In epistulam i ad Timotheum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
13.0.1
Παράγγελλε ταῦτα καὶ δίδασκε. Μηδείς σου τῆς νεότητος καταφρονείτω, ἀλλὰ τύπος γίνου τῶν πιστῶν ἐν λόγῳ, ἐν ἀναστροφῇ, ἐν ἀγάπῃ, ἐν πίστει, ἐν ἁγνείᾳ. Ἕως ἔρχομαι πρόσεχε τῇ ἀναγνώσει, τῇ παρακλήσει, τῇ διδασκαλίᾳ. Μὴ ἀμέλει τοῦ ἐν σοὶ χαρίσματος, ὃ ἐδόθη σοι διὰ προφητείας, μετὰ ἐπιθέσεως τῶν χειρῶν τοῦ πρεσβυτερίου.
13.1.1
Τῶν πραγμάτων τὰ μὲν διδασκαλίας δεῖται, τὰ δὲ ἐπιταγῆς. Ἂν τοίνυν ἐπιτάττῃς ὑπὲρ ὧν διδάσκειν χρὴ, καταγέλαστος ἔσῃ· πάλιν, ἂν διδάσκῃς ὑπὲρ ὧν ἐπιτάττειν χρὴ, τὸ αὐτὸ ὑπομένεις ὁμοίως. Οἷόν τι λέγω· Τὸ μὴ εἶναι πονηρὸν, ὑπὲρ τούτου οὐ διδάσκειν χρὴ, ἀλλ' ἐπιτάττειν, καὶ ἀπαγορεύειν μετὰπλείονος αὐθεντίας· τὸ μὴ Ἰουδαΐζειν, ἐπιταγῆς δεῖται. Ἂν μέντοι λέγῃς, ὅτι δεῖ τὰ ὑπάρχοντα κενοῦν, ὅτι δεῖ παρθενεύειν, ἂν περὶ πίστεως διαλέγῃ, ἐνταῦθα διδασκαλίας χρεία. Διὰ τοῦτο ἀμφότερα τίθησιν ὁ Παῦλος. Παράγγελλε καὶ δίδασκε, φησίν. Οἷον εἴ τις ἔχει περίαπτα, ἢ εἴ τι ἕτερον τοιοῦτον, ὅταν εἰδότες αὐτὰ πονηρὰ ὄντα πράττωσι, παραγγελίας δεῖ μόνης· ὅταν δὲ μὴ εἰδότες, διδασκαλίας. Μηδείς σου τῆς νεότητος καταφρονείτω, φησίν. Ὁρᾷς ὅτι καὶ ἐπιτάττειν χρὴ τὸν ἱερέα καὶ αὐθεντικώτερον διαλέγεσθαι, μὴ πάντα διδάσκειν; Εὐκαταφρόνητον γάρ πως πρᾶγμα ἡ νεότης ἀπὸ τῆς κοινῆς προλήψεως γέγονε· διὰ τοῦτό φησι, Μηδείς σουτῆς νεότητος καταφρονείτω. Δεῖ γὰρ καὶ ἀκαταφρόνητον εἶναι τὸν διδάσκαλον. Ποῦ οὖν τὸ ἐπιεικὲς, φησί; ποῦ οὖν τὸ πρᾶον, ἂν μὴ καταφρονῆται; Ἐν μὲν τοῖς πρὸς ἑαυτὸν καταφρονείσθω καὶ φερέτω· οὕτω γὰρ ἡ διδασκαλία κατορθοῦται τῇ μακροθυμίᾳ· ἐν δὲ τοῖς πρὸς ἑτέρους, μηκέτι· τοῦτο γὰρ οὐκ ἔστιν ἐπιείκεια, ἀλλὰ ψυχρότης. Ἂν μὲν ὕβρεις ἐκδικῇ τὰς εἰς ἑαυτὸν, ἂν λοιδορίας, ἂν ἐπιβουλὰς, εἰκότως ἐγκαλεῖς· ἂν δὲ ὑπὲρ τῆς τῶν ἄλλων σωτηρίας, ἐπίταττε καὶ μετὰ αὐθεντίας προνόει. Ἐνταῦθα οὐκέτι ἐπιεικείας χρεία, ἀλλ' αὐθεντίας, ἵνα μὴ τῷ κοινῷ λυμαίνηται. Ἢ τοῦτό φησιν, ἢ ἐκεῖνο· Μηδεὶς διὰ τὴν νεότητα καταφρονήσῃ σου· ἕως γὰρ ἀντίῤῥοπον ἐπιδεικνύῃ βίον, οὐκέτι διὰ τὴν ἡλικίαν τις καταφρονήσει, ἀλλὰ καὶ θαυμάσει μᾶλλον. Διὰ τοῦτο καὶ ἐπάγει λέγων, Ἀλλὰ τύπος γίνου τῶν πιστῶν ἐν λόγῳ, ἐν ἀναστροφῇ, ἐν ἀγάπῃ, ἐν πίστει, ἐν ἁγνείᾳ, περὶ πάντα σεαυτὸν παρεχόμενος τύπον καλῶν ἔργων. Τουτέστι, τὸ ἀρχέτυπον τοῦ βίου αὐτὸς ἔσο, ὥσπερ εἰκὼν προκείμενος, ὥσπερ νόμος ἔμψυχος, ὥσπερ κανὼν καὶ ὅρος τῆς εὐζωΐας. Τὸν γὰρ διδάσκαλον τοιοῦτον εἶναι χρή. Ἐν λόγῳ, ὡς καὶ φθέγγεσθαι μετ' εὐκολίας· Ἐν ἀναστροφῇ, ἐν ἀγάπῃ, ἐν πίστει, ἐν ἁγνείᾳ τῇ ὀρθῇ, ἐν σωφροσύνῃ· Ἕως ἔρχομαι, πρόσεχε τῇ ἀναγνώσει, τῇ παραινέσει, τῇ διδασκαλίᾳ. Τιμοθέῳ κελεύει προσέχειν τῇ ἀναγνώσει. Ἀκούωμεν ἅπαντες, καὶ παιδευώμεθα μὴ ἀμελεῖν τῆς τῶν θείων Γραφῶν μελέτης. Ἰδοὺ πάλιν, Ἕως ἔρχομαι, φησίν. Ὅρα πῶς αὐτὸν παραμυθεῖται· εἰκὸς γὰρ αὐτὸν ἀπορφανισθέντα ζητεῖν. Ἕως ἔρχομαι, φησὶ, πρόσεχε τῇ ἀναγνώσει τῇ τῶν θείων Γραφῶν, τῇ παρακλήσει τῇ πρὸς ἀλλήλους, τῇ διδασκαλίᾳ τῇ πρὸς πάντας. Μὴ ἀμέλει τοῦ ἐν σοὶ χαρίσματος, ὃ ἐδόθη σοι διὰ προφητείας. Τὴν διδασκαλίαν ἐνταῦθα προφητείαν λέγει. Μετὰ ἐπιθέσεως τῶν χειρῶν τοῦ πρεσβυτερίου. Οὐ περὶ πρεσβυτέρων φησὶν ἐνταῦθα, ἀλλὰ περὶ ἐπισκόπων· οὐ γὰρ δὴ πρεσβύτεροι τὸν ἐπίσκοπον ἐχειροτόνουν. Ταῦτα μελέτα, ἐν τούτοις ἴσθι. Ὅρα πῶς πολλάκις περὶ τῶν αὐτῶν αὐτῷ παρεγγυᾷ, δεῖξαι βουλόμενος, ὅτι μάλιστα πάντων ἐν τούτοις σπουδάζειν τὸν διδάσκαλον χρή. Ἔπεχε σεαυτῷ, φησὶ, καὶ τῇ διδασκαλίᾳ, ἐπίμενε αὐτοῖς. Τουτέστι, Πρόσεχε σεαυτῷ, καὶ δίδασκε καὶ τοὺς λοιπούς. Τοῦτο γὰρ ποιῶν, καὶ σεαυτὸν σώσεις, καὶ τοὺς ἀκούοντάς σου. Καλῶς εἶπε, Καὶ σεαυτόν. Ὁ γὰρ τοῖς τῆς διδασκαλίας ἐντρεφόμενος λόγοις, πρότερον αὐτὸς καρποῦται τὴν ὠφέλειαν· ἐν τῷ γὰρ παραινεῖν ἑτέροις, καὶ ἑαυτὸν κατανύσσει. Οὐ γὰρ δὴ πρὸς Τιμόθεον ταῦτα εἴρηται, ἀλλὰ πρὸς πάντας. Εἰ δὲ τῷ νεκροὺς ἀνιστῶντι τοιαῦτα παραινεῖ, τί ἐροῦμεν ἡμεῖς; Καὶ ὁ Χριστὸς δὲ τὸ περὶ τῶν διδασκάλων αἰνίττεται λέγων· Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ οἰκοδεσπότῃ, ὃς ἐκβάλλει ἐκ τοῦ θησαυροῦ αὑτοῦ καινὰ καὶ παλαιά. Καὶ πάλιν ὁ μακάριος Παῦλος τὸ αὐτὸ παραινῶν φησιν· Ἵνα διὰ τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως τῶν Γραφῶν τὴν ἐλπίδα ἔχωμεν. Καὶ μάλιστα πάντων αὐτὸς τοῦτο ἔπραττε, παρὰ τοὺς πόδας Γαμαλιήλου παιδευόμενος τὸν πατρῷον νόμον, ὥστε καὶ μετὰ ταῦτα αὐτὸν εἰκὸς προσέχειν τῇ ἀναγνώσει· ὁ γὰρ ἑτέροις ταῦτα παραινῶν, ἑαυτῷ προτέρῳ παρῄνεσεν ἄν. Ὁρᾷς γοῦν αὐτὸν συνεχῶςταῖς τῶν προφητῶν κεχρημένον μαρτυρίαις, καὶ θεωροῦντα τὰ ἐν αὐταῖς· Εἶτα Παῦλος μὲν προσέχει τῇ ἀναγνώσει (οὐ γάρ ἐστι μικρὰν ἀπὸ τῶν Γραφῶν ὠφέλειαν καρπώσασθαι)· ἡμεῖς δὲ ῥᾳθυμοῦμεν καὶ παρέργως ἀκούομεν; καὶ πόσης οὐκ ἂν εἴημεν κολάσεως ἄξιοι; Ἵνα σου γὰρ ἡ προκοπὴ φανερὰ ᾖ, φησὶν, ἐν πᾶσιν.
13.2.1
Ὁρᾷς ὅτι ἠβούλετο αὐτὸν καὶ ἐν τούτῳ μέγαν γενέσθαι καὶ θαυμαστόν; Διὰ τοῦτο οὕτως εἶπε, δεικνὺς ὅτι ἐδεῖτο αὐτοῦ ἔτι. Τί ἐστιν, Ἵνα σου ἡ προκοπὴ φανερὰ ᾖ ἐν πᾶσι; Μὴ ἐν τῷ βίῳ, φησὶ, μόνον, ἀλλὰ καὶ ἐν τῷ λόγῳ τῷ διδασκαλικῷ. Πρεσβυτέρῳ μὴ ἐπιπλήξῃς. Ἆρα τὸ ἀξίωμα νῦν φησιν; Οὐκ ἔγωγε οἶμαι, ἀλλὰ περὶ παντὸς γεγηρακότος. Τί οὖν ἂν δέηται διορθώσεως; Οὐκ ἐπιπλήξῃς, φησὶν, ἀλλ' ὡς ἂν εἰ πρὸς πατέρα, φησὶ, προσενεχθείης ἁμαρτόντα, οὕτω καὶ πρὸς ἐκεῖνον διαλέγου. Πρεσβυτέρας ὡς μητέρας, νεωτέρους ὡς ἀδελφοὺς, νεωτέρας ὡς ἀδελφὰς, ἐν πάσῃ ἁγνείᾳ. Αὐτὴ τοῦ πράγματος ἡ φύσις φορτικόν τί ἐστι, τὸ ἐλέγχεσθαι λέγω, καὶ μάλιστα ὅταν καὶ εἰς γέροντα γένηται· ἂν δὲ καὶ παρὰ νέου, τριπλοῦν γίνεται τὸ τῆς προπετείας. Παραμυθεῖται οὖν αὐτὸ τῷ τρόπῳ καὶ τῇ προσηνείᾳ. Ἔνεστι γὰρ ἀνεπαχθῶς ἐλέγχειν, εἴ τις θέλει τοῦτο ἀσκεῖν· πολλῆς μὲν γὰρ συνέσεώς ἐστιν, ἔνεστι δέ. Νεωτέρους ὡς ἀδελφοὺς, φησί. Διὰ τί καὶ ἐνταῦθα τοῦτο παρῄνεσε; Τὸ θρασὺ πάλιν διὰ τὴν ἡλικίαν αἰνιττόμενος. Δεῖ τοίνυν καὶ ἐνταῦθα παραμυθεῖσθαι τὸ πρᾶγμα τῇ ἐπιεικείᾳ. Νεωτέρας, φησὶν, ὡς ἀδελφάς· καὶ προσέθηκεν, Ἐν πάσῃ ἁγνείᾳ. Μή μοι, φησὶ, τὴν τῆς μίξεως μόνον εἴπῃς ἁμαρτίαν, ἀλλὰ μηδὲ ὑποψίαν, φησὶ, δῷς. Ἐπειδὴ γὰρ αἱ πρὸς τὰς νεωτέρας γινόμεναι ὁμιλίαι δυσκόλως διαφεύγουσιν ὑποψίαν, δεῖ δὲ γενέσθαι παρὰ τοῦ ἐπισκόπου καὶ τοῦτο, διὰ τοῦτο, Ἐν πάσῃ ἁγνείᾳ, προστίθησι, δηλῶν ὅτι μετὰ πάσης ἁγνείας προσήκει τὰς πρὸς αὐτὰς ὁμιλίας ποιεῖν. Τί λέγεις, εἰπέ μοι; Τιμοθέῳ ταῦτα ἐπιτάττεις; Ναὶ, φησί· δι' αὐτοῦ γὰρ τῇ οἰκουμένῃ διαλέγομαι. Εἰ δὲ Τιμοθέῳ ταῦτα ἐπιτάττει, ἐννοείτω ἕκαστος τῶν ἄλλων ὁποῖος εἶναι ὀφείλει, μήτε ὑποψίαν παρέχων, μήτε σκιὰν προφάσεως τοῖς διαβάλλειν βουλομένοις. Χήρας τίμα, τὰς ὄντως χήρας. Διὰ τί μηδὲν περὶ παρθενίας διαλέγεται, μηδὲ λέγει, Παρθένους τίμα; Ὅτι μοι δοκοῦσι μηδὲ εἶναι τότε, ἢ καὶ ἐκπεπτωκέναι. Ἤδη γὰρ, φησὶ, τινὲς ἐξετράπησαν ὀπίσω τοῦ Σατανᾶ. Χήρας τίμα, τὰς ὄντως χήρας, φησίν. Ἄρα ἔστι μὴ ἔχειν μὲν ἄνδρα, μὴ εἶναι δὲ χήραν. Ὥσπερ γὰρ τὴν παρθένον οὐ τοῦτο ποιεῖ παρθένον, τὸ μὴ ὡμιληκέναι γάμῳ, ἀλλὰ πολλῶν καὶ ἑτέρων δεῖ, τοῦ ἀμέμπτου, τοῦ εὐπροσέδρου· οὕτω καὶ χήραν οὐχ ἡ τοῦ ἀνδρὸς ἐρημία ποιεῖ ἁπλῶς, ἀλλ' ἡ μετὰ σωφροσύνης ὑπομονὴ, ἡ ἐκ πάντων μόνωσις. Τὰς τοιαύτας χήρας τιμᾷν παραινεῖ, εἰκότως· πολλῆς γὰρ δέονται τιμῆς μεμονωμέναι· ἄνδρας οὐκ ἔχουσι τοὺς προστησομένους· τὸ πρᾶγμα ἐπονείδιστον εἶναι δοκεῖ καὶ δυσοιώνιστον παρὰ τοῖς πολλοῖς. Διὰ τοῦτο πολλῆς αὐτὴν βούλεται παρὰ τοῦ ἱερέως ἀπολαύειν τιμῆς· οὐ διὰ τοῦτο δὲ μόνον, ἀλλ' ἐπειδὴ καὶ ἀξία ἐστίν. Εἰ δέ τις χήρα τέκνα ἢ ἔκγονα ἔχει, μανθανέτωσαν πρῶτον τὸν ἴδιον οἶκον εὐσεβεῖν, καὶ ἀμοιβὰς ἀποδιδόναι τοῖς προγόνοις. Ὅρα τοῦ Παύλου τὸ συνετὸν, πῶς πολλαχοῦ ἀπὸ ἀνθρωπίνων προτρέπει λογισμῶν. Οὐ γὰρ ἔθηκεν ἐνταῦθα μέγατι καὶ ὑψηλὸν, ἀλλ' ὅπερ ἐστὶν εὐσυνείδητον· Καὶ ἀμοιβὰς, φησὶν, ἀποδιδόναι τοῖς προγόνοις. Πῶς; Τῆς ἀνατροφῆς, τῆς αὐξήσεως. Οἷον, ἀπέλαυσας πολλῆς τῆς ἐπιμελείας· ἀπῆλθον ἐκεῖνοι· οὐκ ἠδυνήθης αὐτοῖς ἀποδοῦναι τὴν ἀμοιβήν· οὐ γὰρ δὴ καὶ αὐτὴ ἐγέννησας αὐτοὺς, οὐδὲ ἀνέθρεψας· ἐν τοῖς ἐκγόνοις αὐτοῦ ἀμείβου, ἀποδίδου τὸ ὀφείλημα διὰ τῶν παίδων. Μανθανέτωσαν, φησὶν, πρῶτον τὸν οἶκον ἴδιον εὐσεβεῖν. Ἐνταῦθα τὸ εὖ ποιεῖν φησὶν ἁπλούστερον. Εἶτα ἵνα μᾶλλον ἐπάρῃ, ἐπήγαγε· Τοῦτο γάρ ἐστιν ἀποδεκτὸν ἐνώπιον τοῦ Θεοῦ. Ἐπειδὴ δὲ εἶπε, Τὰς ὄντως χήρας, λέγει τίς ἐστιν ἡ ὄντως χήρα. Ἡ δὲ ὄντως χήρα καὶ μεμονωμένη ἤλπικεν ἐπὶ τὸν Θεὸν, καὶ προσμένει ταῖς δεήσεσι καὶ ταῖς προσευχαῖς νυκτὸς καὶ ἡμέρας· ἡ δὲ σπαταλῶσα, ζῶσα τέθνηκεν. Εἴ τις, φησὶ, μὴ κοσμικὸν ἐπανῄρηται βίον, καὶ ἐν χηρείᾳ οὖσα, αὕτη ὄντως χήρα ἐστίν· ἡ ἐπὶ τὸν Θεὸν ἐλπίζουσα ὡς χρὴ, ἡ δεήσει προσανέχουσα, καὶ προσκαρτεροῦσα νυκτὸς καὶ ἡμέρας, αὕτη χήρα ἐστίν· οὐχ ὡς καὶ τῆς τέκνα ἐχούσης οὐχὶ χήρας οὔσης· καὶ γὰρ καὶ ἐκείνην θαυμάζει τὴν παιδοτροφοῦσαν, ὡς χρή· ἀλλ' εἴ τις τέκνα μὴ ἔχει, τουτέστιν, ἡ μεμονωμένη οὖσα. Εἶτα παραμυθεῖται αὐτὴν, ὡς οὐκ ἔχουσαν τέκνα, εἰπὼν, ὅτι τοῦτό ἐστι χήραν μάλιστα εἶναι, ὅταν μὴ τῆς παρὰ τοῦ ἀνδρὸς παραμυθίας, ἀλλὰ καὶ τῆς παρὰ τῶν τέκνων ἀπεστερημένη οὖσα τύχῃ· ἔχει γὰρ τὸν Θεὸν ἀντὶ πάντων. Οὐ γὰρ μὴ ἔχουσα τέκνα ἐλάττων ἐστὶν, ἀλλὰ τὸ λεῖπον αὐτῇ διὰ τὴν τῶν παίδων ἀπουσίαν πληροῖ τῇ παραμυθίᾳ. Ὃ οὖν λέγει, τοιοῦτό ἐστι· Μὴ ἄλγει, ἐὰν ἀκούσῃς, ὅτι δεῖ παιδοτροφεῖν, ὡς οὐκ ἔχουσα τέκνα, ὡς ἐκ τούτου ἐλαττουμένου σοι τοῦ ἀξιώματος· ὄντως εἶ· Ἡ χήρα δὲ σπαταλῶσα, ζῶσα τέθνηκεν.
13.3.1
Ἐπειδὴ γὰρ πολλαὶ τέκνα ἔχουσαι τὴν χηρείαν αἱροῦνται, οὐχ ἵνα τοῦ βίου τὰς ἀφορμὰς περικόψωσιν, ἀλλ' ἵνα μᾶλλον αὐτὰς ἐξάψωσιν, ἵνα μετὰ πλείονος αὐθεντίας ἅπαντα πράττωσι, καὶ κοσμικαῖς μᾶλλον ἐκδοῖεν ἑαυτὰς ἐπιθυμίαις, διὰ τοῦτό φησιν, Ἡ δὲ σπαταλῶσα, ζῶσα τέθνηκε. Τί λέγεις; καὶ χήρα γυνὴ οὐκ ὀφείλει σπαταλᾷν; Οὒ, φησίν. Εἰ τοίνυν καὶ τῆς ἡλικίας, καὶ τῆς φύσεως ἀσθενούσης οὐδὲ οὕτως ἀναγκαία ἡ σπατάλη, ἀλλὰ θανάτου γίνεται πρόξενος, θανάτου τοῦ αἰωνίου, τί ἂν εἴποιεν ἄνδρες σπαταλῶντες; Εἰκότως δέ φησιν, Ἡ δὲ σπαταλῶσα, ζῶσα τέθνηκεν. Ἀλλ' ἵνα μάθῃς, φέρε ἴδωμεν τί τῶν ζώντων ἔργον ἐστὶ, καὶ τί τῶν τεθνηκότων, καὶ ποῦ τάξομεν ταύτην. Οἱ ζῶντες τὰ τῆς ζωῆς ἐνεργοῦσι, τῆς μελλούσης, τῆς ὄντως ζωῆς. Τίνα δέ ἐστι τῆς μελλούσης ζωῆς, περὶ ἣν ἡμᾶς ἠσχολῆσθαι προσήκει τὸν ἅπαντα χρόνον, ἄκουε τοῦ Χριστοῦ λέγοντος· Δεῦτε, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου· ἐπείνασα γὰρ, καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ ἐποτίσατέ με. Οἱ ζῶντες οὐχὶ τούτῳ διεστήκασι τῶν νεκρῶν μόνον, τῷ τὸν ἥλιον ὁρᾷν, καὶ πνεῖν τὸν ἀέρα· οὐ τούτῳ φαμὲν, ἀλλὰ τῷ ἀγαθόν τι ποιεῖν· ἐπεὶ εἰ μὴ τοῦτο προσῇ, τῶν τεθνεώτων οὐδὲν κρείττονες ἔσονται. Καὶ ἵνα μάθῃς, ἄκουε πῶς ἔστι καὶ ἀποθανόντα ζῇν. Ὁ Θεὸς, φησὶν, οὐκ ἔστι νεκρῶν, ἀλλὰ ζώντων. Ἀλλὰ τοῦτο, φησὶν, αἴνιγμα πάλιν. Οὐκοῦν ἀμφότερα ἐπιλυσώμεθα. Τέθνηκέ τις ζῶν, ὅταν ἐν σπατάλῃ διάγῃ. Πῶς; Τῇ γαστρὶ ζῇ μόνῃ, ταῖς δὲ ἄλλαις αἰσθήσεσιν οὐδαμῶς· οἷόν πως, οὐχ ὁρᾷ ἃ χρὴ ὁρᾷν, οὐκ ἀκούει ἃ χρὴ ἀκούειν, οὐ φθέγγεται, ἃ δεῖ φθέγγεσθαι, οὐδὲ τὰ τῶν ζώντων ἐνεργεῖ· ἀλλ' ὥσπερ ἐκεῖνος ὁ τεταμένος ἐπὶ τῆς κλίνης τοὺς ὀφθαλμοὺς μύσας, καὶ τὰ ὄμματα συνειλημμένος, τῶν ὄντων οὐδενὸς ἐπαισθάνεται, οὕτω καὶ οὗτος· μᾶλλον δὲ οὐχ οὕτως, ἀλλὰ πολλῷ χεῖρον. Ἐκεῖνος μὲν γὰρ καὶ τῶν ἀγαθῶν ὁμοίως, καὶ τῶν κακῶν ἀνεπαισθήτως ἔχει· οὗτος δὲ ἐκείνων αἰσθάνεται μόνων, τῶν κακῶν λέγω, πρὸς δὲ τὰ ἀγαθὰ τῷ κειμένῳ ὁμοίως ἐστὶν ἀκίνητος. Οὕτω μὲν οὖν καὶ τέθνηκεν. Οὐδὲν γὰρ αὐτὸν κινεῖ τῶν τῆς μελλούσης ζωῆς, ἀλλὰ καθάπερ εἰς κατάδυσίν τινα σκοτεινὴν καὶ ζοφώδη, καὶ ἄντρον πολλῆς ἀκαθαρσίας γέμον, λαβοῦσα εἰς τοὺς οἰκείους αὐτὸν κόλπους ἡ μέθη, διαπαντὸς ἐν σκότῳ ποιεῖ διατρίβειν, ὥσπερ τοὺς τεθνεῶτας. Ὅταν γὰρ τὸν πάντα χρόνον τὸν μὲν ἀριστῶν, τὸν δὲ μεθύων διατελῇ, οὐχὶ ἐν σκότῳ ἐστίν; οὐχὶ νεκρός ἐστι; Καὶ πρὸς αὐτὴν δὲ τὴν ἕω, ἣν δοκεῖ νήφειν, οὐκ ἔχει νῆψιν καθαρὰν, τῷ μήπω τὸν ἑσπερινὸν ἤδη κεκενῶσθαι οἶνον καὶ ἀπηντλῆσθαι, καὶ τοῦ μέλλοντος σφόδρα τῇ ἐπιθυμίᾳ κατέχεσθαι, καὶ τῷ δείλης καὶ μεσημβρίας ἐν κώμοις διάγειν, καὶ πᾶσαν τὴν νύκτα ἐν ὕπνῳ βαθεῖ, καὶ τοῦ ὄρθρου τὸ πλέον. Τοῦτον οὖν, εἰπέ μοι, μετὰ τῶν ζώντων ἀριθμήσομεν; Τί ἄν τις εἴποι τὸν πολὺν χειμῶνα τὸν ἀπὸ τῆς τρυφῆς, τὸν εἰς τὴν ψυχὴν, τὸν εἰς τὰ σώματα εἰσρεόμενον; Καθάπερ γὰρ ἡ συνεχὴς συννέφεια καὶ διηνεκὴς οὐκ ἀφίησι τὴν ἀκτῖνα διαλάμψαι ποτέ· οὕτως οἱ τῆς τρυφῆς καὶ τοῦ οἴνου ἀτμοὶ, καθάπερ τινὰ σκόπελον τὸν ἐγκέφαλον ἀπολαβόντες, καὶ πυκνὸν ἐκεῖ στήσαντες νέφος, τὸ λογικὸν οὐκ ἀφιᾶσιν ἐκταθῆναί ποτε, ἐν πολλῇ σκοτομήνῃ κατέχοντες τὸν μεθύοντα. Πόσον οἴει λοιπὸν ἔνδον εἶναι τὸν χειμῶνα τοῦ ταῦτα παθόντος; πόσον τὸν θόρυβον; Καθάπερ γὰρ πλημμύρας γενομένης, καὶ τοῦ ὕδατος τῶν ἐργαστηρίων τὰ πρόθυρα ὑπερπηδήσαντος, τοὺς ἐνοικοῦντας ὁρῶμεν ἀεὶ θορυβουμένους, καὶ καδίσκους καὶ ἀμφορέας καὶ σπόγγους, καὶ ἕτερα πολλὰ ἐπινοοῦντας, ὥστε ἀπαντλῆσαι, ἵνα μὴ καὶ τοὺς θεμελίους διασήψῃ, καὶ τὰ σκεύη ἅπαντα ἄχρηστα ἐργάσηται· οὕτω καὶ ἡ ψυχὴ, ὅταν ὑπέραντλος γένηται τῇ πολλῇ τρυφῇ, θορυβοῦνται μὲν ἔνδον οἱ λογισμοὶ, τὸ δὲ ἤδη συναχθὲν οὐκέτι κενῶσαι ἰσχύοντες, τῷ πάλιν ἕτερον ἐπεισελθεῖν πολὺς ὁ χειμὼν τίκτεται. Μὴ γάρ μοι τὸ πρόσωπον ἴδῃς φαιδρὸν καὶ σεσηρὸς, ἀλλὰ τὰ ἔνδον ἐξέτασον, καὶ πολλῆς ὄψει γέμοντα τῆς κατηφείας· καὶ εἴ γε ἐνῆν τὴν ψυχὴν ἐκβαλόντα τοῖς τοῦ σώματος ὀφθαλμοῖς ὑποβαλεῖν, εἶδες ἂν τὴν τοῦ σπαταλῶντος κατηφῆ, στυγνὴν, ὀδυνηρὰν, κατισχνωμένην. Ὅσῳ γὰρ ἂν τὸ σῶμα λιπαίνηται καὶ παχύνηται, τοσούτῳ μᾶλλον ἐκείνη κατισχνοῦται καὶ ἀσθενεστέρα γίνεται· καὶ ὅσῳ ἂν ἐκεῖνο θάλπηται, τοσούτῳ μᾶλλον αὕτη θάπτεται. Καὶ καθάπερ ἐπὶ τῆς κόρης τῶν ὀφθαλμῶν ἂν μὲν τοὺς ἔξωθεν ἐπικειμένους χιτωνίσκους ἔχῃ παχεῖς, οὐκ ἰσχύει τὸ διορατικὸν ἀφεῖναι καὶ ἀτενίσαι, τῆς ἀκτῖνος ἐκκρουομένης ὑπὸ τῆς παχύτητος, καὶ σκότος γίνεται πολλάκις· οὕτω καὶ τὸ σῶμα, ἐπειδὰν λιπαίνηται συνεχῶς, πολλὴν εἰκὸς τὴν παχύτητα περικεῖσθαι. Ἀλλ' οἱ τεθνεῶτες, φησὶ, σήπονται καὶ διαφθείρονται, καὶ πολὺς ἀπ' αὐτῶν ἰχὼρ διαῤῥεῖ. Οὕτω καὶ ἐπὶ τῆς σπαταλώσης ἔστιν ἰδεῖν, τὸ ῥεῦμα, τὸ φλέγμα, κόρυζα, λὺγξ, ἔμετοι, ἐρυγαί· τὰ γὰρ ἄλλα, ἃ καὶ αἰσχρὸν εἰπεῖν, παρίημι. Τοσαύτη γὰρ τῆς τρυφῆς ἡ τυραννὶς, ὅτι ἃ μηδὲ εἰπεῖν ἀνεχόμεθα, ταῦτα ποιεῖ αὐτὰς ὑπομένειν.
13.4.1
Ἔτι οὖν ἐρωτᾷς, πῶς διαῤῥεῖ τὸ σῶμα πάντοθεν; Ἀλλ' ἐσθίει καὶ πίνει; Ἀλλ' οὐκ ἔστι τοῦτο ζωῆς ἀνθρωπίνης τεκμήριον, ἐπεὶ καὶ τὰ ἄλογα ἐσθίει καὶ πίνει. Νεκρᾶς τοίνυν τῆς ψυχῆς κειμένης. τί τὸ ὄφελος τῆς βρώσεως καὶ τῆς πόσεως; Ὥσπερ γὰρ τοῦ σώματος κειμένου νεκροῦ, εὐανθὲς ἱμάτιον περιβεβλημένον οὐδὲν ὀνίνησιν, οὕτω καὶ σῶμα περικείμενον εὐανθὲς νεκρᾷ ψυχῇ οὐδὲν ὠφελεῖ. Ὅταν γὰρ ἀεὶ περὶ μαγείρων, περὶ τραπεζοποιῶν, περὶ σιτοποιῶν ὁ λόγος αὐτῇ γίνηται, καὶ μηδὲν εὐσεβὲς φθέγγηται, οὐχὶ τέθνηκε; Τί γάρ ἐστιν ἄνθρωπος, ἴδωμεν. Οἱ ἔξωθέν φασι ζῶον λογικὸν, θνητὸν, νοῦ καὶ ἐπιστήμης δεκτικόν· ἡμεῖς δὲ μὴ ἀπ' ἐκείνων τὸν ὅρον θώμεθα, ἀλλὰ πόθεν; Ἀπὸ τῆς θείας Γραφῆς. Ποῦ τοίνυν ἡ Γραφὴ ὅρον ἐξέθετο ἀνθρώπου; Ἄκουε λεγούσης αὐτῆς· Ἦν ἄνθρωπος δίκαιος, ἀληθινὸς, θεοσεβὴς, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος. Τοῦτο ἄνθρωπος. Καὶ πάλιν ἕτερός φησι· Μέγα ἄνθρωπος, καὶ τίμιον ἀνὴρ ἐλεήμων. Τοὺς δὲ μὴ τοιούτους, κἂν νοῦ μετέχωσι, κἂν μυριάκις ἐπιστήμης ὦσι δεκτικοὶ, οὐκ οἶδεν ἡ Γραφὴ λέγειν ἀνθρώπους, ἀλλὰ κύνας, καὶ ἵππους, καὶ ἔχεις, καὶ ὄφεις, καὶ ἀλώπεκας, καὶ λύκους, καὶ εἴ τι τούτων ἀτιμότερον τῶν θηρίων· εἰ τοίνυν τοῦτο ἄνθρωπος, ὁ σπαταλῶν οὐκ ἄνθρωπος. Πῶς γὰρ, ὁ μηδὲν τούτων φροντίζων; οὐ γὰρ ἔνι σπατάλην ὁμοῦ καὶ νῆψιν συνελθεῖν· ταῦτα ἀλλήλων ἐστὶν ἀναιρετικά. Τοῦτο καὶ οἱ ἔξωθέν φασιν, ὅτι Παχεῖα γαστὴρ λεπτὸν οὐ τίκτει νόον. Οἶδε καὶ ἀψύχους ἀνθρώπους ἡ Γραφὴ καλεῖν· Οὐ μὴ μείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις, διὰ τὸ εἶναι αὐτοὺς σάρκας. Καίτοι γε καὶ ψυχὴν εἶχον, ἀλλὰ ἐπειδὴ νεκρὰν αὐτὴν περιέφερον, σάρκας αὐτοὺς εἶπεν. Ὥσπερ γὰρ περὶ τῶν ἐναρέτων, κἂν ἔχωσι σῶμα, ὅμως φαμὲν, Ὅλος ψυχή ἐστιν, ὅλος πνεῦμά, ἐστιν, οὕτω καὶ περὶ τῶν οὐ τοιούτων τὰ ἐναντία. Οὕτω καὶ Παῦλος ἔλεγεν· Ὑμεῖς οὐκ ἐστὲ ἐν σαρκὶ, ἐπειδὴ μὴ τὰ τῆς σαρκὸς ἐπετέλουν. Οὕτως οἱ σπαταλῶντες οὐκ εἰσὶν ἐν ψυχῇ, οὐδὲ ἐν πνεύματι. Ἡ δὲ σπαταλῶσα, ζῶσα τέθνηκε, φησίν. Ἀκούσατε αἱ πάντα τὸν χρόνον ἐν κώμοις διατρίβουσαι καὶ μέθαις, αἱ τοὺς μὲν πένητας περιορῶσαι ὑπὸ λιμοῦ τηκομένους καὶ ἀποθνήσκοντας, διηνεκῶς δὲ ὑμεῖς ὑπὸ τῆς τρυφῆς ἀποθνήκουσαι. Δύο γὰρ θανάτους ἐργάζεσθε, τὸν τῶν θλιβομένων, καὶ τὸν ὑμῶν αὐτῶν, ἀμφοτέρους ἐξ ἀμετρίας. Εἰ δὲ ἐκεράσατε τὴν ὑμετέραν πλησμονὴν ἐκείνῃ τῇ ἐνδείᾳ, δύο ζωὰς ἂν εἰργάζεσθε. Τί διασπᾷς τὴν γαστέρα τὴν σὴν τῇ πλησμονῇ; τί κατατήκεις τὴν τοῦ πένητος ἐν ἐνδείᾳ; Ταύτην πλέον τοῦ μέτρου καταπιαίνεις· ἐκείνην ὑπὲρ τὸ μέτρον ξηραίνεις. Ἐννόησον τίνα ἐστὶ τὰ ἀπὸ τῶν σιτίων, ποῦ μεταβάλλεται, καὶ τί γίνεται. Ἆρα οὐ δυσχεραίνεις καὶ πρὸς τὴν ἀκοήν; τί τοίνυν, ὥστε πλείονα ἐκεῖνα ἀποθέσθαι, σπουδάζεις; Οὐδὲν ἄλλο ἐστὶ τὸ πλέον τῆς τρυφῆς. ἢ κόπρου πλεονασμός. Ἔχει γὰρ ἡ φύσις μέτρα, καὶ τὸ πλέον ἐκείνων οὐκέτι γίνεται τροφὴ, ἀλλὰ λύμη καὶ κόπρος πλείων. Θρέψον τὸ σῶμα, μὴ ἀποκτείνῃς. Διὰ τοῦτο τροφὴ κέκληται, οὐχ ἵνα ἀπολλύωμεν αὐτὸ, ἀλλ' ἵνα τρέφωμεν· διὰ τοῦτο οἶμαι καὶ τὴν τροφὴν εἰς τοῦτο ἐκκρίνεσθαι, ἵνα μὴ τῆς τρυφῆς ὦμεν ἐρασταί· ὡς εἰ μὴ τοῦτο ἦν, μηδὲ εἰς ἄχρηστον ἦγε, μηδὲ ἐλυμαίνετο τῷ σώματι, οὐκ ἂν ἐπαυσάμεθα ἀλλήλους καταπίνοντες. Εἰ γὰρ ὅσον ἐβουλόμεθα δεχομένη ἡ γαστὴρ τὸ πᾶν εἰργάζετο, καὶ τῷ σώματι παρέπεμπε, μυρίους ἂν εἶδες πολέμους καὶ μάχας. Εἰ γὰρ καὶ νῦν τῶν μὲν εἰς κόπρον ἐκκρινομένων, τῶν δὲ εἰς αἷμα καὶ φλέγμα ἄχρηστον καὶ νόθον, ὅμως ἐγκείμεθα τῇ τρυφῇ, καὶ πολλάκις οὐσίας ὁλοκλήρους ἐν τραπέζῃ μιᾷ καταναλίσκομεν· εἰ μὴ τοιοῦτον ἦν τὸ τέλος τῆς τρυφῆς, τί οὐκ ἂν ἐπράξαμεν; Πλείονος δυσωδίας πληροῦμεν ἑαυτοὺς, ὅταν μᾶλλον τρυφήσωμεν, καθάπερ ἀσκοῦ τινος, τοῦ σώματος πάντοθεν διαῤῥέοντος. Ἐρεύγεταί τις τοιοῦτον, ὡς καὶ τὸν ἐγκέφαλον λυμήνασθαι τῶν ἔξωθεν· ἀτμοὶ πάντοθεν ἀπὸ τοῦ σώματος ζοφώδεις προΐενται, καθάπερ ἀπὸ καμίνου τῆς θερμότητος σαπείσης ἔνδον. Εἰ δὲ οἱ ἔξωθεν οὕτω δυσχεραίνουσι, τί οἴει παθεῖν τὸν ἐγκέφαλον ἔνδον, πληττόμενον συνεχῶς ὑπὸ τῶν ἀτμῶν; τί δὲ τοὺς ὀχετοὺς τοῦ αἵματος ζέοντος καὶ ἐμφραττομένου; τί δὲ τὰς δεξαμενὰς ἐκείνας, τὸ ἧπαρ, τὸν σπλῆνα; τί δὲ αὐτὰς τὰς ἀμάρας τῆς κόπρου; Καὶ τὸ χαλεπὸν, ὅτι ταύτας μὲν τὰς ἀμάρας τῆς κόπρου προνοούμεθα, ὅπως μὴ ἐμφραγῶσι, καὶ τὴν κόπρον εἰς τὰ ἄνω πέμψωσι, καὶ πάντα ὑπὲρ τούτου πράττομεν, κοντοῖς ὠθοῦντες, μακέλλαις σύροντες· τὰς δὲ ἀμάρας τῆς ἡμετέρας γαστρὸς οὐ διακαθαίρομεν, ἀλλ' ἐμφράττομεν καὶ πιλοῦμεν· καὶ τῆς κόπρου ἀνιούσης ἄνω, ἔνθα ὁ βασιλεὺς αὐτὸς κάθηται, τὸν ἐγκέφαλον λέγω, οὐδεμίαν ποιούμεθα πρόνοιαν. Διά τοι τοῦτο οὐχ ὡς βασιλέα ἔχοντες κόσμιον, οὕτω πάντα πράττομεν, ἀλλ' ὡς κύνα τινὰ ἀκάθαρτον. Διὰ τοῦτο ὁ Θεὸς πόῤῥω ἀπῴκισεν ἐκεῖνα τὰ μέλη, ὥστε μηδεμίαν ἐξ αὐτῶν δέχεσθαι λύμην. Ἀλλ' οὐκ ἐῶμεν ἡμεῖς, ἀλλὰ πάντα διαφθείρομεν τῇ ἀμετρίᾳ. Τί δ' ἄν τις εἴποι τὰ ἄλλα κακά; Ἀπόφραξον τοὺς ὀχετοὺς τῶν ἀμαρῶν, καὶ ὄψει λοιμὸν εὐθέως τικτόμενον. Εἶτα ἡ μὲν ἔξωθεν προσπεσοῦσα δυσωδία λοιμὸν τίκτει, ἡ δὲ ἔνδον οὖσα, καὶ πάντοθεν ἐμπεφραγμένη τῷ στεγανῷ τοῦ σώματος, καὶ μὴ ἔχουσα πόθεν διαφορηθῇ, μυρίας οὐκ ἐργάζεται νόσους καὶ τῷ σώματι καὶ τῇ ψυχῇ; Καὶ τὸ δεινὸν, ὅτι πρὸς μὲν τὸν Θεὸν πολλοὶ δυσχεραίνουσι, Τί ποτε τοῦτό ἐστι; λέγοντες· κόπρον βαστάζειν ἡμᾶς ἐνομοθέτησεν· αὐτοὶ δὲ τὴν κόπρον αὔξουσι. Διὰ τοῦτο ὁ Θεὸς ἐνομοθέτησεν, ἵνα κἂν οὕτω τῆς τρυφῆς ἀπαλλάξῃ, ἵνα κἂν οὕτω πείσῃ μὴ προσηλῶσθαι τοῖς βιωτικοῖς. Σὺ δὲ οὐδὲ οὕτως ἀνέχῃ παύσασθαι τῆς τρυφῆς, ἀλλὰ μέχρι τοῦ φάρυγγος, μέχρι τοῦ καιροῦ τῆς τραπέζης, μᾶλλον δὲ οὐδὲ μέχρι τότε τῆς ἡδονῆς παραμενούσης, ἐπιμένεις τῇ τρυφῇ. Ἢ οὐχ ἅμα μὲν παρέδραμε τὴν γλῶτταν καὶ τὸν αὐχένα, καὶ ἔσβεσται τὰ τῆς ἡδονῆς; Ἡ γὰρ αἴσθησις ἐν τῇ γεύσει, μετὰ δὲ ταῦτα οὐκέτι, ἀλλὰ πολλὴ ἡ ἀηδία, ἢ μὴ κατεργαζομένου τοῦ στομάχου, ἢ μετὰ πολλῆς τῆς δυσκολίας τοῦτο ποιοῦντος. Εἰκότως ἄρα ἔλεγεν, Ἡ σπαταλῶσα, ζῶσα τέθνηκεν. Οὐδὲν γὰρ οὐκ ἔστιν οὔτε ἀκοῦσαι, οὔτε εἰπεῖν τὴν σπαταλῶσαν ψυχήν· μαλακὴ γίνεται, ἀγεννὴς, ἄνανδρος, ἀνελευθέρα, δειλὴ, θρασύτητος, κολακείας, ἀμαθίας πλήρης, θυμοῦ, ἀκροχολίας, πάντων τῶν κακῶν μεστὴ, τῶν δὲ ἐναντίων ἀγαθῶν ἔρημος. Διὰ τοῦτό φησι· Καὶ ταῦτα παράγγελλε, ἵνα ἀνεπίληπτοι ὦσιν. Ὁρᾷς ὅτι νομοθεσίας τὸ πρᾶγμά ἐστιν; Οὐ τῇ προαιρέσει ἐπιτρέπει αὐτό· παράγγελλε, φησὶ, μὴ τρυφᾷν, ὡς ὡμολογημένου ὄντος κακοῦ, ὡς οὐκ ἐνὸν οὐδὲ ἐγχωροῦν τὸν τρυφῶντα μυστηρίων μετέχειν. Καὶ ταῦτα παράγγελλε, ἵνα ἀνεπίληπτοι ὦσι, φησίν. Ὁρᾷς ὅτι ἐν τοῖς ἁμαρτήμασι κεῖται τὸ πρᾶγμα; Τὸ γὰρ ἐν τῇ προαιρέσει ὂν, κἂν μὴ πραχθῇ, οὐδὲν κωλύει ἀνεπίληπτον εἶναι. Οὐκοῦν τῷ Παύλῳ πειθόμενοικαὶ ἡμεῖς παραγγέλλωμεν τὰς σπαταλώσας τῶν χηρῶν ἐκτὸς εἶναι τοῦ καταλόγου τῶν χηρῶν. Εἰ γὰρ στρατιώτης λουτροῖς καὶ θεάτροις προσανέχων καὶ πραγματείαις, καθάπερ τις λειποτάκτης κρίνεται, πολλῷ μᾶλλον αἱ χῆραι. Μὴ ζητῶμεν ἐνταῦθα τὴν ἄνεσιν, ἵνα ἐκεῖ αὐτὴν εὕρωμεν· μὴ σπαταλῶμεν ἐνταῦθα, ἵνα ἐκεῖ σπαταλήσωμεν τὴν ὄντως σπατάλην, τὴν ὄντως τρυφὴν, τὴν οὐδὲν τίκτουσαν κακὸν, τὴν μυρία ἀγαθὰ ἔχουσαν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, ἐν Ἰησοῦ Χριστῷ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.