Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In epistulam i ad Timotheum
John ChrysostomTimo 15 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
15.0.1
Νεωτέρας δὲ χήρας παραιτοῦ· ὅταν γὰρ καταστρηνιάσωσι τοῦ Χριστοῦ, γαμεῖν θέλουσιν, ἔχουσαι κρῖμα, ὅτι τὴν πρώτην πίστιν ἠθέτησαν. Ἅμα δὲ καὶ ἀργαὶ μανθάνουσι περιερχόμεναι τὰς οἰκίας· οὐ μόνον δὲ ἀργαὶ, ἀλλὰ καὶ φλύαροι καὶ περίεργοι, λαλοῦσαι τὰ μὴ δέοντα. Βούλομαι οὖν νεωτέρας χήρας γαμεῖν, οἰκοδεσποτεῖν, μηδεμίαν ἀφορμὴν διδόναι τῷ ἀντικειμένῳ λοιδορίας χάριν. Ἤδη γάρ τινες ἐξετράπησαν ὀπίσω τοῦ Σατανᾶ.
15.1.1
Πολὺν ὑπὲρ τῶν χηρῶν ὁ Παῦλος ποιησάμενος λόγον, καὶ χρόνον αὐτῶν διορίσας τῷ λέγειν, Χήρα καταλεγέσθω μὴ ἔλαττον ἐτῶν ἑξήκοντα γεγονυῖα, καὶ τὴν ποιότητα διδάξας τῆς χήρας τῷ εἰπεῖν, Εἰ ἐτεκνοτρόφησεν, εἰ ἐξενοδόχησεν, εἰ ἁγίων πόδας ἔνιψε. πάλιν ἐνταῦθά φησι· Νεωτέρας δὲ χήρας παραιτοῦ. Περὶ δὲ τῶν παρθένων, καίτοι γε πολὺ φορτικωτέρου τοῦ πράγματος ὄντος, οὐδὲν τοιοῦτον αἰνίττεται· εἰκότως. Διὰ τί; Ὅτι ἐπὶ μείζοσιν ἀπεγράψαντο, καὶ ἀπὸ μείζονος τῆς διανοίας ἐκεῖ τὸ ἔργον προέβη τοῦτο. Τὸ μὲν οὖν, Εἰ ἐξενοδόχησεν, εἰ ἁγίων πόδας ἔνιψε, καὶ πάντα τὰ τοιαῦτα, διὰ τοῦ εὐπροσέδρου παρέσησε, καὶ τοῦ λέγειν, Ἡ δὲ ἄγαμος μεριμνᾷ τὰ τοῦ Κυρίου. Εἰ δὲ χρόνων ἕνεκεν οὐδὲν ἀκριβολογεῖται, μὴ θαυμάσῃς· μάλιστα μὲν γὰρ ἀπὸ τούτου κἀκεῖνο δῆλον. Ἄλλως δὲ εἶπον, ὅτι ἀπὸ μείζονος διανοίας ἐκεῖναι τὴν παρθενίαν εἵλοντο. Πρὸς δὲ τούτοις, ἐνταῦθα ἤδη πτώματα γέγονε, καὶ αὗται παρεῖχον τὴν ἀφορμὴν τῆς τοιαύτης νομοθεσίας· ἐκεῖ δὲ τοιοῦτον οὐδὲν ἦν. Ὅτι γὰρ ἐξέπεσόν τινες ἤδη, ἀπὸ τούτου δῆλον, ἀπὸ τοῦ λέγειν, Ὅταν γὰρ καταστρηνιάσωσι τοῦ Χριστοῦ, γαμεῖν θέλουσι· καὶ πάλιν, Ἤδη γὰρ ἐξετράπησάν τινες ὀπίσω τοῦ Σατανᾶ. Νεωτέρας δὲ χήρας παραιτοῦ. Διὰ τί; Ὅταν γὰρ καταστρηνιάσωσι τοῦ Χριστοῦ, γαμεῖν θέλουσι. Τί ἐστιν, Ὅταν καταστρηνιάσωσιν; Ὅταν ἀκκισθῶσιν, ὅταν θρύπτωνται· καθάπερ ὅταν ἐπὶ ἀνδρός τις ἐπιεικοῦς λέγῃ· Ἄφες αὐτὴν, ὅτι ἑτέρου γέγονε. Δείκνυσι τοίνυν ὅτι καὶ τὴν χηρείαν ἁπλῶς εἵλοντο, οὐ κρίνασαι. Ἄρα καὶ ἡ χήρα τῷ Χριστῷ ἁρμόζεται ἐν τῇ χηρείᾳ· ἐγὼ γὰρ, φησὶ, προστάτης τῶν χηρῶν, καὶ πατὴρ τῶν ὀρφανῶν. Δείκνυσιν ὅτι οὐδὲ τὴν χηρείαν ὀρθῶς αἱροῦνται, ἀλλὰ καταστρηνιῶσιν· ἀλλ' ὅμως φέρει. Καὶ μὴν ἀλλαχοῦ φησιν· Ἡρμοσάμην ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ. Ὅταν ὀνομασθῶσιν αὐτῷ, φησὶ, Γαμεῖν θέλουσιν, ἔχουσαι κρῖμα, ὅτι τὴν πρώτην πίστιν ἠθέτησαν. Πίστιν τὴν συνθήκην λέγει, τὴν ἀλήθειαν· ὡσεὶ ἔλεγεν· Ἐψεύσαντο αὐτὸν, παρέβησαν τὰς συνθήκας. Ἅμα δὲ καὶ ἀργαὶ μανθάνουσιν. Οὐκ ἄρα ἀνδράσι μόνον ἐπιτάττει τὸ ἐργάζεσθαι, ἀλλὰ καὶ γυναιξί· πᾶσαν γὰρ τὴν κακίαν ἐδίδαξεν ἡ ἀργία. Οὐ τούτῳ, φησὶ, τῷ κρίματι μόνον εἰσὶν ὑπεύθυνοι, ἀλλὰ καὶ ἑτέροις ἁρματήμασιν. Εἰ ἄρα ἀνάρμοστον γυναικὶ τὸ περιιέναι τὰς οἰκίας, πολλῷ μᾶλλον παρθένῳ. Οὐ μόνον δὲ, φησὶν, ἀργαὶ μανθάνουσιν, ἀλλὰ καὶ φλύαροι καὶ περίεργοι, λαλοῦσαι τὰ μὴ δέοντα. Βούλομαι οὖν νεωτέρας χήρας γαμεῖν, τεκνογονεῖν, οἰκοδεσποτεῖν. Τί οὖν συμβαίνει ὅταν καὶ ἡ τοῦ ἀνδρὸς μέριμνα ἀποστῇ, καὶ ἡ τοῦ Θεοῦ μὴ κατέχῃ; Εἰκότως ἀργαὶ, λάλοι, περίεργοι γίνονται. Ὁ γὰρ τὰ ἑαυτοῦ μὴ μεριμνῶν, τὰ ἑτέρου μεριμνήσει πάντως· ὥσπερ ὁ τὰ ἑαυτοῦ φροντίζων, τῶν ἑτέρων οὐδένα ποιήσεται λόγον, οὐδεμίαν ἕξει φροντίδα. Λαλοῦσαι τὰ μὴ δέοντα. Οὐδὲν οὕτως ἀνάρμοστον γυναικὶ, ὡς τὸ τὰ ἑτέρων περιεργάζεσθαι μάλιστα, οὐ μόνον δὲ γυναικὶ, ἀλλὰ καὶ ἀνδρί· ἀναισχυντίας γὰρ καὶ ἰταμότητος τεκμήριον τοῦτο μέγιστον. Βούλομαι οὖν. Ἐπειδὴ αὗται βούλονται, βούλομαι κἀγὼ νεωτέρας χήρας γαμεῖν, τεκνογονεῖν, οἰκοδεσποτεῖν, οἰκουρεῖν· πολλῷ γὰρ τοῦ ποιεῖν ἐκεῖνα τοῦτο βέλτιον. Ἔδει μὲν οὖν τὰ τοῦ Θεοῦ μεριμνᾷν, ἔδει τὴν πίστιν φυλάττειν· ἐπειδὴ δὲ ἐκεῖνα οὐ γίνεται, βέλτιον ταῦτα γενέσθαι, ἢ ἐκεῖνα· οὔτε γὰρ ὁ Θεὸς ἀθετεῖται, οὔτε αὗται ταῦτα μανθάνουσι. Ἀπὸ μὲν γὰρ τῆς χηρείας ἐκείνης οὐδὲν χρηστὸν ἔσται· ἀπὸ δὲ τοῦ γάμου τούτου πολλὰ ἀγαθά· ἐντεῦθεν τὸ κεχηνὸς καὶ ῥᾴθυμον τῆς διανοίας αὐτῆς ἐπιστρέψαι δυνήσεται. Καὶ τίνος ἕνεκεν, φησὶν, οὐκ εἶπεν, Ἐπειδὴ χῆραι ἐξέπεσον, πολλῆς αὐτὰς ἐπιμελείας δεῖ ἀπολαύειν, ὥστε μὴ παθεῖν ἅπερ εἶπον, ἀλλ' ἐπέταξε γάμον; Ὅτι οὐ κεκώλυται, ὅτι ἐν ἀσφαλείᾳ καθίστησι· διὸ καὶ ἐπάγει· Μηδεμίαν διδόναι ἀφορμὴν τῷ ἀντικειμένῳ λοιδορίας χάριν, μηδὲ λαβήν τινα. Ἤδη γάρ τινες ἐξετράπησαν ὀπίσω τοῦ Σατανᾶ. Κωλύει τοίνυν τὰς χήρας τὰς τοιαύτας, οὐ βουλόμενος μὴ εἶναι χήρας νεωτέρας, ἀλλὰ μὴ βουλόμενος μοιχαλίδας εἶναι, μὴ βουλόμενος ἀργὰς εἶναι καὶ περιέργους, λαλούσας τὰ μὴ δέοντα, μὴ βουλόμενος τὸν διάβολον ἀφορμὴν λαμβάνειν· ὡς εἰ μὴ τοιοῦτον ἐγίνετο, οὐκ ἂν ἐκώλυσεν. Εἰ δέ τις πιστὸς ἢ πιστὴ ἔχει χήρας, ἐπαρκείτω αὐταῖς, καὶ μὴ βαρείσθω ἡ Ἐκκλησία, ἵνα ταῖς ὄντως χήραις ἐπαρκῇ. Ὁρᾷς πῶς πάλιν ὄντως χήρας λέγει ἐκείνας τὰς μεμονωμένας, τὰς οὐδαμόθεν ἐχούσας παραμυθίαν; Οὕτω γὰρ βέλτιον ἦν. Δύο γὰρ ἐγίνετο τὰ μέγιστα, καὶ ἐκεῖναι ἀφορμὴν ἐλάμβανον τοῦ εὖ ποιεῖν, καὶ αὗται διετρέφοντο καλῶς, καὶ ἡ Ἐκκλησία οὐκ ἐβαρεῖτο. Καλῶς προσέθηκεν, Εἴ τις πιστός· παρὰ γὰρ τῶν ἀπίστων οὐκ ἔδει τὰς πιστὰς τρέφεσθαι, ἵνα μὴ δόξωσι δεῖσθαι αὐτῶν. Καὶ ὅρα πῶς παραμυθητικῶς· Οὐκ εἶπε, Πολυτέλειάν τινα χορηγείτω, ἀλλ', Ἐπαρκείτω αὐταῖς. Ἵνα ἡ Ἐκκλησία, φησὶ, ταῖς ὄντως χήραις ἐπαρκῇ. Ἄρα καὶ ταύτης τὸν μισθὸν αὕτη ἔχει τῆς βοηθείας· ἡ γὰρ βοηθοῦσα ταύτῃ, οὐ ταύτῃ βοηθεῖ μόνον, ἀλλὰ καὶ ἐκείναις, μετ' εὐρυχωρίας ἀφεῖσα αὐτὰς τρέφεσθαι. Βούλομαι νεωτέρας, τί; τρυφᾷν; ἀλλὰ σπαταλᾷν; οὐδὲν τοιοῦτον, ἀλλὰ, Γαμεῖν, τεκνογονεῖν, οἰκοδεσποτεῖν. Ἵνα γὰρ μὴ νομίσῃς αὐτὸν εἰς τρυφὴναὐτὰς προτρέπειν, ἐπήγαγε· Μηδεμίαν διδόναι ἀφορμὴν τῷ ἀντικειμένῳ λοιδορίας χάριν. Ἔδει μὲν γὰρ αὐτὰς εἶναι ἀνωτέρας τῶν βιωτικῶν· ἐπειδὴ δὲ κατώτεραι γεγόνασι, κἂν ἐν αὐτοῖς στηκέτωσαν. Οἱ καλῶς προεστῶτες πρεσβύτεροι, διπλῆς τιμῆς ἀξιούσθωσαν, μάλιστα οἱ κοπιῶντες ἐν λόγῳ καὶ διδασκαλίᾳ. Λέγει γὰρ ἡ Γραφή· Βοῦν ἀλοῶντα οὐ φιμώσεις· καὶ, Ἄξιος ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ.
15.2.1
Τιμὴν ἐνταῦθα τὴν θεραπείαν λέγει, τὴν τῶν ἀναγκαίων χορηγίαν. Τὸ γὰρ ἐπαγαγεῖν, Οὐ φιμώσεις βοῦν ἀλοῶντα, καὶ, Ἄξιος ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ, τοῦτο δηλοῖ. Ἄρα καὶ ὅταν λέγῃ, Χήρας τίμα, τοῦτο λέγει περὶ τῆς τῶν ἀναγκαίων τροφῆς, Ἵνα ταῖς ὄντως χήραις ἐπαρκέσῃ, φησί· καὶ πάλιν, Τίμα τὰς ὄντως χήρας· τουτέστι, τὰς ἐν πενίᾳ· ὅσῳ γὰρ ἄν τις ἐν πενίᾳ ᾖ, τοσούτῳ μᾶλλόν ἐστι χήρα. Τίθησι τὸ τοῦ νόμου, τίθησι τὸ τοῦ Χριστοῦ, ἀμφότερα συμφωνοῦντα. Ὁ μὲν γὰρ νόμος φησὶν, Οὐ φιμώσεις βοῦν ἀλοῶντα. Ὁρᾷς πῶς βούλεται κάμνειν τὸν διδάσκαλον; Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν, ἄλλος πόνος τοιοῦτος, ὡς ὁ ἐκείνου. Ἀλλ' ἐκεῖνο μὲν τοῦ νόμου· πῶς δὲ καὶ τὸ τοῦ Χριστοῦ τίθησιν; Ἄξιος γὰρ, φησὶν, ὁ ἐργάτης τοῦ μισθοῦ αὑτοῦ. Μὴ τῷ μισθῷ τοίνυν προσέχωμεν μόνῳ, ἀλλὰ καὶ πῶς προσέταξε· φησὶ γὰρ, Ἄξιος ὁ ἐργάτης τῆς τροφῆς αὑτοῦ ἐστιν. Ὥστε εἴ τις τρυφᾷ καὶ ἀνίεται, οὐκ ἔστιν ἄξιος· εἰ μή τίς ἐστι βοῦς ἀλοῶν, καὶ πρὸς πνῖγος καὶ πρὸς ἀκάνθας τὸ ζεῦγος ἀνέχων ἕλκει, καὶ οὐ πρότερον ἀφίσταται, ἕως ταῖς ἀποθήκαις τοὺς καρποὺς εἰσκομίσει, οὐκ ἔστιν ἄξιος. Ἄρα δεῖ μετὰ ἀφθονίας ἐπιῤῥέειν τοῖς διδασκάλοις τὴν τῶν ἀναγκαίων χορηγίαν, ἵνα μὴ κάμνωσι μήτε ἐκλύωνται, μηδὲ περὶ τὰ μικρὰ σχολάζοντες τῶν μεγάλων ἀποστερῶσιν ἑαυτούς· ἵνα τὰ πνευματικὰ ἐργάζωνται, μηδένα τῶν βιωτικῶν ποιούμενοι λόγον. Τοιοῦτοι ἦσαν οἱ Λευῗται· οὐδὲν αὐτοῖς ἔμελε τῶν βιωτικῶν, ὅτι τοῖς λαϊκοῖς ἔμελε τῆς αὐτῶν προνοίας, καὶ νόμῳ ἐτέτακτο τὰ τῶν προσόδων, οἷον αἱ δεκάται, τὰ ἀπὸ τῶν χρυσίων, αἱ ἀπαρχαὶ, αἱ εὐχαὶ, καὶ πολλὰ ἕτερα. Ἀλλ' ἐκείνοις μὲν εἰκότως ταῦτα ἐνομοθέτει, ἅτε τὰ παρόντα ζητοῦσιν· ἐγὼ δὲ πλέον οὐδὲν λέγω τοῦ δεῖν τοὺς προεστῶτας ἔχειν τροφὰς καὶ σκεπάσματα, ἵνα μὴ περιέλκωνται εἰς ταῦτα. Τί δέ ἐστι, Διπλῆς τιμῆς; Διπλῆς τῆς πρὸς τὰς χήρας, ἢ τῆς πρὸς τοὺς διακόνους, ἢ ἁπλῶς διπλῆς τιμῆς πολλῆς φησι. Μὴ τοῦτο τοίνυν μόνον σκοπῶμεν, ὅτι διπλῆς αὐτοὺς τιμῆς ἠξίωσεν, ἀλλ' ὅτι προσέθηκε, Τοὺς καλῶς προεστῶτας. Τί δέ ἐστι, Καλῶς προεστῶτας; Ἀκούσωμεν τοῦ Χριστοῦ λέγοντος· Ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὑτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων. Ἄρα τοῦτό ἐστι καλῶς προεστάναι, μηδενὸς φείδεσθαι τῆς ἐκείνων κηδεμονίας ἕνεκεν. Μάλιστα, φησὶν οἱ κοπιῶντες ἐν λόγῳ καὶ διδασκαλίᾳ. Ποῦ νῦν εἰσιν οἱ λέγοντες μὴ δεῖν λόγου, μηδὲ διδασκαλίας; ὅπου γε καὶ Τιμοθέῳ τοσαῦτα παραινεῖ λέγων, Ταῦτα μελέτα, ἐν τούτοις ἴσθι· καὶ πάλιν, Πρόσεχε τῇ ἀναγνώσει, τῇ παρακλήσει· τοῦτο γὰρ ποιῶν καὶ σεαυτὸν σώσεις καὶ τοὺς ἀκούοντας. Καὶ τούτους μάλιστα πάντων τῶν ἄλλων τιμᾶσθαι βούλεται· καὶ τὴν αἰτίαν τίθησιν, ὅτι πολὺν πόνον ὑπομένουσι, φησίν. Εἰκότως. Ὅταν γὰρ ὁ μὲν ἕτερος μήτε ἀγρυπνῇ, μήτε φροντίζῃ, ἀλλὰ ἁπλῶς συνεδρεύῃ ἐν ἀδείᾳ καὶ ἀμεριμνίᾳ, ἐκεῖνος δὲ κόπτηται φροντίζων, μελετῶν, καὶ μάλιστα, ὅταν ἄπειρος ᾖ καὶ λόγων τῶν ἔξωθεν, πῶς οὐ δεῖ μάλιστα τιμῆς ἀπολαύειν καὶ πρὸ τῶν ἄλλων ἁπάντων αὐτὸν εἰς τοσούτους πόνους ἑαυτὸν ἀφιέντα; Μυρίαις γὰρ γλώσσαις ἐστὶν ὑπεύθυνος· ὁ δεῖνα ἐμέμψατο, ἕτερος ἐπῄνεσεν, ἄλλος ἔσκωψεν, ἄλλος διέβαλε τὴν μνήμην καὶ τὴν σύνθεσιν· καὶ δεῖ αὐτῷ πολλῆς ἰσχύος, ὥστε ταῦτα φέρειν. Μέγα γὰρ τοῦτο, μέγα πρὸς Ἐκκλησίας οἰκοδομὴν, καὶ πολὺ συντελεῖ τὸ διδακτικοὺς εἶναι τοὺς προεστῶτας· κἂν τοῦτο μὴ παρῇ, πολλὰ τῶν ἐν ταῖς Ἐκκλησίαις οἴχεται. Διὰ τοῦτο μετὰ τῶν ἄλλων, μετὰ τοῦ φιλοξένου καὶ τοῦ ἐπιεικοῦς, μετὰ τοῦ ἀλήπτου, καὶ τοῦτο ἀριθμεῖ λέγων, διδακτικόν. Ἐπεὶ διὰ τί διδάσκαλος λέγεται; Ναὶ, φησὶν, ἵνα τῷ βίῳ διδάσκῃ φιλοσοφίαν. Ὥστε ταῦτα περιττὰ, καὶ οὐ δεῖ τῆς ἀπὸ τῶν λόγων διδασκαλίας εἰς προκοπήν. Καὶ πῶς ὁ Παῦλός φησι, Μάλιστα οἱ κοπιῶντες ἐν λόγῳ καὶ διδασκαλίᾳ; ὅταν γὰρ περὶ δογμάτων ᾖ λόγος, ποῖος βίος ἐνταῦθα ἰσχὺν ἔχει; Τίνα λόγον δέ φησιν; Οὐ τὸν κομπώδη, οὐδὲ τὸν τὴν κομψείαν ἔχοντα τὴν ἔξωθεν, ἀλλὰ τὸν ἰσχὺν πολλὴν κεκτημένον τοῦ πνεύματος, τὸν συνέσεως γέμοντα καὶ φρονήσεως. Οὐ κατασκευῆς οὖν αὐτῷ καὶ φράσεως δεῖ, ἀλλὰ νοημάτων, οὐδὲ συνθήκης, ἀλλὰ φρενῶν. Κατὰ πρεσβυτέρου κατηγορίαν μὴ παραδέχου, ἐκτὸς εἰ μὴ ἐπὶ δύο ἢ τριῶν μαρτύρων. Κατὰ γὰρ νεωτέρου δεῖ ἐκτὸς μαρτύρων κατηγορίαν δέχεσθαι; κατὰ δὲ ὅλως τινὸς, καὶ οὐχὶ μετὰ ἀκριβείας πάντοτε δεῖ τὰς κρίσεις ποιεῖσθαι; Τί οὖν ἐστιν ὃ λέγει; Οὐδὲ ἐπὶ ἄλλων, φησὶ, μάλιστα δὲ κατὰ πρεσβυτέρου. Πρεσβύτερον γὰρ ἐνταῦθά φησιν, οὐχὶ τὸ ἀξίωμα, ἀλλὰ τὴν ἡλικίαν, ἐπειδήπερ εὐκολώτερον ἁμαρτάνουσιν οἱ νέοι τῶν πρεσβυτέρων. Δῆλον δέ ἐστιν ἐντεῦθεν, ὅτι Ἐκκλησίαν λοιπὸν ἦν ἐμπεπιστευμένος ὁ Τιμόθεος, ἢ καὶ ἔθνος ὁλόκληρον τὸ τῆς Ἀσίας· διὸ καὶ περὶ πρεσβυτέρων αὐτῷ διαλέγεται. Τοὺς ἁμαρτάνοντας ἐνώπιον πάντων ἔλεγχε, ἵνα καὶ οἱ λοιποὶ φόβον ἔχωσι. Τουτέστι, Μὴ ταχέως ἔκκοπτε, ἀλλὰ μετὰ πολλῆς τῆς ἀκριβείας ἅπαντα περιεργάζου· ὅταν μέντοι μάθῃς σαφῶς, σφοδρῶς ἐπέξιθι, ἵνα οἱ ἄλλοι σωφρονισθῶσιν. Ὥσπερ γὰρ τὸ ἁπλῶς κατακρίνειν βλαβερὸν, οὕτω τὸ μὴ ἐπεξιέναι τοῖς φανεροῖς ἁμαρτήμασιν, ὁδόν ἐστι δοῦναι τοῖς ἄλλοις τοῦ τὰ αὐτὰ ποιεῖν καὶ τολμᾷν. Ἔλεγχε δὲ, εἶπε, δηλῶν ὅτι οὐχ ἁπλῶς, ἀλλὰ μετὰ ἀποτομίας· οὕτω γὰρ καὶ οἱ λοιποὶ φόβον ἕξουσι. Πῶς οὖν φησιν ὁ Χριστὸς, Ὕπαγε, ἔλεγξον αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ μόνου, ἐὰν εἰς σὲ ἁμάρτῃ; Πλὴν κἀκεῖνον συγχωρεῖ ἐν τῇ ἐκκλησίᾳ ἐλέγχεσθαι.
15.3.1
Τί οὖν; οὐχὶ σκανδαλίζει μᾶλλον τὸ ἐνώπιον πάντων ἐλέγχεσθαι; Πῶς; Ὅταν γὰρ τὸ ἁμάρτημα ὦσιν εἰδότες, τὴν δὲ κόλασιν οὐκέτι, μᾶλλον σκανδαλίζονται. Ὥσπερ γὰρ ἀτιμωρήτων μενόντων τῶν ἁμαρτανόντων, πολλοὶ οἱ πλημμελοῦντες· οὕτω κολαζομένων, πολλοὶ οἱ κατορθοῦντές εἰσιν. Οὕτω καὶ ὁ Θεὸς ἐποίησε· τὸν Φαραὼ εἰς μέσον ἀγαγὼν ἐκόλασε, καὶ τὸν Ναβουχοδονόσορ, καὶ πολλοὺς ἑτέρους καὶ κατὰ πόλιν, καὶ κατὰ ἄνθρωπον ὁρῶμεν δίκην δεδωκότας. Ἄρα βούλεται πάντας φόβον ἔχειν παρὰ τοῦ ἐπισκόπου, καὶ πᾶσιν αὐτὸν ἐφίστησιν. Ἐπειδὴ γὰρ πολλὰ ἀπὸ ὑπονοίας κρίνεται, δεῖ, φησὶν, εἶναι τοὺς μαρτυροῦντας, καὶ διελέγχοντας αὐτὸν κατὰ τὸν παλαιὸν νόμον. Ἐπὶ γὰρ δύο ἢ τριῶν μαρτύρων σταθήσεται πᾶν ῥῆμα. Κατὰ πρεσβυτέρου, φησὶ, κατηγορίαν μὴ παραδέχου. Οὐκ εἶπε, μὴ κατακρίνῃς, ἀλλὰ, μηδὲ δέξῃ κατηγορίαν, μηδὲ ὅλως εἰς κρίσιν καταθῇς. Τί οὖν, ἂν καὶ οἱ δύο ψεύδωνται; Τοῦτο σπανιάκις συμβαίνει· ἔνι δὲ ἀπὸ τῆς κρίσεως ἐξεταζόμενον καὶ τοῦτο γενέσθαι δῆλον. Τὰ γὰρ ἁμαρτήματα ἀγαπητὸν καὶ δύο μάρτυρας ἔχειν, διὰ τὸ λάθρα γίνεσθαι καὶ κεκρυμμένως· ὥστε πολλῆς δοκιμασίας σημεῖον τοῦτο. Τί οὖν, ἂν μὲν ὡμολογημένα ᾖ τὰ ἁμαρτήματα, μάρτυρας δὲ μὴ ἔχῃ, ἀλλὰ πονηρὰν ὑπόνοιαν; Εἶπον ἄνω, φησὶ, Δεῖ δὲ αὐτὸν καὶ μαρτυρίαν καλὴν ἔχειν ἀπὸ τῶν ἔξωθεν. Μετὰ φόβου τοίνυν ἀγαπῶμεν τὸν Θεόν· δικαίῳ μὲν γὰρ νόμος οὐ κεῖται· οἱ δὲ πολλοὶ καὶ τὴν ἀρετὴν ἀνάγκῃ μετερχόμενοι, καὶ οὐ προθέσει, μεγάλα ἀπὸ τοῦ φόβου καρποῦνται, πολλάκις τὰς ἐπιθυμίας ἐκκόπτοντες τὰς ἑαυτῶν. Διὰ τοῦτο περὶ γεέννης ἀκούωμεν, ἵνα πολύ τι καρπωσώμεθα ἀπὸ τῆς ἀπειλῆς καὶ τοῦ φόβου τούτου. Εἰ γὰρ μέλλων ἐμβάλλειν εἰς αὐτὴν τοὺς ἁμαρτάνοντας, μὴ προεῖπε ταύτης τὴν ἀπειλὴν, πολλοὶ ἐνέπεσον ἂν εἰς αὐτήν. Εἰ γὰρ νῦν τοῦ φόβου κατασείοντος ἡμῶν τὰς ψυχὰς, εἰσί τινες οἱ οὕτω ῥᾳδίως ἁμαρτάνοντες, ὡς οὐδὲ οὔσης αὐτῆς· εἰ μηδὲν τούτων εἴρητο μήτε ἠπείλητο, τί οὐκ ἂν εἰργασάμεθα δεινόν; Ὥστε, ἅπερ ἀεί φημι, τῆς βασιλείας οὐχ ἧττον ἡ γέεννα τοῦ Θεοῦ τὴν κηδεμονίαν δείκνυσιν. Ἡ γέεννα γὰρ τῇ βασιλείᾳ συμπράττει, τοὺς ἀνθρώπους τῷ φόβῳ ὠθοῦσα πρὸς αὐτήν. Μὴ οὖν ἀπηνείας μηδὲ ὠμότητος εἶναι τὸ πρᾶγμα νομίσωμεν, ἀλλὰ ἐλέου καὶ φιλανθρωπίας πολλῆς καὶ κηδεμονίας καὶ φίλτρου τοῦ περὶ ἡμᾶς. Εἰ μὴ ἠπειλήθη καταστροφὴ ἐπὶ Ἰωνᾶ, οὐκ ἂν ἐκωλύθη ἡ καταστροφή· εἰ μὴ εἶπεν, ὅτι Καταστραφήσεται Νινευῒ, οὐκ ἂν ἔστη Νινευΐ· εἰ μὴ ἠπειλήθη γέεννα, ἅπαντες ἂν εἰς γέενναν ἐνεπέσομεν· εἰ μὴ ἠπειλήθη πῦρ, οὐδεὶς ἂν διέφυγε τὸ πῦρ. Ἐναντία ὧν βούλεται πράττειν λέγει, ἵνα πράττῃ ἃ βούλεται. Οὐ βούλεται τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, καὶ λέγει τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ἵνα μὴ ἐμβάλῃ εἰς θάνατον· οὐκ εἶπε ῥήματι μόνον, ἀλλὰ καὶ τὸ ἔργον δείκνυσιν, ἵνα φεύγωμεν. Ἵνα δὲ μή τις νομίσῃ ἀπειλὴν εἶναι τὸ πρᾶγμα μόνον, ἀλλὰ καὶ ὄντως εἶναι, ἀπὸ τῶν ἐνταῦθα γεγονότων δῆλον τοῦτο ἐποίησεν. Ἢ οὐ δοκεῖ σοι τῆς γεέννης εἶναι σύμβολον ὁ κατακλυσμὸς, ὁ τῆς παντελοῦς πανωλεθρίας τοῦ ὑετοῦ τοῦ πυρός; Ὥσπερ γὰρ, φησὶν, ἐν ταῖς ἡμέραις Νῶε ἦσαν γαμοῦντες καὶ ἐκγαμίζοντες, οὕτω καὶ νῦν. Προεῖπε πρὸ πλείονος χρόνου τότε, καὶ νῦν προλέγει πρὸ ἐτῶν τετρακοσίων, ἢ καὶ πλειόνων, ἀλλ' οὐδεὶς ὁ προσέχων· πάντες μύθους τὸ πρᾶγμα εἶναι νομίζουσι, πάντες γέλωτα, οὐδένα φόβος ἔχει, οὐδεὶς δακρύει, οὐδεὶς πατάσσει τὸ στῆθος. Ὁ ποταμὸς τοῦ πυρὸς ἀναβράσσεται, ἡ φλὸξ ἐκκαίεται, καὶ ἡμεῖς γελῶμεν καὶ τρυφῶμεν καὶ ἁμαρτάνομεν ἀδεῶς. Οὐδεὶς εἰς νοῦν τὴν ἡμέραν ἐκείνην λαμβάνει ποτὲ, οὐδεὶς ἐννοεῖ, ὅ τι παρέρχεται τὰ παρόντα, ὅτι πρόσκαιρα ταῦτα, καίτοι τῶν πραγμάτων καθ' ἑκάστην ἡμέραν βοώντων, καὶ φωνὴν ἀφιέντων. Οἱ ἄωροι θάνατοι, αἱ τῶν πραγμάτων μεταβολαὶ, καὶ ζώντων ἡμῶν γινόμεναι, οὐ παιδεύουσιν ἡμᾶς, αἱἀῤῥωστίαι καὶ τὰ λοιπὰ νοσήματα. Οὐκ ἐν τοῖς ἡμετέροις δὲ σώμασι τὰς μεταβολὰς μόνον, ἀλλὰ καὶ ἐν αὐτοῖς τοῖς στοιχείοις ἴδοι τις ἄν· καὶ ἐν ταῖς ἡλικίαις δὲ καθ' ἑκάστην ἡμέραν τὸν θάνατον μελετῶμεν, καὶ ἐν πᾶσι τὸ ἄστατον πανταχοῦ διὰ τῶν πραγμάτων χαρακτηρίζεται. Οὐδέποτε χειμὼν ἔμεινεν, οὐδέποτε θέρος, οὐδὲ ἔαρ, οὐδὲ μετόπωρον, ἀλλὰ πάντα τρέχει καὶ ἀφίπταται καὶ ῥεῖ. Ἀλλὰ τί βούλει εἴπω τὰ ἄνθη, τὰ ἀξιώματα, τοὺς βασιλεῖς τοὺς νῦν ὄντας, καὶ αὔριον οὐκ ὄντας; ἀλλὰ τοὺς πλουτοῦντας; ἀλλὰ τὰ οἰκοδομήματα τὰ λαμπρά; ἀλλὰ νύκτα καὶ ἡμέραν; ἀλλὰ τὸν ἥλιον; ἀλλὰ τὴν σελήνην; οὐ φθίνει καὶ αὐτή; καὶ αὐτὸς δὲ ὁ ἥλιος οὐκ ἐκλείπει πολλάκις, οὐ σκοτίζεται, οὐ νέφος αὐτὸν κρύπτει; Μή τι τῶν ὁρωμένων παραμένει διαπαντός; Οὐδὲν, ἀλλ' ἡ ψυχὴ μόνη τῶν ἐν ἡμῖν, καὶ ταύτης ἀμελοῦμεν. Τῶν μὲν ἀλλοιουμένων, ὡς μενόντων πολλὴν ποιούμεθα πρόνοιαν· τῆς δὲ μενούσης, ἀεὶ ὡς παρερχομένης οὐδένα ἔχοντες λόγον. Ὁ δεῖνα μεγάλα δύναται; Ἀλλ' ἕως αὔριον, μετὰ δὲ ταῦτα ἀπολεῖται· καὶ δῆλον ἐκ τῶν μείζονα δυνηθέντων, καὶ νῦν οὐδαμοῦ φαινομένων. Σκηνή τίς ἐστιν ὁ βίος, καὶ ὄναρ. Καθάπερ γὰρ ἐπὶ τῆς σκηνῆς τοῦ σκήνους ἀρθέντος αἱ ποικιλίαι διαλύονται, καὶ τὰ ὀνείρατα τῆς ἀκτῖνος φανείσης πάντα ἀφίπταται· οὕτω καὶ νῦν τῆς συντελείας γενομένης, καὶ τῆς κοινῆς καὶ τῆς ἑνὸς ἑκάστου, πάντα λύεται καὶ ἀφανίζεται. Καὶ ξύλον μὲν, ὃ ἐφύτευσας, μένει, καὶ ἡ οἰκία, ἣν οἰκοδομεῖς, καὶ αὐτὴ μένει· ὁ δὲ τεχνίτης καὶ ὁ γεωργὸς ἀπάγονται καὶ διαφθείρονται. Καὶ τούτων γινομένων, οὐδὲ οὕτως ἐντρεπόμεθα, ἀλλ' ὡς ἀθάνατοι ταῦτα πάντα κατασκευάζομεν, τρυφῶντες καὶ σπαταλῶντες.
15.4.1
Ἄκουσον τί φησιν ὁ Σολομῶν, ὁ ἔργῳ πεῖραν λαβὼν τῶν παρόντων πραγμάτων· Ὠκοδόμησά μοι οἰκίας, φησὶν, ἐφύτευσα κήπους καὶ παραδείσους, ἀμπελῶνας καὶ κολυμβήθρας ὑδάτων, ἀργύριον καὶ χρυσίον ἐγένετό μοι, ἐποίησά μοι ᾄδοντας καὶ ᾀδούσας, ποίμνια καὶ βουκόλια. Οὐδεὶς γὰρ οὕτως ἐγένετο τρυφηλὸς, οὐδεὶς οὕτως ἔνδοξος, οὐδεὶς οὕτω σοφὸς, οὐδεὶς οὕτως ἄρχων, οὐδεὶς οὕτω κατὰ νοῦν πάντα εἶδεν αὐτῷ προκεχωρηκότα. Τί οὖν; Οὐδὲν τούτων ἀπώνατο· ἀλλὰ τί φησι μετὰ ταῦτα πάντα; Ματαιότης γὰρ, φησὶ, ματαιοτήτων, τὰ πάντα ματαιότης· οὐχ ἁπλῶς ματαιότης, ἀλλὰ καθ' ὑπερβολήν. Πεισθῶμεν αὐτῷ, παρακαλῶ, τῷ διὰ πείρας ἥκοντι· πεισθῶμεν αὐτῷ, καὶ ἐπιλαβώμεθα πραγμάτων, ἔνθα οὐκ ἔτι ματαιότης, ἔνθα ἀλήθεια, ἔνθα πάντα πάγια καὶ βέβαια, ἔνθα πάντα ἐπὶ τῆς πέτρας ᾠκοδόμηται, ἔνθα γῆρας οὐκ ἔνι, οὐδὲ πάροδος, ἔνθα πάντα ἀνθεῖ, ἔνθα πάντα ἀκμάζει, ἔνθα παλαιούμενον οὐδὲν, οὐδὲ γηράσκον, οὐδὲ ἐγγὺς ἀφανισμοῦ. Ποθήσωμεν, παρακαλῶ, γνησίως τὸν Θεὸν, μὴ φόβῳ γεέννης, ἀλλ' ἐπιθυμίᾳ βασιλείας. Τί γὰρ, εἰπέ μοι, τοῦ τὸν Χριστὸν ἰδεῖν ἴσον; Οὐδὲν οὐκ ἔστι. Τί δὲ τοῦ ἀπολαῦσαι τῶν ἀγαθῶν ἐκείνων ἴσον; Οὐκ ἔστιν οὐδέν· εἰκότως. Οὔτε γὰρ ὀφθαλμὸς εἶδε, οὔτε οὖς ἤκουσεν, οὔτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς, φησὶ, τοῖς ἀγαπῶσιν αὐτόν. Ἐκείνων ἐπιτυχεῖν σπουδάσωμεν, καταφρονήσωμεν τούτων. Οὐχὶ μυριάκις αὐτῶν κατηγοροῦμεν, ὅτι οὐδὲν ὁ βίος ὁ ἀνθρώπινος; Τί σπουδάζειςπερὶ τὸ μηδέν; τί πόνους ὑφίστασαι περὶ τὸ μηδέν; Ἀλλ' ὁρᾷς οἰκοδομὰς λαμπρὰς, καὶ τούτων ἀπατᾷ σε ἡ θέα; Ἀλλ' εὐθέως ἴδε εἰς τὸν οὐρανὸν, ἀνάβλεψον ἀπὸ τῶν λίθων καὶ κιόνων πρὸς ἐκεῖνο τὸ κάλλος, καὶ ὄψει ταῦτα ὅτι μυρμήκων καὶ κωνώπων ἐστὶν ἔργα. Ἐμφιλοσόφησον τῇ θέᾳ· ἄνιθι πρὸς τὰ ἐν τῷ οὐρανῷ· ἐκεῖθεν κατάμαθε τὰς λαμπρὰς οἰκοδομὰς, καὶ ὄψει οὐδὲν οὔσας, ἀλλὰ παίδων ἀθύρματα μικρῶν. Εἶδες πῶς λεπτότερος, πῶς κουφότερος, πῶς καθαρώτερος καὶ διαυγέστερος ὁ ἀὴρ, ὅσῳ ἂν ἀναβαίνῃς εἰς ὕψος; Ἐκεῖ οἱ τὴν ἐλεημοσύνην ἐργαζόμενοι τὰς οἰκίας ἔχουσι, τὰς σκηνάς. Ταῦτα ἐν τῇ ἀναστάσει καταλύεται, μᾶλλον δὲ πρὸ τῆς ἀναστάσεως χρόνος ἐπελθὼν διέφθειρε καὶ ἠφάνισε καὶ διέλυσε· καὶ πρὸ τοῦ χρόνου δὲ ἐν αὐτῇ πολλάκις τῇ ἀκμῇ καὶ τῇ ὥρᾳ ἢ σεισμὸς κατήνεγκεν, ἢ καὶ ἐμπρησμὸς τὸ πᾶν ἐλυμήνατο. Οὐ γὰρ δὴ ἐν ταῖς ἡλικίαις τῶν ἀνθρώπων, ἀλλὰ καὶ ἐν ταῖς οἰκοδομαῖς εἰσιν ἄωροι θάνατοι· καὶ πολλάκις τὰ μὲν σαθρὰ τῷ χρόνῳ γενόμενα, τῆς γῆς τιναχθείσης, ἔμεινεν ἀκλινῆ· τὰ δὲ ἀπαστράπτοντα, καὶ πεπηγότα, καὶ νεοκατασκεύαστα, ὑπὸ βροντῆς μόνης κατεσείσθη καὶ ἀπώλετο· καὶ τοῦτο τοῦ Θεοῦ οἰκονομοῦντος, οἶμαι, ἵνα μὴ μέγα φρονῶμεν ἐν ταῖς οἰκοδομαῖς. Βούλει καὶ ἑτέρως μὴ ἀθυμεῖν, ἐπὶ τὰ κοινὰ ἐλθὲ οἰκοδομήματα, ὧν ἴσον μετέχεις καὶ σύ. Οὐ γάρ ἐστιν, οὐκ ἔστιν οἰκία, κἂν σφόδρα ᾖ λαμπρὰ, τῶν δημοσίων οἰκοδομημάτων λαμπροτέρα. Ἐνδιάτριψον ὅσον χρόνον θέλεις ἐκεῖ· σά ἐστιν ἐκεῖνα, σά ἐστι μετὰ τῶν ἄλλων· κοινά ἐστι, καὶ οὐκ ἴδια. Ἀλλ' οὐ τέρπει ταῦτα, φησίν. Οὐ τέρπει, πρῶτον μὲν τῇ συνηθείᾳ, δεύτερον δὲ τῇ πλεονεξίᾳ. Ἄρα τὸ τερπνὸν ἡ πλεονεξία ἐστὶν, οὐχὶ τὸ κάλλος· ἄρα ἡ τέρψις ἡ πλεονεξία ἐστὶ, καὶ τὸ τὰ πάντων βούλεσθαι ἰδιοποιεῖσθαι. Μέχρι τίνος τούτοις προσηλώμεθα; μέχρι τίνος τῇ γῇ προσπεπήγαμεν, καὶ καθάπερ οἱ σκώληκες, περὶ τὸν βόρβορον ἐγκαλινδούμεθα; Τὸ σῶμα ἡμῖν ἔδωκεν ὁ Θεὸς ἀπὸ γῆς, ἵνα καὶ αὐτὸ εἰς οὐρανὸν ἀναγάγωμεν, οὐχ ἵνα δι' αὐτοῦ καὶ τὴν ψυχὴν εἰς γῆν κατασπῶμεν· γεῶδές ἐστιν, ἀλλ', ἐὰν θέλω, οὐράνιον γίνεται. Ὅρα πόσῃ τετίμηκεν ἡμᾶς τιμῇ, τοιοῦτον ἔργον ἐπιτρέψας ἡμῖν. Ἐποίησα, φησὶν, ἐγὼ γῆν καὶ οὐρανόν· δίδωμι καὶ σοὶ δημιουργίαν, ποίησον τὴν γῆν οὐρανόν· δύνασαι γάρ. Ὁ ποιῶν πάντα, καὶ μετασκευάζων αὐτὰ, περὶ τοῦ Θεοῦ εἴρηται. Ἀλλὰ ταύτην καὶ τοῖς ἀνθρώποις ἔδωκε τὴν ἐξουσίαν· καθάπερ τις πατὴρ φιλόστοργος ζωγραφῶν οὐκ αὐτὸς μόνος, ἀλλὰ καὶ τὸ παιδίον βούλεται ἄγειν εἰς τὴν ἴσην μάθησιν. Ἐποίησα, φησὶν, ἐγὼ σῶμα καλόν· δίδωμι σοὶ τοῦ κρείττονος τὴν δημιουργίαν· ποίησον σὺ ψυχὴν καλήν. Εἶπον ἐγὼ, Ἐξαγαγέτω ἡ γῆ βοτάνην χόρτου, καὶ πᾶν ξύλον κάρπιμον· εἰπὲ καὶ σὺ, Ἐξαγαγέτω ἡ γῆ αὕτη καρπὸν τὸν ἴδιον, καὶ ἐξελεύσεται ὃ ἐὰν θέλῃς ἐνεργῆσαι. Ποιῶ θέρος καὶ ὁμίχλην, στερεῶ βροντὴν, καὶ κτίζω πνεῦμα, ἔπλασα δράκοντα ἐμπαίζειν αὐτῷ, τουτέστι, τὸν διάβολον. Οὐδὲ σοὶ ταύτης ἐφθόνησα τῆς ἐξουσίας· ἔμπαιξον καὶ σὺ, εἰ θέλεις· δύνασαι γὰρ ὡς στρουθίον δῆσαι αὐτόν. Ἀνατέλλω τὸν ἥλιον ἐπὶ πονηροὺς καὶ ἀγαθούς· μίμησαι καὶ σὺ, μετάδος τῶν σῶν καὶ ἀγαθοῖς καὶ πονηροῖς. Ὑβριζόμενος φέρω καὶ εὐεργετῶ τοὺς ὑβρίζοντας· μίμησαι καὶ σύ· δύνασαι γάρ. Εὖ ποιῶ, οὐκ ἐπὶ ἀντιδόσει· μίμησαι καὶ σὺ, καὶ μὴ εὖ ποιήσῃς ἐπὶ ἀντιδόσει, μηδὲ ἐπὶ ἀμοιβῇ. Ἀνῆψα φωστῆρας εἰς τὸν οὐρανόν· ἄναψον καὶ σὺ τούτων λαμπροτέρους, δύνασαι γάρ· τοὺς ἐν πλάνῃ φώτισον· μείζων ἡ εὐεργεσία ἐκείνη τοῦ τὸν ἥλιον ὁρᾷν τὸ ἐμὲ ἐπιγινώσκειν. Ἄνθρωπον οὐ δύνασαι ποιῆσαι, ἀλλὰ δίκαιον δύνασαι ποιῆσαι καὶ εὐάρεστον τῷ Θεῷ. Ἐγὼ τὴν οὐσίαν εἰργασάμην· σὺ καλλώπισον τὴν προαίρεσιν. Ὅρα πῶς σε φιλῶ, καὶ ἐν τοῖς μείζοσί σοι ἔδωκα τὴν ἰσχύν. Ὁρᾶτε, ἀγαπητοὶ, πῶς τετιμήμεθα· καί τινες τῶν ἀλογίστων καὶ ἀγνωμόνων λέγουσι, Διὰ τί τῆς προαιρέσεώς ἐσμεν κύριοι; Ταῦτα πάντα ὅσα διήλθομεν, ἐν οἷς δυνάμεθα μιμεῖσθαι τὸν Θεὸν, εἰ μὴ προαίρεσις ἦν, οὐκ ἂν ἦν ἡμῖν δυνατὸν μιμήσασθαι. Ἄρχω, φησὶν, ἀγγέλων ἐγὼ, καὶ σὺ διὰ τῆς ἀπαρχῆς. Ἐπὶ θρόνου κάθημαι βασιλικοῦ· καὶ σὺ συγκάθησαι διὰ τῆς ἀπαρχῆς· Συνήγειρε, φησὶν, καὶ συνεκάθισεν ἡμᾶς ἐν δεξιᾷ τοῦ Πατρός. Προσκυνεῖ σε τὰ Χερουβὶμ καὶ τὰ Σεραφὶμ, πᾶσα ἡ ἀγγελικὴ δύναμις, ἀρχαὶ, ἐξουσίαι, θρόνοι, κυριότητες διὰ τῆς ἀπαρχῆς. Μὴ κατηγόρει τοῦ σώματος, ὃ τοσαύτης ἀπολαύει τιμῆς, ὃ τρέμουσι καὶ αἱ ἀσώματοι δυνάμεις. Ἀλλὰ τί εἴπω; οὐ τούτοις τὸ φίλτρον ἐπιδείκνυμαι μόνοις, ἀλλὰ καὶ οἷς ἔπαθον. Διὰ σὲ ἐνεπτύσθην, ἐῤῥαπίσθην, τὴν δόξαν ἐκένωσα, τὸν Πατέρα εἴασα, καὶ πρὸς σὲ ἦλθον τὸν μισοῦντά με καὶ ἀποστρεφόμενον, καὶ οὐδὲ ἀκοῦσαι βουλόμενον τὸ ὄνομά μου· κατεδίωξα καὶ ἐπέδραμον, ἵνα σε κατάσχω· ἥνωσά σε καὶ συνῆψα ἐμαυτῷ· Φάγε με, εἶπον, πίε με. Καὶ ἄνω σε ἔχω, καὶ κάτω συμπλέκομαί σοι. Οὐκ ἀρκεῖ σοι, ὅτι σου τὴν ἀπαρχὴν ἔχω ἄνω; οὐ παραμυθεῖται τοῦτο τὸν πόθον; καὶ κάτω πάλιν κατέβην, οὐχ ἁπλῶς μίγνυμαί σοι, ἀλλὰ συμπλέκομαι, τρώγομαι, λεπτύνομαι κατὰ μικρὸν, ἵνα πολλὴ ἡ ἀνάκρασις γένηται καὶ ἡ μίξις καὶ ἡ ἕνωσις. Τὰ γὰρ ἑνούμενα ἐν οἰκείοις ἕστηκεν ὅροις· ἐγὼ δὲ συνυφαίνομαί σοι. Οὐ βούλομαι λοιπὸν εἶναί τι μέσον· ἓν εἶναι βούλομαι τὰ ἀμφότερα. Ταῦτα οὖν εἰδότες, καὶ τὴν πολλὴν περὶ ἡμᾶς αὐτοῦ κηδεμονίαν, ἅπαντα πράττωμεν, ἅπερ ἂν ἡμᾶς μὴ ἀναξίους δύναται δεικνύναι τῶν μεγάλων αὐτοῦ δωρεῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Intertext edge

Open linked passage

Note