Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In epistulam i ad Timotheum
John ChrysostomTimo 11 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
11.0.1
Διακόνους ὡσαύτως σεμνοὺς, μὴ διλόγους, μὴ οἴνῳ πολλῷ προσέχοντας, μὴ αἰσχροκερδεῖς, ἔχοντας τὸ μυστήριον τῆς πίστεως ἐν καθαρᾷ συνειδήσει. Καὶ οὗτοι δὲ δοκιμαζέσθωσαν πρῶτον, εἶτα διακονείτωσαν ἀνέγκλητοι ὄντες.
11.1.1
Διαλεγόμενος περὶ ἐπισκόπων, καὶ χαρακτηρίσας αὐτοὺς, καὶ εἰπὼν τίνα μὲν ἔχειν, τίνων δὲ ἀπέχεσθαι χρὴ, καὶ τὸ τῶν πρεσβυτέρων τάγμα ἀφεὶς, εἰς τοὺς διακόνους μετεπήδησε. Τί δήποτε; Ὅτι οὐ πολὺ τὸ μέσον αὐτῶν καὶ τῶν ἐπισκόπων. Καὶ γὰρ καὶ αὐτοὶ διδασκαλίαν εἰσὶν ἀναδεδεγμένοι, καὶ προστασίαν τῆς Ἐκκλησίας· καὶ ἃ περὶ ἐπισκόπων εἶπε, ταῦτα καὶ πρεσβυτέροις ἁρμόττει. Τῇ γὰρ χειροτονίᾳ μόνῃ ὑπερβεβήκασι, καὶ τούτῳ μόνον δοκοῦσι πλεονεκτεῖν τοὺς πρεσβυτέρους. Διακόνους ὡσαύτως. Τουτέστι, τὰ αὐτὰ δεῖ, φησὶν, ἔχειν καὶ αὐτούς. Τί ἐστι τὰ αὐτά; Οἷον τὸ ἀνεπιλήπτους εἶναι, τὸ σώφρονας, τὸ φιλοξένους, τὸ ἐπιεικεῖς, ἀμάχους, ἀφιλαργύρους. Καὶ ὅτι τοιούτους αὐτοὺς εἶναι βουλόμενος εἶπε τὸ, Ὡσαύτως, ἐδήλωσε διὰ τῆς ἐπαγωγῆς λέγων, Σεμνοὺς, μὴ διλόγους· τουτέστι, μὴ ὑπούλους, μηδὲ δολερούς. Οὐδὲν γὰρ οὕτω ποιεῖν εἴωθεν ἀγεννεῖς, ὡς τὸ δολερόν· οὐδὲν οὕτως ἄχρηστον ἐν τῇ Ἐκκλησίᾳ, ὡς τὸ ὕπουλον. Μὴ οἴνῳ πολλῷ, φησὶ, προσέχοντας, μὴ αἰσχροκερδεῖς, ἔχοντας τὸ μυστήριον τῆς πίστεως ἐν καθαρᾷ συνειδήσει. Ἰδοὺ ἐσήμανε τί ἐστιν ἀλήπτους εἶναι. Ὅρα δὲ πῶς τὸ, Μὴ νεόφυτον, καὶ ἐνταῦθα τίθησι. Τὸ γὰρ εἰπεῖν, Καὶ οὗτοι δοκιμαζέσθωσαν πρῶτον, ὡς περὶ τοῦ ἐπισκόπου τοῦτο εἰρημένον αὐτῷ, οὕτω τὸν σύνδεσμον αὐτοῦ ἐπήγαγεν· οὐδὲν γὰρ τὸ μέσον μεταξύ. Διὰ τοῦτο εἴρηται καὶ ἐκεῖ τὸ, Μὴ νεόφυτον. Πῶς γὰρ οὐκ ἄτοπον, εἰς μὲν οἰκίαν νεώνητον οἰκέτην μὴ πρότερον ἐγχειρίζεσθαί τι τῶν ἔνδον, πρὶν ἂν διὰ πολλῆς τῆς πείρας τῆς αὐτοῦ γνώμης πολλὰ τεκμήρια δῷ, εἰς δὲ τὴν Ἐκκλησίαν τοῦ Θεοῦ ἔξωθεν εἰσελθόντα εἰς τοὺς πρώτους εὐθέως κατατάττεσθαι; Γυναῖκας ὡσαύτως, διακόνους φησὶ, σεμνὰς, μὴ διλόγους, νηφαλίους, πιστὰς ἐν πᾶσι. Τινὲς ἁπλῶς περὶ γυναικῶν εἰρῆσθαι τοῦτό φασιν, οὐκ ἔστι δέ· τί γὰρ ἐβούλετο μεταξὺ τῶν εἰρημένων παρεμβαλεῖν τι περὶ γυναικῶν; ἀλλὰ περὶ τῶν τὸ ἀξίωμα τῆς διακονίας ἐχουσῶν λέγει. Διάκονοι ἔστωσαν μιᾶς γυναικὸς ἄνδρες. Ταῦτα καὶ περὶ γυναικῶν διακόνων ἁρμόττει εἰρῆσθαι. Σφόδρα γὰρ ἀναγκαῖον τοῦτο καὶ χρήσιμον καὶ κόσμιον ἐν τῇ Ἐκκλησίᾳ. Διάκονοι ἔστωσαν μιᾶς γυναικὸς, φησὶν, ἄνδρες. Ὁρᾷς πῶς τὴν αὐτὴν ἀπαιτεῖ καὶ παρὰ διακόνων ἀρετήν; Εἰ γὰρ καὶ μὴ τῆς αὐτῆς εἰσιν ἀξίας τῷ ἐπισκόπῳ, ἀλλ' ὅμως ὁμοίως ἀνεπίληπτοι, ὁμοίως ἁγνοὶ ὀφείλουσιν εἶναι. Τέκνων καλῶς προϊστάμενοι καὶ τῶν ἰδίων οἴκων. Οἱ γὰρ καλῶς διακονήσαντες, βαθμὸν καλὸν ἑαυτοῖς περιποιοῦνται, καὶ πολλὴν παῤῥησίαν ἐν πίστει τῇ ἐν Χριστῷ Ἰησοῦ. Πανταχοῦ τίθησι τὴν τῶν τέκνων προστασίαν, ἵνα μὴ ἀπὸ τούτου οἱ λοιποὶσκανδαλίζωνται. Οἱ γὰρ καλῶς, φησὶ, διακονήσαντες, βαθμὸν καλὸν ἑαυτοῖς περιποιοῦνται· τουτέστι, προκοπὴν καὶ παῤῥησίαν πολλὴν τὴν ἐν πίστει Ἰησοῦ Χριστοῦ. Ὡσεὶ ἔλεγεν· Οἱ ἐν τοῖς κάτω δείξαντες ἑαυτοὺς διεγηγερμένους, ταχέως καὶ πρὸς ἐκεῖνα ἀνελεύσονται. Ταῦτά σοι γράφω, ἐλπίζων ἐλθεῖν πρὸς σὲ τάχιον. Ἐὰν δὲ βραδύνω, ἵνα εἰδῇς πῶς δεῖ ἐν οἴκῳ Θεοῦ ἀναστρέφεσθαι, ἥτις ἐστὶν Ἐκκλησία Θεοῦ ζῶντος, στῦλος καὶ ἑδραίωμα τῆς ἀληθείας. Ἵνα μὴ τὸ περὶ τοιούτων αὐτὸν διατάττεσθαι εἰς ἀθυμίαν ἐμβάλῃ τὸν μαθητὴν, φησίν· Οὐ διὰ τοῦτο ταῦτα γράφω, ὡς οὐκέτι ἥξων, ἀλλ' ἥξω μὲν, εἰ δὲ συμβῇ με βραδῦναι, ἵνα μὴ ἀσχάλλῃς, φησί. Τούτῳ μὲν ὑπὲρ τοῦ παῦσαι τὴν ἀθυμίαν ταῦτα ἐπιστέλλει, τοῖς δὲ ἄλλοις ὑπὲρ τοῦ διεγεῖραι αὐτοὺς, καὶ ποιῆσαι σπουδαιοτέρους· ἡ γὰρ παρουσία αὐτοῦ καὶ ἐπαγγελλομένη, μεγάλα ἠδύνατο. Μὴ θαυμάσῃς δὲ, εἰ πνεύματι πάντα προορῶν, ἠγνόει τοῦτο λέγων, Ἐλπίζω ἐλθεῖν, ἐὰν δὲ βραδύνω· τοῦτο γὰρ ἀγνοοῦντός ἐστιν. Ἐπειδὴ γὰρ πνεύματι ἤγετο, καὶ οὐκ οἰκείᾳ γνώμῃ ἔπραττεν ἅπερ ἔπραττε, καὶ τοῦτο εἰκότως ἠγνόει. Ἵνα εἰδῇς, φησὶ, πῶς δεῖ ἐν οἴκῳ Θεοῦ ἀναστρέφεσθαι, ἥτις ἐστὶν Ἐκκλησία Θεοῦ ζῶντος, στῦλος καὶ ἑδραίωμα τῆς ἀληθείας. Οὐχ ὡς ἐκεῖνος ὁ Ἰουδαϊκός. Τοῦτο γάρ ἐστι τὸ συνέχον τὴν πίστιν καὶ τὸ κήρυγμα· ἡ γὰρ ἀλήθειᾴ ἐστι τῆς Ἐκκλησίας καὶ στῦλος καὶ ἑδραίωμα. Καὶ ὁμολογουμένως, φησὶ, μέγα ἐστὶ τὸ τῆς εὐσεβείας μυστήριον· Θεὸς ἐφανερώθη ἐν σαρκὶ, ἐδικαιώθη ἐν πνεύματι. Τουτέστιν, ἡ οἰκονομία ἡ ὑπὲρ ἡμῶν. Μή μοι εἴπῃς τοὺς κώδωνας, μηδὲ τὰ Ἅγια τῶν ἁγίων, μηδὲ τὸν ἀρχιερέα· στῦλός ἐστι τῆς οἰκουμένης ἡ Ἐκκλησία. Ἐννόησον τὸ μυστήριον, καὶ φρίξαι ἔχεις· καὶ μυστήριόν ἐστι, καὶ μέγα, καὶ εὐσεβείας μυστήριον, καὶ ὁμολογουμένως, οὐ ζητουμένως· ἀναμφίβολον γάρ ἐστιν. Ἐπειδὴ περὶ ἱερέων διαταττόμενος οὐδὲν τοιοῦτον εἶπεν, οἷον ἐν τῷ Λευϊτικῷ, εἰς ἕτερον ἀνάγει τὸ πρᾶγμα, λέγων, Θεὸς ἐφανερώθη ἐν σαρκὶ, τουτέστιν, Ὁ δημιουργὸς ὤφθη, φησὶν, ἐν σαρκί. Ἐδικαιώθη ἐν πνεύματι. Ἤτοι τοῦτο λέγει· Καὶ ἐδικαιώθη ἡ σοφία ἀπὸ τῶν τέκνων αὐτῆς· ἢ ὅτι δόλον οὐκ ἐποίησεν· ὅπερ ὁ προφήτης λέγει, Ὃς ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. Ὤφθη ἀγγέλοις. Ὥστε καὶ ἄγγελοι μεθ' ἡμῶν εἶδον τὸν Υἱὸν τοῦ Θεοῦ, πρότερον οὐχ ὁρῶντες. Ὄντως μέγα τὸ μυστήριον. Ἐκηρύχθη ἐν ἔθνεσιν, ἐπιστεύθη ἐν κόσμῳ. Πανταχοῦ τῆς οἰκουμένης ἠκούσθη, καὶ ἐπιστεύθη· καὶ δηλοῖ λέγων ὁ προφήτης, Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν. Τοῦτο μὴ δὴ νομίσῃς ἁπλῶς ῥήματα εἶναι ψιλά· οὐ γάρ ἐστιν, ἀλλὰ πραγμάτων ἀποῤῥήτων πεπλήρωται. Ἀνελήφθη ἐν δόξῃ· τουτέστιν, ἐπὶ νεφελῶν. Οὗτος, φησὶν, Ἰησοῦς ὁ ἀναληφθεὶς ἀφ' ὑμῶν, οὕτως ἐλεύσεται ὃν τρόπον ἐθεάσασθε. Ὅρα μοι τὴν σύνεσιν τοῦ μακαρίου Παύλου. Μέλλων παραινεῖν τοῖς τῆς διακονίας ἠξιωμένοις μὴ ἀνέδηνἐμφορεῖσθαι τοῦ οἴνου, οὐκ εἶπε μὴ μεθύειν, ἀλλὰ Μηδὲ οἴνῳ πολλῷ προσέχοντας. Εἰκότως· εἰ γὰρ οἱ εἰσιόντες εἰς τὸ ἱερὸν, οὐδὲ ὅλως μετελάμβανον οἴνου, πολλῷ μᾶλλον τούτους οὐ χρή. Παραφορὰν γὰρ ἐργάζεται, φησὶ, καὶ κἂν μὴ μέθην ἐργάσηται, διαχεῖ τὸ τῆς ψυχῆς εὔτονον, διαλύει τὸ συγκεκροτημένον. Σκόπει δὲ πῶς πανταχοῦ μυστήριον καλεῖ τὴν ὑπὲρ ἡμῶν οἰκονομίαν· εἰκότως· οὐ γάρ ἐστι πᾶσιν ἀνθρώποις δῆλον, μᾶλλον δὲ οὐδὲ ἀγγέλοις ἦν δῆλον· πῶς γὰρ, ὃ ἐφάνη διὰ τῆς Ἐκκλησίας; Διὰ τοῦτό φησιν, Ὁμολογουμένως μέγα ἐστί. Καὶ γὰρ ὄντως μέγα· ἄνθρωπος γὰρ ἐγένετο ὁ Θεὸς, καὶ Θεὸς ὁ ἄνθρωπος· ἄνθρωπος ὤφθη ἀναμάρτητος· ἄνθρωπος ἀνελήφθη· ἐκηρύχθη ἐν κόσμῳ· μεθ' ἡμῶν εἶδον αὐτὸν οἱ ἄγγελοι. Μυστήριον τοίνυν ἐστί. Μὴ τοίνυν ἐκπομπεύωμεν τὸ μυστήριον, μὴ πανταχοῦ αὐτὸ προτιθῶμεν, ἀξίως τοῦ μυστηρίου τούτου ζῶμεν. Οἱ μυστήρια ἐμπεπιστευμένοι, μεγάλοι τινές εἰσιν. Εἰ βασιλεὺς ἡμῖν τι μυστήριον ἐνεπίστευσεν, εἰπέ μοι, ἆρα οὐ μεγάλης φιλίας τοῦτο τεκμήριον ἐποιούμεθα; Νῦν δὲ ὁ Θεὸς ἡμῖν τὸ μυστήριον αὐτοῦ ἐνεπίστευσε, καὶ ὡς μὴ μεγάλα εὐεργετηθέντες ἀχάριστοι περὶ τὸν εὐεργέτην γινόμεθα. Φρίξωμεν ἀναισθήτως ἔτι διακείμενοι πρὸς τὴν εὐεργεσίαν. Μυστήριόν ἐστιν ὃ πάντες ἴσασι· μᾶλλον δὲ ὃ πρὸ τούτου οὐ πάντες ᾔδεισαν, νῦν δὲ πᾶσι γέγονε δῆλον.
11.2.1
Ἀξιόπιστοι τοίνυν γενώμεθα περὶ τὴν τοῦ μυστηρίου φυλακήν. Αὐτὸς ἡμῖν τηλικοῦτον ἐπίστευσε μυστήριον· ἡμεῖς δὲ αὐτῷ οὐδὲ χρήματα πιστεύομεν. Ἀλλ' αὐτὸς μὲν λέγει· Ἀπόθεσθε αὐτὰ παρ' ἐμοὶ, οὐδεὶς αὐτὰ ἁρπάσαι δύναται, οὐδὲ σὴς οὐδὲ λῃστὴς λυμαίνεται, καὶ ἑκατονταπλασίονα δώσειν ὑπισχνεῖται, καὶ οὐ πειθόμεθα. Καίτοι γε παρ' οἷς ἂν παρακαταθώμεθα παρακαταθήκην, οὐδὲν ἀπολαμβάνομεν πλέον, ἀλλὰ ἂν ὅλον ἀπολάβωμεν ὃ παρακατεθέμεθα, καὶ χάριν ἴσμεν. Κἂν κλέπτης ὑφέληται, φησὶν, ἐνταῦθα, ἐμοὶ τοῦτο λόγισαι· οὐ λέγω σοι· Λῃστὴς ἔλαβεν, οὐδὲ, Σὴς ἔφαγεν. Ἑκατονταπλασίονα ἐνταῦθα ἀποδίδωσι, καὶ ἐκεῖ ζωὴν αἰώνιον προσδίδωσι, καὶ οὐδεὶς παρακατατίθεται. Ἀλλὰ βραδέως μοι, φησὶν, ἀποδίδωσι. Καὶ τοῦτο τῆς μεγαλοδωρεᾶς αὐτοῦ σημεῖον μέγιστον, τὸ μὴ ἐνταῦθα ἀποδιδόναι ἐν τῷ ἐπικήρῳ βίῳ τούτῳ· μᾶλλον δὲ καὶ ἐνταῦθα ἀποδίδωσιν ἑκατονταπλασίονα. Εἰπὲ γάρ μοι, ἐνταῦθα οὐχὶ σμίλην εἴασε Παῦλος; οὐχὶ κάλαμον καὶ ἄγκιστρον Πέτρος; οὐχὶ τελώνιον Ματθαῖος; οὐχὶ πᾶσα αὐτοῖς ἡ οἰκουμένη ἀνέῳκτο μᾶλλον, ἢ τοῖς βασιλεῦσιν; οὐ παρὰ τοὺς πόδας αὐτῶν ἐτίθεσαν πάντες τὰ χρήματα; οὐκ ἐκείνους ἐποίουν διοικητὰς καὶ κυρίους; οὐχὶ καὶ τὰς ψυχὰς αὐτοῖς ἐνεχείριζον; οὐχὶ ὁλοκλήρους ἑαυτοὺς τῆς ἐκείνων βουλῆς ἐξήρτησαν; οὐχὶ καὶ ἑαυτοὺς δούλους κατέγραφον; Καὶ νῦν δὲ οὐ πολλὰ τοιαῦτα ὁρῶμεν γινόμενα; Πολλοὶ γὰρ πολλάκις ἀπὸ μικρῶν ὄντες καὶ εὐτελῶν, μάκελλαν μεταχειρίζοντες μόνον, καὶ οὐδὲ τῆς ἀναγκαίας μόνης εὐποροῦντες τροφῆς, προσηγορίαν μονάζοντος ἔχοντες, πάντων μᾶλλον ἐφάνησαν, καὶ παρὰ βασιλέων ἐτιμήθησαν. Ἀλλὰ μικρὰ ταῦτα; Ἀλλ' ἐννόησον ὅτι προσθήκη ταῦτα· τὸ δὲ κεφάλαιον ἐν τῷ μέλλοντι τεταμίευται χρόνῳ. Καταφρόνησον χρημάτων, εἰ βούλει χρήματα ἔχειν· εἰ βούλει πλουτῆσαι, γενοῦ πένης. Τοιαῦτα γὰρ τοῦ Θεοῦ τὰ παράδοξα· οὐ βούλεταί σε ἐκ τῆς οἰκείας σπουδῆς, ἀλλ' ἐκ τῆς αὐτοῦ χάριτος γενέσθαι πλούσιον. Ἐμοὶ ταῦτα, φησὶν, ἄφες· σὺ τὰ πνευματικὰ μερίμνα, ἵνα μάθῃς μου καὶ τὴν δύναμιν· τὴν δουλείαν καὶ τὸν ζυγὸν τὸν ἀπὸ τῶν χρημάτων φεῦγε. Ἕως ὅτε αὐτῶν ἀντέχῃ, πένης εἶ· ἐπειδὰν αὐτῶν καταφρονήσῃς, διπλῇ γίνῃ πλούσιος, τῷ τέ σοι πάντοθεν ταῦτα ἐπιῤῥεῖν, καὶ τῷ μηδενὸς δεῖσθαι ὧν οἱ πολλοί. Οὐ γὰρ τὸ πολλὰ κεκτῆσθαι πλουτοῦντος, ἀλλὰ τὸ μὴ πολλῶν δεῖσθαι. Ὥστε ἕως ἂν δέηται, οὐδὲν τοῦ πένητος ὁ βασιλεὺς διενήνοχε· πενία γὰρ τοῦτό ἐστι τὸ δεῖσθαι ἑτέρων. Ὥστε καὶ ὁ βασιλεὺς κατὰ τοῦτον τὸν λόγον πένης ἐστὶ, καθὸ δεῖται τῶν ἀρχομένων. Ἀλλ' οὐχ ὁ ἐσταυρωμένος οὕτως· οὐδενὸς γὰρ δεῖται, ἀρκοῦσιν αὐτῷ πρὸς διατροφὴν αἱ χεῖρες· Ἐμοὶ γὰρ, φησὶ, καὶ τοῖς οὖσι μετ' ἐμοῦ ὑπηρέτησαν αἱ χεῖρες αὗται. Ταῦτα ἐκεῖνος ἔλεγεν ὁ λέγων, Ὡς μηδὲν ἔχοντες, καὶ πάντα κατέχοντες· ἐκεῖνος ὁ θεὸς νομισθεὶς παρὰ τῶν ἐν Λύστρᾳ κατοικούντων. Εἰ βούλει τῶν ἐν τῷ κόσμῳ τυχεῖν, ζήτει τὸν οὐρανόν· εἰ βούλει καὶ τῶν ἐνταῦθα ἀπολαῦσαι, καταφρόνησον αὐτῶν. Ζητεῖτε γὰρ, φησὶ, πρῶτον τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν. Τί τὰ μικρὰ θαυμάζεις; τί κέχηνας περὶ τὰ μηδενὸς ἄξια λόγου; μέχρι πότε πένης; μέχρι πότε πτωχός; Ἀνάβλεψον εἰς τὸν οὐρανὸν, τὸν ἐκεῖ πλοῦτον ἐννόησον, καταγέλασον τοῦ χρυσοῦ, μάθε τὴν χρῆσιν αὐτοῦ, πόση τίς ἐστι. Μέχρι τοῦ παρόντος μένει ἡ ἀπόλαυσις, μέχρι τοῦ παρόντος βίου τοῦ ἐπικήρου ὅσον ψάμμος· μᾶλλον δὲ ὅσον σταγὼν πρὸς ἄβυσσον ἄμετρον, τοσοῦτον ὁ παρὼν βίος πρὸς τὰ μέλλοντα. Οὐκ ἔστι κτῆσις τοῦτο, χρῆσίς ἐστιν, οὐκ ἔστι κυρία· πῶς γὰρ, ὅταν σοῦ ἀποπνέοντος καὶ ἑκόντος καὶ ἄκοντος, ἕτεροι λαμβάνωσι πάντα τὰ ὄντα, καὶ αὐτοὶ πάλιν ἑτέροις δόντες, καὶ πάλιν ἐκεῖνοι ἑτέροις; Πάντες γὰρ πάροικοί ἐσμεν, καὶ ὁ κύριος τῆς οἰκίας τάχα μᾶλλον ὁ μισθωτός ἐστι τῆς οἰκίας· πολλάκις γὰρ ἐκείνου τελευτήσαντος, οὗτος ἔμεινε, πλέον ἀπολαύων τῆς οἰκίας. Εἰ δὲ οὗτος μετὰ μισθοῦ· ἀλλὰ κἀκεῖνος ὁ πρότερος μετὰ μισθοῦ· ᾠκοδόμησε γὰρ, καὶ ἐταλαιπωρήθη, καὶ ἐπεσκεύασε. Ῥήματα μόνον ἐστὶν ἡ δεσποτεία· τῷ δὲ ἔργῳ πάντες τῶν ἀλλοτρίων ἐσμὲν κύριοι. Ἐκεῖνα μόνον ἐστὶν ἡμέτερα, ὅσα ἂν ἐκεῖ προπέμψωμεν· τὰ δὲ ἐνταῦθα οὐχ ἡμέτερα, ἀλλὰ τῶν ζώντων· μᾶλλον δὲ καὶ ζῶντας ἡμᾶς ἀπέλιπεν. Ἐκεῖνα μόνα ἐστὶν ἡμέτερα, ὅσα τῆς ψυχῆς ἐστι κατορθώματα, ἐλεημοσύνη καὶ φιλανθρωπία. Ταῦτα τὰ ἐκτὸς λέγεται καὶ παρὰ τοῖς ἔξωθεν· ἐκτὸς γὰρ ἡμῶν ἐστι. Ποιήσωμεν τοίνυν αὐτὰ τῶν ἐντός. Οὐ γὰρ δυνατὸν χρήματα λαμβάνοντα ἀπελθεῖν, ἀλλὰ δυνατὸν ἐλεημοσύνην λαμβάνοντα ἀπελθεῖν· μᾶλλον δὲ καὶ προπέμψωμεν αὐτὰ ὥστε ἑτοιμάσαι ἡμῖν σκηνὴν ἐν ταῖς αἰωνίαις μοναῖς.
11.3.1
Χρήματα λέγεται παρὰ τὸ κεχρῆσθαι, οὐ παρὰ τὸ κυρίους εἶναι· καὶ τὰ κτήματα δὲ αὐτὰ χρῆσίς ἐστιν, οὐ δεσποτεία. Εἰπὲ γάρ μοι, πόσων κυρίων ἕκαστος ἀγρὸς γέγονε, καὶ πόσων ἔσται; λέγεταί τις καὶ παροιμία σοφωτάτη (οὐ γὰρ τῶν δημωδῶν παροιμιῶν δεῖ καταφρονεῖν, ἂν ἔχωσί τι σοφόν)· Ἀγρὲ, φησὶ, πόσων ἦς, καὶ πόσων ἔσῃ; Τοῦτο καὶ πρὸς οἰκίας, τοῦτο καὶ πρὸς χρήματα λεκτέον ἡμῖν. Ἀρετὴ μόνον οἶδεν ἡμῖν συναποδημεῖν, ἀρετὴ μόνη διαβαίνει πρὸς τὴν ζωὴν τὴν ἐκεῖ. Ἐκλύσωμέν ποτε, καὶ σβέσωμεν τῶν χρημάτων τὸν πόθον, ἵνα ἀνάψωμεν τῶν ἐκεῖ τὴν ἐπιθυμίαν. Οὐ δύνανται οὗτοι οἱ δύο ἔρωτες μίαν κατέχειν ψυχήν· Ἢ γὰρ τὸν ἕνα, φησὶ, φιλήσει, καὶ τὸν ἕτερον μισήσει, ἢἑνὸς ἀνθέξεται, καὶ τοῦ ἑτέρου καταφρονήσει. Ὁρᾷς, εἰπέ μοι, ἄνδρα ἀκολούθους ἔχοντα πολλοὺς, σοβοῦντα διὰ τῆς ἀγορᾶς, σηρικὰ ἠμφιεσμένον ἱμάτια, ἵππῳ ὀχούμενον, τὸν αὐχένα τείνοντα; μὴ καταπλαγῇς, ἀλλὰ γέλασον· ὥσπερ, ὅταν τὰ παιδία ὁρᾷς ἄρχοντας παίζοντα, καταγελᾷς, οὕτω καὶ ἐπὶ τούτῳ. Οὐδὲν τοῦτο ἐκείνου διενήνοχε, μᾶλλον δὲ ἐκεῖνο καὶ τερπνότερον, ἅτε παρὰ παιδικῆς γινόμενον ἡλικίας μετὰ πολλῆς τῆς ἀφελείας. Ἐκεῖ καὶ γέλως ἐστὶ καὶ ἡδονή· ἐνταῦθα καταγέλαστός ἐστιν οὗτος, καὶ ἀσχημοσύνης πλήρης. Δόξασον τὸν Θεὸν, ὅτι σε τῆς σκηνῆς ταύτης καὶ τοῦ φυσήματος ἀπήλλαξεν. Ἂν γὰρ θέλῃς σὺ ὁ χαμαὶ ἐρχόμενος, ὑψηλότερος ἔσῃ τοῦ καθημένου τὸ ὄχημα. Πῶς; Ὅτι ἐκεῖνος μὲν μικρὸν ἀνέστηκεν ἀπὸ τῆς γῆς τῷ σώματι, τῇ δὲ ψυχῇ προσπέπηγεν· Ἐκολλήθη γὰρ, φησὶν, ἡ ἰσχύς μου τῇ σαρκί μου· σὺ δὲ τῷ φρονήματι ἐν οὐρανῷ περιπατεῖς. Ἀλλ' ἀκολούθους ἔχει πολλοὺς σοβοῦντας; Καὶ τί μᾶλλον αὐτὸς, ἢ ὁ ἵππος τιμᾶται; Τί ταύτης τῆς ἀλογίας χεῖρον, ἀνθρώπους διώκειν, ἵνα τὸ κτῆνος μετ' εὐρυχωρίας παρέλθῃ; Ἀλλὰ τὸ ἵππῳ ὀχεῖσθαι σεμνόν; Ἀλλὰ καὶ δοῦλοι τούτου μετέχουσιν. Εἰσὶ δέ τινες, οἳ τοσοῦτον ἔχουσι τύφου, ὡς μηδὲν δεόμενοι, ὄπισθεν ποιεῖν ἀκολουθεῖν. Ἆρα τί τούτων ἐστὶν ἀλογώτερον; ἀπὸ ἵππων, καὶ πολυτελείας ἱματίων καὶ ἀκολούθων βούλονται φαίνεσθαι. Τί ταύτης τῆς δόξης οὐδαμινέστερον, τῆς ἀπὸ ἵππων καὶ οἰκετῶν συνισταμένης; Ἐνάρετος εἶ; μηδενὶ τούτων κέχρησο· οἰκεῖον ἔχε τὸν κόσμον, μὴ τῇ ἑτέρου παρουσίᾳ καλλωπίζου. Ταῦτα καὶ πονηροὶ καὶ μιαροὶ καὶ ἄγροικοι καὶ πάντες ὅσοι πλούτου μετέχουσι, δύνανται ἔχειν. Καὶ μῖμοι καὶ ὀρχησταὶ ἐφ' ἵππων φέρονται, καὶ οἰκέτην προτρέχοντα ἔχουσιν· ἀλλ' ὅμως μῖμοί εἰσι καὶ ὀρχησταὶ, καὶ οὐ γεγόνασι σεμνοὶ ἀπὸ τῶν ἵππων καὶ τῶν ἀκολούθων. Ὅταν γὰρ μηδὲν τῶν ἐν ψυχῇ καλῶν προσῇ τῷ τοιούτῳ, ταῦτα, ἂν ἔξωθεν προστεθῇ, εἰκῆ καὶ μάτην· καὶ καθάπερ ἀσθενεῖ τοίχῳ ἢ διεφθορότι σώματι, ὅσα ἄν τις περιθῇ, μένει ἀηδὲς ὂν καὶ διεφθορός· οὕτω δὴ καὶ ἐνταῦθα, οὐδεμίαν ἡ ψυχὴ ὄνησιν ἀπὸ τῶν ἐκτὸς προσλαμβάνει, ἀλλὰ μένει τοῦτο οὖσα, κἂν μυρία τις αὐτῇ περιθῇ χρυσία. Μὴ δὴ πρὸς ταῦτα ἐπτοημένοι ὦμεν, ἀποστήσωμεν ἑαυτοὺς τῶν προσκαίρων, τῶν μειζόνων ἐχώμεθα, τῶν πνευματικῶν, τῶν ὄντως αἰδεσίμους ποιούντων ἡμᾶς, ἵνα καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, καὶ τὰ ἑξῆς.

Intertext edge

Open linked passage

Note