Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In epistulam i ad Timotheum
John ChrysostomTimo 18 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
18.0.1
Παραγγέλλω σοι ἐνώπιον τοῦ Θεοῦ τοῦ ζωοποιοῦντος τὰ πάντα, καὶ Κυρίου Ἰησοῦ Χριστοῦ τοῦ μαρτυρήσαντος ἐπὶ Ποντίου Πιλάτου τὴν καλὴν ὁμολογίαν, τηρῆσαί σε τὴν ἐντολὴν ἄσπιλον, ἀνεπίληπτον μέχρι τῆς ἐπιφανείας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ἣν καιροῖς ἰδίοις δείξει ὁ μακάριος καὶ μόνος δυνάστης, ὁ βασιλεὺς τῶν βασιλευόντων, καὶ Κύριος τῶν κυριευόντων, ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον, ὃν εἶδεν οὐδεὶς ἀνθρώπων, οὐδὲ ἰδεῖν δύναται ᾧ τιμὴ καὶ κράτος αἰώνιον. Ἀμήν.
18.1.1
Πάλιν τὸν Θεὸν μαρτύρεται, πρὸ μικροῦ τοῦτο ποιήσας, ὁμοῦ καὶ τὸν φόβον αὔξων καὶ ἀσφαλέστερον. 50 καθιστὰς τὸν μαθητὴν, καὶ δεικνὺς, ὡς οὐκ ἀνθρώπινα τὰ παραγγέλματα, ἵνα ὡς παρ' αὐτοῦ τοῦ Δεσπότου λαμβάνων τὴν παραγγελίαν, ἵνα ἀεὶ τὸν μάρτυρα ἐν διανοίᾳ ἔχων ἀφ' οὗ ἤκουσε, κατασείηται τὴν διάνοιαν τῇ μνήμῃ. Παραγγέλλω σοι, φησὶν, ἐνώπιον τοῦ Θεοῦ ζωοποιοῦντος τὰ πάντα. Ἐνταῦθα καὶ παράκλησίς ἐστι πρὸς τοὺς κινδύνους, καὶ τῆς ἀναστάσεως ὑπόμνησις. Καὶ Χριστοῦ Ἰησοῦ, φησὶ, τοῦ μαρτυρήσαντος ἐπὶ Ποντίου Πιλάτου. Πάλιν ἀπὸ τοῦ διδασκάλου ἡ προτροπή. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Ὥσπερ ἐκεῖνος ἐποίησεν, οὕτω, φησὶ, καὶ ὑμᾶς χρὴ ποιεῖν. Διὰ τοῦτο γὰρ ἐμαρτύρησεν, ἵνα κατ' ἴχνος αὐτοῦ βαίνωμεν τὴν καλὴν ὁμολογίαν· ὅπερ καὶ ἐν τῇ πρὸς Ἑβραίους ποιεῖ λέγων· Ἀφορῶντες εἰς τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειωτὴν Ἰησοῦν, ὃς ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς ὑπέμεινε σταυρὸν, αἰσχύνης καταφρονήσας, ἐν δεξιᾷ τε τοῦ θρόνου τοῦ Θεοῦ κεκάθικε· καὶ πάλιν, Ἀναλογίσασθε γὰρ τὸν τοιαύτην ὑπομεμενηκότα ὑπὸ τῶν ἁμαρτωλῶν εἰς αὐτὸν ἀντιλογίαν, ἵνα μὴ κάμνητε ταῖς ψυχαῖς ὑμῶν ἐκλυόμενοι. Τοῦτο καὶ νῦν ποιεῖ πρὸς τὸν μαθητήν· ὡς ἂν εἰ ἔλεγε, Μὴ δείσῃς τὸν θάνατον· Θεοῦ γὰρ εἶ δοῦλος τοῦ τὰ πάντα δυναμένου ζωογονεῖν. Ποίαν δὲ λέγει καλὴν ὁμολογίαν; Ἣν ἀνερωτῶντος Πιλάτου, Οὐκοῦν βασιλεὺς εἶ σύ; Ἐγὼ εἰς τοῦτο γεγέννημαι, ἔφη. Καὶ πάλιν, Ἐγὼ ἦλθον μαρτυρῆσαι τῇ ἀληθείᾳ. Ἴδε οὗτοί μου ἤκουσαν. Ἢ οὖν διὰ τοῦτό φησιν, ἢ ὅτι εἶπεν, ἐρωτώμενος εἰ Υἱὸς Θεοῦ ἐστι, Σὺ λέγεις ὅτι Υἱὸς Θεοῦ εἰμι ἐγώ. Καὶ πολλὰ ἕτερα ἐμαρτύρησε καὶ ὡμολόγησε. Τηρῆσαί σε τὴν ἐντολὴν ἄσπιλον καὶ ἀνεπίληπτον μέχρι τῆς ἐπιφανείας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· τουτέστι, μέχρι τῆς σῆς τελευτῆς, μέχρι τῆς ἐξόδου. Ἀλλ' οὐκ εἶπεν οὕτως, ἀλλὰ, Μέχρι τῆς ἐπιφανείας, εἶπεν, ἵνα μᾶλλον αὐτὸν διεγείρῃ. Τί ἐστι, Τηρῆσαί σε τὴν ἐντολὴν ἄσπιλον; Μήτε δογμάτων ἕνεκεν, μήτε βίου, κηλῖδά τινα προστριψάμενον. Ἣν καιροῖς ἰδίοις δείξει, φησὶν, ὁ μακάριος καὶ μόνος δυνάστης, ὁ βασιλεὺς τῶν βασιλευόντων, καὶ Κύριος τῶν κυριευόντων, ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον. Περὶ τίνος ταῦτα εἴρηται; ἆρα περὶ τοῦ Πατρός; ἆρα περὶ τοῦ Υἱοῦ; Περὶ τοῦ Υἱοῦ πάντως. Ἣν καιροῖς ἰδίοις δείξει ὁ μακάριος καὶ μόνος δυνάστης. Καὶ ταῦτα πάλιν εἰς παραμυθίαν, ἵνα μὴ θαυμάζῃ, μὴ δεδοίκῃ τοὺς ἐνταῦθα βασιλεῖς. Καιροῖς ἰδίοις· τουτέστι, τοῖς προσήκουσι, τοῖς ὀφειλομένοις· ὥστε μὴ ἀσχάλλειν, ὅτι οὐδέπω γέγονε. Καὶ πόθεν δῆλον ὅτι δείξει; Ἐκ τοῦ εἶναι δυνάστην· μόνος γάρ ἐστι δυνάστης. Οὐκοῦν δείξει ὁ μακάριος, ἡ αὐτομακαριότης. Τοῦτο δὲ λέγει δηλῶν ὅτι οὐδὲν ἐκεῖ λυπηρὸν, οὐδὲν ἀηδές. Τὸ δὲ, Μόνος, ἢ πρὸς ἀντιδιαστολὴν τῶν ἀνθρώπων, ἣ διὰ τὸ ἀγέννητον εἴρηκεν· ὃ καὶ ἡμεῖς λέγομεν πολλάκις περὶ ἀνθρώπων, οὓς ἐξαιρεῖν βουλόμεθα. Ὁ μόνος ἔχων ἀθανασίαν, φησί. Τί οὖν; ὁ Υἱὸς οὐκ ἔχει; οὐκ αὐτοαθανασία ἐστί; καὶ πῶς, τῆς αὐτῆς ὢν οὐσίας τῷ Πατρί; Φῶς οἰκῶν ἀπρόσιτον, φησίν. Ἄλλο τὸ φῶς αὐτὸς, καὶ ἄλλο ὃ οἰκεῖ; οὐκοῦν καὶ τόπῳ ἐμπεριείληπται; Ἄπαγε. Οὐχ ἵνα τοῦτο νοήσωμεν, ἀλλ' ἵνα τὸ ἀκατάληπτον τῆς θείας φύσεως παραστήσῃ, φῶς οἰκεῖν αὐτὸν εἶπεν ἀπρόσιτον, οὕτω θεολογήσας ὡς ἦν αὐτῷ δυνατόν. Ὁρᾷς καὶ ὅταν μέγα τι φθέγξασθαι βουληθείη ἡ γλῶττα, πῶς ἐξασθενεῖ; Ὃν εἶδεν οὐδεὶς ἀνθρώπων, φησὶν, οὐδὲ ἰδεῖν δύναται· ὥσπερ οὖν τὸν Υἱὸν οὔτε εἶδέ τις, οὔτε ἰδεῖν δύναται· ᾧ τιμὴ καὶ κράτος αἰώνιον. Ἀμήν. Καλῶς ἐθεολόγησεν ἐνταῦθα, καὶ ἀναγκαίως. Ἐπειδὴ γὰρ μάρτυρα αὐτὸν ἤγαγε, πολλὰ περὶ τοῦ μάρτυρος διαλέγεται, ὥστε μᾶλλον τὸν μαθητὴν ἐντρέψαι. Τουτέστι, δόξα αὐτῷ· τοῦτο μόνον δυνάμεθα λέγειν, τοῦτο μόνον ποιεῖν, οὐ περιεργάζεσθαι τίς ἐστιν. Εἰ τοίνυν τὸ κράτος αὐτοῦ αἰώνιον, μὴ δεήσῃς· κἂν νῦν μὴ γένηται, ἀεὶ τιμὴ αὐτῷ, ἀεὶ κράτος αὐτῷ. Τοῖς πλουσίοις ἐν τῷ νῦν αἰῶνι παράγγελλε μὴ ὑψηλοφρονεῖν. Καλῶς εἶπεν, Ἐν τῷ νῦν αἰῶνι· εἰσὶ γὰρ καὶ ἄλλοι πλούσιοι ἐν τῷ μέλλοντι. Ταῦτα δὲ παραινεῖ, εἰδὼς ὅτι οὐδὲν οὕτω τίκτει τῦφον καὶ ἀπόνοιαν καὶ ἀλαζονείαν, ὡς χρήματα. Εἶτα εὐθέως αὑτοὺς κατέσπακεν, εἰπών· Μηδὲ ἠλπικέναι ἐπὶ πλούτου ἀδηλότητι. Ἀπὸ γὰρ τούτου ἡ ἀπόνοια· ὡς ὅγε εἰς Θεὸν ἐλπίζων, οὐκ ἐπαίρεται. Τί ἐλπίζεις ἐπὶ τὸ ἀθρόον μεθιστάμενον; τοῦτο γὰρ ὁ πλοῦτος· καὶ πῶς εἰς ἐκεῖνον ἐλπίζεις ὑπὲρ οὗ θαῤῥῆσαι οὐκ ἔστι; Πῶς δὲ δυνήσονται μὴ ὑψηλοφρονεῖν, φησίν; Ἂν ἴδωσιν ὅτι οὗτος ἄστατος, ἀβέβαιος· ἂν ἴδωσιν ὅτι μείζων τοῦ πλούτου ἡ ἐλπὶς ἡ παρὰ τοῦ Θεοῦ· ἂν ἴδωσιν ὅτι καὶ τούτου αὐτοῦ αἴτιος ὁ Θεός. Ἀλλ' ἐπὶ τῷ Θεῷ, φησὶ, τῷ ζῶντι, τῷ παρέχοντι ἡμῖν πάντα πλουσίως εἰς ἀπόλαυσιν. Καλῶς εἶπε, Πάντα πλουσίως, τὰς ἐτησίους τροπὰς αἰνιττόμενος, τὸν ἀέρα, τὸ φῶς, τὸ ὕδωρ, τὰ ἄλλα πάντα. Ὁρᾷς πῶς πλουσίως παρέχει καὶ μετὰ πολλῆς τῆς ἀφθονίας; Εἰ πλοῦτον ζητεῖς, ἐκεῖνον ζήτει τὸν μένοντα, τὸν βέβαιον, τὸν ἀπὸ τῶν ἔργων γινόμενον τῶν ἀγαθῶν. Τοῦτο καὶ αὐτὸς δηλῶν, Ἀγαθοεργεῖν, φησὶ, πλουτεῖν ἐν ἔργοις καλοῖς, εὐμεταδότους εἶναι, κοινωνικούς· τὸ μὲν τῶν χρημάτων, τὸ δὲ τῆς ἀγάπης. Κοινωνικοὺς ὁμιλητικούς φησι, προσηνεῖς. Ἀποθησαυρίζοντας ἑαυτοῖς θεμέλιον καλὸν εἰς τὸ μέλλον. Ἐκεῖ οὐδὲν ἄδηλον· ἔνθα δὲ βέβαιος ὁ θεμέλιος, οὐδὲν ἄστατον, ἀλλὰ πάντα βέβαια, ἀκίνητα, πάγια, μόνιμα. Ἵνα ἐπιλάβωνται, φησὶ, τῆς αἰωνίου ζωῆς. Ἡ γὰρ τῶν ἀγαθῶν ἔργων πρᾶξις τὴν ἐκείνης ἡμῖν ἀπόλαυσιν προξενῆσαι δύναται. Ὢ Τιμόθεε, τὴν παρακαταθήκην φύλαξον. Μὴ μειώσῃς· οὐκ ἔστι σὰ, τὰ ἀλλότρια ἐνεπιστεύθης· μηδὲν ἐλαττώσῃς. Ἐκτρεπόμενος, φησὶ, τὰς βεβήλους κενοφωνίας καὶ ἀντιθέσεις τῆς ψευδωνύμου γνώσεως.
18.2.1
Καλῶς οὕτως εἶπεν. Ὅταν γὰρ πίστις μὴ ᾖ, γνῶσις οὐκ ἔστιν· ὅταν ἐκ τῶν οἰκείων λογισμῶν τίκτηταί τι, γνῶσις οὐκ ἔστιν. Ἢ τάχα τοῦτό φησι, διότι τινὲς ἑαυτοὺς ἐκάλουν τότε Γνωστικοὺς, ὡς πλέον τι τῶν ἄλλων εἰδότες. Ἥν τινες ἐπαγελλόμενοι, φησὶ, περὶ τὴν πίστιν ἠστόχησαν. Ὁρᾷς πῶς πάλιν κελεύει μηδὲ ὁμόσε χωρεῖν πρὸς τοὺς τοιούτους; Ἐκτρεπόμενος, φησὶ, τὰς ἀντιθέσεις. Ἄρα εἰσὶν ἀντιθέσεις, πρὸς ἃς οὐδὲ ἀποκρίνεσθαι χρή. Διὰ τί; Ὅτι τῆς πίστεως ἐκβάλλουσιν, ὅτι οὐκ ἀφιᾶσιν ἑστάναι βεβαίως οὐδὲ πεπηγέναι. Μὴ δὴ ταύτης ἐχώμεθα, ἀλλὰ τῆς πίστεως, τῆς πέτρας τῆς ἀῤῥαγοῦς. Οὔτε γὰρ ποταμοὶ, οὔτε ἄνεμοι προσπεσόντες δυνήσονταί τι λυμήνασθαι ἡμῖν· ἑστήκαμεν γὰρ ἐπὶ τῆς πέτρας ἀπαρασάλευτοι. Οὕτω καὶ ἐπὶ τοῦ βίου τούτου, ἂν ἐκεῖνον ἑλώμεθα τὸν ὄντως θεμέλιον, ἑστήκαμεν πάλιν οὐδὲν πάσχοντες δεινόν. Ὁ τὸν πλοῦτον αἱρούμενος ἐκεῖνον, οὐδὲν πείσεται δεινὸν, ὁ τὴν εὐδοκίμησιν, ὁ τὴν δόξαν, ὁ τὴν τιμὴν, ὁ τὴν ἡδονήν· πάντα ἐκεῖνα βέβαια, μεταβολὴ οὐδεμία· πάντα τὰ ἐνταῦθα ἀλλοιοῦται καὶ ὑπὸ τροπὴν κεῖται, πάντα μεταβάλλεται. Τί γὰρ βούλει; δόξαν; Οὐ συγκαταβήσεται, φησὶν, ἡ δόξα αὐτοῦ ὀπίσω αὐτοῦ· πολλάκις δὲ οὐδὲ ζῶντι παραμένει. Ἀλλ' οὐ τὰ τῆς ἀρετῆς τοιαῦτα, ἀλλὰ πάντα μένει. Ὁ ἐνταῦθα ἔνδοξος ἀπὸ τῆς ἀρχῆς, ἑτέρου τὴν ἀρχὴν διαδεξαμένου, γέγονεν εὐτελὴς, καὶ τῶν ἀρχομένων εἷς· ὁ πλούσιος, ἢ λῃστῶν ἐπιθεμένων, ἢ συκοφαντῶν καὶ ἐπιβούλων, ἄφνω γέγονε πένης. Ἀλλ' οὐ τὰ παρ' ἡμῖν οὕτως· ὁ σώφρων ἐὰν ἑαυτῷ προσέχῃ, οὐδεὶς αὐτοῦ τὴν σωφροσύνην ἀφελέσθαι δυνήσεται· τὸν ἄρχοντα ἑαυτοῦ καὶ κρατοῦντα οὐδεὶς ἰδιώτην, οὐδὲ ἀρχόμενον ἐργάσεται. Ὅτι γὰρ αὕτη μείζων ἐκείνης ἡ ἀρχὴ, ἀπὸ τῆς ἐξετάσεως μάνθανε. Τί γὰρ ὄφελος, εἰπέ μοι, ἐθνῶν ὁλοκλήρων ἄρχειν, καὶ δοῦλον εἶναι τῶν παθῶν; Ποία δὲ βλάβη μηδενὸς ἀνθρώπων ἄρχειν, καὶ τῆς τῶν παθῶν τυραννίδος ἀνώτερον εἶναι; Τοῦτο ἐλευθερία, τοῦτο ἀρχὴ, τοῦτο βασιλεία καὶ δυναστεία· ἐκεῖνα δουλεία, κἂν μυρία τις διαδήματα περικέηται. Ὅταν γὰρ ἔνδοθεν ἄρχῃ αὐτοῦ τῶν δεσποτῶν τὸ πλῆθος, τὴν φιλαργυρίαν λέγω, τὴν φιληδονίαν, τὴν ὀργὴν, τὰ ἄλλα πάθη, τί τοῦ διαδήματος ὄφελος; Μείζων ἡ τυραννὶς τῶν παθῶν, ὅταν μηδὲ ὁ στέφανος αὐτὸν ἰσχύῃ ταύτης ἐξελέσθαι τῆς ὑποταγῆς. Ὥσπερ ἂν εἰ παρὰ βαρβάροις βασιλεύς τις γενόμενος ἐδούλευεν, εἶτα ἐκεῖνοι βουλόμενοι μείζονα δεῖξαι τὴν ἀρχὴν, μήτε τὴν ἁλουργίδα, μήτε τὸ διάδημα ἀφέλοιντο, ἀλλὰ μετ' ἐκείνων καὶ ὑδροφορεῖν, καὶ μαγειρεύειν, καὶ τὰ ἄλλα πάντα διακονεῖσθαι προστάττοιεν, ὥστε αὐτοῖς μὲν μείζονα τὴν τιμὴν, ἐκείνῳ δὲ τὴν αἰσχύνην γενέσθαι· οὕτω καὶ νῦν, παντὸς βαρβάρου βαρβαρικώτερον ταῦτα τὰ πάθη ἡμῖν προσφέρεται. Ὁ μὲν γὰρ τούτων καταφρονῶν, καὶ τῶν βαρβάρων καταγελάσεται· ὁ δὲ τούτοις ὑποκύπτων, πολλῷ δεινότερα πείσεται, ἢ παρὰ τῶν βαρβάρων. Ὁ βάρβαρος, ὅταν μεγάλα ἰσχύσῃ, τὸ σῶμα αἰκίζεται, αὗται δὲ τὴν ψυχὴν βασανίζονται καταξαίνουσαι πάντοθεν· ὁ βάρβαρος ὅταν μεγάλα ἰσχύσῃ, θανάτῳ τούτῳ παρέδωκεν, αὗται δὲ τῷ μέλλοντι. Ὥστε μόνος ἐλεύθερος ἐκεῖνος ὁ τὴν ἐλευθερίαν οἴκοθεν ἔχων, ὥσπερ καὶ δοῦλος ἐκεῖνος ὁ τοῖς ἀλόγοις πάθεσιν ὑποκύπτων. Οὐδεὶς ἐπιτάττει δεσπότης, κἂν σφόδρα ἀπηνὴς ᾖ, τοιαῦτα ὠμὰ καὶ ἀπηνῆ προστάγματα· Καταίσχυνόν σου, φησὶ, τὴν ψυχὴν εἰκῆ καὶ μάτην, πρόσκρουσον τῷ Θεῷ, τὴν φύσιν αὐτὴν ἀγνόησον, κἂν πατὴρ ᾖ, κἂν μήτηρ, μηδεμίαν ἔχε αἰδὼ, στῆθι κατ' αὐτῶν. Τοιαῦτα γὰρ τῆς φιλαργυρίας τὰ ἐπιτάγματα. Θῦσόν μοι, φησὶ, μὴ μόσχους, ἀλλὰ ἀνθρώπους. Καὶ ὁ μὲν προφήτης, Θύσατε, φησὶν, ἀνθρώπους· οἱ μόσχοι γὰρ ἐκλελοίπασιν· αὕτη δὲ οὐ τοῦτό φησιν, ἀλλὰ, μόσχων ὄντων, Θῦσον ἀνθρώπους, κατάθυσον τοὺς μηδὲν ἠδικηκότας· κἂν εὐηργετημένος ᾖς, ἀπόκτεινον. Πάλιν, Ἔσο πολέμιος, κοινὸς ἐχθρὸς ἁπάντων περιέρχου, καὶ τῆς φύσεως αὐτῆς, καὶ τοῦ Θεοῦ· σύναγε χρυσίον, οὐχ ἵνα ἀπολαύσῃς, ἀλλ' ἵνα φυλάξῃς, ἵνα μείζονα ἐργάσῃ τὴν βάσανον. Οὐ γὰρ ἔνι τὸν φιλάργυρον καὶ ἀπολαυστικὸν εἶναι· δέδοικε γὰρ μὴ ἐλαττωθῇ τὸ χρυσίον, μὴ πενιχροὶ γένωνται οἱ θησαυροί. Ἀγρύπνει, φησὶ, πάντας ἔχε δι' ὑποψίας, καὶ οἰκέτας καὶ φίλους· ἔσο φύλαξ τῶν ἀλλοτρίων. Ἂν ἴδῃς πένητα λιμῷ φθειρόμενον, μὴ μεταδῷς, ἀλλ', εἰ δυνατὸν, καὶ τὸ δέρμα αὐτὸν ἀπόδυσον. Ἐπιόρκει, ψεύδου, ὄμνυε, κατηγόρει, συκοφάντει, κἂν εἰς πῦρ ἐμβῆναι δέῃ, μὴ παραιτήσῃ, κἂν μυρίους ὑποστῆναι θανάτους, κἂν λιμῷ διαφθαρῆναι, κἂν προσπαλαῖσαι νόσῳ. Ἢ οὐχὶ ταῦτα νομοθετεῖ ἡ φιλαργυρία; Ἰταμὸς ἔσο καὶ ἀναίσχυντος, ἀνειδὴς καὶ θρασὺς, μιαρὸς καὶ μοχθηρὸς, ἀγνώμων, ἀναίσθητος, ἄφιλος, ἄσπονδος, ἄστοργος, πατραλοίας, θηρίον μᾶλλον ἢ ἄνθρωπος. Παρέλασον πάντα ὄφιν τῇ πικρίᾳ, πάντα λύκον τῇ ἁρπαγῇ, ὑπέρβηθι καὶ τῆς φύσεως ἐκείνης τὴν θηριωδίαν· κἂν εἰς δαίμονος ἐλθεῖν κακίαν δέῃ, μὴ παραιτήσῃ· ἀγνόησον τὸν εὐεργέτην. Οὐχὶ ταῦτα λέγει, καὶ ἀκούεται; Ὁ δὲ Θεὸς τὰ ἐναντία· Ἔσο πᾶσι φίλος, ἔσο ἐπιεικὴς, παρὰ πάντων ἀγαπώμενος, μηδενὶ πρόσκρουε εἰκῆ καὶ μάτην, τίμα τὸν πατέρα, τίμα τὴν μητέρα, δόξης ἀπόλαυε χρηστῆς, ἔσο μὴ ἄνθρωπος, ἀλλὰ ἄγγελος· μηδὲν ἀναίσχυντον εἴπῃς, μηδὲν ψευδὲς, ἀλλὰ μηδὲ ἐννοήσῃς· ἐπικούρει τοῖς δεομένοις, μὴ ἀναγκάζου πράγματα ἔχειν ἁρπάζων, μὴ ἔσο ὑβριστὴς μηδὲ θρασύς· καὶ οὐδεὶς ὁ ἀκούων. Ἆρα οὐ δικαίως ἡ γέεννα; οὐκ εἰκότως τὸ πῦρ; ὁ σκώληξ ὁ ἀτελεύτητος; Μέχρι τίνος κατὰ κρημνῶν ὠθοῦμεν ἑαυτούς; μέχρι τίνος ἐπὶ τῶν ἀκανθῶν βαδίζομεν; μέχρι τίνος ἥλοις διαπείρομεν ἑαυτοὺς, καὶ χάριν ἔχομεν; Ὠμοῖς τυράννοις ὑποκείμεθα, τὸν προσηνῆ Δεσπότην παραιτούμεθα, τὸν οὐδὲν ἐπαχθὲς λέγοντα, οὐδὲ βάρβαρον, οὐδὲ φορτικὸν, οὐδὲ ἀνόνητον, ἀλλὰ πάντα χρήσιμα καὶ ἐπικερδῆ καὶ ὠφέλειαν ἡμῖν μεγάλην παρέχοντα. Διαναστῶμέν ποτε, συστρέψωμεν ἑαυτοὺς, συγκροτήσωμεν, ἀγαπήσωμεν, ὡς δεῖ, τὸν Θεὸν, ἵνα καταξιωθῶμεν τῶν ἐπηγγελμένων ἀγαθῶν τοῖς ἀγαπῶσιν αὑτὸν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Intertext edge

Open linked passage

Note