In epistulam i ad Corinthios
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
38.38
Γνωρίζω δὲ ὑµῖν, ἀδελφοὶ, τὸ Εὐαγγέλιον, ὃ εὐηγγελισάµην ὑµῖν, ὃ καὶ παρελάβετε, ἐν ᾧ καὶ ἑστήκατε, δι' οὗ καὶ σώζεσθε, τίνι λόγῳ εὐηγγελισάµην ὑµῖν. αʹ. Ἀπαρτίσας τὸν περὶ τῶν πνευµατικῶν λόγον, ἐπὶ τὸ πάντων ἀναγκαιότατον µεθίσταται, τὴν περὶ τῆς ἀναστάσεως ὑπόθεσιν· καὶ γὰρ ἐν τούτῳ σφόδρα ἐνόσουν. Καὶ καθάπερ ἐπὶ τῶν σωµάτων, ὅταν αὐτῶν ἅψηται τῶν στερεῶν ὁ πυρετὸς, λέγω τῶν νεύρων καὶ τῶν φλεβῶν καὶ τῶν πρώτων στοιχείων, ἀνίατον γίνεταιτὸ κακὸν, ἂν µὴ πολλῆς ἀπολαύσῃ τῆς ἐπιµελείας· οὕτω δὴ καὶ τότε γενέσθαι ἐκινδύνευεν. Ἐπὶ γὰρ αὐτὰ τῆς εὐσεβείας τὰ στοιχεῖα τὸ κακὸν ἐβάδιζε.∆ ιὸ καὶ πολλῇ τῇ σπουδῇ κέχρηται ὁ Παῦλος. Οὐδὲ γὰρ περὶ βίου λοιπὸν ὁ λόγος ἦν αὐτῷ, οὐδ' ὅτι ὁ µὲν ἐπόρνευεν, ὁ δὲ ἐπλεονέκτει, ὁ δὲ ὅτι κεκαλυµµένην εἶχε τὴν κεφαλὴν, ἀλλὰ περὶ αὐτὸ τῶνἀγαθῶν τὸ κεφάλαιον· περὶ γὰρ τὴν ἀνάστασιν αὐτὴν ἐστασίαζον. Ἐπειδὴ γὰρ ἡ πᾶσα ἡµῶν ἐλπὶς αὕτη, πρὸς τοῦτο σφοδρῶς ἵστατο ὁ διάβολος, καὶ ποτὲ µὲν ἀνῄρει καθάπαξ αὐτὴν, ποτὲ δὲ ἔλεγεν ἤδη γεγονέναι· ὃ καὶ Τιµοθέῳ γράφων ὁ Παῦλος γάγγραιναν ἐκάλει τὸ πονηρὸν τοῦτο δόγµα, καὶ τοὺς εἰσάγοντας αὐτὸ ἔστιζε λέγων· Ὧν ἐστιν Ὑµέναιος καὶ Φιλητὸς, οἵτινες περὶ τὴν ἀλήθειαν ἠστόχησαν, λέγοντες τὴν ἀνάστασιν ἤδη γεγονέναι, καὶ ἀνατρέπουσι τήν τινων πίστιν. Ποτὲ µὲν οὖν τοῦτο ἔλεγον, ποτὲ δὲ ὅτι τὸ σῶµα οὐκ ἀνίσταται, ἀλλὰ τῆς ψυχῆς ὁ καθαρµός ἐστιν ἡ ἀνάστασις. Ταῦτα δὲ ἔπειθε λέγειν ὁ πονηρὸς δαίµων ἐκεῖνος, οὐ τὴν ἀνάστασιν ἀνατρέψαι βουλόµενος µόνον, ἀλλὰ καὶ τὰ ὑπὲρ ἡµῶν γενόµενα ἅπαντα δεῖξαιµῦθον ὄντα. Εἰ γὰρ ἐπείσθησαν µὴ εἶναι σωµάτων ἀνάστασιν, µετὰ µικρὸν αὐτοὺς ἔπειθε µηδὲ Χριστὸν ἐγηγέρθαι· ἀπὸ δὲ τούτου κἀκεῖνο εἰσῆγεν ὁδῷ βαδίζων, τὸ µὴ παραγεγονέναι µηδὲ πεποιηκέναι ἅπερ ἐποίησε. Τοιαύτη γὰρ ἡ τοῦ διαβόλου κακουργία.∆ ιὸ καὶ µεθοδείαν αὐτὴν καλεῖ ὁ Παῦλος, ὅτι οὐκ ἐξ εὐθείας ὃ βούλεται κατασκευάσαι δείκνυσιν, ὥστε µὴ γενέσθαι κατάφωρος, ἀλλ' ἕτερον ἑαυτῷπεριτιθεὶς προσωπεῖον, ἕτερα τεκταίνει, καὶ καθάπερ πολέµιος καὶ κακοῦργος πόλει προσβαλὼν καὶ τείχεσι, κάτωθεν ὑπορύττει λανθάνων, ὥστε ταύτῃγενέσθαι δυσφύ λακτος, καὶ κατορθῶσαι ἅπερ ἐσπούδακε.∆ ιόπερ ἀεὶ τὰς τοιαύτας αὐτοῦ πάγας εὑρίσκων, καὶ τοὺς πονηροὺς τούτους θηρῶν λόχους ὁ θαυµαστὸς οὗτος καὶ µέγας ἀνὴρ, ἔλεγεν· Οὐ γὰρ αὐτοῦ τὰ νοήµατα ἀγνοοῦµεν. Καὶ γὰρ ἐνταῦθα ὁλόκληρον ἀνακαλύπτει τὸν δόλον αὐτοῦ, καὶ πάντα δείκνυσι τὰ µηχανήµατα, καὶ ὅσα βούλεται κατασκευάσαι προτίθησιν εἰς µέσον, µετὰ πολλῆς ἀκριβείας ἅπασιν ἐπιών.∆ ιὰ γὰρ τοῦτο καὶ ὕστερον τέθεικε τουτὶ τὸ κεφάλαιον τῶν ἄλλων, ἐπειδὴ καὶ σφόδρα ἀναγκαιότατον ἦν, καὶ τὰ ἡµέτερα συνέχον ἅπαντα. Καὶ σκόπει σύνεσιν· πρότερον γὰρ τοὺς οἰκείους ἀσφαλισάµενος, τότε ἐπεξέρχεται καὶ περαιτέρω τῷ λόγῳ, καὶ τοὺς ἔξωθεν ἐκ περιουσίας ἐπιστοµίζει. Ἀσφαλίζεται δὲ τοὺς οἰκείους, οὐκ ἀπὸ λογισµῶν, ἀλλ' ἀπὸ τῶν ἤδη γεγενηµένων, καὶ ἅπερ αὐτοὶ κατεδέξαντο καὶ ἐπίστευσαν γεγενῆσθαι· ὃ µάλιστα ἦν ἐντρεπτικὸν, καὶ ἱκανὸν αὐτοὺς κατασχεῖν. Εἰ γὰρ ἠβουλήθησαν ἀπιστῆσαι µετὰ ταῦτα, οὐκέτι λοιπὸν τῷ Παύλῳ, ἀλλ' ἑαυτοῖς ἔµελλον ἀπιστεῖν· ὅπερ κατηγορία ἦν ἐκείνων τῶν ἅπαξ καταδεξαµένων καὶ µεταθεµένων.∆ ιὰ δὴ τοῦτο καὶ ἐντεῦθεν ἄρχεται, δεικνὺς ὅτι οὐκ ἄλλων δεῖται µαρτύρων εἰς τὸ δεῖξαι, ὅτι τἀληθῆ λέγει, ἀλλ' αὐτῶν ἐκείνων τῶν ἠπατηµένων. Ἵνα δὲ ὃ λέγω σαφέστερον γένηται, αὐτῶν λοιπὸν ἀναγκαῖον ἀκοῦσαι τῶν ῥηµάτων. Τίνα οὖν ταῦτά ἐστι; Γνωρίζω ὑµῖν, ἀδελφοὶ, φησὶ, τὸ Εὐαγγέλιον, ὃ εὐηγγελισάµην ὑµῖν. Εἶδες µεθ' ὅσης ἐπιεικείας ἄρχεται; εἶδες πῶς ἀπὸ τῆς ἀρχῆς ἔδειξεν, ὅτι οὐδὲν καινὸν εἰσάγει, οὐδὲ ξένον; Ὁ γὰρ γνωρίζων τὸ ἤδη γνωσθὲν, εἶτα εἰς λήθην ἐµπεσὼν, γνωρίζει πάλιν εἰς µνήµην ἄγων. Καλέσας δὲ ἀδελφοὺς, οὐ µικρὰν καὶ ἐντεῦθεν προκατεβάλετο τῶν λεγοµένων τὴν ἀπόδειξιν. Ἀδελφοὶ γὰρ οὐδαµόθεν ἐγενόµεθα, ἀλλ' ἢ ἀπὸ τῆς κατὰ σάρκα τοῦ Χριστοῦ οἰκονοµίας.∆ ιὸ δὴ καὶ οὕτως αὐτοὺς ἐκάλεσεν, ὁµοῦ µὲν καταπραΰνων καὶ θεραπεύων, ὁµοῦ δὲ τῶν µυρίων ἀγαθῶν ἀναµιµνήσκων. Καὶ τὸ ἑξῆς πάλιν τοῦ αὐτοῦ κατασκευαστικόν. Ποῖον δὴ τοῦτο; Τὸ Εὐαγγέλιον. Τῶν γὰρ Εὐαγγελίων τὸ κεφάλαιον ἐντεῦθεν ἔχει τὴν ἀρχὴν, ἀπὸ τοῦ τὸν Θεὸν γενέσθαι ἄνθρωπον, καὶ σταυρωθῆναι, καὶ ἀναστῆναι. Τοῦτο καὶ ὁ Γαβριὴλ εὐηγγελίζετο τῇ Παρθένῳ, τοῦτο καὶ οἱ προφῆται τῇ οἰκουµένῃ, τοῦτο καὶ οἱ ἀπόστολοι ἅπαντες. Ὃ καὶ εὐηγγελισάµην, ὃ καὶ παρελάβετε, ἐν ᾧ καὶ ἑστήκατε, δι' οὗ καὶ σώζεσθε, τίνι λόγῳ εὐηγγελισάµην ὑµῖν, εἰ κατέχετε· ἐκτὸς εἰ µὴ εἰκῆ ἐπιστεύσατε. Εἶδες πῶς αὐτοὺς καλεῖ µάρτυρας τῶν εἰρηµένων; Καὶ οὐ λέγει, Ὃ ἠκούσατε, ἀλλ', Ὃ παρελάβετε, ὥσπερ τινὰ παρακαταθήκην αὐτοὺς ἀπαιτῶν, καὶ δηλῶν ὅτι οὐ λόγῳ µόνον, ἀλλὰ καὶ δι' ἔργων καὶσηµείων καὶ θαυµάτων αὐτὸ παρέλαβον καὶ ἵνα κατέχωσι µετὰ ἀσφαλείας. βʹ. Εἶτα ἐπειδὴ τὰ παλαιὰ ἔλεγε, καὶ τὸν παρόντα ἐπέστησε χρόνον εἰπὼν, Ἐν ᾧ καὶ ἑστήκατε, προκαταλαµβάνων αὐτοὺς, ὡς µηδὲ, εἰ σφόδραβουληθεῖεν, ἀρνήσασθαι δυνηθῆναι.∆ ιὸ καὶ ἀρχόµενος οὐκ εἶπε,∆ ιδάσκω ὑµᾶς, ἀλλὰ, Γνωρίζω ὑµῖν, τὸ ἤδη δῆλον γενόµενον. Καὶ πῶς τοὺς σαλευοµένους ἑστάναι φησί; Προσποιεῖται ἄγνοιαν συµφερόντως· ὅπερ καὶ ἐπὶ Γαλατῶν ποιεῖ, ἀλλ' οὐχ ὁµοίως. Ἐπειδὴ γὰρ οὐκ ἦν ἄγνοιαν ἐκεῖ προσποιήσασθαι, ἑτέρως µεθοδεύει τὸν λόγον λέγων· Πέποιθα δὲ εἰς ὑµᾶς ἐν Κυρίῳ, ὅτι οὐδὲν ἄλλο φρονήσετε. Οὐκ εἶπεν, Ὅτι οὐδὲν ἄλλο ἐφρονήσατε, ἐπειδὴ ὡµολογηµένον ἦν αὐτῶν τὸ παράπτωµα καὶ κατάδηλον, ἀλλὰ τὸ µέλλον ἐγγυᾶται· καίτοι καὶ τοῦτο ἄδηλον· ἀλλ' ἵνα αὐτοὺς ἐφελκύσηται µειζόνως. Ἐνταῦθα µέντοι καὶ προσποιεῖται ἀγνοεῖν λέγων, Ἐν ᾧ καὶ ἑστήκατε. Εἶτα τὸ κέρδος,∆ ι' οὗ καὶ σώζεσθε, τίνι λόγῳ εὐηγγελισάµην ὑµῖν. Ὥστε σαφηνείας ἐστὶν ἡ διδασκαλία αὕτη ἡ νῦν καὶ ἑρµηνείας. Οὐ γὰρ αὐτὸ δεῖσθε τὸ δόγµα, φησὶ, µαθεῖν, ἀλλ' ὑποµνησθῆναι καὶ διορθωθῆναι. Ταῦτα δὲ λέγει, οὐκ ἀφιεὶς αὐτοὺς ἀναισχυντῆσαι καθάπαξ. Τί δέ ἐστι, Τίνι λόγῳ εὐηγγελισάµην ὑµῖν; Ποίῳ τρόπῳ εἶπον, φησὶ, τὴν ἀνάστασιν γίνεσθαι; Ὅτι µὲν γὰρ ἔστιν ἀνάστασις, οὐκ ἂν φαίην ὑµᾶς ἀµφιβάλλειν· ζητεῖτε δὲ ἴσως µαθεῖν σαφέστερον τὸ εἰρηµένον. Τοῦτο δὴ καὶ ποιήσω· καὶ γὰρ οἶδα σαφῶς, ὅτι τὸ δόγµα κατέχετε. Εἶτα ἐπειδὴ ἀποφαινόµενος ἔλεγεν, Ἐν ᾧ καὶ ἑστήκατε, ἵνα µὴ ταύτῃ ῥᾳθυµοτέρους ποιήσῃ, φοβεῖ πάλιν αὐτοὺς λέγων· Εἰ κατέχετε, ἐκτὸς εἰ µὴ εἰκῆ ἐπιστεύσατε· δεικνὺς ὅτι περὶ τὸ κεφάλαιον ἡ πληγὴ, καὶ οὐχ ὑπὲρ τῶν τυχόντων ὁ ἀγὼν, ἀλλ' ὑπὲρ ὁλοκλήρου τῆς πίστεως. Καὶ νῦν µὲν ὑπεσταλµένως αὐτό φησι, προϊὼν δὲ καὶ διαθερµαινόµενος, γυµνῇ λοιπὸν τῇ κεφαλῇ βοᾷ καὶ λέγει· Εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται, κενὸν ἄρα τὸ κήρυγµα ἡµῶν, κενὴ δὲ καὶ ἡ πίστις ὑµῶν, ἔτι ἐστὲ ἐν ταῖς ἁµαρτίαις ὑµῶν. Ἀλλ' ἐν προοιµίοις οὐχ οὕτως· οὕτω γὰρ χρήσιµον ἦν ἠρέµα καὶ κατὰ µικρὸν προϊέναι. Παρέδωκα γὰρ ὑµῖν ἐν πρώτοις, ὃ καὶ παρέλαβον. Οὐ λέγει οὐδὲ ἐνταῦθα, ὅτι Εἶπον ὑµῖν, οὐδὲ, Ἐδίδαξα ὑµᾶς, ἀλλὰ τῇ αὐτῇ κέχρηται λέξει πάλιν, Παρέδωκα ὑµῖν, λέγων, ὃ καὶ παρέλαβον. Οὐδὲ ἐνταῦθα ἐµὲ διδαχθῆναί φησιν, ἀλλὰ, Παρέλαβον· δύο ταῦτα κατασκευάζων, ὅτι τε οὐδὲν οἴκοθεν ἐπεισάγειν δεῖ, καὶ ὅτι µετὰ ἀποδείξεως τῆς διὰ τῶν ἔργων ἐπληροφορήθησαν, οὐ λόγοις ψιλοῖς· καὶ κατὰ µικρὸν ἀξιόπιστον τὸν λόγον ποιῶν, τὸ πᾶν εἰς τὸν Χριστὸν ἀνάγει, καὶ δείκνυσιν οὐδὲν τούτων ἀνθρώπινον ὂν τῶν δογµάτων. Τί δέ ἐστι, Παρέδωκα γὰρ ὑµῖν ἐν πρώτοις, φησίν; Ἐξ ἀρχῆς, οὐ νῦν. Ταῦτα δὲ λέγει τὸν χρόνον παράγων µάρτυρα, καὶ ὅτι ἐσχάτης ἦν αἰσχύνης τοσοῦτον χρόνον πεισθέντας νῦν µετατίθεσθαι· καὶ οὐ τοῦτο µόνον, ἀλλὰ ὅτι καὶ ἀναγκαῖον τὸ δόγµα· διὸ καὶ ἐν πρώτοις παρεδόθη, καὶ ἐκ προοιµίων εὐθέως. Καὶ τί παρέδωκας; εἰπέ µοι. Ἀλλ' οὐ λέγει τοῦτο εὐθέως, ἀλλὰ πρῶτον, ὅτι παρέλαβον. Καὶ τί παρέλαβες; Ὅτι Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁµαρτιῶν ἡµῶν. Οὐκ εἶπεν εὐθέως, ὅτι Ἀνάστασίς ἐστι τῶν σωµάτων ἡµῶν, ἀλλ' αὐτὸ µὲν οὖν τοῦτο κατασκευάζει, πόῤῥωθεν δὲ καὶ δι' ἑτέρων, λέγων, ὅτι Χριστὸςἀπέθανε, καὶ µεγάλην τινὰ κρηπῖδα καὶ θεµέλιον ἀῤῥαγῆ προκαταβαλλόµενος τοῦ περὶ τῆς ἀναστάσεως λόγου. Οὐδὲ γὰρ ἁπλῶς εἶπεν, ὅτι ἀπέθανεν ὁ Χριστὸς, καίτοι καὶ τοῦτο ἀρκοῦν δηλῶσαι τὴν ἀνάστασιν, ἀλλὰ µετὰ προσθήκης, ὅτι Χριστὸς ἀπέθανεν ὑπὲρτῶν ἁµαρτιῶν ἡµῶν. Πρῶτον δὲ ἄξιον ἀκοῦσαι τί λέγουσιν ἐνταῦθα οἱ τὰ Μανιχαίων νοσοῦντες, καὶ τῆς ἀληθείας ἐχθροὶ, καὶ τῇ οἰκείᾳ πολεµοῦντες σωτηρίᾳ. Τί οὖν οὗτοι λέγουσι; Θάνατον ἐνταῦθα, φησὶν, οὐδὲν ἄλλο λέγει ὁ Παῦλος, ἢ τὸ ἐν ἁµαρτίᾳ γενέσθαι, καὶ ἀνάστασιν τὸ τῶν ἁµαρτιῶν ἀπαλλαγῆναι. Εἶδες πῶς οὐδὲν πλάνης ἀσθενέστερον; Καὶ πῶς τοῖς οἰκείοις ἁλίσκεται πτεροῖς, καὶ οὐ δεῖται τῆς ἔξωθεν µάχης, ἀλλ' ἑαυτῇ περιπείρεται; Σκόπει γοῦν καὶ οὗτοι πῶς ἑαυτοὺς διέπειρον, δι' ὧν εἰρήκασιν. Εἰ γὰρ τοῦτο θάνατος, σῶµα δὲ οὐκ ἔλαβε καθ' ὑµᾶς ὁ Χριστὸς, ἀπέθανε δὲ, ἐν ἁµαρτίᾳ ἐγένετο καθ' ὑµᾶς. Ἐγὼ µὲν γὰρ λέγω ὅτι σῶµα ἀνέλαβε, καὶ τὸν θάνατον τῆς σαρκὸς εἶναί φησι· σὺ δὲ τοῦτο ἀρνούµενος, ἐκεῖνο ἀναγκασθήσῃ λέγειν. Εἰ δὲ ἐν ἁµαρτίᾳ ἐγένετο, πῶς φησι, Τίς ἐξ ὑµῶν ἐλέγχει µε περὶ ἁµαρτίας; καὶ, Ἔρχεται ὁ τοῦ κόσµου τούτου ἄρχων, καὶ ἐν ἐµοὶ οὐκ ἔχει οὐδέν· καὶ πάλιν, Οὕτω πρέπον ἐστὶν ἡµῖν πληρῶσαι πᾶσαν δικαιοσύνην. Πῶς δὲ ὅλως ὑπὲρ ἁµαρτωλῶν ἀπέθανεν, εἴ γε αὐτὸς ἐν ἁµαρτίαις ἦν; Τὸν γὰρ ὑπὲρ ἁµαρτωλῶν ἀποθνήσκοντα, αὐτὸν ἀναµάρτητον δεῖ εἶναι· ἐπεὶ εἰ καὶ αὐτὸς ἁµαρτάνει, πῶς ὑπὲρ ἄλλων ἁµαρτωλῶν ἀποθανεῖται; Εἰ δὲ ὑπὲρ ἁµαρτιῶν ἄλλων ἀπέθανεν, ἀναµάρτητος ὢν ἀπέθανεν· εἰ δὲ ἀναµάρτητος ὢν ἀπέθανεν, οὐ τὸν τῆς ἁµαρτίας θάνατον( πῶς γὰρ, ὅ γε ἀναµάρτητος;), ἀλλὰ τὸν τοῦ σώµατος.∆ ιὸ καὶ ὁ Παῦλος οὐχ ἁπλῶς εἶπεν· Ἀπέθανεν, ἀλλὰ προσέθηκεν, Ὑπὲρ τῶν ἁµαρτιῶν ἡµῶν· καὶ ἄκοντας ἐκείνους ἐµβαλὼν εἰς τὸ ὁµολογῆσαι τὸν σωµατικὸν θάνατον, καὶ δεικνὺς διὰ τούτου, ὅτι καὶ πρὸ τοῦ θανάτου ἀναµάρτητος ἦν. Τὸν γὰρ ὑπὲρ ἁµαρτιῶν ἀλλοτρίων ἀποθνήσκοντα, αὐτὸν ἀναµάρτητον εἶναι ἀκόλουθον. Καὶ οὐδὲ τούτῳ ἠρκέσθη, ἀλλ' ἐπήγαγε, Κατὰ τὰς Γραφάς· καὶ ἐντεῦθεν ἀξιόπιστον πάλιν ποιῶν τὸν λόγον, καὶ δηλῶν ποῖον θάνατον ἔλεγε. Καὶ γὰρ αἱ Γραφαὶ τὸν τοῦ σώµατος ἀναγορεύουσι πανταχοῦ· Ὤρυξαν γάρ µου χεῖρας καὶ πόδας, φησί· καὶ, Ὄψονται εἰς ὃν ἐξεκέντησαν. γʹ. Καὶ πολλὰ δὲ ἕτερα, ἵνα µὴ πάντα καθ' ἓν λέγωµεν, τὰ µὲν διὰ ῥηµάτων, τὰ δὲ διὰ τύπων ἔστιν ἐν αὐταῖς κείµενα ἰδεῖν δηλοῦντα τῆς σαρκὸς τὴν σφαγήν· καὶ ὅτι ὑπὲρ τῶν ἁµαρτιῶν ἡµῶν ἐσφάγη. Ὑπὲρ γὰρ τῶν ἁµαρτιῶν τοῦ λαοῦ µου, φησὶν, ἥκει εἰς θάνατον· καὶ, Κύριος παρέδωκεν αὐτὸν ταῖς ἁµαρτίαις ἡµῶν· καὶ, Ἐτραυµατίσθη διὰ τὰς ἁµαρτίας ἡµῶν. Εἰ δὲ οὐκ ἀνέχῃ τῆς Παλαιᾶς, ἄκουσον Ἰωάννου βοῶντος, καὶ ἀµφότερα δηλοῦντος, καὶ τὴν τοῦ σώµατος σφαγὴν καὶ τὴν αἰτίαν· Ἴδε γὰρ, φησὶν, ὁ Ἀµνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁµαρτίαν τοῦ κόσµου· καὶ Παύλου λέγοντος, Τὸν γὰρ µὴ γνόντα ἁµαρτίαν, ὑπὲρ ἡµῶν ἁµαρτίαν ἐποίησεν, ἵνα ἡµεῖς γενώµεθα Θεοῦ δικαιοσύνη ἐν αὐτῷ· καὶ πάλιν, Χριστὸς ἡµᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόµου, γενόµενος ὑπὲρ ἡµῶν κατάρα· καὶ πάλιν, Ἀπεκδυσάµενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, ἐδειγµάτισε θριαµβεύσας· καὶ µυρία ἕτερα πλείονα δηλοῦντα τὰ κατὰ τὴν σφαγὴν τοῦ σώµατος γενόµενα, καὶ διὰ τὰς ἁµαρτίας ἡµῶν. Καὶ γὰρ αὐτός φησιν· Ὑπὲρ ὑµῶν ἁγιάζω ἐµαυτόν· καὶ, Ὁ ἄρχων τοῦ κόσµου τούτου κατακέκριται νῦν, δηλῶν ὅτι οὐκ ἔχων ἁµαρτίαν ἐσφάγη. Καὶ ὅτι ἐτάφη. Καὶ τοῦτο δὲ τῶν προτέρων κατασκευαστικόν· τὸ γὰρ θαπτόµενον, πάντως σῶµά ἐστι. Καὶ ἐνταῦθα οὐκέτι προστίθησι, Κατὰ τὰς Γραφάς· εἶχε µὲν γὰρ, πλὴν οὐ προστίθησι. Τίνος ἕνεκεν; Ἢ ὅτι ὁ τάφος ἅπασι δῆλος καὶ τότε καὶ νῦν· ἢ ὅτι κατὰ κοινοῦ κεῖται τὸ, Κατὰ τὰς Γραφάς. Τίνος οὖν ἕνεκεν ἐνταῦθα προστίθησι τὸ, Κατὰ τὰς Γραφάς; Καὶ ὅτι ἐγήγερται τῇ τρίτῃ ἡµέρᾳ κατὰ τὰς Γραφὰς, καὶ οὐκ ἀρκεῖται τῷ προτέρῳ τῷ κατὰ κοινοῦ εἰρηµένῳ; Ὅτι καὶ τοῦτο τοῖς πολλοῖς ἄδηλον ἦν· διὸ κἀνταῦθα τὰς Γραφὰς παράγει ἐµπνευσθεὶς, τοῦτο ἐννοήσας τὸ σοφὸν καὶ θεῖον νόηµα. Πῶς οὖν καὶ ἐπὶ τοῦ θανάτου οὐ τὸ αὐτὸ ποιεῖ; Ὅτι κἀκεῖ ὁ µὲν σταυρὸς πᾶσι κατάδηλος ἦν καὶ πάντων ὁρώντων ἀνεσκολοπίζετο· ἡ δὲ αἰτία, οὐκέτι ὁµοίως. Ὅτι µὲν γὰρ ἀπέθανε, πάντες ᾔδεσαν· ὅτι δὲ ὑπὲρ τῶν ἁµαρτιῶν τῆς οἰκουµένης τοῦτο ἔπαθεν, οὐκέτι ὁµοίως ἠπίσταντο οἱ πολλοί.∆ ιὸ τὴν ἀπὸ τῶν Γραφῶν µαρτυρίαν παράγει. Ἀλλὰ τοῦτο µὲν ἱκανῶς ἀποδέδεικται διὰ τῶν εἰρηµένων ἡµῖν· ποῦ δὲ ὅτι ἐτάφη, καὶ τῇ τρίτῃ ἡµέρᾳ ἀναστήσεται εἰρήκασιν αἱ Γραφαί;∆ ιὰ τοῦ κατὰ τὸν Ἰωνᾶν τύπου, ὃν καὶ αὐτὸς παράγει λέγων· Ὥσπερ ἦν Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡµέρας καὶ τρεῖς νύκτας, οὕτως ἔσται καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡµέρας καὶτρεῖς νύκτας· καὶ διὰ τοῦ βάτου τοῦ ἐν τῇ ἐρήµῳ. Ὥσπερ γὰρ ἐκεῖνος ἐκαίετο, καὶ οὐ κατεκαίετο, οὕτω καὶ τὸ σῶµα ἐκεῖνο ἀπέθανε µὲν, οὐ κατεσχέθη δὲ ὑπὸ τοῦ θανάτου διηνεκῶς. Καὶ ὁ δράκων δὲ ὁ ἐπὶ τοῦ∆ ανιὴλ τοῦτο αἰνίττεται. Καθάπερ γὰρ ἐκεῖνος λαβὼν τὴν τροφὴν, ἣν ἔδωκεν ὁ προφήτης, µέσος ἐῤῥάγη· οὕτω καὶ ὁ ᾅδης, καταπιὼν τὸ σῶµα ἐκεῖνο, διεσχίσθη, τοῦ σώµατος αὐτοῦ διατεµόντος αὐτῷ τὴν νηδὺν, καὶ ἀναστάντος. Εἰ δὲ καὶ διὰ ῥηµάτων θέλεις ἀκοῦσαι ταῦτα, ἃ διὰ τῶν τύπων εἶδες, ἄκουσον τοῦ Ἡσαΐου λέγοντος, ὅτι Αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ· καὶ, Κύριος βούλεται καθαρίσαι αὐτὸν ἀπὸ τῆς πληγῆς, δεῖξαι αὐτῷ φῶς· καὶ τοῦ∆ αυῒδ πρὸ ἐκείνου Οὐκ ἐγκαταλείψεις τὴν ψυχήν µου εἰς ᾅδην, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν.∆ ιὰ τοῦτό σε καὶ ὁ Παῦλος παραπέµπει εἰς τὰς Γραφὰς, ἵνα µάθῃς ὅτι οὐχ ἁπλῶς οὐδὲ εἰκῆ ταῦτα ἐγένετο. Πῶς γὰρ τοσούτων προφητῶν προδιαγραφόντων αὐτὰ καὶ ἀνακηρυττόντων, ὅτι οὐδαµοῦ ἡ Γραφὴ τὸν τῆς ἁµαρτίας θάνατον λέγει, τοῦ∆ εσποτικοῦ µεµνηµένη θανάτου, ἀλλὰ τὸν σωµατικὸν, καὶ ταφὴν καὶ ἀνάστασιν τοιαύτην; Καὶ ὅτι ὤφθη Κηφᾷ. Εὐθέως τὸν πάντων ἀξιοπιστότερον τίθησιν. Ἔπειτα τοῖς δώδεκα· ἔπειτα ὤφθη ἐπάνω πεντακοσίοις ἀδελφοῖς ἐφάπαξ, ἐξ ὧν οἱ πλείους µένουσιν ἕως ἄρτι, τινὲς δὲ καὶ ἐκοιµήθησαν· ἔπειτα Ἰακώβῳ, εἶτα τοῖς ἀποστόλοις πᾶσιν· ἔσχατον δὲ πάντων, ὡσπερεὶ τῷ ἐκτρώµατι, ὤφθη κἀµοί. Ἐπειδὴ γὰρ τὴν ἀπὸ τῶν Γραφῶν ἀπόδειξιν εἶπε, προστίθησι καὶ τὴν διὰ τῶν πραγµάτων, µάρτυρας παράγων τῆς ἀναστάσεως µετὰ τοὺς προφήταςτοὺς ἀποστόλους καὶ ἑτέρους πιστοὺς ἀνθρώπους. Εἰ δὲ τὴν ἀνάστασιν ἐκείνην ἔλεγε τὴν τῆς ἁµαρτίας ἀπαλλαγὴν, περιττῶς ἔλεγεν, Ὤφθη τῷ δεῖνι καὶ τῷ δεῖνι. Τοῦτο γὰρ πιστουµένου τὴν τοῦ σώµατος ἀνάστασίν ἐστιν, οὐχ ἁµαρτηµάτων ἀπαλλαγὴν αἰνιττοµένου. δʹ.∆ ιὸ οὐδὲ ἅπαξ εἶπε τὸ, Ὤφθη, καίτοι γε ἤρκει κατὰ κοινοῦ θέντα τὴν λέξιν· νῦν δὲ καὶ δὶς καὶ τρὶς καὶ ἐφ' ἑκάστῳ σχεδὸν τῶν ἑωρακότων αὐτὴν τίθησιν. Ὤφθη γὰρ, φησὶ, Κηφᾷ, ὤφθη ἐπάνω πεντακοσίοις ἀδελφοῖς, ὤφθη κἀµοί. Καὶ µὴν τὸ Εὐαγγέλιον τοὐναντίον λέγει, ὅτι τῇ Μαρίᾳ πρώτῃ. Ἀλλ' ἐν ἀνδράσι τούτῳ πρώτῳ, τῷ µάλιστα αὐτὸν ποθοῦντι ἰδεῖν. Ποίοις δὲ δώδεκα ἐνταῦθά φησιν ἀποστόλοις; µετὰ γὰρ τὴν ἀνάληψιν ὁ Ματθίας κατελέγη, οὐ µετὰ τὴν ἀνάστασιν εὐθέως. Ἀλλ' εἰκὸς αὐτὸν καὶ µετὰ τὴν ἀνάληψιν ὦφθαι. Αὐτὸς γοῦν οὗτος ὁ ἀπόστολος µετὰ τὴν ἀνάληψιν καὶ ἐκλήθη, καὶ εἶδεν αὐτόν.∆ ιὰ τοῦτο οὐδὲ τὸν καιρὸν τίθησιν, ἀλλ' ἁπλῶς καὶ ἀδιορίστως καταλέγει τὰς ὄψεις· καὶ γὰρ εἰκὸς πολλὰς γεγενῆσθαι· διὸ καὶ ὁ Ἰωάννης ἔλεγε, Τρίτον τοῦτο ἐνεφάνισεν ἑαυτόν. Ἔπειτα ὤφθη ἐπάνω πεντακοσίοις ἀδελφοῖς. Τινὲς τὸ, Ἐπάνω, ἄνω ἐκ τῶν οὐρανῶν εἶναί φασιν. Οὐ γὰρ ἐπὶ γῆς βαδίζων, ἀλλ' ἄνω, καὶ ὑπὲρ κεφαλῆς αὐτοῖς ὤφθη. Καὶ γὰρ οὐχὶ τὴν ἀνάστασιν πιστώσασθαι ἐβούλετο µόνον, ἀλλὰ καὶ τὴν ἀνάληψιν. Τινὲς δὲ λέγουσι τὸ, Ἐπάνω πεντακοσίοις, τοῖς πλείοσιν ἢ πεντακοσίοις. Ἐξ ὧν οἱ πλείους µένουσιν ἕως ἄρτι. Εἰ γὰρ καὶ παλαιὰ διηγοῦµαι πράγµατα, φησὶν, ἀλλ' ἔχω µάρτυρας ἔτι ζῶντας. Τινὲς δὲ καὶ ἐκοιµήθησαν. Οὐκ εἶπεν, Ἀπέθανον, ἀλλ', Ἐκοιµήθησαν, καὶ ταύτῃ τῇ λέξει πάλιν τὴν ἀνάστασιν βεβαιῶν. Ἔπειτα ὤφθη Ἰακώβῳ. Ἐµοὶ δοκεῖ, τῷ ἀδελφῷ τῷἑαυτοῦ· αὐτὸς γὰρ αὐτὸν λέγεται κεχειροτονηκέναι, καὶ ἐπίσκοπον ἐν Ἱεροσολύµοις πεποιηκέναι πρῶτον. Εἶτα τοῖς ἀποστόλοις πᾶσιν. Ἦσαν γὰρ καὶ ἄλλοι ἀπόστολοι, ὡς οἱ ἑβδοµήκοντα. Ἔσχατον δὲ πάν των, ὡσπερεὶ τῷ ἐκτρώµατι ὤφθη κἀµοί. Τοῦτο µετριοφροσύνης µᾶλλόν ἐστι τὸ ῥῆµα. Οὐδὲ γὰρ ἐπειδὴ ἐλάχιστος ἦν, διὰ τοῦτο µετὰ τοὺς ἄλλους αὐτῷ ὤφθη· ἐπεὶ κἂν ἔσχατον ἐκάλεσε, πολλῶν τῶν πρὸ αὐτοῦ, µᾶλλον δὲ πάντων λαµπρότερος ὤφθη· καὶ οἱ πεντακόσιοι δὲ ἀδελφοὶ οὐ δήπου Ἰακώβου βελτίους ἦσαν, ἐπειδὴ πρὸ ἐκείνου αὐτοῖς ὤφθη. Καὶ διὰ τί οὐχ ὁµοῦ πᾶσιν ἑωρᾶτο; Ἵνα προκαταβάλῃ τῆς πίστεως τὰ σπέρµατα. Ὁ γὰρ πρῶτος ἰδὼν καὶ ἀκριβῶς πληροφορηθεὶς, τοῖς ἄλλοις ἀπήγγελλεν· εἶτα ὁ λόγος προφθάνων, ἐν προσδ