In epistulam i ad Corinthios
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
6.6
Κἀγὼ, ἀδελφοὶ, ἐλθὼν πρὸς ὑµᾶς, ἦλθον οὐ καθ' ὑπεροχὴν λόγου ἢ σοφίας, καταγγέλλων ὑµῖν τὸ µαρτύριον τοῦ Θεοῦ. Οὐ γὰρ ἔκρινα τοῦ εἰ δέναι τι ἐν ὑµῖν, εἰ µὴ Ἰησοῦν Χριστὸν, καὶ τοῦτον ἐσταυρωµένον. αʹ. Οὐδὲν τῆς Παύλου ψυχῆς ἀγωνιστικώτερον, µᾶλλον δὲ οὐ τῆς ἐκείνου ψυχῆς· οὐ γὰρ αὐτὸς ταῦτα εὕρισκεν· ἀλλ' οὐδὲν τῆς ἐνεργούσης ἐν αὐτῷ χάριτος ἴσον πάντα νικώσης. Ἱκανὰ µὲν γὰρ καὶ τὰ ἔµπροσθεν εἰρηµένα καταβαλεῖν τὸν τῦφον τῶν ἐπὶ σοφίᾳ κοµπαζόντων, µᾶλλον δὲ καὶ µέρος τῶν εἰρηµένων. Ὥστε δὲ λαµπρὰ γενέσθαι τὰ νικητήρια, καὶ ἐπαγωνίζεται τοῖς λεχθεῖσι, κειµένοις τοῖς ἐναντίοις ἐπεµβαίνων. Σκόπει δέ· Παρήγαγε τὴν προφητείαν τὴν λέγουσαν, ὅτι Ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν· ἔδειξε τοῦ Θεοῦ τὴν σοφίαν, ὅτι διὰ τῆς δοκούσης εἶναι µωρίας κατήργησε τὴν ἔξωθεν φιλοσοφίαν, ἔδειξεν ὅτι τὸ µωρὸν τοῦ Θεοῦ σοφώτερον τῶνἀνθρώπων, ἔδειξεν ὅτι οὐ µόνον διὰ ἰδιωτῶν ἐδίδαξεν, ἀλλὰ καὶ ἰδιώτας ἐκάλεσε· νῦν δείκνυσι ὅτι καὶ αὐτὸ τὸ κηρυττόµενον, καὶ ὁ τρόπος τῆς κηρύξεως ἱκανὰ θορυβῆσαι ἦν, καὶ οὐκ ἐθορύβησεν. Οὐ γὰρ δὴ µόνον οἱ µαθηταὶ, φησὶν, ἰδιῶται, ἀλλὰ καὶ ἐγὼ ὁ κηρύττων.∆ ιὰ τοῦτό φησι· Καὶ ἐγὼ, ἀδελφοὶ( πάλιν τὸ τῶν ἀδελφῶν τίθησιν ὄνοµα, καταλεαίνων τοῦ λόγου τὴν τραχύτητα), ἦλθον οὐ καθ' ὑπεροχὴν λόγου καταγγέλλων ὑµῖντὸ µαρτύριον τοῦ Θεοῦ. Τί γὰρ, εἰπέ µοι, εἰ καὶ ἐβούλου καθ' ὑπεροχὴν ἐλθεῖν; ἐδύνασο; Ἐγὼ µὲν εἰ ἐβουλόµην, οὐκ ἂν ἐδυνήθην· ὁ δὲ Χριστὸς εἰ ἐβουλήθη, ἐδύνατο. Ἀλλ' οὐκ ἐβουλήθη, ἵνα λαµπρότερον ποιήσῃ τὸ τρόπαιον.∆ ιὸ καὶ ἀνωτέρω δεικνὺς, ὅτι αὐτοῦ γέγονεν ἔργον καὶ αὐτοῦ βούληµα ἦν τὸ οὕτως ἰδιωτικῶς κηρυχθῆναι τὸν λόγον, ἔλεγεν· Οὐ γὰρ ἀπέστειλέ µε Χριστὸς βαπτίζειν, ἀλλ' εὐαγγελίζεσθαι, οὐκ ἐν σοφίᾳ λό γου. Πολὺ δὲ µεῖζον καὶ ἀπείρως µεῖζον τοῦ Παῦλον θελῆσαι τοῦτο τὸ τὸν Χριστὸν θελῆσαι. Οὐ τοίνυν εὐγλωττίαν ἐπιδεικνύµενος, φησὶν, οὐδὲ τοῖς ἔξωθεν λόγοις ὡπλισµένος καταγγέλλω τὸ µαρτύριον τοῦ Θεοῦ. Καὶ οὐκ εἶπε, Τὸ κήρυγµα, ἀλλὰ, Τὸ µαρτύριον τοῦ Θεοῦ, ὃ καὶ αὐτὸ ἱκανὸν ἦν ἀποτρέψαι. Θάνατον γὰρ περιῄει κηρύττων· διὰ τοῦτο καὶ ἐπήγαγεν· Οὐ γὰρ ἔκρινα τοῦ εἰδέναι τι ἐν ὑµῖν, εἰ µὴ Ἰησοῦν Χριστὸν, καὶ τοῦτον ἐσταυρωµένον. Τοῦτο δὲ ἔλεγεν, ὅτι καθόλου τῆς ἔξωθεν σοφίας ἐστὶν ἄµοιρος, ὥσπερ οὖν καὶ ἀνωτέρω ἔλεγεν· Ἦλθον οὐ καθ' ὑπεροχὴν λόγου. Ὅτι γὰρ ἦν δυνατὸν καὶ τοῦτο αὐτὸν ἔχειν, δῆλον. Οὗ γὰρ τὰ ἱµάτια νεκροὺς ἀνίστη, καὶ αἱ σκιαὶ νοσήµατα ἤλαυνον, πολλῷ µᾶλλον εὐγλωττίαν ἠδύνατο δέξασθαι ἡ ψυχή. Τὸ µὲν γάρ ἐστι µαθητῶν, τὸ δὲ πᾶσαν ὑπερβαίνει τέχνην. Ὁ τοίνυν τὰ µείζονα τῆς τέχνης εἰδὼς, πολλῷ πλέον τὰ ἐλάσσονα ἴσχυσεν ἄν. Ἀλλ' οὐκ ἀφῆκεν ὁ Χριστός· οὐ γὰρ συνέφερεν. Εἰκότως οὖν λέγει· Οὐ γὰρ ἔκρινά τι εἰδέναι· καὶ γὰρ καὶ ἐγὼ τοῦτο βούλοµαι ὅπερ καὶ ὁ Χριστός. Ἐµοὶ δὲ δοκεῖ καὶ ταπεινότερον αὐτοῖς διειλέχθαι µᾶλλον ἢ τοῖς ἄλλοις, τὸν τῦφον αὐτῶν καταστέλλων. Τὸ τοίνυν, Οὐδὲν ἔκρινα εἰδέναι, πρὸς ἀντιδιαστολὴν τῆς ἔξωθεν εἴρηται σοφίας. Οὐ γὰρ ἦλθον συλλογισµοὺς πλέκων οὐδὲ σοφίσµατα, οὐδ' ἄλλο τι λέγων ὑµῖν, ἢ ὅτι ὁ Χριστὸς ἐσταυρώθη. Ἐκεῖνοι µὲν γὰρ µυρία φασὶ, καὶ περὶ µυρίων λέγουσι µακροὺς ἑλίττοντες διαύλους λόγων, κατασκευάζοντες λογισµοὺς καὶ συλλογισµοὺς, µυρίασυντιθέντες σοφίσµατα· ἐγὼ δὲ ἦλθον πρὸς ὑµᾶς µηδὲν ἄλλο λέγων, ἢ ὅτι ὁ Χριστὸς ἐσταυρώθη, καὶ πάντας ἐκείνους παρήλασα, ὃ τῆς τοῦ κη ρυττοµένου δυνάµεωςσηµεῖόν ἐστιν ἄφατον. Καὶ ἐγὼ ἐν ἀσθενείᾳ καὶ ἐν φόβῳ καὶ ἐν τρόµῳ πολλῷ ἐγενόµην πρὸς ὑµᾶς. Τοῦτο πάλιν ἄλλο κεφάλαιον. Οὐ γὰρ µόνον οἱ πιστεύοντες ἰδιῶται, οὐδὲ µόνον ὁ λέγων ἰδιώτης, οὐδὲ µόνον ὁ τρόπος τῆς διδασκαλίας ἰδιωτείας γέµων, οὐδὲ µόνον αὐτὸ τὸκήρυγµα ἱκανὸν θορυβῆσαι· σταυρὸς γὰρ καὶ θάνατος ἦν τὸ καταγγελλόµενον· ἀλλὰ µετ' αὐτῶν καὶ ἕτερα κωλύµατα ἦν, οἱ κίνδυνοι καὶ αἱ ἐπιβουλαὶ καὶ ὁ καθηµερινὸς φόβος καὶ τὸ ἐλαύνεσθαι. Καὶ γὰρ ἀσθένειαν τοὺς διωγµοὺς πολλαχοῦ φησι, καθάπερ καὶ ἀλλαχοῦ· Τὴν ἀσθένειαν τὴν ἐν τῇ σαρκί µου οὐκ ἐξουδενώσατε· καὶ πάλιν, Εἰ καυχᾶσθαι δεῖ, τὰ τῆς ἀσθενείας µου καυχήσοµαι. Ποίας; Ὁ ἐθνάρχης Ἀρέτα τοῦ βασιλέως ἐφρούρει τὴν∆ αµασκηνῶν πόλιν, πιάσαι µε θέλων. Καὶ πάλιν,∆ ιὸ εὐδοκῶ ἐν ἀσθενείαις. Εἶτα λέγων ποίαις, ἐπήγαγεν· Ἐν ὕβρεσιν, ἐν ἀνάγκαις καὶ ἐν στενοχωρίαις. Καὶ νῦν τὸ αὐτὸ λέγει· εἰπὼν γὰρ, Καὶ ἐγὼ ἐν ἀσθενείᾳ, οὐκ ἔστη µέχρι τούτου, ἀλλὰ δηλῶν ὅτι ἀσθένειαν τοὺς κινδύνους καλεῖ, πάλιν ἐπήγαγε· Καὶ ἐν φόβῳ καὶ ἐν τρόµῳ πολλῷ ἐγενόµην πρὸς ὑµᾶς. Τί λέγεις; Καὶ Παῦλος ἐφοβεῖτο κινδύνους; Ἐφοβεῖτο, καὶ σφόδρα ἐδεδοίκει· εἰ γὰρ καὶ Παῦλος ἦν, ἀλλ' ἄνθρωπος ἦν. Τοῦτο δὲ οὐκ ἔγκληµα τοῦ Παύλου, ἀλλ' ἀσθένεια µὲν τῆς φύσεως, ἐγκώµιον δὲ τῆς προαιρέσεως, ὅτι καὶ δεδοικὼς θάνατον καὶ πληγὰς, οὐδὲν ἀνάξιονδιὰ τὸν φόβον τοῦτον ἐποίησεν· ὡς οἵ γε λέγοντες, ὅτι οὐκ ἐφοβεῖτο πληγὰς, οὐ µόνον αὐτὸν οὐ σεµνύνουσιν, ἀλλὰ καὶ ὑποτέµνονται πολὺ τῶν ἐπαίνων. Εἰ γὰρ οὐκ ἐφοβεῖτο, ποία καρτερία ἢ ποία φιλοσοφία τὸ τοὺς κινδύνους φέρειν; Ἐγὼ γὰρ διὰ τοῦτο αὐτὸν θαυµάζω, ὅτι φοβούµενος, καὶ οὐχ ἁπλῶς φοβούµενος, ἀλλὰ καὶ τρέµων τοὺς κινδύνους, διαπαντὸς ἔδραµε στεφανούµενος, καὶἐν οὐδενὶ τῶν κινδύνων ἐνέδωκεν, ἐκκαθαίρων τὴν οἰκουµένην, καὶ πανταχοῦ γῆς καὶ θαλάττης τὸ κήρυγµα σπείρων. Καὶ ὁ λόγος µου καὶ τὸ κήρυγµά µου, οὐκ ἐν πειθοῖς ἀνθρωπίνης σοφίας λόγοις. Τουτέστιν, οὐκ ἔχων τὴν ἔξωθεν σοφίαν. Εἰ τοίνυν καὶ τὸ κήρυγµα οὐδὲν εἶχε σεσοφισµένον, καὶ οἱ καλούµενοι ἰδιῶται, καὶ ὁ κηρύττων τοιοῦτος, καὶ διωγµὸς προσῆν καὶ τρόµος καὶ φόβος, πῶς ἐκράτησαν, εἰπέ µοι;∆ ιὰ θείας δυνάµεως.∆ ιόπερ εἰπὼν, Ὁ λόγος µου καὶ τὸ κήρυγµά µου οὐκ ἐν πειθοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἐπήγαγεν· Ἀλλ' ἐν ἀποδείξει Πνεύµατος καὶ δυνάµεως. βʹ. Εἶδες πῶς τὸ µωρὸν τοῦ Θεοῦ σοφώτερον τῶν ἀνθρώπων, καὶ τὸ ἀσθενὲς ἰσχυρότερον; Οἱ γὰρ ἰδιῶται τοιαῦτα κηρύττοντες, δεδεµένοι καὶ ἐλαυνόµενοι περιεγένοντο τῶν ἐλαυνόντων. Πόθεν; Οὐκ ἀπὸ τοῦ τὴν διὰ Πνεύµατος παρασχεῖν πίστιν; καὶ γὰρ καὶ τοῦτο ἀπόδειξις ὡµολογηµένη. Τίς γὰρ, εἰπέ µοι, ὁρῶν νεκροὺς ἀνισταµένους καὶ δαίµονας ἐλαυνοµένους, οὐκ ἂν κατεδέξατο; Ἀλλ' ἐπειδή εἰσι καὶ δυνάµεις ἀπατηλαὶ, οἷαι τῶν γοήτων, καὶ ταύτην ἀνεῖλε τὴν ὑπόνοιαν. Οὐ γὰρ ἁπλῶς,∆ υνάµεως, εἶπεν, ἀλλὰ πρότερον Πνεύµατος, καὶ τότε,∆ υνάµεως· δεικνὺς ὅτι πνευµατικὰ ἦν τὰ γινόµενα. Οὐ τοίνυν ἐλάττωσίς ἐστι, τὸ µὴ διὰ σοφίας κατηγγελµένον εἶναι τὸ κήρυγµα, ἀλλὰ καὶ µέγιστος κόσµος. Τοῦτο γοῦν µάλιστα δείκνυσιν αὐτὸ θεῖον ὂν καὶ τὰς ῥίζας ἄνωθεν ἔχον ἐκ τῶν οὐρανῶν· διὸ καὶ ἐπήγαγεν· Ἵνα ἡ πίστις ὑµῶν µὴ ᾖ ἐν σοφίᾳ ἀνθρώπων, ἀλλ' ἐν δυνάµει Θεοῦ. Εἶδες πῶς σαφῶς διὰ πάντων ἀπέδειξε πολὺ τῆς ἰδιωτείας τὸ κέρδος, καὶ µέγα τῆς σοφίας τὸ βλάβος; Αὕτη µὲν γὰρ ἐκείνου τὸν σταυρὸν, ἐκείνη δὲ ἀνεκήρυττε τοῦ Θεοῦ τὴν δύναµιν· αὕτη πρὸς τῷ µηδὲν εὑρίσκειν τῶν δεόντων καὶ ἐφ' ἑαυτοῖς καυχᾶσθαι παρεσκεύασεν, ἐκείνη πρὸς τῷ τὴν ἀλήθειαν δέξασθαι καὶ ἐπὶ τῷ Θεῷκαλλωπίζεσθαι ἐποίει. Πάλιν ἡ σοφία ἀνθρώπινον ὑποπτεύειν τὸ δόγµα πολλοὺς ἂν ἔπειθεν· αὕτη σαφῶς ἀπεδείκνυε θεῖον ὂν καὶ ἐκ τοῦ οὐρανοῦ καταβάν. Ὅταν µὲν οὖν ἐν σοφίᾳ λόγων γένηται ἀπόδειξις, πολλάκις καὶ οἱ φαυλότεροι κρατοῦσι τῶν ἐπιεικεστέρων, δεινότεροι λέγειν ὄντες, καὶ τὸψεῦδος παρελαύνει τὴν ἀλήθειαν. Ἐνταῦθα δὲ οὐχ οὕτως· οὔτε γὰρ ἔπεισι τὸ Πνεῦµα τὸ ἅγιον ἀκαθάρτῳ ψυχῇ, οὔτε ἐπελθὸν δύναται ἡττηθῆναί ποτε, κἂν ἅπασα ἡ τῶν λόγων ἐπίῃ δεινότης. Ἡ γὰρ διὰ τῶν ἔργων καὶ τῶν σηµείων ἀπόδειξις τῆς διὰ τῶν λόγων πολλῷ σαφεστέρα. Ἀλλ' ἐκείνων ἴσως εἴποι τις ἂν, ὅτι Εἰ χρὴ τὸ κήρυγµα κρατεῖν, καὶ λόγων οὐ δεῖται ἵνα µὴ κενωθῇ ὁ σταυρὸς, τίνος ἕνεκεν τὰ σηµεῖα κεκώλυται νῦν; Τίνος ἕνεκεν; ἀπιστῶν λέγεις, καὶ οὐδὲ ἐπὶ τῶν ἀποστόλων αὐτὰ γεγενῆσθαι καταδεχόµενος, ἢ ὄντως ζητῶν µαθεῖν; Εἰ γὰρ ἀπιστῶν, πρὸς τοῦτο στήσοµαι πρῶτον. Εἰ γὰρ οὐκ ἐγένετο σηµεῖα τότε, πῶς ἐλαυνόµενοι καὶ διωκόµενοι καὶ τρέµοντες καὶ δεδεµένοι, καὶ κοινοὶ γενόµενοι τῆς οἰκουµένης ἐχθροὶ, καὶ πᾶσι πρὸςτὸ κακῶς παθεῖν προκείµενοι, καὶ οὐδὲν οἴκοθεν ἔχοντες ἐπαγωγὸν, οὐ λόγον, οὐ περιφάνειαν, οὐ πλοῦτον, οὐ πόλιν, οὐκ ἔθνος, οὐ γένος, οὐκ ἐπιτήδευµα, οὐδόξαν, οὐκ ἄλλο τῶν τοιούτων οὐδὲν, ἀλλὰ πάντα τὰ ἐναντία, ἰδιωτείαν, εὐτέλειαν, πενίαν, µῖσος, ἀπέχθειαν, καὶ πρὸς δήµους ὁλοκλήρους ἱστάµενοι, καὶτοιαῦτα καταγγέλλοντες, ἔπειθον; Καὶ γὰρ τὰ ἐπιτάγµατα πολὺν εἶχε τὸν µόχθον, καὶ τὰ δόγµατα τοὺς κινδύνους· καὶ οἱ ἀκούοντες καὶ πείθεσθαι µέλλοντες, καὶ τρυφῇ καὶ µέθῃ καὶ πολλῇ συντραφέντες ἦσαν κακίᾳ. Πόθεν οὖν ἔπεισαν; εἰπέ µοι· πόθεν τὸ ἀξιόπιστον ἔσχον; Ὅπερ γὰρ ἔφθην εἰπὼν, εἰ σηµείων χωρὶς ἔπεισαν, πολλῷ µεῖζον τὸ θαῦµα φαίνεται. Μὴ τοίνυν τὸ µὴ γίνεσθαι νῦν σηµεῖα, τεκµήριον ποιοῦ τοῦ µὴ γεγενῆσθαι τότε. Καὶ γὰρ καὶ τότε χρησίµως ἐγίνετο, καὶ νῦν χρησίµως οὐ γίνεται. Οὐκ ἀναγκάζει δὲ τὸ λόγῳ πείθεσθαι µόνῳ, τανῦν ἐν σοφίᾳ εἶναι τὸ κήρυγµα. Οἵ τε γὰρ ἐξ ἀρχῆς τὸν λόγον σπείραντες ἰδιῶται ἦσαν καὶ ἀµαθεῖς, καὶ οὐδὲν οἴκοθεν ἔλεγον, ἀλλ' ἅπερ ἐδέξαντο παρὰ τοῦ Θεοῦ, ταῦτα τῇοἰκουµένῃ διέδωκαν· ἡµεῖς τε αὐτοὶ νῦν οὐ τὰ παρ' ἑαυτῶν ἐπεισφέροµεν, ἀλλὰ ἃ παρ' ἐκείνων ἐλάβοµεν, ταῦτα εἰς ἅπαντας λέγοµεν. Καὶ οὐδὲ νῦν ἀπὸ συλλογισµῶν πείθοµεν, ἀλλ' ἀπὸ τῶν θείων Γραφῶνκαὶ ἀπὸ τῶν τότε σηµείων τὴν πίστιν ὧν λέγοµεν παρεχόµεθα. Καὶ οὗτοι δὲ τότε οὐχὶ σηµείοις ἔπειθον µόνοις, ἀλλὰ καὶ διαλεγόµενοι· τοὺς δὲ λόγους ἰσχυροτέρους ἐποίει φαίνεσθαι τὰ σηµεῖα καὶ αἱ ἐκ τῆς Παλαιᾶς Γραφῆς µαρτυρίαι, οὐχ ἡ δεινότης τῶν λεγοµένων. Πῶς οὖν, φησὶ, χρήσιµον τότε τὰ σηµεῖα, καὶ νῦν οὐ χρήσιµον; Ὑποθώµεθα τῷ λόγῳ( πρὸς γὰρ τὸν Ἕλληνά µοι τέως ὁ ἀγών· διὰ τοῦτο καθ' ὑπόθεσιν λέγω τὸ πάντως ἐσόµενον), ὑποθώµεθα τοίνυν τῷ λόγῳ, καὶ ἀνασχέσθω πιστεῦσαι ὁ ἄπιστος κἂν κατὰ συνδροµὴν τοῖςλεγοµένοις, οἷον ὅτι ὁ Χριστὸς ἥξει· ὅταν οὖν ὁ Χριστὸς ἔλθῃ καὶ πάντες οἱ ἄγγελοι µετ' αὐτοῦ, καὶ δειχθῇ Θεὸς καὶ πάντα αὐτῷ ὑποτεταγµένα, οὐ πιστεύσει καὶ ὁ Ἕλλην; Εὔδηλον ὅτι καὶ προσκυνήσει, καὶ Θεὸν ἐρεῖ, κἂν µυριάκις ἀνένδοτος ᾖ. γʹ. Τίς γὰρ ὁρῶν τοὺς οὐρανοὺς ἀνεῳγµένους, καὶ αὐτὸν ἐπὶ τῶν νεφελῶν ἐρχόµενον, καὶ πάντα τὸν δῆµον τῶν ἄνω δυνάµεων αὐτῷ περικεχυµένον, καὶ ποταµοὺς πυρὸς ἑλκοµένους, καὶ πάντας παρεστῶτας καὶ τρέµοντας, οὐχὶ προσκυνήσει, καὶ Θεὸν ἡγήσεται; Ἆρ' οὖν, εἰπέ µοι, λογισθήσεται τῷ Ἕλληνι εἰς πίστιν ἡ προσκύνησις ἐκείνη καὶ ἡ γνῶσις; Οὐδαµῶς. Τί δήποτε; Ὅτι τοῦτο πίστις οὐκ ἔστιν· ἡ γὰρ ἀνάγκη τοῦτο ἐποίησε καὶ ἡ περιφάνεια τῶν ὁρωµένων, καὶ οὐκ ἔστι τὸ πρᾶγµα προαιρέσεως, ἀλλ' ἀπὸ τοῦ µεγέθους τῶν ὀφθέντων τὰ τῆςδιανοίας εἱλκύσθη. Οὐκοῦν ὅσῳ ἂν φανότερα καὶ ἀναγκαστικώτερα ᾖ τὰ γινόµενα, τοσούτῳ τὰ τῆς πίστεως ἐλαττοῦνται· διὰ τοῦτο σηµεῖα νῦν οὐ γίνεται. Καὶ ὅτι τοῦτό ἐστιν, ἄκουσον τί φησι πρὸς τὸν Θωµᾶν· Μακάριοι οἱ µὴ ἰδόντες, καὶ πιστεύσαντες. Οὐκοῦν ὅσῳ ἂν φανερώτερον ἀποδειχθῇ τὸ σηµεῖον, τοσούτῳ τῆς πίστεως ὁ µισθὸς ἐλαττοῦται. Ὥστε εἰ καὶ νῦν σηµεῖα ἐγίνετο, τὸ αὐτὸ ἂν ἐγένετο. Ὅτι γὰρ τότε διὰ πίστεως οὐκέτι αὐτὸν εἰσόµεθα, ἐδήλωσεν εἰπὼν ὁ Παῦλος· Νῦν γὰρ διὰ πίστεως περιπατοῦµεν, οὐ δι' εἴδους. Ὥσπερ οὖν τότε πιστεύοντί σοι τὸ πρᾶγµα οὐ λογίζεται διὰ τὸ περιφανές· οὕτω καὶ νῦν, εἰ σηµεῖα ἐγίνετο τοιαῦτα, οἷα καὶ ἔµπροσθεν. Ὅταν γὰρ ἃ µηδαµῇ µηδαµῶς ἔστι λογισµοῖς εὑρεῖν καταδεξώµεθα, τότε ἡ πίστις ἐστί.∆ ιὰ τοῦτο καὶ ἡ γέεννα ἠπείληται µὲν, οὐ φαίνεται δέ· ἐπεὶ εἰ καὶ ἐφαίνετο, ταυτὸ συνέβαινε πάλιν. Ἄλλως δὲ, εἰ σηµεῖα ζητεῖς, καὶ νῦν ὄψει σηµεῖα, εἰ καὶ µὴ τοιαῦτα, τὰς προῤῥήσεις τὰς µυρίας καὶ περὶ µυρίων πραγµάτων, τῆς οἰκουµένης τὴνἐπιστροφὴν, τῶν βαρβάρων τὴν φιλοσοφίαν, τῶν ἀγρίων ἠθῶν τὴν µετάστασιν, τῆς εὐλαβείας τὴν ἐπίτασιν. Καὶ ποίας προῤῥήσεις; φησί· µετὰ γὰρ ταῦτα ἐγράφη τὰ προειρηµένα ἅπαντα. Πότε, καὶ ποῦ, καὶ ὑπὸ τίνος; εἰπέ µοι· καὶ πρὸ πόσων ἐτῶν; βούλει πρὸ πεντήκοντα, ἢ ἑκατόν; Οὐκοῦν πρὸ τῶν ἑκατὸν οὐδὲν εἶχον ἔγγραφον ὅλως. Πῶς οὖν κατεῖχε τὰ δόγµατα ἡ οἰκουµένη καὶ τὰ ἄλλα πάντα, τῆς µνήµης οὐκ ἀρκούσης; πόθεν δὲ ᾔδεσαν, ὅτι Πέτρος ἀνεσκολοπίσθη; πόθεν τε ἐπῆλθε τοῖς µετὰ ταῦτα προειπεῖν, οἷον ὅτι τὸ Εὐαγγέλιον κηρυχθήσεται πανταχοῦ τῆς οἰκουµένης, ὅτι τὰ Ἰουδαϊκὰ παύσεται, καὶ οὐκἐπανήξει πάλιν; Οἱ δὲ τὰς ψυχὰς αὐτῶν ὑπὲρ τοῦ κηρύγµατος προέµενοι, πῶς ἂν ἤνεγκαν τὸ κήρυγµα παραποιούµενον ὁρῶντες; πῶς δ' ἂν ἐπι στεύθησαν οἱ γράφοντες, τῶν σηµείων παυσαµένων; πῶς δ' ἂν τὰ γραφέντα, καὶ εἰς τὴν βαρβάρων καὶ εἰς τὴν Ἰνδῶν, καὶ πρὸς αὐτὰ τοῦ ὠκεανοῦ τὰ πέρατα ἀφίκετο, οὐκ ὄντων τῶν λεγόντων ἀξιοπίστων; Τίνες δὲ οἱ γράφοντες, καὶ πότε, καὶ ποῦ; τίνος δὲ ἕνεκεν καὶ ἔγραφον; ἆρα δόξαν ἑαυτοῖς περιποιούµενοι; πῶς οὖν ἑτέροις τὰ βιβλία ἐπέγραψαν; Ἀλλὰ τὸ δόγµα συστῆσαι βουλόµενοι; Πότερον ὡς ἀληθὲς, ἢ ὡς ψευδές; εἰ γὰρ ὡς ψευδεῖ προσεῖχον, οὐδὲ προσελθεῖν ἦν εἰκός· εἰ δὲ ὡς ἀληθεῖ, πλασµάτων οὐκ ἔδει, καθὼς σὺ φής. Ἄλλως δὲ καὶ αἱ προῤῥήσεις τοιαῦταί εἰσιν, ὡς καὶ µέχρι τοῦ παρόντος µὴ δύνασθαι βιάζεσθαι χρόνῳ τὰ εἰρηµένα. Τὸ µὲν γὰρ καθαιρεθῆναι τὰ Ἱεροσόλυµα γέγονε πρὸ πολλῶν ἐτῶν. Εἰσὶ δὲ καὶ ἕτεραι προῤῥήσεις αἱ ἐξ ἐκείνου τοῦ χρόνου µέχρι τῆς παρουσίας αὐτοῦ παρατείνουσαι, ἃς ὡς βούλει δοκίµασον· οἷον τὸ, Ἀεὶ µεθ' ὑµῶν εἰµι ἕως τῆς συντελείας τοῦ αἰῶνος· τὸ, Ἐπὶ τὴν πέτραν ταύτην οἰκοδοµήσω µου τὴν Ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς· τὸ, Κηρυχθήσεται τὸ Εὐαγγέλιον τοῦτο εἰς πάντα τὰ ἔθνη· τὸ, Λαληθήσεται ὅπου ἂν κηρυχθῇ τὸ Εὐαγγέλιον, καὶ ὃ ἐποίησεν ἡ γυνὴ αὕτη· καὶ ἕτεραι πολλαὶ τούτων πλείους. Πόθεν οὖν ἡ ἀλήθεια τῆς προῤῥήσεως ταύτης, εἴ γε πλάσµα ἦν; πῶς οὐ κατίσχυσαν πύλαι ᾅδου τῆς Ἐκκλησίας; πῶς ἀεὶ µεθ' ἡµῶν ἐστιν ὁ Χριστός; Οὐ γὰρ ἂν, εἰ µὴ µεθ' ἡµῶν ἦν, ἐκράτησεν ἂν ἡ Ἐκκλησία. Πῶς τὸ Εὐαγγέλιον ἐξετάθη πανταχοῦ τῆς οἰκουµένης; Ἱκανοὶ δὲ καὶ οἱ καθ' ἡµῶν εἰρηκότες τὴν ἀρχαιότητα µαρτυρῆσαι τοῖς Βιβλίοις, οἱ περὶ Κέλσον καὶ τὸν Βατανεώτην τὸν µετ' ἐκεῖνον· οὐ γὰρ δὴ τοῖς µετ' αὐτοὺς συντεθεῖσιν ἀντέλεγον· ἄλλως δὲ καὶ ἡ οἰκουµένη πᾶσα, ὁµοφώνως αὐτὸ δεξαµένη. Οὐκ ἂν δὲ, εἰ µὴ Πνεύµατος χάρις ἦν, τοσαύτη γέγονε συµφωνία ἀπὸ περάτων εἰς πέρατα τῆς γῆς, ἀλλ' ἑάλωσαν ἂν ταχέως οἱ πλάττοντες, καὶ οὐκἂν τοσαῦτα κατορθώµατα ἀπὸ πλασµάτων καὶ ψεύδους συνέστη· ἢ οὐχ ὁρᾷς τὴν οἰκουµένην πᾶσαν προσελθοῦσαν; τὴν πλάνην σβεσθεῖσαν; τὴν τῶν µοναχῶν φιλοσοφίαν ὑπὲρ τὸν ἥλιον λάµπουσαν; τοὺς τῶν παρθένων χορούς; τὴν ἐν βαρβάροις εὐλάβειαν; πάντας ὑπὸ ζυγὸν δουλεύοντας ἕνα; Οὐδὲ γὰρ παρ' ἡµῶν ταῦτα προείρηται µόνον, ἀλλὰ καὶ ἄνωθεν παρὰ τῶν προφητῶν. Οὐ γὰρ δήπου καὶ ἐκείνων ἐπιλήψῃ τῶν προῤῥήσεων· παρὰ γὰρ τοῖς ἐχθροῖς τὰ Βιβλία, καὶ παρὰ Ἑλλήνων σπουδασάντων εἰς τὴν Ἑλλάδα µετηνέχθη γλῶτταν. Πολλὰ δὴ καὶ οὗτοι περὶ τούτων προλέγουσι, δεικνύντες ὅτι Θεὸς ἦν ὁ παρέσεσθαι µέλλων. δʹ. Πῶς οὖν οὐ πάντες πιστεύουσι νῦν; Ὅτι ἐπὶ τὸ χεῖρον τὰ πράγµατα προῆλθε, καὶ τούτων ἡµεῖς αἴτιοι· λοιπὸν γὰρ καὶ πρὸς ἡµᾶς ὁ λόγος. Οὐ γὰρ δήπου σηµείοις καὶ τότε ἐπίστευον µόνον, ἀλλὰ καὶ ἀπὸ τοῦ βίου πολλοὶ τῶν προσιόντων ἐνήγοντο. Λαµψάτω γὰρ ὑµῶν τὸ φῶς, φησὶν, ἔµπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ὑµῶν ἔργα, καὶ δοξάσωσι τὸν Πατέρα ὑµῶν τὸν ἐν τοῖς οὐρανοῖς. Τότε οὖν Πάντων ἦν ἡ καρδία καὶ ἡ ψυχὴ µία, καὶ οὐδὲ εἷς τι τῶν ὑπαρχόντων αὐτῷ ἔλεγεν ἴδιον εἶναι, ἀλλ' εἶχον ἅπαντα κοινὰ, καὶ διεδίδοτο ἑκάστῳ, καθότι ἄν τις χρείαν εἶχε, καὶ βίον ἔζων ἀγγελικόν. Καὶ νῦν ἂν γένηται τοῦτο, τὴν οἰκουµένην ἐπιστρέψοµεν ἅπασαν καὶ σηµείων χωρίς. Τέως δὲ οἱ βουλόµενοι σωθῆναι, προσεχέτωσαν ταῖς Γραφαῖς· εὑρήσουσι γὰρ ἐκεῖ καὶ ταῦτα, καὶ τὰ τούτων πλείονα κατορθώµατα. Καὶ γὰρ οἱ διδάσκαλοι αὐτοὶ ὑπερέβαινον τὰ ἐκείνων, ἐν λιµῷ καὶ δίψει καὶ γυµνότητι διάγοντες. Ἡµεῖς δὲ βουλόµεθα πολλῆς ἀπολαύειν τρυφῆς καὶ ἀναπαύσεως καὶ ἀδείας· ἀλλ' οὐκ ἐκεῖνοι, ἀλλ' ἐβόων, Ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶµεν καὶ διψῶµεν καὶ γυµνητεύοµεν καὶ κολαφιζόµεθα καὶ ἀστατοῦµεν. Καὶ ὁ µὲν ἀπὸ Ἱερουσαλὴ µ µέχρι τοῦ Ἰλλυρικοῦ ἔτρεχεν, ὁ δὲ εἰς τὴν Ἰνδῶν, ὁ δὲ εἰς τὴν Μαύρων, ἄλλος δὲ πρὸς ἄλλα µέρη τῆς οἰκουµένης· ἡµεῖς δὲ οὐδὲ τῆς πατρίδος ἐξελθεῖν τολµῶµεν, ἀλλὰ τρυφὴν ζητοῦµεν καὶ οἰκίας λαµπρὰς καὶ πᾶσαν τὴν ἄλλην ἀφθονίαν. Τίς γὰρ ἐλίµωξεν ἡµῶν ποτε διὰ τὸν τοῦ Θεοῦ λόγον; τίς ἐν ἐρήµῳ γέγονε; τίς ἀποδηµίαν ἐστείλατο µακράν; τίς τῶν διδασκάλων ἐκ τῶν χειρῶν ζῶν ἑτέροις ἐπεκούρησε; τίς θάνατον ὑπέµεινε καθηµερινόν; Ἐντεῦθεν καὶ οἱ µεθ' ἡµῶν ὄντες ῥᾳθυµότεροι γίνονται. Καὶ γὰρ εἰ στρατιώτας τις εἶδε καὶ στρατηγοὺς λιµῷ καὶ δίψει καὶ θανάτῳ καὶ πᾶσι τοῖς δεινοῖς παλαίοντας, καὶ κρυµὸν καὶ κινδύνους καὶ πάνταφέροντας καθάπερ λέοντας, καὶ κατορθοῦντας· εἶτα µετὰ ταῦτα ἐκλύσαντας τὴν φιλοσοφίαν ἐκείνην. καὶ µαλακωτέρους γενοµένους, καὶ χρηµάτων ἐρῶντας, καὶ πραγµατείαις καὶ καπηλείαις προσέχοντας, καὶ ἡττωµένους ὑπὸ τῶν πολεµίων, ἐσχάτηςἦν ἀνοίας τὴν αἰτίαν τούτων ζητεῖν. Τοῦτο δὴ καὶ ἐφ' ἡµῶν καὶ τῶν προγόνων λογισώµεθα· καὶ γὰρ πάντων ἐγενόµεθα ἀσθενέστεροι, τῷ παρόντι προσηλωµένοι βίῳ. Κἂν εὑρεθῇ τις ἴχνος ἔχων τῆς παλαιᾶς φιλοσοφίας, τὰς πόλεις ἀφεὶς καὶ τὰς ἀγορὰς καὶ τὸ ἐν µέσῳ στρέφεσθαι καὶ τοὺς ἄλλους ῥυθµίζειν, τὰὄρη καταλαµβάνει· κἂν ἔρηταί τις τῆς ἀναχωρήσεως τὴν αἰτίαν, εὑρίσκει πρόφασιν συγγνώµην οὐκ ἔχουσαν. Ἵνα γὰρ µὴ παραπόλωµαι, φησὶ, µηδὲ ἀµβλύτερος γένωµαι τὴν ἀρετὴν, ἀποπηδῶ. Καὶ πόσῳ βέλτιον ἀµβλύτερόν σε γενέσθαι καὶ τοὺς ἄλλους κερδᾶναι, ἢ µένοντα ἐν ὕψει περιιδεῖν ἀπολλυµένους τοὺς ἀδελφούς; Ὅταν µὲν οὖν οἱ µὲν ἀρετῆς ἀµελῶσιν, οἱ δὲ ἐπιµελούµενοι πόῤῥω τῆς παρατάξεως γίνωνται, πόθεν αἱρήσοµεν τοὺς ἐχθρούς; Εἰ γὰρ καὶ σηµεῖα ἦν νῦν, τίς ἂν ἐπείσθη; ἢ τίς ἂν προσέσχεν ἡµῖν τῶν ἔξωθεν. τῆς κακίας οὕτως ἐπιπολαζούσης; Καὶ γὰρ ὁ ὀρθὸς βίος ἡµῶν ἀξιοπιστότερος τοῖς πολλοῖς εἶναι δοκεῖ. Σηµεῖα µὲν γὰρ, παρὰ τῶν ἀναισχύντων καὶ πονηρῶν ἀνθρώπων καὶ ὑπόνοιαν δέξεται πονηράν· βίος δὲ καθαρὸς καὶ αὐτὸ τοῦ διαβόλου τὸ στόµα µετὰ πολλῆς τῆς περιουσίας ἐµφράξαι δυνήσεται. Ταῦτα καὶ ἄρχουσι λέγω καὶ ἀρχοµένοις, καὶ πρὸ τῶν ἄλλων ἐµαυτῷ, ἵνα βίον ἐπιδειξώµεθα θαυµαστὸν, καὶ συντάξαντες ἑαυτοὺς, πάντων τῶνπαρόντων ὑπερίδωµεν. Καταφρονήσωµεν χρηµάτων, καὶ µὴ καταφρονήσωµεν γεέννης· ὑπερίδωµεν δόξης, καὶ µὴ ὑπερίδωµεν σωτηρίας· ὑποµείνωµεν ἐνταῦθα κάµατον καὶ πόνον, ἵνα µὴ ἐµπέσωµεν ἐκεῖ εἰς κόλασιν. Οὕτω τοῖς Ἕλλησι πολεµήσωµεν, οὕτως αὐτοὺς αἰχµαλωτίσωµεν αἰχµαλωσίαν ἐλευθερίας ἀµείνω. Ἀλλὰ ταῦτα µὲν λέγεται παρ' ἡµῶν συνεχῶς καὶ πολλάκις, γίνεται δὲ ὀλιγάκις. Πλὴν ἀλλ' ἐάν τε γένηται ταῦτα, ἄν τε µὴ γένηται, δίκαιον διὰ τῶν τοιούτων συνεχῶς ὑποµιµνήσκειν. Εἰ γὰρ διὰ τῆς χρηστολογίας ἐξαπατῶσί τινες, πολλῷ µᾶλλον τοὺς πρὸς τὴν ἀλήθειαν ἐπανάγοντας δίκαιον µὴ ἀποκαµεῖν τὰ συµφέροντα λέγοντας. Εἰ γὰρ οἱ ἀπατῶντες τοσούτοις κέχρηνται µηχανήµασι· καὶ γὰρ χρήµατα ἀναλίσκουσι, καὶ λόγους προσάγουσι, καὶ κινδύνους ὑποµένουσι, καὶ προστασίας ἐπιδείκνυνται· πολλῷ µᾶλλον ἡµᾶς τοὺς ἀπάτης ἀπάγοντας, καὶ κινδύνους, καὶ θανάτους, καὶ πάντα ὑποµένειν χρὴ, ἵνα καὶ ἑαυτοὺς καὶ τοὺς ἄλλους κερδάναντες, καὶτοῖς ἐναντίοις ἀκαταγώνιστοι γενόµενοι, τύχωµεν τῶν ἐπηγγελµένων ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.