Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In epistulam i ad Timotheum
John ChrysostomTimo 12 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
12.0.1
Τὸ δὲ πνεῦμα ῥητῶς λέγει, ὅτι ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς πίστεως, προσέχοντες πνεύμασι πλάνοις καὶ διδασκαλίαις δαιμόνων, ἐν ὑποκρίσει ψευδολόγων, κεκαυτηριασμένων τὴν ἰδίαν συνείδησιν, κωλυόν των γαμεῖν, ἀπέχεσθαι βρωμάτων, ἃ ὁ Θεὸς ἔκτισεν εἰς μετάληψιν μετὰ εὐχαριστίας τοῖς πιστοῖς καὶ ἐπεγνωκόσι τὴν ἀλήθειαν. Ὅτι πᾶν κτίσμα Θεοῦ καλὸν, καὶ οὐδὲν ἀπόβλητον μετὰ εὐχαριστίας λαμβανόμενον· ἁγιάζεται γὰρ διὰ λόγου Θεοῦ καὶ ἐντεύξεως.
12.1.1
Ὥσπερ οἱ τῆς πίστεως ἐχόμενοι ἐπ' ἀσφαλοῦς τῆς ἀγκύρας ἐρείδονται, οὕτως οἱ ταύτης ἐκπεσόντες οὐδαμοῦ στῆναι δύνανται, ἀλλὰ πολλοὺς ἄνω καὶ κάτω πλανηθέντες πλάνους, τὸ τελευταῖον εἰς αὐτὰ τῆς ἀπωλείας φέρονται τὰ βάραθρα. Καὶ τοῦτο ἤδη μὲν ἐδήλωσεν εἰπὼν, ὅτι ἤδη ἐναυάγησάν τινες περὶ τὴν πίστιν. Καὶ νῦν δέ φησι· Τὸ δὲ Πνεῦμα ῥητῶς λέγει, ὅτι ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς πίστεως, προσέχοντες πνεύμασι πλάνοις. Περὶ Μανιχαίων, καὶ Ἐγκρατιτῶν, καὶ Μαρκιωνιστῶν, καὶ παντὸς αὐτῶν τοῦ ἐργαστηρίου τὰ τοιαῦτά φησιν, ὅτι ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς πίστεως. Ὁρᾷς ὅτι πάντων αἴτιον τῶν μετὰ ταῦτα κακῶν τὸ τῆς πίστεως ἀποστῆναι; Τί δέ ἐστι, Ῥητῶς; Φανερῶς, σαφῶς, ὁμολογουμένως, ὡς μὴ ἀμφιβάλλειν. Μὴ θαυμάσῃς, φησὶν, εἰ νῦν ἀπὸ τῆς πίστεώς τινες ἀποστάντες ἔτι Ἰουδαΐζουσιν· ἔσται καιρὸς ὅτε χαλεπώτερον αὐτοὶ οἱ τῆς πίστεως μετεσχηκότες τοῦτο ἐργάσονται, οὐ μέχρι βρωμάτων, ἀλλὰ καὶ μέχρι γάμων, καὶ πάντων τῶν τοιούτων τὴν ὀλέθριον συμβουλὴν εἰσάγοντες. Οὐ περὶ Ἰουδαίων λέγει ταῦτα· πῶς γὰρ τὸ, Ἐν ὑστέροις καιροῖς, καὶ τὸ, Ἀποστήσονταί τινες τῆς πίστεως, ἔχει χώραν; ἀλλὰ περὶ Μανιχαίων, καὶ τῶν ἀρχηγετῶν τούτων. Πνεύματα δὲ πλάνης ἐκάλεσεν αὐτοὺς, εἰκότως· ὑπὸ γὰρ ἐκείνων ἐνεργούμενοι, ταῦτα ἐφθέγξαντο. Τί ἐστιν, Ἐν ὑποκρίσει ψευδολόγων; Αὐτὰ ἃ ψεύδονται, οὐ κατὰ ἄγνοιαν οὐδὲ οὐκ εἰδότες, ἀλλ' ὑποκρινόμενοι ψεύδονται, εἰδότες μὲν τὸ ἀληθὲς, τὸ δὲ συνειδὸς κεκαυτηριασμένοι, τουτέστι, πονηροῦ ὄντες βίου. Τί δήποτε δὲ μόνους τούτους τοὺς αἱρετικοὺς λέγει; Προεῖπεν ὁ Χριστὸς καὶ ἑτέρους λέγων, Ἀνάγκη ἐστὶν ἐλθεῖν τὰ σκάνδαλα. Ἄλλως τε διὰ τῆς τοῦ σίτου σπορᾶς καὶ τῶν ζιζανίων τῆς βλάστης τούτους αὐτοὺς προεμήνυσε. Σὺ δέ μοι θαύμασον τοῦ Παύλου τὴν προφητείαν· πρὸ γὰρ τῶν χρόνων, ὧν ἔμελλεν ἔσεσθαι, ἐδήλου καὶ τὸν χρόνον αὐτόν. Μὴ θαυμάσῃς τοίνυν, εἰ νῦν, ὅτε τὴν ἀρχὴν ἔχει τὰ τῆς πίστεως, ταῦτά τινες ἐπιχειροῦσι παρεισφέρειν τὰ ὀλέθρια δόγματα, ὅτι, ὅταν παγῇ μετὰ χρόνον πολὺν, ἀποστήσονταί τινες τῆς πίστεως. Κωλυόντων, φησὶ, γαμεῖν, ἀπέχεσθαι βρωμάτων. Τί δήποτε καὶ τὰς ἄλλας αἱρέσεις οὐκ εἶπεν; Ἠνίξατο καὶ αὐτὰς εἰπὼν, Πνεύμασι πλάνοις καὶ διδασκαλίαις δαιμονίων. Οὐ γὰρ ἐβούλετο ἤδη κατασπεῖραι εἰς τὰς τῶν ἀνθρώπων ψυχὰς ταῦτα· ἀλλ' ὅπερ ἀρχὴν εἰλήφει, τοῦτο ἤδη παρέδειξε, τὸ τῶν βρωμάτων. Ἃ ὁ Θεὸς, φησὶν, ἔκτισεν εἰς μετάληψιν τοῖς πιστοῖς, καὶ ἐπεγνωκόσι τὴν ἀλήθειαν. Διὰ τί μή φησι, Καὶ τοῖς ἀπίστοις; Πῶς τοῖς ἀπίστοις, ὁπότε νόμοις ἑαυτοὺς τούτων ἀπείργουσι; Τί οὖν; οὐ κεκώλυται ἡ τρυφή; Καὶ σφόδρα. Διὰ τί, εἰ εἰς μετάληψιν ἔκτισται; Ὅτι καὶ ἄρτον ἔκτισε, καὶ κεκώλυταιἡ ἀμετρία, καὶ οἶνον ἔκτισε, καὶ κεκώλυται ἡ ἀμετρία. Οὐχ ὡς ἀκάθαρτον νῦν τὴν τρυφὴν παραιτεῖσθαι κελεύει, ἀλλ' ὡς ἐκλύουσαν διὰ τῆς ἀμετρίας τὴν ψυχήν. Ὅτι πᾶν κτίσμα Θεοῦ καλὸν, φησὶ, καὶ οὐδὲν ἀπόβλητον μετ' εὐχαριστίας λαμβανόμενον. Εἰ κτίσμα Θεοῦ, καλόν· Πάντα γὰρ καλὰ λίαν. Τῷ εἰπεῖν, Κτίσμα Θεοῦ, περὶ τῶν ἐδωδίμων ἁπάντων ᾐνίξατο· καὶ ἤδη προκατασπᾷ τὴν αἵρεσιν τὴν τῶν ἀγέννητον τὴν ὕλην εἰσαγόντων, καὶ ἐκείνης ταῦτα λεγόντων εἶναι. Οὐκοῦν εἰ καλὸν, τί ἐστιν ὅ φησι, τὸ, Ἁγιάζεται διὰ λόγου καὶ ἐντεύξεως; δῆλον γὰρ ὅτι ἀκάθαρτον ὂν ἁγιάζεται. Οὐ τοῦτο, ἀλλ' ἐνταῦθα πρὸς ἐκείνους φησὶ, τοὺς κοινά τινα νομίζοντας ἐξ αὐτῶν εἶναι. Δύο τοίνυν τίθησι κεφάλαια, ἓν μὲν, ὅτι οὐδὲν κτίσμα κοινόν· δεύτερον δὲ, ὅτι εἰ καὶ γένοιτο κοινὸν, ἀλλ' ἔχεις τὸ φάρμακον· σφράγισον, εὐχαρίστησον, δόξασον τὸν Θεὸν, καὶ πᾶσα ἀκαθαρσία ἀπέπτη. Οὐκοῦν καὶ τὸ εἰδωλόθυτον, φησὶν, οὕτω δυνάμεθα καθαίρειν; Ἐὰν μὴ ᾔδεις, ὅτι εἰδωλόθυτόν ἐστιν· ἐὰν δὲ εἰδῇς λοιπὸν καὶ μεταλάβῃς, ἀκάθαρτος ἔσῃ, οὐχ ὅτι εἰδωλόθυτόν ἐστιν, ἀλλ' ὅτι προσταχθεὶς μὴ κοινωνεῖν δαίμοσιν, ἐκοινώνησας δι' ἐκείνου. Ὥστε οὔτε ἐκεῖνό ἐστι φύσει τοιοῦτον, ἀλλ' ἀπὸ τῆς προαιρέσεως γίνεται τῆς σῆς καὶ τῆς παρακοῆς. Τί δαί; οὐκ ἀκάθαρτον τὸ ὕειον; Οὐδαμῶς, ὅταν μετὰ εὐχαριστίας λαμβάνηται, ὅταν μετὰ σφραγῖδος, οὐδὲ ἄλλο οὐδέν. Ἀκάθαρτος ἡ προαίρεσις ἡ μὴ εὐχαριστοῦσα τῷ Θεῷ. Ταῦτα ὑποτιθέμενος τοῖς ἀδελφοῖς, καλὸς ἔσῃ διάκονος Ἰησοῦ Χριστοῦ, ἐντρεφόμενος τοῖς λόγοις τῆς πίστεως καὶ τῆς καλῆς διδασκαλίας ᾗ παρηκολούθηκας.– Ταῦτα, ποῖα; Ἅπερ εἶπεν, ὅτι τὸ μυστήριον μέγα ἐστὶν, ὅτι τὸ τούτων ἀπέχεσθαι, δαιμόνων ἐστὶν, ὅτι διὰ λόγου καὶ ἐντεύξεως Θεοῦ τὰ βρώματα καθαρίζεται. Ἐντρεφόμενος, φησὶ, τοῖς λόγοις τῆς πίστεως καὶ τῆς διδασκαλίας ᾗ παρηκολούθηκας. Τοὺς δὲ βεβήλους καὶ γραώδεις μύθους παραιτοῦ· γύμναζε δὲ σεαυτὸν πρὸς εὐσέβειαν. Ταῦτα ὑποτιθέμενος, φησίν. Ὁρᾷς οὐδαμοῦ τὴν αὐθεντίαν ἐνταῦθα, ἀλλὰ τὴν συγκατάβασιν; Ὑποτιθέμενος, φησίν. Οὐκ εἶπεν, ἐπιτάττων, οὐκ εἶπε, παραγγέλλων, ἀλλὰ, Ὑποτιθέμενος· τουτέστιν, ὡς συμβουλεύων ταῦτα ὑποτίθεσο, καὶ τοὺς λόγους ἀνακίνει τοὺς περὶ πίστεως. Ἐντρεφόμενος, φησὶ, τὸ διηνεκὲς τῆς εἰς τὰ τοιαῦτα προσοχῆς δηλῶν.
12.2.1
Ὥσπερ γὰρ τὴν τροφὴν ταύτην καθ' ἑκάστην ἡμέραν προσφερόμεθα, οὕτω, φησὶ, καὶ τοὺς περὶ πίστεως λόγους ἀεὶ λαμβάνωμεν, ἀεὶ τούτοις τρεφώμεθα. Τί ἐστιν, Ἐντρεφόμενος; Μηρυκώμενος, συνεχῶς τὰ αὐτὰ στρέφων, ἀεὶ τὰ αὐτὰ μελετῶν· τροφὴν γὰρ ἔχει οὐ τὴν τυχοῦσαν. Τοὺς δὲ βεβήλους καὶ γραώδεις μύθους παραιτοῦ. Τίνας ἐνταῦθα λέγει; Τὰς Ἰουδαίων παρατηρήσεις. Καὶ μύθους αὐτάς φησι; Καὶ πάνυ, ἢ διὰ τὰς παραποιήσεις, ἢ διὰ τὸ ἄκαιρον. Τὸ γὰρ ἐν καιρῷ, χρήσιμον· χωρὶς δὲ τοῦ καιροῦ, οὐ μόνον ἄχρηστον, ἀλλὰ καὶ βλαβερόν. Ἐννόησον γάρ μοι ἄνδρα μετὰ εἴκοσιν ἔτη τῷ μαστῷ προσάγοντα ἑαυτὸν τῆς τίτθης, πῶς ἐστι καταγέλαστος, διὰ τὸ ἄκαιρον. Ὁρᾷς πῶς καὶ ἀκάθαρτα αὐτὰ εἶπε, καὶ γραώδη; τὸ μὲν διὰ τὸπαλαιὸν, τὸ δὲ διὰ τὸ ἐμποδίζειν τῇ πίστει. Τὸ γὰρ ὑπὸ φόβον ἄγειν τὴν ἀνωτέρω τούτων γενομένην ψυχὴν, τῶν ἀκαθάρτων ἐστὶ παραγγελμάτων. Γύμναζε δὲ σεαυτὸν πρὸς εὐσέβειαν, τουτέστι, πρὸς πίστιν καθαρὰν καὶ βίον ὀρθόν· τοῦτο γάρ ἐστιν εὐσέβεια. Γυμνασίας ἄρα χρεία ἡμῖν. Ἡ γὰρ σωματικὴ γυμνασία, φησὶ, πρὸς ὀλίγον ἐστὶν ὠφέλιμος. Τινὲς περὶ τῆς νηστείας τοῦτό φασιν εἰρῆσθαι· ἀλλ' ἄπαγε, οὐκ ἔστι σωματικὴ γυμνασία, ἀλλὰ πνευματική. Εἰ γὰρ σωματικὴ ἦν, τὸ σῶμα ἔτρεφεν ἄν· εἰ δὲ τήκει αὐτὸ καὶ λεπτύνει καὶ κατισχνοῖ, οὐκ ἔστι σωματική. Οὐκ ἄρα περὶ τῆς τοῦ σώματος ἀσκήσεώς φησιν. Ὥστε ἡμῖν δεῖ τῆς κατὰ ψυχὴν γυμνασίας· ἐκείνη γὰρ οὐκ ἔχει κέρδος, ἀλλ' ὀλίγον ὠφέλησε τὸ σῶμα· ἡ δὲ τῆς εὐσεβείας ἄσκησις τὸν καρπὸν καὶ ἐν τῷ μέλλοντι ἀποδίδωσι, καὶ ἐνταῦθα ἀνακτᾶται, καὶ ἐκεῖ. Πιστὸς ὁ λόγος. Τουτέστιν, ἀληθὴς, ὅτι καὶ ἐνταῦθα καὶ ἐκεῖ. Ὅρα πῶς πανταχοῦ τοῦτο ἐπάγει· οὐ δεῖται κατασκευῆς, ἀλλ' ἀποφαίνεται· πρὸς γὰρ Τιμόθεον ἦν ὁ λόγος αὐτῷ. Ἄρα καὶ ἐνταῦθα ἐν ἐλπίσιν ἐσμὲν χρησταῖς. Ὁ γὰρ μηδὲν ἑαυτῷ συνειδὼς πονηρὸν, ὁ μυρία κατορθῶν, καὶ ἐνταῦθα γάννυται· ὥσπερ οὖν ὁ πονηρὸς οὐκ ἐκεῖ μόνον, ἀλλὰ καὶ ἐνταῦθα κολάζεται, φόβῳ συζῶν διηνεκῶς, οὐδενὶ μετὰ παῤῥησίας ἀντιβλέψαι τολμῶν, τρέμων, ὠχριῶν, ἀγωνιῶν. Ἢ οὐ τοιοῦτοι οἱ πλεονέκται, οἱ κλέπται, οὐ θαῤῥοῦντες ὑπὲρ ὧν ἔχουσιν; οἱ μοιχοὶ, οἱ ἀνδροφόνοι οὐ χαλεπωτάτην ζῶσι ζωὴν, μετὰ ὑποψίας τὸν ἥλιον ὁρῶντες αὐτόν; τοῦτο οὖν ζωή; Οὐδαμῶς, ἀλλὰ θάνατος χαλεπός. Εἰς τοῦτο γὰρ, φησὶ, κοπιῶμεν, καὶ ὀνειδιζόμεθα, ὅτι ἠλπίκαμεν ἐπὶ Θεῷ ζῶντι, ὅς ἐστι Σωτὴρ πάντων ἀνθρώπων, μάλιστα πιστῶν. Ὡσεὶ ἔλεγε· Τίνος γὰρ ἕνεκεν κόπτομεν ἑαυτοὺς, εἰ μὴ τὰ μέλλοντα προσεδοκῶμεν; τίνος δὲ ἕνεκεν πάντες ἡμῖν ὀνειδίζουσιν; οὐ δεινὰ, φησὶ, τοσαῦτα πεπόνθαμεν; οὐχ ὕβρεις καὶ λοιδορίας καὶ μυρία κακά; εἰκῆ οὖν ταῦτα ὑπεμείναμεν; εἰ μὴ ἐπὶ Θεῷ ζῶντι ἠλπίκαμεν, τίνος ἕνεκεν ταῦτα ὑπεμείναμεν; Εἰ δὲ τοὺς ἀπίστους σώζει ἐνταῦθα, πολλῷ μᾶλλον τοὺς πιστοὺς ἐκεῖ. Ποίαν λέγει σωτηρίαν; Τὴν ἐκεῖ. Ὅς ἐστι, φησὶ, Σωτὴρ πάντων, μάλιστα πιστῶν. Τουτέστι, πλείονα σπουδὴν περὶ τοὺς πιστοὺς ἐνδείκνυται. Τέως τὴν ἐνταῦθά φησι. Καὶ πῶς τῶν πιστῶν ἐστι, φησὶ, Σωτήρ; Εἰ μὴ γὰρ Σωτὴρ ἦν, οὐδὲν ἂν ἐκώλυσεν ὑπὸ πάντων πολεμουμένους πάλαι διεφθάρθαι. Ἐνταῦθα καὶ παρορμᾷ αὐτὸν πρὸς τοὺς κινδύνους, ὥστε μὴ ἐκλυθῆναι Θεὸν ἔχοντα τοιοῦτον, μήτε τῆς παρ' ἑτέρων συμμαχίας δεῖσθαι, ἀλλ' ἑκοντὶ πάντα φέρειν γενναίως· ἐπεὶ καὶ οἱ πρὸς τὰ βιωτικὰ κεχηνότες, πρὸς τὴν ἐλπίδα τοῦ κέρδους ὁρῶντες ἐγχειροῦσι τοῖς πράγμασιν. Ἄρα ἔσχατός ἐστι λοιπὸν ὁ καιρός. Ἐν ὑστέροις γὰρ καιροῖς, φησὶν, ἀποστήσονταί τινες τῆς πίστεως, προσέχοντες πνεύμασι πλάνοις καὶ διδασκαλίαις δαιμόνων, ἐν ὑποκρίσει ψευδολόγων, κεκαυτηριασμένων τὴν ἰδίαν συνείδησιν, κωλυόντων γαμεῖν. Τί οὖν; ἡμεῖς οὐ κωλύομεν, φησὶ, γαμεῖν; Οὐ κωλύομεν, μὴ γένοιτο, βουλομένους, ἀλλὰ τοὺς μὴ βουλομένους γαμεῖν προτρέπομεν ἐπὶ τὴν παρθενίαν. Ἕτερόν ἐστι κωλῦσαι καὶ ἕτερον κύριον ἀφεῖναι τῆς προαιρέσεως· ὁ μὲν γὰρ κωλύων, καθάπαξ τοῦτο ποιεῖ· ὁ δὲ ὡς ἐπὶ μείζονα τὴν παρθενίαν ἐνάγων, οὐ κωλύων γαμεῖν τοῦτο ποιεῖ, ἀλλὰ προτρέπων παρθενεύειν. Κωλυόντων, φησὶν, γαμεῖν, ἀπέχεσθαι βρωμάτων, ἃ ὁ Θεὸς ἔκτισεν εἰς μετάληψιν μετὰ εὐχαριστίας τοῖς πιστοῖς, καὶ ἐπεγνωκόσι τὴν ἀλήθειαν. Καλῶς εἶπεν, Ἐπεγνωκόσι τὴν ἀλήθειαν. Ἄρα τὰ πρότερα τύπος ἦν· οὐδὲν γὰρ φύσει ἀκάθαρτον, ἀλλὰ παρὰ τὴν συνείδησιν τοῦ μεταλαμβάνοντος γίνεται. Καὶ τίνος οὖν ἕνεκεν τῶν πολλῶν αὐτοὺς βρωμάτων ἀπήγαγε· Τὴν πολλὴν ἐκκόπτων τρυφήν. Ἀλλ' εἰ μὲν εἶπεν, ὅτι Διὰ τρυφὴν μὴ ἐσθίετε, οὐκ ἂν ἠνέσχοντο· νῦν δὲ εἰς νόμου αὐτὸ κατέκλεισεν ἀνάγκην, ἵνα τῷ μείζονι φόβῳ μᾶλλον ἀπόσχωνται. Ἐπεὶ ὅτι τοῦ υἱὸς ἀκαθαρτότερόν ἐστιν ὁ ἰχθὺς, παντί που δῆλον· ἀλλ' ὅμως ἐκείνων οὐκ ἀπήγαγεν. Ὅσον δὲ αὐτοῖς χαλεπὸν ἦν ἡ τρυφὴ, ἄκουε καὶ τοῦ Μωϋσέως λέγοντος· Ἔφαγε, καὶ ἐλιπάνθη, καὶ ἐπαχύνθη, καὶ ἀπελάκτισεν ὁ ἠγαπημένος. Ἔστι δὲ καὶ ἄλλη αἰτία. Ἵνα γὰρ στενοχωρηθέντες λοιπὸν ἐπὶ βόας ἔλθωσι, καὶ σφάττωσι πρόβατα, εἰκότως διὰ τὸν Ἆπιν καὶ τὸν μόσχον τῶν λοιπῶν ἀπεῖρξεν· ἀκάθαρτος γὰρ ἐκεῖνος, ἀχάριστος, μιαρὸς καὶ βέβηλος.
12.3.1
Ταῦτα ὑποτίθεσο, ταῦτα μελέτα· τὸ γὰρ, Ἐντρεφόμενος τοῖς λόγοις τῆς πίστεως, τοῦτό ἐστι. Μὴ τοῖς ἄλλοις μόνον παραίνει, φησὶν, ἀλλὰ καὶ αὐτὸς ἐν αὐτοῖς ἔχε τὴν μελέτην. Ἐντρεφόμενος γὰρ, φησὶ, τοῖς λόγοις τῆς πίστεως καὶ τῆς καλῆς διδασκαλίας ᾗ παρηκολούθηκας. Τοὺς δὲ βεβήλους καὶ γραώδεις μύθους παραιτοῦ. Διὰ τί μὴ εἶπεν, Ἀνέχου τῶν τοιούτων, ἀλλὰ, Παραιτοῦ; Τὴν τελείαν ἀποφυγὴν αἰνιττόμενος διὰ τούτου. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Μηδὲ εἰς γυμνασίαν ποτὲ καθῇς σεαυτὸν διαλεγόμενος πρὸς ἐκείνους, ἀλλὰ ταῦτα τοῖς αὐτοῦ παραίνει. Οὐ γὰρ ἔστι πρὸς τοὺς διεστραμμένους μαχόμενον ὀνῆσαί τί ποτε, πλὴν εἴ ποτε οἰόμεθά τινα βλάβην γίνεσθαι, ὡς δι' ἀσθένειαν παραιτουμένων ἡμῶν τὴν πρὸς ἐκείνους διάλεξιν. Γύμναζε δὲ σεαυτὸν πρὸς εὐσέβειαν· τουτέστι, πρὸς βίον καθαρὸν, πρὸς πολιτείαν ἀρίστην. Ὁ δὲ γυμναζόμενος, καὶ καιροῦ μὴ ὄντος ἀγώνων, αὐτὸς ὡς ἀγωνιζόμενος ἅπαντα ποιεῖ, πάντων ἀπέχεται, ἐναγώνιός ἐστιν, ἱδρῶτας ἔχει πολλούς. Γύμναζε, φησὶ, σεαυτὸν πρὸς εὐσέβειαν. Ἡ γὰρ σωματικὴ γυμνασία πρὸς ὀλίγον ἐστὶν ὠφέλιμος· ἡ δὲ εὐσέβεια πρὸς πάντα ὠφέλιμός ἐστιν, ἐπαγγελίαν ἔχουσα ζωῆς τῆς νῦν καὶ τῆς μελλούσης. Καὶ τίνος ἕνεκεν, φησὶν, ἐμνήσθη ταύτης τῆς σωματικῆς γυμνασίας; Ἀπὸ συγκρίσεως τὴν ὑπερχὴν ταύτης δηλῶν, ὅτι ἐκείνη μὲν καὶ πόνους ἔχουσα πολλοὺς, οὐδὲν ἔχει τὸ κέρδος, οὐδὲ ἄξιον λόγου, αὕτη δὲ διηνεκὲς καὶ ἄφθονον. Ὥσπερ ὅταν λέγῃ, Κοσμεῖν ἑαυτὰς μὴ ἐν πλέγμασιν, ἢ χρυσῷ, ἢ μαργαρίταις, ἢ ἱματισμῷ πολυτελεῖ, ἀλλ' ὃ πρέπει γυναιξὶν ἐπαγγελλομέναις θεοσέβειαν, δι' ἔργων ἀγαθῶν. Πιστὸς ὁ λόγος, καὶ πάσης ἀποδοχῆς ἄξιος. Εἰς τοῦτο γὰρ κοπιῶμεν καὶ ὀνειδιζόμεθα. Παῦλος ὠνειδίζετο, καὶ σὺ ἀσχάλλεις; Παῦλος ἐκοπία, καὶ σὺ τρυφᾷν βούλει; Ἀλλ' οὐκ ἂν ἐκεῖνος τρυφῶν τοσούτων ἐπέτυχεν ἀγαθῶν. Εἰ γὰρ τὰ βιωτικὰ πράγματα καὶ ἐπίκηρα καὶ φθαρτὰ πόνων χωρὶς καὶ ἱδρώτων οὐδέποτε παραγίνεται τοῖς ἀνθρώποις, πολλῷ μᾶλλον τὰ πνευματικά. Ναὶ, φησὶν, ἀλλ' ἀπὸ κληρονομίας πολλοῖς πολλάκις παρεγένετο. Ἀλλὰ κἂν αὐτὰ παραγίνηται, ἡ φυλακὴ ἡ τούτων καὶ ἡ σωτηρία πόνων οὐκ ἔστι χωρὶς, ἀλλὰ δεῖ πονεῖν καὶ ταλαιπωρεῖσθαι τῶν κεκτημένων οὐχ ἧττον· καὶ οὔπω λέγω, ὅτι πολλὰ πονήσαντες, ἢ καὶ πολλοὶ ταλαιπωρηθέντες, ἐψεύσθησαν πρὸς αὐτὰ τοῦ λιμένος τὰ στόματα, πνεύματός ποθεν ἐμπεσόντος, καὶ ἐν αὐταῖς ταῖς ἐλπίσι τῶν ἀγαθῶν τὸ ναυάγιον ἐργασαμένου. Παρὰ δὲ ἡμῖν οὐδὲν τοιοῦτόν ἐστι· Θεὸς γάρ ἐστιν ὁ ἐπαγγελλόμενος, καὶ Ἡ ἐλπὶς οὐ καταισχύνει. Ἢ οὐκ ἴστε καὶ ὑμεῖς, ἅτε ἐν τοῖς βιωτικοῖς στρεφόμενοι πράγμασι, πόσοι μετὰ μυρίους πόνους οὐκ ἀπώναντο τῶν καρπῶν, ἢ θανάτου πολλάκις προαπενεγκόντος αὐτοὺς, ἢ πραγμάτων μεταβολῆς γενομένης, ἢ νόσου προσπεσούσης, ἢ συκοφαντῶν ἐπιτεθέντων, ἢ καὶ ἄλλης τινὸς αἰτίας (πολλὰ δὲ τὰ ἀνθρώπινα) κεναῖς αὐτοὺς ἀπαγαγούσης χερσί; Τί δὲ, φησὶ, τοὺς ἐπιτυγχάνοντας οὐχ ὁρᾷς, τοὺς δι' ὀλίγων πόνων μεγάλα κτησαμένους ἀγαθά; Ποῖα ἀγαθά; χρήματα, καὶ οἰκίας, καὶ πλέθρα γῆς τόσα καὶ τόσα, καὶ ἀνδραπόδων ἀγέλας, καὶ σταθμὸν ἀργυρίου καὶ χρυσίου; ταῦτα λέγεις ἀγαθὰ, καὶ οὐκ ἐγκαλύπτῃ οὐδὲ καταδύῃ, ἄνθρωπος περὶ οὐρανοῦ φιλοσοφεῖν προστεταγμένος, καὶ πρὸς τὰ τῆς γῆς κεχηνὼς πράγματα, καὶ ἀγαθὰ καλῶν ἃ μηδενός ἐστιν ἄξια λόγου; Εἰ ταῦτα ἀγαθὰ, πάντως καὶ τοὺς κεκτημένους αὐτὰ ἀγαθοὺς δεῖ καλεῖν· ὁ γὰρ ἀγαθόν τι ἔχων, πῶς οὐκ ἀγαθός; Τί οὖν, εἰπέ μοι; ὅταν οἱ κεκτημένοι αὐτὰ πλεονεκτῶσιν, ἁρπάζωσιν, ἀγαθοὺς αὐτοὺς καλέσομεν; Εἰ γὰρ ἀγαθὸν ὁ πλοῦτος, ἀπὸ δὲ πλεονεξίας συνάγεται, ὅσῳ ἂν αὔξηται, τοσούτῳ μᾶλλον τὸν ἔχοντα ἀγαθὸν ποιήσει νομίζεσθαι. Ἄρα οὖν ἀγαθὸς ὁ πλεονεκτῶν; Εἰ δὲ ὁ πλοῦτος ἀγαθὸς, ὑπὸ δὲ πλεονεξίας αὔξεται, ὅσῳ ἂν πλεονεκτῇ, ἀγαθώτερος ἔσται. Εἶδες τὴν ἐναντίωσιν; Ἀλλὰ ἂν μὴ πλεονεκτῇ, φησί. Καὶ πῶς ἔνι γενέσθαι; ὀλέθριον γὰρ τὸ πάθος, καὶ οὐκ ἔστιν, οὐκ ἔστι μὴ ἀδικοῦντα πλουτεῖν. Τοῦτο καὶ ὁ Χριστὸς ἀπεφήνατο λέγων, Ποιήσατε ὑμῖν φίλους ἐκ τοῦ μαμωνᾶ τῆς ἀδικίας. Τί οὖν, φησὶν, ἂν παρὰ πατρὸς δέξηται τὸν κλῆρον; Τὰ ἐξ ἀδικίας συλλεγέντα ἐδέξατο. Οὐ γὰρ δὴ ἀπὸ τοῦ Ἀδὰμ ὁ πρόγονος ἐκείνου πλούσιος ἦν, ἀλλὰ πολλοὺς ἑτέρους εἰκὸς πρὸ ἐκείνου γεγενῆσθαι, εἶτα ἐν τοῖς πολλοῖς εὑρεθῆναί τινα ἀδίκως τὰ τῶν ἄλλων εἰληφότα καὶ καρπούμενον. Τί οὖν; Ἀβραὰμ, φησὶν, ἄδικον πλοῦτον εἶχε; τί δὲ ὁ Ἰὼβ, ὁ ἄμεμπτος, ὁ δίκαιος, ὁ ἀληθινὸς, ὁ θεοσεβὴς, ὁ ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος; Ὁ πλοῦτος ἐκείνοις οὐκ ἐν χρυσῷ ἦν, οὐδὲ ἐν ἀργύρῳ, οὐδὲ ἐν οἰκοδομήμασιν, ἀλλ' ἐν θρέμμασιν· ἄλλως δὲ καὶ θεόπλουτος οὗτος ἦν. Ὅτι γὰρ ἐν θρέμμασιν ἦν, εὔδηλον ἐκεῖθεν· καταλέγων γὰρ ὁ τὸ βιβλίον γράψας τὰ συμβεβηκότα τῷ μακαρίῳ ἐκείνῳ, καὶ λέγων, ὅτι ἀπέθανον αὐτῷ κάμηλοι, καὶ ἵπποι θήλειαι καὶ ὄνοι, οὐκ εἶπεν ὅτι καὶ χρυσίου θησαυροὺς ἐλθόντες ἀφήρπασαν. Ἄλλως δὲ, καὶ ὁ Ἀβραὰμ πλούσιος ἦν· ἀλλ' ἐν οἰκέταις. Τί οὖν; οὐκ ἠγόρασε τούτους; Οὐδαμῶς· διὰ τοῦτο εἶπεν ἡ Γραφὴ, ὅτι οἰκογενεῖς ἦσαν οἱ τριακόσιοι δέκα καὶ ὀκτώ. Καὶ πρόβατα καὶ βόες ἦσαν αὐτῷ. Πόθεν οὖν χρυσίον ἔπεμψε τῇ Ῥεβέκκᾳ; Ἀπὸ τῆς Αἰγύπτου δῶρα λαβὼν, οὐ βιασάμενος, οὐδὲ ἀδικήσας.
12.4.1
Εἰπὲ γάρ μοι, πόθεν σὺ πλουτεῖς; παρὰ τίνοςλαβών; τί δὲ ἕτερος πόθεν; Παρὰ τοῦ πάππου, φησὶ, παρὰ τοῦ πατρός. Δυνήσῃ οὖν μέχρι πολλοῦ τοῦ γένους ἀνιὼν, οὕτω δεῖξαι τὴν κτῆσιν δικαίαν οὖσαν; Ἀλλ' οὐκ ἂν ἔχοις, ἀλλ' ἀνάγκη τὴν ἀρχὴν αὐτῆς καὶ τὴν ῥίζαν ἀπὸ ἀδικίας εἶναί τινος. Πόθεν; Ὅτι ὁ Θεὸς ἐξ ἀρχῆς οὐ τὸν μὲν πλούσιον ἐποίησε, τὸν δὲ πένητα, οὐδὲ παραγαγὼν, τούτῳ μὲν ἔδειξε χρυσίου θησαυροὺς πολλοὺς, ἐκεῖνον δὲ ἀπεστέρησε τῆς ἐρεύνης, ἀλλὰ τὴν αὐτὴν πᾶσιν ἀνῆκε γῆν. Πόθεν οὖν κοινῆς οὔσης, σὺ μὲν ἔχεις πλέθρα τόσα καὶ τόσα, ὁ δὲ πλησίον οὐδὲ κύαθον γῆς; Ὁ πατήρ μοι, φησὶ, παρέδωκεν. Ἐκεῖνος δὲ παρὰ τίνος παρέλαβε; Παρὰ τῶν προγόνων. Ἀλλὰ ἀνάγκη πάντως ἀνιόντα εὑρεῖν τὴν ἀρχήν. Ἐγένετο πλούσιος ὁ Ἰακὼβ, ἀλλὰ τῶν πόνων λαβὼν τὸν μισθόν. Πλὴν ἀλλ' οὐδὲ ὑπὲρ τούτων ἀκριβολογοῦμαι· ἔστω δίκαιος ὁ πλοῦτος, καὶ πάσης ἁρπαγῆς ἀπηλλάχθω· οὐ γὰρ δὴ σὺ ὑπεύθυνος περὶ ὧν ὁ πατὴρ ἐπλεονέκτησεν· ἔχεις μὲν γὰρ τὰ ἐκ τῆς ἁρπαγῆς, ἀλλ' οὐχ ἥρπασας σύ. Πλὴν ἀλλὰ συγκεχωρήσθω μηδὲ ἐκεῖνον ἡρπακέναι, ἀλλά ποθεν ἀπὸ γῆς ἀναβλυσθέντα τὸν χρυσὸν ἔχειν· τί οὖν; παρὰ τοῦτο ἀγαθὸς ὁ πλοῦτος; Οὐδαμῶς. Ἀλλ' οὐδὲ πονηρὸς, φησίν. Ἐὰν μὴ πλεονεκτῇ, οὐ πονηρὸς, ἐὰν μεταδιδῷ τοῖς δεομένοις· ἐὰν δὲ μὴ μεταδιδῷ, πονηρὸς καὶ ἐπίβουλος. Ἕως ἂν μὴ ποιῇ, φησὶ, κακὸν, οὐ κακὸς, κἂν ἀγαθὸν μὴ ἐργάζηται. Καλῶς· τοῦτο δὲ οὐ κακὸν τὸ μόνον ἔχειν τὰ Δεσποτικὰ, τὸ μόνον ἀπολαύειν τῶν κοινῶν; ἢ οὐχὶ τοῦ Θεοῦ ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς; Εἰ τοίνυν τοῦ Δεσπότου τοῦ κοινοῦ τὰ ἡμέτερα, ἄρα καὶ τῶν συνδούλων τῶν ἡμετέρων· τὰ γὰρ τοῦ Δεσπότου πάντα κοινά. Ἢ οὐχ ὁρῶμεν καὶ ἐν ταῖς μεγάλαις οἰκίαις οὕτω ταῦτα διατεταγμένα; οἷον, πᾶσιν ἐξ ἴσου τὸ σιτομέτριον δίδοται· ἀπὸ τῶν δεσποτικῶν γὰρ ἔξεισι θησαυρῶν· ἡ οἰκία ἡ δεσποτικὴ πᾶσιν ἀνεῖται. Κοινὰ καὶ τὰ βασιλικὰ πάντα, αἱ πόλεις, αἱ ἀγοραὶ, οἱ περίπατοι πᾶσίν εἰσι κοινοὶ, πάντες τὸ ἴσον μετέχομεν. Θέα γάρ μοι Θεοῦ οἰκονομίαν· Ἐποίησεν εἶναί τινα κοινὰ, ἵνα κἂν ἀπ' ἐκείνων καταιδέσῃ τὸ ἀνθρώπινον γένος, οἷον τὸν ἀέρα, τὸν ἥλιον, τὸ ὕδωρ, τὴν γῆν, τὸν οὐρανὸν, τὴν θάλατταν, τὸ φῶς, τοὺς ἀστέρας, καθάπερ ἀδελφοῖς πάντα ἐξ ἴσης διανέμει. Ὀφθαλμοὺς πᾶσι τοὺς αὐτοὺς ἐδημιούργησε, σῶμα τὸ αὐτὸ, ψυχὴν τὴν αὐτὴν, ὁμοίαν τὴν κατασκευὴν ἐν πᾶσιν, ἀπὸ γῆς τὰ πάντα, καὶ ἀπὸ ἑνὸς ἀνδρὸς πάντας, ἐν τῇ αὐτῇ οἰκίᾳ πάντας. Ἀλλ' οὐδὲν τούτων ἡμᾶς ἐνέτρεψεν. Ἐποίησε καὶ ἄλλα κοινὰ, οἷον λουτρὰ, πόλεις, ἀγορὰς, περιπάτους. Καὶ θέα πῶς ἐν τοῖς κοινοῖς οὐδεμία μάχη, ἀλλὰ πάντα εἰρηνικά. Ὅταν δέ τις παρασπάσαι τι ἐπιχειρήσῃ, καὶ ἴδιον ποιήσῃ, τότε ἡ ἔρις ἐπεισέρχεται, ὥσπερ αὐτῆς τῆς φύσεως ἀγανακτούσης, ὅτι δὴ, πάντοθεν ἡμᾶς συνάγοντος τοῦ Θεοῦ, ἡμεῖς φιλονεικοῦμεν διαιρεῖν ἑαυτοὺς, καὶ ἀποσπᾷν ἐν τῷ ἰδιοποιεῖσθαι, καὶ λέγειν, Τὸ σὸν, καὶ Τὸ ἐμὸν, τὸ ψυχρὸν τοῦτο ῥῆμα· τότε γὰρ μάχη, τότε ἀηδία. Ἔνθα δὲ τοῦτο οὐκ ἔστιν, οὐδὲ μάχη οὐδὲ φιλονεικία τίκτεται· ὥστε τοῦτο μᾶλλον ἐκείνου συγκεκλήρωται ἡμῖν, καὶ κατὰ φύσιν ἐστί. Διὰ τί μηδεὶς ὑπὲρ ἀγορᾶς ποτε δικάζεται; ἆρα οὐχ ὅτι κοινὴ πάντων ἐστίν; Ὑπὲρ δὲ οἰκίας πάντας ὁρῶμεν δικαζομένους, ὑπὲρ χρημάτων. Καὶ τὰ μὲν ἀναγκαῖα κοινὰ ἡμῖν πρόκειται· ἡμεῖς δὲ οὐδὲ ἐν τοῖς ἐλαχίστοις τὸ κοινὸν φυλάττομεν. Καὶ μὴν διὰ τοῦτο ἡμῖν ἐκεῖνα ἀνῆκεν, ἵνα παιδευθῶμεν ἀπ' ἐκείνων καὶ ταῦτα ἔχειν κοινῶς· ἡμεῖς δὲ οὐδὲ οὕτω παιδευόμεθα. Ἀλλ' ὅπερ ἔφην, πῶς ὁ τὸν πλοῦτον ἔχων ἀγαθός; Οὐκ ἔνι τοῦτο, ἀλλ' ἀγαθὸς, ἐὰν ἑτέροις μεταδῷ· ὅταν μὴ ἔχῃ, τότε ἀγαθός· ὅταν ἑτέροις αὐτὸν δῷ, τότε ἀγαθός· ἕως δ' ἂν ἔχῃ, οὐκ ἂν εἴη ἀγαθός. Τοῦτο οὖν ἀγαθὸν, ὃ κατεχόμενον μὲν πονηροὺς δείκνυσιν, ἡ ἀπόκτησις δὲ ἀγαθούς; Οὐκ ἄρα τὸ ἔχειν χρήματα ἀγαθὸν, ἀλλὰ τὸ μὴ ἔχειν ἀγαθὸν ποιεῖ φαίνεσθαι. Οὐκ ἄρα ὁ πλοῦτος ἀγαθόν. Ἂν δὲ καὶ παρὸν λαβεῖν, μὴ λάβῃς, πάλιν ἀγαθός. Εἰ τοίνυν καὶ ἔχοντες τοῦτον, ἂν τοῖς ἄλλοις μεταδοίημεν, ἢ διδόμενον οὐ λαμβάνοντες, τότε ἐσμὲν ἀγαθοὶ, ἂν δὲ λάβωμεν ἢ κτησώμεθα, οὐκ ἀγαθοὶ, πῶς ἀγαθὸν ἂν γένηται ὁ πλοῦτος; Μὴ τοίνυν κάλει τοῦτο ἀγαθόν. Διὰ τοῦτο αὐτὸν οὐκ ἔχεις, ἐπειδὴ ἀγαθὸν αὐτὸν νομίζεις, ἐπειδὴ, ἐπτόησαι περὶ αὐτόν. Κάθαρόν σου τὴν διάνοιαν, τὴν κρίσιν ἔχε διηκριβωμένην, καὶ τότε ἔσῃ ἀγαθός· μάθε τίνα ἐστὶ τὰ ὄντως ἀγαθά. Τίνα δὲ ταῦτά ἐστιν; Ἀρετὴ, φιλανθρωπία· ταῦτα ἀγαθὰ, οὐκ ἐκεῖνος. Κατὰ τοῦτον τὸν κανόνα ἐὰν ᾖς ἐλεήμων, ὅσῳ ἂν ᾖς πλέον, τοσούτῳ ἀγαθὸς καὶ εἶ καὶ νομίζῃ· ἂν δὲ πλούσιος ᾖς, οὐκέτι. Οὕτω γενώμεθα οὖν ἀγαθοὶ, ἵνα καὶ ὦμεν ἀγαθοὶ, καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, ἐν Ἰησοῦ Χριστῷ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Intertext edge

Open linked passage

Note