Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In epistulam i ad Timotheum
John ChrysostomTimo 17 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
17.0.1
62. 591 Ταῦτα δίδασκε καὶ παρακάλει. Εἴ τις ἑτεροδιδασκαλεῖ, καὶ μὴ προσέρχεται ὑγιαίνουσι λόγοις τοῖς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ τῇ κατ' εὐσέβειαν διδασκαλίᾳ, τετύφωται, μηδὲν ἐπιστάμενος, ἀλλὰ νοσῶν περὶζητήσεις καὶ λογομαχίας, ἐξ ὧν γίνεται φθόνος, ἔρις, βλασφημίαι, ὑπόνοιαι πονηραὶ, διαπα ρατριβαὶ διεφθαρμένων ἀνθρώπων τὸν νοῦν, καὶ ἀπεστερημένων τῆς ἀληθείας, νομιζόντων πορισμὸν εἶναι τὴν εὐσέβειαν. Ἀφίστασο ἀπὸ τῶν τοιούτων. Ἔστι δὲ πορισμὸς μέγας ἡ εὐσέβεια μετὰ αὐταρκείας. Οὐδὲν γὰρ εἰσηνέγκαμεν εἰς τὸν κόσμον τοῦτον· δῆλον ὅτι οὐδὲ ἐξενεγκεῖν τι δυνάμεθα.
17.1.1
Οὐκ αὐθεντίας δεῖ τῷ διδασκάλῳ μόνον, ἀλλὰ καὶ προσηνείας πολλῆς, ὥσπερ οὐ προσηνείας μόνον, ἀλλὰ καὶ αὐθεντίας. Καὶ ταῦτα πάντα διδάσκει ὁ μακάριος Παῦλος, ποτὲ μὲν λέγων· Παράγγελλε ταῦτα καὶ δίδασκε, ποτὲ δὲ, Ταῦτα δίδασκε καὶ παρακάλει. Εἰ γὰρ ἰατροὶ τοὺς κάμνοντας παρακαλοῦσιν, οὐχ ἵνα αὐτοὶ τῆς ὑγείας ἐπιτύχωσιν, ἀλλ' ἵνα ἐκείνους ἀπαλλάξωσι τῆς ἀσθενείας καὶ κειμένους ἀναστήσωσι· πολλῷ μᾶλλον ἡμᾶς τούτῳ πρὸς τοὺς διδασκομένους τῷ ἤθει κεχρῆσθαι χρὴ παρακαλοῦντας. Οὐδὲ γὰρ δοῦλος αὐτῶν εἶναι παραιτεῖται ὁ μακάριος Παῦλος, λέγων· Οὐ γὰρ ἑαυτοὺς κηρύσσομεν, φησὶν, ἀλλὰ Χριστὸν Ἰησοῦν, ἑαυτοὺς δὲ δούλους ὑμῶν διὰ Ἰησοῦν· καὶ πάλιν, Πάντα ὑμῶν ἐστιν, εἴτε Παῦλος, εἴτε Ἀπολλώς. Καὶ δουλεύει τὴν δουλείαν ταύτην μετὰ προθυμίας· οὐ γάρ ἐστι δουλεία, ἀλλ' ἐλευθερίας βελτίων. Ἐκεῖνος γάρ ἐστι, φησὶ, δοῦλος ὁ ποιῶν τὴν ἁμαρτίαν. Εἴ τις ἑτεροδιδασκαλεῖ, καὶ μὴ προσέρχεται ὑγιαίνουσι λόγοις τοῖς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ τῇ κατ' εὐσέβειαν διδασκαλίᾳ, τετύφωται, μηδὲν ἐπιστάμενος. Οὐκ ἄρα ἐκ τοῦ εἰδέναι τὸ εἰς ἀπόνοιαν αἴρεσθαι συμβαίνει, ἀλλ' ἐκ τοῦ μὴ εἰδέναι. Ὁ γὰρ εἰδὼς τοὺς κατ' εὐσέβειαν λόγους, οὗτος μάλιστα καὶ μετριάζειν οἶδεν· ὁ τοὺς ὑγιαίνοντας ἐπιστάμενος λόγους, οὐ νοσεῖ. Ὅπερ γὰρ ἐπὶ σωμάτων φλεγμονὴ, τοῦτο ἐν ταῖς ψυχαῖς ἀπόνοια· ὥσπερ ἐκεῖ τὸ φλεγμαῖνον οὐ φαμὲν ὑγιαίνειν, οὕτως οὐδὲ ἐνταῦθα τοὺς ἀλαζόνας. Ἄρα ἔστιν εἰδότα τι μηδὲν εἰδέναι· ὁ γὰρ μὴ εἰδὼς ἅπερ εἰδέναι χρὴ, οὐδὲν οἶδε. Καὶ ὅτι ἐκ τοῦ μηδὲν εἰδέναι ὑπερηφανία γίνεται, δῆλον ἐκεῖθεν· ὁ Χριστὸς ἐκένωσεν ἑαυτόν· ὁ τοῦτο τοίνυν εἰδὼς οὐ μέγα φρονήσει ποτέ· οὐδὲν γὰρ ἔχει ἄνθρωπος, εἰ μὴ παρὰ τοῦ Θεοῦ· οὐκοῦν οὐ μέγα φρονήσει. Τί γὰρ ἔχεις ὃ οὐκ ἔλαβες; Αὐτὸς τοὺς πόδας ἔνιψε τῶν μαθητῶν. Ὁ τοῦτο εἰδὼς, πῶς ἐπαρθήσεται; Διὰ τοῦτό φησιν, Ὅταν πάντα ποιήσητε, λέγετε ὅτι Ἀχρεῖοι δοῦλοί ἐσμεν. Ὁ τελώνης ἀπὸ μόνης ταπεινοφροσύνης εὐδοκίμησεν, ὁ Φαρισαῖος ἐξ ἀλαζονείας ἀπώλετο. Ὁ τοίνυν τετυφωμένος οὐδὲν τούτων ἐπίσταται. Αὐτὸς πάλιν ὁ Χριστός φησιν· Εἰ κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς, τί με δέρεις; Ἀλλὰ νοσῶν, φησὶ, περὶ ζητήσεις. Ἄρα νοσεῖν ἐστι τὸ ζητεῖν. Καὶ λογομαχίαι· εἰκότως. Ὅταν γὰρ ὑπὸ τῶν λογισμῶν ἡ ψυχὴ πυρέττῃ, ὅταν χειμάζηται, τότε ζητεῖ, ὅταν δὲ ἐν ὑγείᾳ ᾖ, τότε οὐ ζητεῖ, ἀλλὰ τὴν πίστιν δέχεται. Ἀπὸ δὲ ζητήσεως καὶ λογομαχίας οὐδὲν ἔστιν εὑρεῖν. Ἃ γὰρ ἡ πίστις ἐπαγγέλλεται μόνη, ἡ ζήτησις ἐπειδὰν ἀναδέξηται, οὔτε δείκνυσιν, οὔτε συνιέναι ἀφίησιν. Οὐδὲ γὰρ εἴ τις μύσας τοὺς ὀφθαλμοὺς, βούλεται εὑρεῖν τι τῶν ζητουμένων, δυνήσεται, ἢ αὖ πάλιν, εἰ τούτων ἀνεῳγμένων, κατορύξας ἑαυτὸν, καὶ τὴν ἀκτῖνα ἀποστραφεὶς, ἐκεῖ ζητοίη, δυνήσεταί τι εὑρεῖν. Οὕτω πίστεως χωρὶς οὐδὲν εὑρίσκεται, ἀλλὰ μάχας ἀνάγκη τίκτεσθαι. Ἐξ ὧν γίνονται βλασφημίαι, ὑπόνοιαι πονηραί. Τουτέστι, δόξαι καὶ δόγματα πονηρὰ ἀπὸ τῶν ζητήσεων. Τότε περὶ Θεοῦ ἃ μὴ δεῖ ὑποπτεύομεν, ὅταν εἰς ζητήσεις ἐμπέσωμεν. Διαπαρατριβαί· τουτέστι, σχολὴ, ἢ διατριβή. Ἢ τοῦτό φησι, διαπαρατριβαί· καθάπερ τὰ ψωραλέα τῶν προβάτων παρατριβόμενα νόσου καὶ τὰ ὑγιαίνοντα ἐμπίπλησιν, οὕτω καὶ οὗτοι οἱ πονηροὶ ἄνδρες. Καὶ ἀπεστερημένων, φησὶ, τῆς ἀληθείας, νομιζόντων πορισμὸν εἶναι τὴν εὐσέβειαν. Ὁρᾷς πόσα τίκτειν φησὶ τὰς λογομαχίας; αἰσχροκέρδειαν, ἄγνοιαν, ἀπόνοιαν· τὴν γὰρ ἀπόνοιαν ἡ ἄγνοια τίκτει. Ἀπὸ τούτων, φησὶν, ἀφίστασο. Οὐκ εἶπεν, Ὁμόσε χώρει, ἀλλ', Ἀφίστασο, τουτέστιν, ἐκτρέπου. Αἱρετικὸν γὰρ, φησὶν, ἄνθρωπον μετὰ μίαν ἢ δευτέραν νουθεσίαν παραιτοῦ. Δείκνυσιν αὐτοὺς οὐκ ἀπὸ ἀγνοίας τοσοῦτον, ὅσον ἀπὸ ῥᾳθυμίας καὶ αὐτὴν τὴν ἄγνοιαν ἔχοντας. Ἀνθρώπους γὰρ χρημάτων ἕνεκεν μαχομένους πότε δυνήσῃ πεῖσαι; Ἄλλως οὐ πείσεις τοὺς τοιούτους, ἂν μὴ δῷς πάλιν, καὶ οὐδὲ οὕτως αὐτῶν τὴν ἐπιθυμίαν ἐμπλήσεις. Πλεονέκτου γὰρ ὀφθαλμὸς, φησὶν, οὐκ ἐμπίπλαται μερίδι. Δεῖ τοίνυν αὐτοὺς ἀδιορθώτως ἔχοντας ἐκτρέπεσθαι. Εἰ δὲ τῷ τοῦ μάχεσθαι πολλὴν ἔχοντι τὴν ἀνάγκην παραινεῖ μὴ ὁμόσε χωρεῖν μηδὲ συμπλέκεσθαι, πολλῷ μᾶλλον τοῖς μαθητευομένοις ἡμῖν, τοῖς ἐν τάξει μαθητῶν οὖσιν. Εἰπὼν δὲ ὅτι νομίζουσι πορισμὸν εἶναι τὴν εὐσέβειαν, ἐπήγαγεν· Ἔστι δὲ πορισμὸς μέγας ἡ εὐσέβεια μετὰ αὐταρκείας, οὐχ ὅταν χρήματα ἔχῃ, ἀλλ' ὅταν μὴ ἔχῃ. Ἵνα γὰρ μὴ καταπέσῃ εἰς ἀθυμίαν διὰ τὴν πενίαν, ἀνίστησιν αὐτὸν καὶ ἀνορθοῖ· Νομίζουσι, φησὶν, ὅτι πορισμός ἐστιν. Ἔστι μὲν γὰρ, ἀλλ' οὐχ οὕτως, ἀλλὰ μειζόνως. Εἶτα πρότερον καταβαλὼν ἐκείνην, τότε ταύτην ἐπαίρει. Ὅτι γὰρ οὐδέν ἐστιν ὁ πορισμὸς οὗτος, δῆλον ἐκ τοῦ μένειν ἐνταῦθα, μηδὲ συμμεθίστασθαι ἡμῖν, μηδὲ συναποδημεῖν. Πόθεν τοῦτο δῆλον; Ὅτι οὐδὲν ἔχοντες ἤλθομεν εἰς τὸν βίον· οὐκοῦν οὐδὲν ἀπελευσόμεθα ἔχοντες· γυμνὴ γὰρ παρεγένετο ἡ φύσις, γυμνὴ καὶ ἄπεισιν. Οὐ τοίνυν ἡμῖν δεῖ τῶν περιττῶν· εἰ μηδὲν εἰσηνέγκαμεν, μηδὲ ἔχοντες ἀπελευσόμεθα. Ἔχοντες δὲ διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα. Τοσαῦτα ἐσθίειν χρὴ καὶ τοιαῦτα, ἃ θρέψαι ἀρκεῖ· τοιαῦτα ἀμφιέννυσθαι, ἃ σκεπάσαι μόνον ἡμᾶς ὀφείλει καὶ περιστεῖλαι τὴν γύμνωσιν, μηδὲν περιττόν· τοῦτο δὲ καὶ τὸ τυχὸν ποιῆσαι δύναται ἱμάτιον. Εἶτα ἀπὸ τῶν ἐνταῦθα προτρέπει· Οἱ δὲ βουλόμενοι, φησὶ, πλουτεῖν.
17.2.1
Οὐχ ἁπλῶς εἶπεν, Οἱ πλουτοῦντες, ἀλλ', Οἱ βουλόμενοι. Ἔστι γάρ τινα καὶ χρήματα ἔχοντα καλῶς οἰκονομεῖν, καταφρονοῦντα αὐτῶν, καὶ εἰς πένητας διανέμοντα. Οὐκ ἄρα τοὺς τοιούτους, ἀλλὰ τοὺς ἐπιθυμοῦντας διαβάλλει. Οἱ δὲ βουλόμενοι, φησὶ, πλουτεῖν, ἐμπίπτουσιν εἰς πειρασμὸν καὶ παγίδατοῦ διαβόλου καὶ ἐπιθυμίας πολλὰς καὶ ἀνοήτους καὶ βλαβερὰς, αἵτινες βυθίζουσι τοὺς ἀνθρώπους. Καλῶς εἶπε, Βυθίζουσιν, ὡς μηδὲ ἀνενεγκεῖν δύνασθαι. Εἰς ὄλεθρον καὶ ἀπώλειαν. Ῥίζα γὰρ πάντων τῶν κακῶν ἐστιν ἡ φιλαργυρία, ἧς τινες ὀρεγόμενοι ἀπεπλανήθησαν ἀπὸ τῆς πίστεως, καὶ περιέπειραν ἑαυτοὺς ὀδύναις πολλαῖς. Ἰδοὺ δύο τίθησιν, ἀλλ' ὃ μᾶλλον αὐτοῖς ἰσχυρότερον εἶναι δοκεῖ, τοῦτο ἐνταῦθα ὕστερον τέθεικε, τὸ, Ὀδύναις πολλαῖς. Καὶ ταῦτα ἑτέρως οὐκ ἔστι μαθεῖν, ἢ τοῖς πλουσίοις παροικοῦντα, πόσα ἀποδύρονται, πόσα θρηνοῦσι. Σὺ δὲ, ὦ ἄνθρωπε τοῦ Θεοῦ. Μέγα ἀξίωμα· πάντες μὲν γὰρ ἄνθρωποι τοῦ Θεοῦ, ἀλλὰ κυρίως οἱ δίκαιοι, οὐ κατὰ τὸν τῆς δημιουργίας λόγον μόνον, ἀλλὰ καὶ κατὰ τὸν τῆς οἰκειώσεως. Εἰ τοῦ Θεοῦ ἄνθρωπος, φησὶν, εἶ, μὴ ζήτει τὰ περιττὰ, καὶ οὐκ ἄγοντα πρὸς τὸν Θεόν· ἀλλὰ Ταῦτα φεῦγε, δίωκε δὲ δικαιοσύνην. Ἀμφότερα μετ' ἐπιτάσεως. Οὐκ εἶπεν, Ἀφίστασο, καὶ πρόσιθι, ἀλλὰ, Φεῦγε, καὶ δίωκε δικαιοσύνην, ὥστε μὴ πλεονεκτεῖν. Εὐσέβειαν, τὴν τῶν δογμάτων· πίστιν, ἥπερ ἐστὶν ἐναντία τῇ ζητήσει· ἀγάπην, ὑπομονὴν, πραότητα. Ἀγωνίζου τὸν καλὸν ἀγῶνα τῆς πίστεως, ἐπιλαβοῦ τῆς αἰωνίου ζωῆς. Ἰδοὺ καὶ ὁ μισθός. Εἰς ἣν ἐκλήθης, καὶ ὡμολόγησας τὴν καλὴν ὁμολογίαν, ἐπὶ ἐλπίδι ζωῆς αἰωνίου, ἐνώπιον πολλῶν μαρτύρων. Τουτέστι, μὴ καταισχύνῃς τὴν παῤῥησίαν ἐκείνην· τί ἀνόνητα κάμνεις; Ποῖον δὲ πειρασμὸν καὶ παγίδα φησὶν ὑπομένειν τοὺς βουλομένους πλουτεῖν; Τῆς γὰρ πίστεως αὐτοὺς ἀποπλανᾷ, κινδύνοις αὐτοὺς περιβάλλει, καὶ ἀτολμοτέρους ἐργάζεται. Καὶ ἐπιθυμίας ἀνοήτους, φησί. Πῶς γὰρ οὐκ ἀνόητος ἐπιθυμία, ὅταν μωροὺς ἔχωσιν, ὅταν νάνους, οὑ φιλανθρωπίας ἕνεκεν, ἀλλὰ τέρψεως; ὅταν ἰχθῦς ἀποκλείωσιν ἐν ταῖς αὐλαῖς, ὅταν θηρία τρέφωσιν, ὅταν περὶ κύνας ἠσχόληνται, ὅταν ἵππους κοσμῶσι, καὶ τῶν παίδων οὐχ ἧττον περὶ αὐτοὺς διακέωνται; Πάντα ταῦτα ἀνόητα καὶ περιττὰ, οὐδὲν ἀναγκαῖον, οὐδὲν χρήσιμον. Ἐπιθυμίας, φησὶν, ἀνοήτους καὶ βλαβεράς. Ποῖαι βλαβεραί; Ὅταν ἐρῶσιν ἔρωτας ἀτόπους, ὅταν τῶν τοῦ πλησίον ἐφίενται, ὅταν τῇ τρυφῇ προσπαλαίωσιν, ὅταν μέθης ὀρέγωνται, ὅταν σφαγῆς καὶ τῆς ἑτέρων ἀπωλείας. Πολλοὶ δὲ ἀπὸ τῶν τοιούτων ἐρώτων καὶ τυραννίδι ἐπέθεντο, καὶ ἀπώλοντο. Ὄντως ὁ τοιοῦτος κάμνει εἰς ἀνόνητα, μᾶλλον δὲ καὶ βλαβερά. Καὶ καλῶς εἶπεν, Ἀπεπλανήθησαν ἀπὸ τῆς πίστεως· οὐ γὰρ ἀφίησιν αὐτοὺς τὴν ὁδὸν ἰδεῖν ἀνθέλκουσα τοὺς ὀφθαλμοὺς πρὸς ἑαυτὴν ἡ φιλαργυρία, καὶ κατὰ μικρὸν ὑποκλέπτουσα. Καθάπερ γάρ τις εὐθεῖαν ὁδὸν βαδίζων, καὶ πρὸς ἕτερόν τι τὸν νοῦν ἐσχηκὼς, βαδίζει μὲν, οὐκ εἰδὼς δὲ παρέρχεται τὴν πόλιν πολλάκις ἐκείνην, εἰς ἣν ἔσπευδεν, ἑλκομένων αὐτῷ τῶν ποδῶν ἁπλῶς καὶ μάτην· τοιοῦτόν τι καὶ ἡ φιλαργυρία ἐστί. Καὶ περιέπειραν ἑαυτοὺς ὀδύναις πολλαῖς. Ὁρᾷς, τῷ Περιέπειραν τί ᾐνίξατο; Ὃ δὲ βούλεται δηλοῦν διὰ τῆς ἐμφάσεως, τοῦτό ἐστιν· ἄκανθαί εἰσιν αἱ ἐπιθυμίαι, καὶ καθάπερ ἐν ἀκάνθαις, ὅθεν ἄν τις ἅψηται αὐτῶν, ᾕμαξε τὰς χεῖρας καὶ τραύματα ἐργάζεται· οὕτω καὶ ἀπὸ τῶν ἐπιθυμιῶν τὸ αὐτὸ πείσεται ὁ ταύταις ἐμπεσὼν, καὶ τὴν ψυχὴν ἀλγηδόσι περιβαλεῖ. Πόσας ἔχουσι φροντίδας, πόσας ὀδύνας οἱ περιπαρέντες, εἰπέ μοι; Οὐκ ἔστιν εἰπεῖν. Διὰ τοῦτό φησι, Ταῦτα φεῦγε, δίωκε δὲ δικαιοσύνην, εὐσέβειαν, πίστιν, ἀγάπην, ὑπομονὴν, πραότητα. Ἀπὸ γὰρ τῆς ἀγάπης ἡ πραότης. Ἀγωνίζου τὸν καλὸν ἀγῶνα. Ἐνταῦθα αὐτοῦ τὴν παῤῥησίαν καὶ τὴν ἀνδρείαν ἐπαινεῖ· ὅτι μετὰ παῤῥησίας, φησὶν, ἐπὶ πάντων ὡμολόγησας. Ἀναμιμνήσκει δὲ καὶ τῆς κατηχήσεως αὐτόν· Ἐπιλαβοῦ, φησὶ, τῆς αἰωνίου ζωῆς. Οὐκ ἄρα ὁμολογίας χρεία μόνον, ἀλλὰ καὶ ὑπομονῆς, ὥστε διαπαντὸς ἐμμένειν τῇ ὁμολογίᾳ, καὶ ἀγῶνος σφοδροῦ καὶ μυρίων ἱδρώτων εἰκότως, ὥστε μὴ περιτραπῆναι· πολλὰ γὰρ τὰ σκάνδαλα, πολλὰ τὰ κωλύματα. Διὰ τοῦτο στενὴ καὶ τεθλιμμένη ἡ ὁδός. Πάντοθεν οὖν χρὴ συνεστράφθαι, πάντοθεν χρὴ εὔζωνον εἶναι· μυρίαι πανταχόθεν φαίνονται ἡδοναὶ ἕλκουσαι τῆς ψυχῆς τοὺς ὀφθαλμοὺς, αἱ τῶν σωμάτων, αἱ τῶν χρημάτων, αἱ τῆς τρυφῆς, αἱ τῆς ῥᾳθυμίας, αἱ τῆς δόξης, αἱ τῆς ὀργῆς, αἱ τῆς δυναστείας, αἱ τῆς φιλαρχίας, καὶ φαίνονται λαμπρὰς ὄψεις ἔχουσαι καὶ ἐπεράστους, ἱκανὰς ἐπισπάσασθαι τοὺς ἐπτοημένους, τοὺς μὴ σφόδρα τῆς ἀληθείας ἐρῶντας· αὕτη μὲν γὰρ ἀπεσκληκυῖά ἐστι, καὶ οὐδὲν ἐπιτερπὲς ἔχουσα. Τί δήποτε; Ὅτι πᾶσαν τὴν ἡδονὴν ἐν τῷ μέλλοντι ὑπισχνεῖται· ἐκεῖναι δὲ προτείνουσιν ἤδη τιμὰς, ἡδονὰς, ἀναπαύσεις οὐκ ἀληθεῖς, ἀλλ' ἐπικεχρωσμένας. Ἂν τοίνυν βάναυσος ᾖ τις καὶ μαλακὸς καὶ ἄνανδρος, ἐκείνων ἀνθέξεται, ἐκλυθεὶς πρὸς τοὺς ὑπὲρ τῆς ἀρετῆς πόνους. Οὕτω καὶ ἐπὶ τῶν ἀγώνων τῶν ἔξωθεν τῷ μὲν μὴ σφόδρα ἐρῶντι τῶν στεφάνων, ἔξεστιν ἐκ πρώτης συμποσίοις καὶ μέθαις προσανέχειν· οὕτω γοῦν οἱ δειλοὶ καὶ ἄνανδροι τῶν πυκτευόντων ποιοῦσιν· οἱ δὲ πρὸς τὸν στέφανον ὁρῶντες, μυρίας αἴρουσι πληγάς· τῇ γὰρ ἐλπίδι τῶν μελλόντων τρέφονται καὶ διανίστανται.
17.3.1
Φύγωμεν τοίνυν τὴν ῥίζαν τῶν κακῶν, καὶ πάντα φευξόμεθα. Ἡ φιλαργυρία, φησὶν, ἐστὶ ῥίζα, Παῦλος ἐφθέγξατο, μᾶλλον δὲ ὁ Χριστὸς διὰ Παύλου. Ἴδωμεν δὲ τοῦτο πῶς. Καὶ αὐτὴ τῶν πραγμάτων μαρτυρεῖ ἡ πεῖρα. Τί γὰρ κακὸν οὐ διὰ τὰ χρήματα, μᾶλλον δὲ οὐ διὰ τὰ χρήματα, ἀλλὰ διὰ τὴν κακὴν προαίρεσιν τῶν οὐκ εἰδότων αὐτοῖς κεχρῆσθαι; Ἐπεὶ ἐξῆν τοῖς χρήμασιν εἰς δέον κεχρῆσθαι, ἐξῆν καὶ βασιλείαν δι' αὐτῶν κληρονομεῖν· νυνὶ δὲ ἅπερ ἐδόθη εἰς ἐπικουρίαν τῶν πενήτων, εἰς παραμυθίαν τῶν ἡμαρτημένων ἡμῖν, εἰς εὐδοκίμησιν καὶ ἀρέσκειαν Θεοῦ, τούτοις κεχρήμεθα κατὰ τῶν ἀθλίων πενήτων, μᾶλλον δὲ κατὰ τῆς ἑαυτῶν ψυχῆς, καὶ εἰς προσκρουσμὸν τοῦ Θεοῦ. Τὸν μὲν γὰρ χρήματα ἀφείλετό τις, καὶ πενίᾳ περιέβαλεν, ἑαυτὸν δὲ θανάτῳ· καὶ τοῦτον μὲν ἐνταῦθα τῇ πενίᾳ κατατήκει, ἑαυτὸν δὲ τῇ διηνεκεῖ τιμωρίᾳ. Ἆρα μὴ ἴσον ἐστί; Τί τοίνυν κακὸν οὐ διὰ ταῦτα; οὐχὶ πλεονεξίαι; οὐχ ἁρπαγαί; οὐκ ὀλοφυρμοί; οὐκ ἔχθραι; οὐ μάχαι; οὐ φιλονεικίαι; οὐχὶ μέχρι τῶν νεκρῶν τὰς χεῖρας ἐξέτειναν; οὐχὶ καὶ μέχρι πατέρων καὶ ἀδελφῶν; οὐχὶ φύσεως νόμους, καὶ Θεοῦ προστάγματα, καὶ πάντα ἁπλῶς ἀνέστρεψαν, ὑπὸ τῆς ἐπιθυμίας ἐκείνης κατεχόμενοι; τὰ δικαστήρια οὐ τούτων ἕνεκεν; Ἄνελε τοίνυν τὴν φιλοχρηματίαν, καὶ πέπαυται πόλεμος, πέπαυται μάχη, πέπαυται ἔχθρα, πέπαυται ἔρις καὶ φιλονεικία. Ὥσπερ λυμεῶνας καὶ λύκους ἐλαύνεσθαιτοὺς τοιούτους ἐκ τῆς οἰκουμένης ἐχρῆν. Καθάπερ γὰρ ἀνεμοί τινες ἐναντίοι καὶ σφοδροὶ εἰς γαληνὸν ἐμπνέοντες πέλαγος ἐκ βάθρων αὐτὸ ἀναστρέφουσιν, ὡς καὶ τὴν βύθιον ἄμμον τοῖς ἄνω μίγνυσθαι κύμασιν· οὕτως οἱ φιλοχρήματοι πάντα ἄνω καὶ κάτω ποιοῦσιν. Οὐδένα οἶδεν ὁ φιλοχρήματος φίλον· τί δὲ λέγω φίλον; οὐδὲ αὐτὸν τὸν Θεὸν ἐπίσταται· ὑπὸ γὰρ τῆς ἐπιθυμίας ἐκείνης κατεχόμενος, μέμηνεν. Οὐχ ὁρᾶτε τοὺς Τιτᾶνας ξιφήρεις προϊόντας; Ἐκεῖνα μανίας ἐστὶν ὑπόκρισις. Οὗτοι δὲ οὐ τοιοῦτοι, ἀλλ' ἀληθῶς μαινόμενοι καὶ ἐξεστηκότες· κἂν ἀποδύσῃς αὐτῶν τὴν ψυχὴν, οὕτως εὑρήσεις ἐσκευασμένην, οὐχ ἓν ξίφος οὐδὲ δύο, ἀλλὰ μυρία κατέχουσαν, οὐδένα ἐπιγινώσκουσαν, ἀλλὰ κατὰ πάντων λυττῶσαν, πᾶσιν ἐπιπηδῶσαν καὶ ὑλακτοῦσαν κατὰ πάντων, οὐ κύνας σφάζουσαν, ἀλλὰ ψυχὰς ἀνθρώπων, καὶ εἰς τὸν οὐρανὸν αὐτὸν μεγάλα βλασφημοῦσαν. Ὑπὸ τούτων πάντα ἀνατέτραπται, πάντα διόλωλεν ἀπὸ τῆς τῶν χρημάτων μανίας. Τίνας γὰρ, τίνας αἰτιάσομαι, οὐκ οἶδα· οὕτως οὗτος ὁ λοιμὸς πάντας κατέχει, τοὺς μὲν ἐκ πλείονος, τοὺς δὲ ἐξ ἐλάττονος μοίρας, πάντας δὲ ὅμως. Καὶ καθάπερ πυρά τις εἰς ὕλην ἐμπεσοῦσα καταστρέφει πάντα καὶ ἐρημοῖ, οὕτω καὶ αὕτη τὴν οἰκουμένην ἀνέστρεψε· βασιλεῖς, ἄρχοντες, ἰδιῶται, πένητες, γυναῖκες, ἄνδρες, παῖδες ἐξ ἴσης πάντες κατέχονται τῷ κακῷ. Καθάπερ ζόφου τινὸς τὴν οἰκουμένην ἐπιπνέοντος, οὐδεὶς ἀνανήφει· ἀλλὰ κατηγορίαι μὲν μυρίαι κατὰ πλεονεξίας καὶ ἰδίᾳ καὶ δημοσίᾳ γίνονται, διόρθωσις δὲ οὐδαμοῦ. Τί οὖν ἂν γένοιτο; πῶς σβέσομεν τὴν φλόγα; Ἔνεστι γὰρ, κἂν πρὸς αὐτὸν ἀρθῇ τὸν οὐρανόν· θελῆσαι δεῖ μόνον, καὶ πάντως περιεσόμεθα τῆς πυρᾶς. Ὥσπερ γὰρ ἀπὸ τοῦ θέλειν ηὐξήθη, οὕτω καὶ ἀπὸ τοῦ θέλειν καθαιρηθήσεται. Οὐχὶ ἡ προαίρεσις ἡ ἡμετέρα αὐτὴν ἐποίησεν; Οὐκοῦν δυνήσεται καὶ ἡ προαίρεσις σβέσαι· μόνον βουληθῶμεν. Πῶς δὲ τὸ θέλειν ἐγγενήσεται; Ἂν ἴδωμεν αὐτῆς τὸ μάταιον καὶ περιττόν· ὅτι ἐκεῖ ἡμῖν συναπελθεῖν οὐ δυνήσεται, ὅτι καὶ ἐνταῦθα ἡμᾶς ἀφίησιν· ὅτι αὐτὴ μὲν ὧδε μένει, τὰ δὲ ἐξ αὐτῆς ἡμῖν τραύματα συναπέρχεται· ἂν ἴδωμεν, ὅτι πολὺς ἐκεῖ πλοῦτός ἐστιν· ἂν πρὸς ἐκεῖνον τοῦτον παραβάλωμεν, καὶ βορβόρου εὐτελέστερος φανεῖται· ἂν ἴδωμεν, ὅτι μυρίους ἔχει κινδύνους, ὅτι ἡδονὴν πρόσκαιρον, ὅτι ἡδονὴν ἀναμεμιγμένην ἀθυμίαις· ἂν ἐκεῖνον τὸν πλοῦτον καλῶς περισκεψώμεθα τὸν τῆς αἰωνίου ζωῆς, οὕτω δυνησόμεθα τούτου καταφρονεῖν· ἂν ἴδωμεν, ὅτι οὐδὲν ἡμᾶς ὀνίνησιν, οὐ πρὸς δόξαν, οὐπρὸς ὑγείαν, οὐ πρὸς ἄλλο οὐδὲν, ἀλλὰ τοὐναντίον καὶ βυθίζει εἰς ὄλεθρον καὶ ἀπώλειαν· ἂν μάθῃς ὅτι ἐνταῦθα πλουτεῖς καὶ πολλοὺς ἔχεις ὑπὸ σαυτὸν, ἐκεῖ δὲ ἀπελθὼν, ἔρημος ἀπελεύσῃ καὶ γυμνός. Ἂν ταῦτα ἐπᾴδωμεν συνεχῶς, καὶ παρὰ τῶν ἄλλων ἀκούωμεν, ἴσως ἔσται τις ὑγεία, ἔσται τις ἀπαλλαγὴ τῆς κολάσεως ταύτης τῆς χαλεπῆς. Καλὸν ὁ μαργαρίτης; ἀλλ' ἐννόησον ὅτι ὕδωρ ἐστὶ θαλάττιον, ὅτι ἐν τοῖς κόλποις αὐτῆς τὸ πρότερον ἦν ἐῤῥιμμένος. Καλὸν τὸ χρυσίον καὶ τὸ ἀργύριον; ἀλλ' ἐννόησον, ὅτι γῆ καὶ σποδὸς καὶ ἦν καὶ ἔστι. Καλὰ τὰ σηρικὰ ἱμάτια; ἀλλὰ σκωλήκων ἐστὶν ὕφασμα· ὑπόληψίς ἐστι καὶ πρόληψις ἀνθρωπίνη, οὐκ ἐν τῇ φύσει τὸ κάλλος ἔχει. Τὰ γὰρ ἐν τῇ φύσει τὸ κάλλος ἔχοντα οὐ δεῖται τῶν διδασκόντων. Σὺ δὲ ἂν ἴδῃς νόμισμα χαλκοῦν ἁπλῶς ἀνακεχρωσμένον χρυσῷ, πρῶτον μὲν θαυμάζεις, χρυσὸν αὐτὸν ὀνομάζων· ὅταν δὲ οἱ περὶ ταῦτα δεινοὶ τὴν ἀπάτην σε διδάξωσι, συνεξῆλθε τὸ θαῦμα μετὰ τῆς ἀπάτης. Ὁρᾷς ὅτι οὐκ ἐν τῇ φύσει ἔχει τὸ καλόν; Ἀλλ' οὐδὲ ὁ ἄργυρος· καὶ γὰρ ἂν ἴδῃς κασσίτερον, θαυμάζεις ὡς ἄργυρον, ὥσπερ τὸν χαλκὸν ὡς χρυσόν· καὶ χρεία τῶν διδασκόντων ποῖα χρὴ θαυμάζειν. Οὕτως οὐκ ἀρκοῦσιν ἡμῖν οἱ ὀφθαλμοὶ πρὸς τὴν διάγνωσιν. Τὰ δὲ ἄνθη οὐ τοιαῦτα, ἀλλ' ἐκείνων βελτίω πολλῷ. Ῥόδον ἂν ἴδῃς, οὐ χρεία τῶν διδασκόντων, ἀλλ' οἶδας ἀφ' ἑαυτοῦ τὴν ἀνεμώνην διαιρεῖν καὶ ἴα· οὕτω καὶ κρίνα, καὶ ἕκαστον ἄνθος. Οὐδὲν οὖν ἕτερον ἢ πρόληψις τὸ γινόμενον. Καὶ ὅτι προλήψεώς ἐστι τὸ ὀλέθριον τοῦτο πάθος, φέρε, εἰπέ μοι, εἰ ἔδοξε τῷ βασιλεῖ τιμιώτερον νομοθετῆσαι τοῦ χρυσοῦ τὸ ἀργύριον, οὐ μετεθήκατε ἂν τὸ θαῦμα καὶ τὸ φίλτρον; οὕτω πανταχοῦ τῆς πλεονεξίας ἐσμὲν καὶ τῆς ὑπονοίας. Καὶ ὅτι οὕτως ἐστὶ, καὶ τῷ σπανίῳ τιμᾶται, ἀλλ' οὐ τῇ φύσει· εἰσὶν καρποὶ παρ' ἡμῖν εὐτελεῖς, ἐν δὲ τῇ Καππαδοκῶν χώρᾳ τίμιοι, καὶ τῶν παρ' ἡμῖν τιμίων πολυτελέστεροι πάλιν ἐν τῇ Σηρῶν χώρᾳ ἕτεροι, ὅθεν τὰ ἱμάτια ταῦτα. Ἐν δὲ τῇ ἀρωματοφόρῳ Ἀραβίᾳ καὶ Ἰνδίᾳ, ἔνθα εἰσὶν οἱ λίθοι, πολλὰ τοιαῦτα ἔστιν εὑρεῖν. Οὕτω πρόληψίς ἐστιν, οὕτως ὑπόνοιά ἐστιν ἀνθρωπίνη τὰ τοιαῦτα· καὶ οὐδὲν κρίσει πράττομεν, ἀλλ' ἁπλῶς καὶ ὡς ἔτυχεν. Ἀνανήψωμεν τοίνυν ποτὲ ἐκ τῆς μέθης ταύτης· ἴδωμεν τὸ ὄντως καλὸν, τὸ φύσει καλὸν, τὴν εὐσέβειαν, τὴν δικαιοσύνην, ἵνα ἐπιτύχωμεν τῶν ἐπηγγελμένων ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Intertext edge

Open linked passage

Note