωτα τοῦτον. Τί γὰρ ἂν γένοιτο αἰσχρότερον τοῦ θυραυλοῦντος πρὸ τῶν πορνικῶν οἰκηµάτων, καὶ ῥαπιζοµένου παρὰ πόρνης γυναικὸς, καὶ κλαίοντος καὶ ὀδυροµένου, καὶ τὴν ἑαυτοῦ καταισχύνοντος δόξαν; Εἰ δὲ βούλει καὶ τὴν ζηµίαν ἰδεῖν, ἐννόει µοι τῶν χρηµάτων τὴν δαπάνην, τοὺς περὶ τῶν ἐσχάτων κινδύνους, τὸν πρὸς τοὺς ἀντεραστὰς πόλεµον, τὰ τραύµατα, τὰς πληγὰς τὰς ἐκ τῶν τοιούτων παρατάξεων. Τοιοῦτοι καὶ οἱ χρηµάτων ἐπιθυµίᾳ κατεχόµενοι· µᾶλλον δὲ µείζονα ἀσχηµονοῦσιν. Οὗτοι µὲν γὰρ περὶ ἕν εἰσιν ἠσχοληµένοι σῶµα· οἱ δὲ φιλάργυροι τὰς πάντων οὐσίας ὁµοίως περιεργάζονται, καὶ πενήτων καὶ πλουτούντων, καὶ τῶν οὐκ ὄντων πραγµάτων ἐρῶσιν, ὃ µάλιστα τῆςτοῦ πάθους ἀτοπίας σηµεῖόν ἐστιν. Οὐ γὰρ λέγουσιν, ὅτι Τὴν τοῦ δεῖνος ἐβουλόµην οὐσίαν ἔχειν, καὶ τὴν τοῦ δεῖνος µόνον, ἀλλὰ καὶ τὰ ὄρη χρυσίον εἶναι βούλονται, καὶ τὰς οἰκίας, καὶτὰ ὁρώµενα πάντα, καὶ ἐφ' ἕτερον προβαίνουσι κόσµον· καὶ τοῦτο ἐπ' ἄπειρον πάσχουσι, καὶ οὐδαµοῦ τῆς ἐπιθυµίας λήγουσι. Τίς ἂν παραστήσειε λόγος τὸν χειµῶνα τῶν λογισµῶν ἐκείνων, τὰ κύµατα, τὸν ζόφον; ὅπου δὲ κύµατα καὶ χειµὼν τοιοῦτος, ποία γένοιτ' ἂν ἡδονή; Οὐκ ἔστιν οὐδεµία, ἀλλὰ θόρυβος καὶ ὀδύνη καὶ νεφέλαι ζοφώδεις ἀντὶ ὑδάτων πολλὴν φέρουσαι τὴν ἀθυµίαν· ὃ δὴ καὶ ἐπὶ τῶν ἐρώντων ἀλλοτρίου κάλλους συµβαίνειν εἴωθε.∆ ιά τοι τοῦτο οἱ µηδ' ὅλως ἐρῶντες, τῶν ἐρώντων ἐν πλείονί εἰσιν ἡδονῇ. Ἀλλὰ πρὸς τοῦτο µὲν οὐδεὶς ἀντείποι· ἐγὼ δὲ καὶ τὸν ἐρῶντα µὲν, κατέχοντα δὲ τὴν ἐπιθυµίαν, µᾶλλον ἂν φαίην τρυφᾷν τοῦ συνεχῶς τῆς πόρνης ἀπολαύοντος. Εἰ γὰρ καὶ δυσκολωτέρα ἡ ἀπόδειξις, ἀλλ' ὅµως καὶ οὕτως ἀναγκαῖον κατατολµῆσαι τοῦ λόγου. Καὶ γὰρ δυσκολωτέρα γίνεται, οὐ παρὰ τὴν φύσιν τοῦ πράγµατος, ἀλλὰ παρὰ τὸ µὴ εἶναι τῆς φιλοσοφίας ταύτης ἀκροατὰς ἀξίους. γʹ. Τί γὰρ ἥδιον, εἰπέ µοι, τῷ ἐρῶντι, τὸ καταφρονεῖσθαι ὑπὸ τῆς ἐρωµένης, ἢ τὸ τιµᾶσθαι καὶ ὑπερορᾷν; Εὔδηλον ὅτι τοῦτο. Τίνα οὖν, εἰπέ µοι, τιµήσει πλέον ἡ πόρνη, τὸν δουλεύοντα αὐτῇ καὶ αἰχµάλωτον ὑπ' αὐτῆς ἤδη γενόµενον, ἢ τὸν ἀνώτερον τῶν ἐκείνης δικτύων, καὶ ὑψηλότερον τῶν καλάµων αὐτῆς πετόµενον; Παντί που δῆλον, ὅτι τοῦτον. Περὶ τίνα δὲ σπουδάσει πλέον, τὸν πεπτωκότα, ἢ τὸν οὐδέπω; Τὸν οὐδέπω πάντως. Τίς δὲ ἔσται ποθεινότερος, ὁ κατειργασµένος, ἢὁ µηδέπω ἁλούς; Ὁ µηδέπω τέως ἁλούς. Εἰ δὲ ἀπιστεῖτε, ἀπὸ τῶν ὑµετέρων παρέξω τὴν ἀπόδειξιν. Τίνος γὰρ ἄν τις µᾶλλον ἐρασθείη γυναικὸς, τῆς εὐκόλως ὑποκατακλινοµένης αὐτῷ καὶ ἐκδιδοµένης, ἢ τῆς ἀρνουµένης καὶ πράγµατα αὐτῷ παρεχούσης; Εὔδηλον ὅτι ταύτης· καὶ γὰρ µειζόνως ἐντεῦθεν ὁ πόθος ἀνάπτεται. Οὐκοῦν καὶ ἐπὶ τῆς γυναικὸς τὸ αὐτὸ δὴ τοῦτο ἔσται· καὶ τοῦτον τιµήσουσι καὶ θαυµάζονται πλέον τὸν ὑπερορῶντα αὐτῶν. Εἰ δὲ τοῦτο ἀληθὲς, κἀκεῖνο ὁµοίως, τὸ ἐν µείζονι εἶναι ἡδονῇ τὸν µᾶλλον τιµώµενον καὶ ἀγαπώµενον. Ἐπεὶ καὶ στρατηγὸς πόλιν τὴν µὲν καθάπαξ ἁλοῦσαν ἀφίησι, τῇ δὲ ἑστηκυίᾳ καὶ φιλονεικούσῃ προσεδρεύει µετὰ σπουδῆς ἁπάσης· καὶ θηρευτὴς τὸ µὲν θηρευθὲν ζῶον ἐν σκότῳ κατακλείσας ἔχει, καθάπερ ἡ πόρνη τὸν ἐραστὴν, τὸ δὲ φεῦγον διώκει. Ἀλλ' ἀπολαύει τῆς ἐπιθυµίας ἐκεῖνος, φησὶν, οὗτος δὲ οὐκ ἀπολαύει. Τὸ δὲ µὴ καταισχύνεσθαι, µηδὲ δουλεύειν ταῖς τυραννικαῖς αὐτῆς ἐπιταγαῖς, µηδὲ ὡς ἀνδράποδον ἄγεσθαι ὑπ' αὐτῆς καὶ περιάγεσθαιῥαπιζόµενον, ἐµπτυόµενον, ἐπὶ κεφαλῆς ὠθούµενον, µικρὰν ἡδονὴν εἶναι νοµίζεις; εἰπέ µοι. Εἰ γάρ τις ταῦτα ἀκριβῶς ἐξετάσειε, καὶ δυνηθείη τὰς ὕβρεις αὐτῶν συναγαγεῖν, τὰ ἐγκλήµατα, τὰς συνεχεῖς ὀργὰς, τὰς ἀπὸ ψυχῆς, τὰς ἀπὸ τοῦθρύπτεσθαι γινοµένας, τὰς ἀπεχθείας, τὰ ἄλλα πάντα, ἅπερ οἱ πάσχοντες ἴσασι µόνον, πάντα πόλεµον εὑρήσει πλείους ἔχοντα τὰς ἀνακωχὰς τῆς ἀθλίαςτούτων ζωῆς. Ποίαν οὖν λέγεις ἡδονήν; εἰπέ µοι· τὴν ἀπὸ τῆς µίξεως, τὴν πρόσκαιρον καὶ βραχεῖαν; Ἀλλ' εὐθέως ταύτην πόλεµος ἐπικαταλαµβάνει καὶ κύµατα καὶ λύττα καὶ µανία πάλιν ἡ αὐτή. Καὶ ταῦτα µὲν ἡµῖν εἴρηται, ὡς ἄν τις νέοις διαλεγόµενος ἀκολάστοις εἴποι, οὐ σφόδρα ἀνεχοµένοις τῶν περὶ βασιλείας καὶ γεέννης ἀκοῦσαι λόγων· ὅταν δὲ καὶ ταῦτα εἰς µέσον ἀγάγωµεν, οὐδὲ ἔνεστιν εἰπεῖν ὅση τῶν σωφρονούντων ἡ ἡδονὴ, ὅταν ἀναπλάττῃ παρ' ἑαυτῷ τοὺς στεφάνους, τὰβραβεῖα, τὴν µετὰ τῶν ἀγγέλων ὁµιλίαν, τὴν ἐπὶ τῆς οἰκουµένης ἀνάῤῥησιν, τὴν παῤῥησίαν, τὰς χρηστὰς καὶ ἀθανάτους ἐλπίδας ἐκείνας. Ἀλλ' ἡ µίξις ἔχει τινὰ ἡδονήν· τοῦτο γὰρ συνεχῶς περιστρέφουσιν· ὁ δὲ σωφρονῶν οὐ δύναται διηνεκῶς µαχόµενος τῇ τῆς φύσεως τυραννίδι. Τοὐναντίον µὲν οὖν εὕροι τις ἄν· ἡ γὰρ βία αὕτη καὶ ταραχὴ παρὰ τῷ πορνεύοντι µᾶλλόν ἐστι. Καὶ γὰρ κλόνος ἐν τῷ σώµατι πολὺς, καὶ πάσης θαλάττης κυµατουµένης χαλεπώτερον οὗτος διάκειται, οὐδέποτε πρὸς τὴν ἐπιθυµίαν ἱστάµενος, ἀλλ' ἀεὶ βαλλόµενος ὑπ' αὐτῆς, ὥσπερ οἱ δαιµονῶντες, καὶ συνεχῶς ὑπὸ τῶν πονηρῶν καταῤῥηγνύµενοι πνευµάτων. Ὁ δὲ σώφρων καθάπερ ἀριστεὺς γενναῖος συνεχῶς αὐτὴν βάλλων, τὴν ἀρίστην καὶ µυρίων τοιούτων ἡδίω καρποῦται ἡδονὴν, τῇ νίκῃ ταύτῃ καὶ τῷχρηστῷ συνειδότι καὶ τοῖς λαµπροῖς τροπαίοις καλλωπιζόµενος διηνεκῶς. Εἰ δὲ µετὰ τὴν ὁµιλίαν ἀναπαύεται µικρὸν ἐκεῖνος, οὐδὲν τοῦτο ἂν εἴη· πάλιν γὰρ ὁ χειµὼν ἔπεισι, καὶ πάλιν κύµατα. Ὁ δὲ φιλοσοφῶν οὐδὲ ἀρχὴν ἀφίησι ταύτην λαβεῖν τὴν ταραχὴν, οὐδὲ διαναστῆναι τὸ πέλαγος, οὐδὲ βοῆσαι τὸ θηρίον. Εἰ δέ τινα βίαν ὑποµένοι κατέχων τὴν τοιαύτην ὁρµὴν, ἀλλὰ καὶ ἐκεῖνος συνεχῶς βαλλόµενος καὶ κεντούµενος καὶ τὸν οἶστρον οὐ φέρων· καὶ παρόµοιον γίνεται, ὥσπερ ἂν ἵππον ἄγριον µαινόµενον καὶ ἀντιτείνοντα ἀνέχοι τῷ χαλινῷ, καὶ κατέχοι µετὰ τέχνης ἁπάσης· ὁ δὲ ἐνδοὺς, ὥστε τὸν πόνον τοῦτον φυγεῖν, συρόµενος ὑπ' αὐτοῦ πανταχοῦ φέροιτο. Ταῦτα εἰ καὶ σαφέστερον τοῦ δέοντος εἴρηται, µηδεὶς ἐγκαλείτω· οὐ γὰρ λόγων σεµνότητι καλλωπίζεσθαι βούλοµαι, ἀλλὰ ποιῆσαι σεµνοὺς τοὺς ἀκούοντας. δʹ.∆ ιὰ τοῦτο καὶ οἱ προφῆται οὐδενὸς τῶν τοιούτων φείδονται ῥηµάτων, τὴν ἀκολασίαν τῶν Ἰουδαίων ἐκκόψαι βουλόµενοι, ἀλλὰ καὶ γυµνότεροναὐτῶν καθικνοῦνται, ἢ ἡµεῖς νῦν ἐφ' οἷς εἰρήκαµεν. Καὶ γὰρ ἰατρὸς σηπεδόνα ἐκβαλεῖν βουλόµενος, οὐ σκοπεῖ πῶς καθαρὰς διατηρήσειε τὰς χεῖρας, ἀλλ' ὅπως ἐκεῖνον ἀπαλλάξειε τῆς σηπεδόνος· καὶ ὁ τὸν ταπεινὸν ὑψηλὸν ποιῆσαι θέλων, αὐτὸς ταπεινοῦται πρότερος· καὶ ὁ σφάξαι τὸν ἐπιβουλεύοντα σπουδάζων, καὶ ἑαυτὸν αἱµάσσει µετ' ἐκείνου, καὶ τοῦτο αὐτὸν ποιεῖ λαµπρότερον. Ἐπεὶ καὶ στρατιώτην ἐπανελθόντα ἀπὸ τοῦ πολέµου ἂν ἴδῃ τις ἰχῶρι καὶ αἵµατι καὶ ἐγκεφάλῳ µεµολυσµένον, οὐ µισήσει, οὐδὲ ἀποστραφήσεται διὰτοῦτο, ἀλλὰ καὶ θαυµάσεται µᾶλλον. Οὕτω δὴ καὶ ἡµεῖς ποιῶµεν, ὅταν ἴδωµέν τινα µετὰ τὸ κατασφάξαι τὴν ἐπιθυµίαν ᾑµαγµένον ἐπανιόντα, µᾶλλον αὐτὸν θαυµάζωµεν, καὶ κοινωνῶµεντῆς µάχης καὶ τῆς νίκης αὐτῷ, καὶ πρὸς τοὺς ἐρῶντας λέγωµεν,∆ είξατε ἡµῖν τὴν ἐκ τῆς ἐπιθυµίας ἡδονήν. Ὁ µὲν γὰρ σώφρων τὴν ἀπὸ τῆς νίκης ἔχει, σὺ δὲ οὐδαµόθεν. Εἰ δὲ ὑµεῖς τὴν ἐκ τῆς ὁµιλίας λέγοιτε, ἀλλ' ἐκείνη σαφεστέρα καὶ διαρκεστέρα. Σὺ γὰρ ἔχεις ἀπὸ τῆς ἀπολαύσεως βραχὺ καὶ µηδὲ φαινόµενον, ἐκεῖνος δὲ ἀπὸ τοῦ συνειδότος, καὶ µείζονα καὶ διηνεκῆ καὶ γλυκυτέραν ἔχει τὴν εὐφροσύνην. Οὐδὲ γὰρ οὕτως ὁµιλία γυναικὸς, ὡς φιλοσοφία ἀτάραχον δύναται τηρῆσαι ψυχὴν καὶ πτερῶσαι. Οὗ τος µὲν οὖν, ὥσπερ ἔφην, σαφῶς οὕτω δείκνυσιν ἡµῖν τὴν ἡδονήν· ἐπὶ δὲ σοῦ τὴν µὲν ἀπὸ τῆς ἥττης ἀθυµίαν ὁρῶ, τὴν δὲ ἡδονὴν βουλόµενος ἰδεῖν, οὐχ εὑρίσκω. Ποῖον γὰρ βούλει καιρὸν ἡδονῆς εἶναι· τὸν πρὸ τῆς µίξεως; Ἀλλ' οὐκ ἔστι· µανίας γάρ ἐστι καὶ παραφορᾶς καὶ ἐκστάσεως. Τὸ γὰρ τοὺς ὀδόντας τρίζειν καὶ ἐξίστασθαι, οὐχ ἡδονῆς· εἰ δὲ ἡδονῆς ἦν, οὐκ ἂν ταῦτά σε εἰργάσατο, ἃ οἱ ἀλγοῦντες ὑποµένουσι. Καὶ γὰρ οἱ πυκτεύοντες καὶ πληττόµενοι τοὺς ὀδόντας τρίζουσι, καὶ αἱ ὠδίνουσαι γυναῖκες διασπώµεναι τοῖς πόνοις, τὸ αὐτὸ τοῦτο ποιοῦσιν. Ὥστε οὐχ ἡδονὴ τοῦτο, ἀλλ' ἔκστασις µᾶλλον καὶ θόρυβος καὶ ταραχή. Ἀλλ' ὁ µετὰ ταῦτα καιρός; Ἀλλ' οὐδὲ οὗτος· οὐδὲ γὰρ τὴν τεκοῦσαν ἐν ἡδονῇ εἴποιµεν ἂν εἶναι, ἀλλ' ἐν ἀπαλλαγῇ πόνων· οὐ πάντως δὲ τοῦτο ἡδονὴ, ἀλλ' ἀσθένεια µᾶλλον καὶ ἔκλυσις· πολὺ δὲ τὸ µέσον ἑκατέρων τούτων ἐστί. Ποῖος οὖν τῆς ἡδονῆς καιρὸς, εἰπέ µοι. Οὐκ ἔστιν οὐδείς· εἰ δὲ καὶ ἔστιν, οὕτω βραχύς ἐστιν, ὡς µηδὲ φαίνεσθαι. Μυρία οὖν φιλονεικήσαντες φωρᾶσαι αὐτὸν καὶ κατασχεῖν, οὐκ ἠδυνήθηµεν. Ἀλλ' οὐχ ὁ τοῦ σώφρονος τοιοῦτος, ἀλλὰ πλατὺς, καὶ πᾶσι κατάδηλος· µᾶλλον δὲ ἅπας ὁ βίος ἐν ἡδονῇ, τοῦ συνειδότος αὐτῷ στεφανουµένου, τῶν κυµάτων ἐστορεσµένων, οὐδενὸς οὐδαµόθεν ἐγγινοµένου θορύβου. Ἐπεὶ οὖν οὗτος µᾶλλον ἐν ἡδονῇ, ὁ δὲ φιλήδονος ἐν ἀθυµίᾳ καὶ θορύβοις, φεύγωµεν ἀκολασίαν, ἀντεχώµεθα σωφροσύνης, ἵνα καὶ τῶν µελλόντων ἐπιτύχωµεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.