In epistulam i ad Timotheum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
2.0.1
Τὸ δὲ τέλος τῆς παραγγελίας ἐστὶν ἀγάπη ἐκ καθαρᾶς καρδίας καὶ συνειδήσεως ἀγαθῆς καὶ πίστεως ἀνυποκρίτου· ὧν τινες ἀστοχήσαντες, ἐξετράπησαν εἰς ματαιολογίας, θέλοντες εἶναι νομοδιδάσκαλοι, μὴ νοοῦντες μήτε ἃ λέγουσι, μήτε περὶ τίνων διαβεβαιοῦνται.
2.1.1
Οὐδὲν οὕτω λυμαίνεται τὸ τῶν ἀνθρώπων γένος, ὡς τὸ φιλίας καταφρονεῖν, καὶ μὴ μετὰ πολλῆς αὐτὴν κατορθοῦν τῆς σπουδῆς· ὥσπερ οὖν οὐδὲν πάλιν ὀρθοῖ, ὡς τὸ παντὶ σθένει μεταδιώκειν αὐτήν. Καὶ τοῦτο δηλῶν ὁ Χριστός φησιν, Ἐὰν δύο συμφωνήσωσιν ἐπὶ τὸ αὐτὸ, πᾶν, ὃ ἐὰν αἰτήσωσι, λήψονται· καὶ πάλιν, Ὅταν πληθυνθῇ ἡ ἀνομία, ψυγήσεται ἡ ἀγάπη. Τοῦτο τὰς αἱρέσεις ἔτεκε πάσας. Ἐκ γὰρ τοῦ μὴ φιλεῖν τοὺς ἀδελφοὺς τοὺς ἑαυτῶν ἐφθόνουν εὐδοκιμοῦσιν, ἐκ δὲ τοῦ φθονεῖν ἐφιλάρχουν, ἐκ δὲ τοῦ φιλαρχεῖν αἱρέσεις ἔτεκον. Διὰ τοῦτο καὶ ὁ Παῦλος εἰπὼν, Ἵνα παραγγείλῃς τισὶ μὴ ἑτεροδιδασκαλεῖν, καὶ τὸν τρόπον ὑφηγεῖται, καθ' ὃν τοῦτο γενέσθαι δυνατόν. Τίς δ' οὖν οὗτός ἐστιν; Ἡ ἀγάπη. Ὥσπερ οὖν ὅταν λέγῃ, Τέλος νόμου Χριστὸς, τουτέστι, συμπλήρωμα, καὶ τοῦτο ἐκείνων ἔχεται, οὕτως ἡ παραγγελία αὕτη ἐνέχεται τῇ ἀγάπῃ. Τέλος ἰατρείας ὑγεία· ὥστε ὑγείας οὔσης, οὐ πολλῆς δεῖ κατασκευῆς· καὶ ἀγάπης οὔσης, οὐ πολλῆς δεῖ παραγγελίας. Ἀγάπην δὲ ποίαν φησί; Τὴν εἰλικρινῆ, οὐ τὴν μέχρι ῥημάτων, ἀλλὰ τὴν ἀπὸ διαθέσεως, καὶ γνώμης καὶ τοῦ συναλγεῖν, Ἐκ καθαρᾶς, φησὶ, καρδίας· ἤτοι περὶ πολιτείας φησὶν ὀρθῆς, ἢ περὶ γνησίας φιλίας. Ποιεῖ γὰρ καὶ βίος ἀκάθαρτος σχίσματα· Πᾶς γὰρ ὁ φαῦλα πράσσων, μισεῖ τὸ φῶς. Ἔστι γὰρ φιλία καὶ ἡ τῶν φαύλων, οἷον καὶ λῃσταὶ λῃστὰς φιλοῦσιν, καὶ ἀνδροφόνοι ἀνδροφόνους· ἀλλ' οὐκ ἔστι τοῦτο ἀπὸ συνειδήσεως ἀγαθῆς, ἀλλ' ἀπὸ φαύλης, οὐδ' ἐκ καθαρᾶς καρδίας, ἀλλ' ἐξ ἀκαθάρτου, οὐδὲ ἐκ πίστεως ἀνυποκρίτου, ἀλλ' ἐπιπλάστου καὶ ὑποκεκριμένης. Πίστις γὰρ τὸ ἀληθὲς δείκνυσιν· ἀπὸ δὲ πίστεως εἰλικρινοῦς ἡ ἀγάπη τίκτεται· ὁ γὰρ ὄντως εἰς Θεὸν πιστεύων, οὐκ ἀνέχεταί ποτε ταύτην ἀφεῖναι. Ὧν τινες, φησὶν, ἀστοχήσαντες, ἐξετράπησαν εἰς ματαιολογίας. Καλῶς εἶπεν, Ἀστοχήσαντες· τέχνης γὰρ δεῖ, ὥστε εὐθέα βάλλειν, καὶ μὴ ἔξω τοῦ σκοποῦ. Ὥστε ὑπὸ τοῦ Πνεύματος εὐθύνεσθαι· πολλὰ γὰρ τὰ τῆς εὐθείας παρεκτρέποντα· καὶ δεῖ πρὸς ἓν ὁρᾷν. Θέλοντες, φησὶν, εἶναι νομοδιδάσκαλοι. Ὁρᾷς καὶ ἄλλην αἰτίαν, τὴν τῆς φιλαρχίας; Διὰ τοῦτο καὶ ὁ Χριστὸς ἔλεγεν, Ὑμεῖς δὲ μηδένα καλέσητε Ῥαββί· καὶ πάλιν ὁ Ἀπόστολος, Οὐδὲ γὰρ αὐτοὶ τὸν νόμον φυλάσσουσιν, ἀλλ' ἵνα ἐν τῇ ὑμετέρᾳ σαρκὶ καυχήσωνται. Τοῦ ἀξιώματος ἐφίενται, φησί· διὰ τοῦτο πρὸς τὴν ἀλήθειαν οὐχ ὁρῶσι. Μὴ νοοῦντες, φησὶ, μήτε ἃ λέγουσι, μήτε περὶ τίνων διαβεβαιοῦνται. Ἐνταῦθα διαβάλλει αὐτοὺς, ὡς οὐκ εἰδότας τὸν τοῦ νόμου σκοπὸν, οὐδὲ τὸν καιρὸν μέχρι τίνος κύριον αὐτὸν εἶναι ἐχρῆν. Πῶς οὖν, εἰ ἐξ ἀγνοίας, ἁμάρτημα τοῦτο λέγεις; Ὅτι οὐ διὰ τὸ θέλειν νομοδιδασκάλους εἶναι μόνον, ἀλλὰ καὶ διὰ τὸ μὴ κατέχειν τὴν ἀγάπην τοῦτο ἔπαθον· ἄλλως δὲ καὶ ἡ ἄγνοια ἐκ τούτων ἐτέχθη. Ὅταν γὰρ ἡ ψυχὴ πράγμασιν ἑαυτὴν ἐκδῷ σαρκικοῖς, πηροῦται αὐτῆς τὸ διορατικόν· ἐκπεσοῦσα δὲ τῆς ἀγάπης ἐμπίπτει εἰς φιλονεικίαν, καὶ πηροῦται τὸ τῆς διανοίας ὄμμα. Ὁ γὰρ ὑπό τινος ἐπιθυμίας τούτων τῶν προσκαίρων κατεχόμενος, μεθύων τῷ πάθει, τῆς ἀληθείας οὐκ ἂν γένοιτο κριτὴς ἀδέκαστος. Οὐκ ἴσασι, φησὶ, περὶ τίνων διαβεβαιοῦνται. Εἰκὸς γὰρ ἦν αὐτοὺς περὶ τοῦ νόμου φθέγγεσθαι, καὶ πολλὰ περὶ καθαρσίων καὶ τῶν ἄλλων τῶν σωματικῶν λέγειν. Εἶτα ἀφεὶς ἐκεῖνα ἐλέγξαι, ὡς οὐδὲν ὄντα ἢ σκιὰν τῶν πνευματικῶν καὶ ὑπογραμμὸν, ὃ μᾶλλον προσηνέστερον ἦν, τοῦτο ἐργάζεται. Ποῖον δὴ τοῦτο; Ἐπαινεῖ τὸν νόμον, νόμον ἐνταῦθα τὸν δεκάλογον καλῶν. Ἀπὸ δὲ τούτου κἀκεῖνα ἐξέβαλεν. Εἰ γὰρ ταῦτα αὐτὰ κολάζει τοὺς παραβάτας, καὶ ἄχρηστα ἡμῖν γίνεται, πολλῷ μᾶλλον ἐκεῖνα. Οἴδαμεν δὲ, φησὶν, ὅτι καλὸς ὁ νόμος, ἐάν τις αὐτῷ νομίμως χρῆται, εἰδὼς, τοῦτο, ὅτι δικαίῳ νόμος οὐ κεῖται. Καλὸς, φησὶ, καὶ οὐ καλός. Τί δαὶ, φησίν; ἐὰν μὴ νομίμως τις χρῆται, οὐκ ἔστι καλός; Καὶ οὕτω καλός· ἀλλ' ὃ λέγει τοῦτό ἐστιν· ὅταν ἐκπληροῖ αὐτὸν δι' ἔργων· τὸ γὰρ, Ἐάν τις αὐτῷ νομίμως χρῆται, τοῦτό ἐστιν ἐνταῦθα σημαῖνον. Ὅταν δὲ ἐξηγῶνται μὲν αὐτὸν διὰ ῥημάτων, διὰ δὲ τῶν ἔργων παραβαίνωσι, τοῦτό ἐστιν ἀνόμως χρῆσθαι· χρῆται μὲν γὰρ καὶ οὗτος, ἀλλ' οὐκ εἰς οἰκείαν ὠφέλειαν. Ἔστι καὶ ἄλλο πρὸς τούτῳ εἰπεῖν. Ποῖον δὴ τοῦτο; Οἷον ἐὰν νομίμως χρήσῃ τῷ νόμῳ, παραπέμπει σε πρὸς τὸν Χριστόν. Ὅταν γὰρ αὐτοῦ σκοπὸς ᾖ δικαιῶσαι τὸν ἄνθρωπον, μὴ δύνηται δὲ, παραπέμπει πρὸς τὸν δυνάμενον. Καὶ ἄλλως δὲ νομίμως χρήσασθαι τῷ νόμῳ ἔστιν, ὅταν ἐκ πολλῆς αὐτὸν φυλάττῃς τῆς περιουσίας. Τί δέ ἐστιν, ἐκ περιουσίας; Ὥσπερ τῷ χαλινῷ, φησὶν, εὐτάκτως κέχρηται, οὐχ ὁ σκιρτῶν ἵππος, οὐδ' ὁ δάκνων, ἀλλ' ὁ ἁπλῶς αὐτὸν περικείμενος σχήματος ἕνεκεν· οὕτω καὶ νόμῳ νομίμως χρῆται ὁ μὴ διὰ τὴν ἐκ τῶν γραμμάτων ἀνάγκην σωφρονῶν. Τίς δὲ αὐτῷ νομίμως χρήσεται; Ὁ εἰδὼς, ὅτι οὐ δεῖται αὐτοῦ. Ὁ γὰρ πρὸς τοσοῦτον ἀρετῆς φθάσας, ὥστε μὴ διὰ τὸν ἐκείνου φόβον αὐτὸν κατορθοῦν, ἀλλὰ διὰ τὴν ἀρετὴν, οὗτος νομίμως χρῆται αὐτῷ καὶ ἀσφαλῶς· ἐάν τις αὐτῷ οὕτω χρῆται, ὡς μὴ φοβούμενος αὐτὸν, ἀλλὰ τῆς ἐκεῖ τιμωρίας κειμένης μᾶλλον τὴν κατάγνωσιν ἔχων πρὸ ὀφθαλμῶν. Καὶ ἄλλως δὲ δίκαιον ἐνταῦθα καλεῖ τὸν κατωρθωκότα τὴν ἀρετήν. Ἐκεῖνος τοίνυν κέχρηται τῷ νόμῳ καλῶς, ὁ μὴ καταξιῶν ἀπ' αὐτοῦ παιδεύεσθαι.
2.2.1
Ὥσπερ γὰρ αἱ στιγμαὶ τῶν γραμμάτων τοῖς παισὶ κεῖνται, ὁ δὲ τὰ ἀπ' αὐτῶν πληρῶν μὴ ἐξ αὐτῶν, ἀλλ' ἐξ ἑτέρων, μείζονος ἐπιστήμης ἂν εἴη ἔμπειρος, καὶ κρεῖττον μᾶλλον κέχρηται τοῖς γράμμασιν· οὕτως ὁ ὑπὲρ τὸν νόμον, οὐ παιδαγωγεῖται τῷ νόμῳ. Ὁ γὰρ μὴ ἀπὸ τοῦ φόβου αὐτὸν πληρῶν, ἀλλ' ἀπὸ τῆς κατὰ τὴν ἀρετὴν ἐπιθυμίας, πλειόνως οὗτος μάλιστα αὐτὸν κατορθοῖ. Οὐ γὰρ ὁμοίως ὁ κόλασιν δεδοικὼς, καὶ ὁ τιμῆς ἐφιέμενος τὸν νόμον πληροῖ· οὐχ ὁμοίως ὁ ὑπὸ τὸν νόμον ὢν, καὶ ὁ ὑπὲρ τὸν νόμον· τὸ γὰρ ὑπὲρ νόμον ζῆσαι, τοῦτό ἐστι νομίμως χρῆσθαι, Νόμῳ γὰρ ἐκεῖνος χρῆται καλῶς καὶ φυλάττει, ὁ μείζονα τοῦ νόμου κατορθῶν, ὁ μὴ καταξιῶν παιδευτὴν αὐτὸν ἔχειν. Ὁ γὰρ νόμος, ὡς τὰ πολλὰ, κακῶν ἀπαγόρευσίς ἐστι· δίκαιον δὲ οὐ ποιεῖ τοῦτο, ἀλλὰ καὶ ἀγαθῶν ἐργασία. Ὥστε ὅσοι κακῶν ἀπέχονται ὡς δοῦλοι, οὗτοι οὐ πληροῦσιν αὐτοῦ τὸν σκοπόν· διὰ γὰρ τοῦτο κεῖται, ἵνα παράβασιν κολάζῃ. Ὥστε καὶ ἐκεῖνοι κέχρηνται αὐτῷ, ἀλλ' ἐν τῷ κόλασιν δεδοικέναι. Θέλεις γὰρ, φησὶ, μὴ φοβεῖσθαι τὴν ἐξουσίαν; τὸ ἀγαθὸν ποίει· ὡς ἂν εἴποι τις· Μόνοις γὰρ τοῖς πονηροῖς τιμωριῶν διαγορευτικός ἐστι· τῷ δὲ στεφάνων ἄξια ποιήσαντι ποῦ χρήσιμος ὁ νόμος; ὥσπερ οὖν ὁ ἰατρὸς τῷ τραῦμά τι ἔχοντι, οὐ τῷ ὑγιαίνοντι, οὐδὲ τῷ καλῶς διακειμένῳ. Ἀνόμοις δὲ, φησὶ, καὶ ἀνυποτάκτοις, ἀσεβέσι καὶ ἁμαρτωλοῖς. Ἀνόμους Ἰουδαίους καλεῖ, τοὺς αὐτοὺς δὲ καὶ ἀνυποτάκτους. Ὁ νόμος, φησὶν, ὀργὴν κατεργάζεται. Τοῦτο πρὸς τοὺς ποιοῦντας τὸ κακόν. Τί δὲ πρὸς τὸν τιμῆς ἄξιον; Διὰ νόμου, φησὶν, ἐπίγνωσις ἁμαρτίας. Τί δαὶ πρὸς τὸν δίκαιον; Δικαίῳ, φησὶ, νόμος οὐ κεῖται. Διὰ τί; Ὅτι κολάσεώς ἐστιν ἐκτὸς, καὶ ὅτι οὐ περιμένει τὰ πρακτέα παρ' ἐκείνου μαθεῖν, ἔχων ἔνδον ὑπαγορεύουσαν τὴν τοῦ Πνεύματος χάριν. Νόμος γὰρ ἐδόθη, ἵνα τῷ φόβῳ κολάζωνται καὶ τῇ ἀπειλῇ. Οὐ δεῖ τοίνυν χαλινοῦ ἐπὶ τὸν εὐήνιον ἵππον, οὐδὲ παιδαγωγίας ἐπὶ τὸν οὐ δεόμενον παιδαγωγοῦ. Ἀνόμοις δὲ, φησὶ, καὶ ἀνυποτάκτοις, ἀσεβέσι καὶ ἁμαρτωλοῖς, ἀνοσίοις καὶ βεβήλοις, πατραλοίαις καὶ μητραλοίαις. Καὶ οὐ μέχρι τούτου ἔστη, οὐδὲ μέχρι τῶν ἁμαρτημάτων μόνον, ἀλλὰ καὶ κατ' εἶδος ἐπεξῆλθε τὰ ἁμαρτήματα, ὥστε πεῖσαι ἐπαισχυνθῆναι τὴν τοῦ νόμου ἐπιστασίαν. Εἶτα καταλέξας κατ' εἶδος, εἶπε καὶ κατὰ παράλειψιν, καίτοικαὶ τὰ εἰρημένα ἱκανὰ ἦν ἀπαγαγεῖν. Περὶ τίνων οὖν ταῦτά φησι; Περὶ Ἰουδαίων· οὗτοι γὰρ καὶ πατραλοῖαι καὶ μητραλοῖαι, καὶ αὐτοὶ καὶ βέβηλοι καὶ ἀνόσιοι· τούτους γὰρ αἰνίττεται, Ἀσεβέσιν, εἰπὼν, καὶ ἁμαρτωλοῖς. Τοιούτων δὲ ὄντων αὐτῶν ἀναγκαίως καὶ ὁ νόμος ἐδόθη. Εἰπὲ γάρ μοι, οὐχὶ συνεχῶς εἰδώλοις προσεκύνουν; οὐ τὸν Μωϋσέα ἐλίθαζον; οὐ φόνων αὐτῶν αἱ χεῖρες ἔγεμον συγγενικῶν; οὐχὶ ἄνω καὶ κάτω ταῦτα αὐτοῖς ἐγκαλοῦσιν οἱ προφῆται; Τοῖς δὲ τὰ ἐν οὐρανῷ φιλοσοφοῦσι περιττὰ ταῦτα. Πατραλοίαις, φησὶ, καὶ μητραλοίαις, ἀνδροφόνοις, πόρνοις, ἀρσενοκοίταις, ἀνδραποδισταῖς, ψεύσταις, ἐπιόρκοις, καὶ εἴ τε ἕτερον τῇ ὑγιαινούσῃ διδασκαλίᾳ ἀντίκειται. Καλῶς εἶπε, Τῇ ὑγιαινούσῃ διδασκαλίᾳ. Ἐκεῖνα γὰρ πάντα πάθη ψυχῆς ἦν διεφθαρμένης. Κατὰ τὸ Εὐαγγέλιον, φησὶ, τῆς δόξης τοῦ μακαρίου Θεοῦ, ὃ ἐπιστεύθην ἐγώ. Ὥστε καὶ νῦν ἐπὶ βεβαιώσει τοῦ Εὐαγγελίου δεῖ νόμου· τοῖς μέντοι πειθομένοις οὐ δεῖ. Εὐαγγέλιον δὲ δόξης αὐτὸ καλεῖ, δι' οὐδὲν ἕτερον, ἀλλ' ἢ διὰ τοὺς αἰσχυνομένους ἐπὶ τοῖς διωγμοῖς, καὶ ἐπὶ τῷ πάθει τοῦ Χριστοῦ. Τῶν τε οὖν ἄλλων ἕνεκεν καὶ τούτων αὐτῶν Εὐαγγέλιον δόξης εἴρηκε, δηλῶν ὅτι δόξα ἐστὶ τὸ πάθος τοῦ Χριστοῦ· ἢ καὶ τὰ μέλλοντα αἰνίττεται. Εἰ γὰρ τὰ παρόντα αἰσχύνης γέμει καὶ ὀνειδῶν, ἀλλὰ τὰ μέλλοντα οὐ τοιαῦτα· τὸ δὲ Εὐαγγέλιον μελλόντων ἐστὶν, οὐ παρόντων. Πῶς οὖν ὁ ἄγγελος, Ἰδοὺ εὐαγγελίζομαι ὑμῖν, ὅτι ἐτέχθη ὑμῖν Σωτήρ; Ὅτι τεχθεὶς ἔμελλε τοῦτο γίνεσθαι· οὐ γὰρ ἅμα ἐγεννήθη, εἰργάζετο τὰ σημεῖα. Κατὰ τὸ Εὐαγγέλιον, φησὶ, τῆς δόξης τοῦ μακαρίου Θεοῦ.– Τῆς δόξης· ἢ τὴν λατρείαν φησὶ τοῦ Θεοῦ, ἢ ὅτι εἰ τὰ παρόντα πάντα ἐμπέπλησται τῆς δόξης αὐτοῦ, πολλῷ δὲ μᾶλλον τὰ μέλλοντα· ὅταν τεθῶσι, φησὶν, ὑπὸ τοὺς πόδας αὐτοῦ οἱ ἐχθροὶ αὐτοῦ· ὅταν ἀντικείμενον ᾖ μηδὲν, ὅταν ἴδωσιν οἱ δίκαιοι πάντα τὰ μακαριστὰ ἐκεῖνα, ἃ μήτε ὀφθαλμὸς εἶδε, μήτε οὖς ἤκουσε, μήτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη. Θέλω γὰρ, φησὶν, ἵν' ὅπου εἰμὶ ἐγὼ, καὶ οὗτοι ὦσιν, ἵνα θεωρῶσι τὴν δόξαν τὴν ἐμὴν, ἣν ἔδωκάς μοι. Μάθωμεν τίνες ἄρα οὗτοί εἰσι, καὶ μακαρίσωμεν αὐτοὺς, ἐννοοῦντες ὅσων ἀπολαύσονται τότε ἀγαθῶν, ὅσης μεθέξουσι δόξης, ὅσου φωτός. Ἡ μὲν γὰρ ἐνταῦθα δόξα οὐδαμινή τέ ἐστι καὶ ἄστατος· κἂν παραμείνῃ δὲ, ἕως τελευτῆς παραμένει, καὶ λοιπὸν παντελῶς σβέννυται· Οὐ γὰρ συγκαταβήσεται αὐτῷ, φησὶν, ἡ δόξα αὐτοῦ ὀπίσω αὐτοῦ· πολλοῖς δὲ οὐδὲ ἐνταῦθα μέχρι τέλους παρέμεινε· περὶ δὲ ἐκείνης οὐκ ἔστιν ὑποπτεῦσαί τι τοιοῦτον, ἀλλὰ πᾶν τοὐναντίον, ὅτι μένει, καὶ οὐδὲ τέλος ἕξει ποτέ. Τοιαῦτα γὰρ τὰ τοῦ Θεοῦ, μόνιμα καὶ μεταβολῆς κρείττω πάσης καὶ τέλους. Οὐ γάρ ἐστιν ἡ δόξα τότε ἐκ τῶν ἔξω, ἀλλ' ἐκ τῶν ἔνδον· οἷόν τι λέγω· Οὐκ ἀπὸ ἱματίων πολυτελῶν, οὐκ ἀπὸ πλήθους θεραπόντων, οὐκ ἀπὸ ὀχημάτων ἡ δόξα τότε γίνεται, ἀλλὰ τούτων χωρὶς αὐτὸς ὁ ἀνὴρ ἠμφίεσται τὴν δόξαν. Νῦν μὲν γὰρ, ἂν ταῦτα ἀπῇ, γυμνὸς τῆς δόξης ἔσται, ἐκεῖ δὲ οὐχ οὕτως. Ἐν γοῦν βαλανείοις γυμνοὺς ὁρῶμεν ἐντίμους καὶ ἀτίμους, ὁρῶμεν δὲ καὶ φαύλους. Τῶν ἐν ἀγοραῖς πολλοὶ γοῦν πολλάκις ἐκινδύνευσαν, τῶν παίδων αὐτοὺς κατά τινα χρείαν ἀπολιπόντων· ἐκεῖ δὲ μεθ' ἑαυτοῦ τὴν δόξαν ἔχει πανταχοῦ. Καὶ καθάπερ οἱ ἄγγελοι, ὅπουπερ ἂνφανῶσιν, ἐν ἑαυτοῖς τὴν δόξαν ἔχουσιν, οὕτω καὶ οἱ ἅγιοι· μᾶλλον δὲ καθάπερ ὁ ἥλιος οὐ δεῖται ἱματίου, οὐ δεῖται ἑτέρου τινὸς, ἀλλ' ἅμα τε ἐφάνη καὶ τὴν ἑαυτοῦ δόξαν ἐξέλαμψεν, οὕτω καὶ τότε ἔσται.
2.3.1
Μεταδιώκωμεν τοίνυν τὴν δόξαν ἐκείνην, ἧς οὐδὲν αἰδεσιμώτερον· καταλείπωμεν ταύτην, ἧς οὐδὲν οὐδαμινώτερον. Ἐν περιβολῇ, φησὶν, ἱματίων μὴ καυχήσῃ. Ταῦτα ἄνωθεν προελέγετο τοῖς νηπίοις. Καὶ γὰρ ὁ ὀρχηστὴς καὶ ἡ πόρνη καὶ ὁ σκηνικὸς χαριέστερά σου ἠμφίεσται καὶ πολυτελέστερα. Καὶ χωρὶς δὲ τούτων, καυχᾶσαι ἐπὶ πράγματι, ᾧ ἂν ἐπίθωνται σῆτες, ἀπεστέρησάν σε τῆς ἀπολαύσεως. Ὁρᾷς πῶς ἀβέβαιόν ἐστι πρᾶγμα, ἡ τοῦ παρόντος βίου δόξα; Καυχᾷ ἐπὶ πράγματι, ὃ σκώληκες τίκτουσι, καὶ ἀπολλύουσι· λέγονται γὰρ Ἰνδικά τινα ζωΰφια εἶναι, ὅθεν τὰ νήματα ταῦτα κατασκευάζεται. Κτῆσαι ἱμάτιον, εἰ βούλει, τὸ ἐκ τῶν ἄνωθεν ὑφαντὸν, τὴν περιβολὴν τὴν θαυμασίαν καὶ λαμπρὰν, τὸν ἱματισμὸν τὸν διάχρυσον ὄντως. Ἐκεῖνος ὁ χρυσὸς οὐκ ἀπὸ μετάλλων ἐστὶν, ἃ καταδίκων χεῖρες ὤρυξαν, ἀλλ' ἀπὸ ἀρετῆς τίκτεται. Περιβάλωμεν ἑαυτοὺς ἐκείνῃ τῇ στολῇ, ἣν οὐκ ἄνθρωποι πένητες καὶ δοῦλοι κατασκευάζουσιν, ἀλλ' αὐτὸς ὁ Δεσπότης. Ἀλλὰ ἐρεῖς ὅτι κατέσπαρται τῷ ἱματίῳ τούτῳ χρυσός; Καὶ τί τοῦτο πρὸς σέ; τὸν γὰρ ἐργασάμενον πάντες θαυμάζουσιν, οὐ τὸν περικείμενον· ἐκείνου γὰρ ὄντως τὸ θαῦμα. Ὥσπερ γὰρ ἐπὶ τῶν ἱματίων τῶν λιτῶν οὐ τὸ ξύλον, ἐν ᾧ ἐντέταται τὸ ἱμάτιον ἐπὶ τὸ κναφεῖον, θαυμάζομεν, ἀλλὰ τὸν ἐργαζόμενον, καίτοι ξύλον αὐτὰ φορεῖ, καὶ ξύλῳ ἐνδέδεται. Ὥσπερ οὖν ἐκεῖνα οὐ χρείας ἕνεκεν ἐνδέδεται, οὕτως οὐδὲ αὗται, ἀλλὰ τῆς τοῦ ἱματίου χρείας, ἵνα τινάσσηται, φησὶν, ἵνα μὴ σητὶ κατατείνηται. Πῶς οὖν οὐκ ἐσχάτης τοῦτο ἀνοίας ἐστὶν, ὑπὲρ τοῦ μηδενὸς τοσαύτην ποιεῖσθαι σπουδὴν, καὶ πάντα μηχανᾶσθαι, καὶ τὴν ἑαυτῶν προδιδόναι σωτηρίαν, καὶ τῆς γεέννης καταφρονεῖν, καὶ εἰς Θεὸν ὑβρίζειν, καὶ περιορᾷν τὸν Χριστὸν πεινῶντα; Τί ἄν τις εἴποι τὴν τῶν ἀρωμάτων πολυτέλειαν, τῶν Ἰνδικῶν, τῶν Ἀραβικῶν, τῶν Περσικῶν. τῶν ξηρῶν, τῶν ὑγρῶν, τῶν μύρων, τῶν θυμιαμάτων, ἅπερ ἅπαντα δαπάνην ἔχει πολλὴν καὶ ἀνόητον; Τί μυρίζεις, ὦ γύναι, τὸ σῶμα ἔσωθεν ἀκαθαρσίας γέμον; τί περὶ τὸ δυσῶδες ἀναλίσκῃ, καὶ ταυτὸ ποιεῖς, ὥσπερ ἂν εἴ τις ἐπιβάλοι βορβόρῳ μύρον, ἢ πλίνθῳ διαβρέχοι βάλσαμον; Ἔστιν, εἰ βούλει, μύρον, ἔστιν ἄρωμα, ᾧ δυνήσῃ χρῖσαι τὴν ψυχὴν, οὐκ ἐξ Ἀραβίας, οὐδὲ ἐξ Αἰθιοπίας, οὐδ' ἀπὸ Περσίδος, ἀλλ' ἐξ αὐτοῦ φερόμενον τοῦ οὐρανοῦ, πωλούμενον οὐ χρυσίου, ἀλλὰ προαιρέσεως ἀγαθῆς καὶ πίστεως ἀνυποκρίτου. Τοῦτο ἀγόρασαι τὸ μύρον, οὗ ἡ ὀσμὴ τὴν οἰκουμένην ἐμπλῆσαι δύναται· τούτου ἀπέπνεον οἱ ἀπόστολοι· Ὀσμὴ γάρ ἐσμεν εὐωδίας, φησὶν, οἷς μὲν εἰς θάνατον, οἷς δὲ εἰς ζωήν. Τί δὴ τοῦτό ἐστιν; Ὅτι καὶ ὗς ἀποπνίγεσθαι λέγεται ἀπὸ τῆς εὐωδίας. Οὐ τὸ σῶμα δὲ μόνον τῶν ἀποστόλων, ἀλλὰ καὶ τὰ ἱμάτια τοῦ μύρου τοῦ πνευματικοῦ ἀπέπνεον. Οὕτω γὰρ ἔπνει καλὸν τὰ ἱμάτια Παύλου, ὡς δαίμονας ἀπελαύνειν. Ποίου φύλλου, ποίας κασίας, ποίας σμύρνης οὐχὶ καὶ ἡδίων καὶ χρησιμωτέρα αὕτη ἡ εὐωδία; Εἰ γὰρ δαίμονας ἀπήλαυνε, τί οὐκ ἂν ἕτερον εἰργάσατο; Τοῦτο κατασκευάζωμεν τὸ μύρον· κατασκευάζει δὲ αὐτὸ δι' ἐλεημοσύνης ἡ πνευματικὴ χάρις. Τούτου καὶ ἐκεῖ ἀπελθόντες μέλλομεν ἀποπνεῖν, καὶ τοὺς ἁγίους πρὸς ἑαυτοὺς ἐπιστρέφειν· καὶ καθάπερ ἐνταῦθα πάντας ἐπιστρέφουσιν οἱ ἀνακεχρωσμένοι ταῖς εὐωδίαις, κἄν τε εἰς βαλανεῖον, κἄν τε εἰς ἐκκλησίαν, κἄν τε εἰς ἕτερον πολυάνθρωπον τόπον ἀπέλθῃ ὁ τοῦτο ἀποπνέων, πάντες αὐτοῦ ἐξαρτῶνται, καὶ πάντες ἐπιστρέφονται· οὕτω καὶ ἐν ἐκείνῳ τῷ κόσμῳ τῶν ἀποπνεουσῶν ψυχῶν τῆς πνευματικῆς εὐωδίας εἰσιουσῶν, πάντες ὑπεξίστανται καὶ παραχωροῦσι. Καὶ ἐνταῦθα δὲ καὶ δαίμονες καὶ κακίαι πᾶσαι προσελθεῖν οὐ τολμῶσιν οὐδὲ ὑπομένουσιν· ἀποπνίγονται γάρ. Ἐκεῖνο τοίνυν τὸ ἄρωμα περιθώμεθα. Τοῦτο μὲν γὰρ καὶ βλακείας δόξαν ἡμῖν περιτίθησιν, ἐκεῖνο δὲ ἀνδρείας καὶ θαύματος ὄντως· καὶ παῤῥησίαν δὲ ἡμῖν παρέχει πολλήν. Τοῦτο τὸ ἄρωμα οὐ γῆ ἀναδίδωσιν, ἀλλ' ἀρετὴ τίκτει, οὐ μαραίνεται, ἀλλ' ἀνθεῖ· τοῦτο τιμίους τοὺς ἔχοντας ποιεῖ. Τούτῳ χριόμεθα, ὅταν βαπτιζώμεθα· τότε καλὸν ἀποπνέομεν. Τὸ δὲ καὶ τὸ ἑξῆς τούτου ἀποπνεῖν, τῆς ἡμῶν ἐστι σπουδῆς. Διὰ τοῦτο καὶ τὸ παλαιὸν μύρῳ ἐχρίοντο οἱ ἱερεῖς, τῆς ἀρετῆς σύμβολον διδόντες, ὅτι τὸν ἱερέα καλὸν ἀποπνεῖν δεῖ. Τῆς δὲ ἁμαρτίας οὐδέν ἐστι δυσωδέστερον. Ὅρα αὐτῆς πῶς διαγράφει τὴν φύσιν ὁ προφήτης. Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου. Ὄντως γὰρ σηπεδόνος χείρων ἐστὶ καὶ δυσωδεστέρα ἡ ἁμαρτία. Τί γὰρ, εἰπέ μοι, πορνείας δυσωδέστερον; Εἰ δὲ μὴ αἰσθάνῃ ἐργαζομένης, ἐννόησόν μοι τίς ἡ ἁμαρτία μετὰ τὴν ἐργασίαν, καὶ τότε αὐτῆς ὄψει τὴν δυσωδίαν, τότε τὴν προστριβεῖσαν ἀκαθαρσίαν, τότε τὸ ἄγος, τότε τὸ μύσος. Τοιαύτη πᾶσα ἁμαρτία· πρὶν ἢ μὲν ἐργασθῆναι, ἔχει τινὰ ἡδονὴν, μετὰ δὲ τὸ τελεσθῆναι τὸ μὲν ἡδὺ παύεται καὶ μαραίνεται, τὸ δὲ λυπηρὸν καὶ κατηφὲς ἐπεισέρχεται. Ἡ δὲ δικαιοσύνη τοὐναντίον· παρὰ μὲν τὴν ἀρχὴν ἔχει τοὺς πόνους, πρὸς δὲ τῷ τέλει τὴν ἡδονὴν καὶ τὴν ἀνάπαυσιν. Οὐδὲ ἐκεῖ μὲν οὖν ἡ ἡδονὴ ἡδονὴ γίνεται, τῇ προσδοκίᾳ τῆς αἰσχύνης καὶ τῆς τιμωρίας· καὶ ἐνταῦθα δὲ πάλιν οὐδὲ ὁ πόνος πόνος τῇ ἐλπίδι τῶν ἀμοιβῶν. Τί δὴ ἡ μέθη, εἰπέ μοι; οὐκ ἐν τῷ πίνειν μόνον ἔχει τὴν ἡδονήν; μᾶλλον δὲ οὐδ' ἐν τῷ πίνειν. Ὅταν γὰρ εἰς ἀναισθησίαν ἐμπέσῃ, καὶ μηδένα τῶν παρόντων βλέπῃ, ἀλλὰ τῶν μαινομένων χεῖρον διακέηται, ποία λοιπὸν ἡδονή; Μᾶλλον δὲ οὐδὲ ἐν αὐτῇ τῇ πορνείᾳ ἡδονή τίς ἐστιν. Ὅταν γὰρ ὑπὸ πάθους ἡ ψυχὴ κατεχομένη τὴν κρίσιν ἀφαιρῆται, ποία αὕτη ἡδονή; Εἰ δὲ τοῦτο, καὶ ψῶρα ἡδονή. Ἡδονὴν δὲ ἐκείνην ἐγὼ εἴποιμι ἂν τὴν ἀληθῆ, ὅταν μὴ ᾖ ἐν πάθει ἡ ψυχὴ κατατεινομένη ὑπὸ τοῦ σώματος καὶ διασπωμένη. Ποία γὰρ αὕτη ἡδονὴ, τρίζειν ὀδόντας, διαστρέφειν ὀφθαλμοὺς, γαργαλίζεσθαι καὶ θερμαίνεσθαι πέρα τοῦ δέοντος; Οὕτω δὲ οὐκ ἔστιν ἡδονὴ, ὅτι σπεύδομεν αὐτῆς ἀπαλλαγῆναι ταχέως, καὶ ἀπαλλαγέντες ἀλγοῦμεν. Εἰ ἡδονή ἐστι, μὴ ἀπαλλάττου αὐτῆς, ἀλλὰ μένε ἐν τῇ ἡδονῇ. Ὁρᾷς ὅτι ὄνομά ἐστι μόνον ἡδονῆς; Ἀλλ' οὐ τὰ παρ' ἡμῖν τοιαῦτα, ἀλλ' ὄντως ἐστὶν ἡδέα, οὐ μετὰ φλογὸς ἔχοντα τὴν ἡδονὴν, ἀλλ' ἐλευθέραν ἀφιέντα τὴν ψυχὴν, καὶ εὐφραίνοντα καὶ διαχέοντα. Τοιαύτη ἦν ἡ Παύλου ἡδονὴ λέγοντος, Ἐν τούτῳ χαίρω, ἀλλὰ καὶ χαρήσομαι· καὶ, Χαίρετε ἐν Κυρίῳ πάντοτε. Ἐκείνη γὰρ καὶ αἰσχύνην ἔχει καὶ κατάγνωσιν, ἐκείνη καὶ λάθρα γίνεται, καὶ μυρίων ἐμπέπλησταιἀηδιῶν· αὕτη δὲ πάντων τούτων ἀπήλλακται. Ταύτην οὖν μεταδιώκωμεν, ἵνα τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίουἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.