Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In epistulam i ad Timotheum
John ChrysostomTimo 5 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
5.0.1
Ταύτην τὴν παραγγελίαν παρατίθεμαί σοι, τέ κνον Τιμόθεε, κατὰ τὰς προαγούσας ἐπὶ σὲ προφητείας, ἵνα στρατεύῃ ἐν αὐταῖς τὴν καλὴν στρατείαν, ἔχων πίστιν καὶ ἀγαθὴν συνείδησιν, ἥν τινες ἀπωσάμενοι, περὶ τὴν πίστιν ἐναυάγησαν.
5.1.1
Τὸ τῆς διδασκαλίας καὶ τὸ τῆς ἱερωσύνης ἀξίωμα μέγα ἐστὶ καὶ θαυμαστὸν, καὶ ὄντως τῆς τοῦ Θεοῦ δεόμενον ψήφου, ὥστε τὸν ἄξιον εἰς μέσον παραγαγεῖν. Οὕτω καὶ τὸ παλαιὸν ἐγίνετο, οὕτω καὶ νῦν γίνεται, ὅταν χωρὶς πάθους ἀνθρωπίνου τὰς αἱρέσεις ποιώμεθα, ὅταν πρὸς μηδὲν ὁρῶντες βιωτικὸν, μὴ πρὸς φιλίαν, μὴ πρὸς ἀπέχθειαν. Εἰ γὰρ καὶ μὴ τοσούτου πνεύματος μετέχομεν, ἀλλ' ἀρκεῖ πρόθεσις ἀγαθὴ τοῦ Θεοῦ τὴν χειροτονίαν ἐπισπάσασθαι. Ἐπεὶ οὐδὲ οἱ ἀπόστολοι Πνεύματος μετεῖχον, ὅτε τὸν Ματθίαν ἐξελέξαντο, ἀλλ' εὐχῇ τὸ πρᾶγμα ἐπιτρέψαντες, ἐγκατέλεξαν αὐτὸν τῷ τῶν ἀποστόλων ἀριθμῷ· οὐ γὰρ πρὸς φιλίαν ἀνθρωπίνην ἑώρων. Οὕτως ἔδει καὶ νῦν ἐφ' ἡμῶν γίνεσθαι. Ἀλλ' ἡμεῖς πρὸς ἔσχατον ῥᾳθυμίας ἐληλακότες, καὶ τὰ φανερὰ πρὸς ἀκρίβειαν προϊέμεθα· ὅταν δὲ τὰ δῆλα παρορῶμεν, πῶς τὰ ἄδηλα ἡμῖν ὁ Θεὸς ἐκκαλύψει; Εἰ ἐν τῷ μικρῷ, φησὶν, οὐκ ἐγένεσθε πιστοὶ, τὸ μέγα καὶ ἀληθινὸν τίς ὑμῖν ἐγχειρίσει; Τότε δὲ, ἐπεὶ οὐδὲν ἀνθρώπινον ἐγίνετο, καὶ ἀπὸ προφητείας ἐγίνοντο οἱ ἱερεῖς. Τί ἐστιν ἀπὸ προφητείας; Ἀπὸ Πνεύματος ἁγίου. Προφητεία γάρ ἐστιν, οὐ τὸ τὰ μέλλοντα λέγειν, ἀλλὰ καὶ τὸ τὰ παρόντα, ἐπεὶ καὶ ὁ Σαοὺλ κατὰ προφητείαν ἐδείχθη ἐν τοῖς σκεύεσι κρυπτόμενος· ὁ γὰρ Θεὸς τοῖς δικαίοις ἀποκαλύπτει. Προφητεία ἦν καὶ τὸ λέγειν, Ἀφορίσατέ μοι τὸν Παῦλον καὶ τὸν Βαρνάβαν. Οὕτω καὶὁ Τιμόθεος ᾑρέθη. Προφητείας δὲ ἐνταῦθά φησι τὰς πολλὰς, ἴσως ἐκείνην μεθ' ἧς αὐτὸν ἔλαβεν ὃτε περιέτεμε, καὶ ὅτε ἐχειροτόνει, καθὼς καὶ αὐτὸς γράφων φησί· Μὴ ἀμέλει τοῦ ἐν σοὶ χαρίσματος. Διανιστὰς τοίνυν αὐτὸν, καὶ νήφειν παρασκευάζων καὶ ἐγρηγορέναι, ἀναμιμνήσκει τοῦ ἑλομένου καὶ χειροτονήσαντος· ὡς ἂν εἰ ἔλεγεν· Ὁ Θεός σε ἐξελέξατο αὐτός σοι ἐνεπίστευσεν, οὐκ ἀνθρωπίνῃ γέγονας ψήφῳ· μὴ ὑβρίσῃς, μηδὲ καταισχύνῃς τοῦ Θεοῦ τὴν ψῆφον. Εἶτα ἐπειδὴ παραγγελίαν ἔφησε, καὶ φορτικώτερον ἦν, τί φησι; Ταύτην τὴν παραγγελίαν παρατίθεμαί σοι, τέκνον Τιμόθεε. Ὡς τέκνῳ, καὶ γνησίῳ παραγγέλλει. Οὐ γὰρ αὐθεντικῶς οὐδὲ δεσποτικῶς οὐδὲ μετ' ἐξουσίας, ἀλλὰ πατρικῶς, Τέκνον, φησὶ, Τιμόθεε. Τὸ δὲ παραθέσθαι τῆς φυλακῆς τὸ ἀκριβὲς δηλοῖ, καὶ τὸ οὐχ ἡμέτερον· οὐ γὰρ ἡμεῖς αὐτὸ ἐκτησάμεθα. ἀλλ' ὁ Θεὸς ἡμῖν ἐχαρίσατο· οὐ τοῦτο δὲ μόνον, ἀλλὰ καὶ πίστιν καὶ ἀγαθὴν συνείδησιν. Ἅπερ οὖν ἔδωκε, ταῦτα φυλάττωμεν. Εἰ μὴ αὐτὸς ἦλθεν, οὔτε ἡ πίστις αὐτὴ εὑρίσκετο, οὔτε ὁ βίος ὁ καθαρὸς, ὃν ἐκ παιδείας λαμβάνομεν. Ὡς ἂν εἰ ἔλεγεν· Οὐκ ἐγώ εἰμι ὁ παραγγέλλων, ἀλλ' ὁ ἑλόμενος· τὸ μὲν γὰρ, Κατὰ τὰς προαγούσας ἐπὶ σὲ προφητείας, τοῦτό ἐστιν. Ἐκείνων ἄκουσον, ἐκείναις πείθου. Τί δὲ παραγγέλλεις, εἰπέ; Ἵνα στρατεύῃ ἐν αὐταῖς τὴν καλὴν στρατείαν. Ἐκεῖναί σε εἵλοντο εἰς ὃ εἵλοντό σε, στρατεύου τὴν καλὴν στρατείαν. Καλὴν εἶπεν· ἔστι γὰρ καὶ κακὴ στρατεία, περὶ ἧς φησιν· Ὥσπερ γὰρ παρεστήσατε τὰ μέλη ὑμῶν ὅπλα τῇ ἁμαρτίᾳ καὶ τῇ ἀκαθαρσίᾳ. Ἐκεῖνοι ὑπὸ τυράννῳ στρατεύονται, σὺ δὲ ὑπὸ βασιλεῖ. Διὰ τί δὲ καλεῖ στρατείαν τὸ πρᾶγμα; Δηλῶν ὅτι πόλεμος ἐγήγερται σφοδρὸς πᾶσι μὲν, μάλιστα δὲ τῷ διδασκάλῳ, ὅτι ὅπλων ἡμῖν ἰσχυρῶν δεῖ, ὅτι νήψεως, ὅτι ἐγρηγόρσεως, ὅτι διηνεκοῦς ἀγρυπνίας, ὅτι πρὸς αἷμα καὶ μάχας παρεσκευάσθαι ὀφείλομεν, ὅτι παρατάττεσθαι, καὶ μηδὲν ἔχειν χαῦνον. Ἵνα στρατεύῃ ἐν αὐταῖς, φησί. Καθάπερ γὰρ ἐπὶ τῶν στρατοπέδων οὐ πάντες εἰς ἓν εἶδος στρατεύονται, ἀλλ' ἐν διαφόροις τάγμασιν· οὕτω καὶ ἐν τῇ Ἐκκλησίᾳ, ὁ μὲν εἰς διδασκάλου τάξιν, ὁ δὲ εἰς μαθητοῦ, ὁ δὲ εἰς ἰδιώτου, σὺ δὲ ἐν τούτῳ. Εἶτα, ἵνα μή τις νομίσῃ ἀρκεῖν τοῦτο, τί φησιν; Ἔχων πίστιν καὶ ἀγαθὴν συνείδησιν. Τὸν γὰρ διδάσκαλον πρότερον ἑαυτοῦ χρὴ εἶναι διδάσκαλον. Ὥσπερ γὰρ ὁ στρατηγὸς, ἐὰν μὴ πρότερον ᾖ στρατιώτης ἄριστος, οὐδὲ στρατηγὸς ἔσται ποτέ· οὕτω καὶ ὁ διδάσκων. Τοῦτο καὶ ἀλλαχοῦ φησι· Μή πως ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γένωμαι. Ἔχων, φησὶ, πίστιν καὶ ἀγαθὴν συνείδησιν, ἵν' οὕτω τῶν ἄλλων προϊστᾶσαι. Ταῦτα ἀκούοντες, μὴ ἀπαξιώσωμεν τὰς τῶν μειζόνων παραινέσεις, κἂν διδάσκαλοι ὦμεν. Εἰ γὰρ Τιμόθεος, οὗ πάντες οὐκ ἐσμὲν ἀντάξιοι, δέχεται παραγγελίας καὶ διδάσκεται, καὶ ταῦτα ἐν τάξει διδασκάλου ὢν, πολλῷ μᾶλλον ἡμεῖς. Ἥν τινες, φησὶν, ἀπωσάμενοι, περὶ τὴν πίστιν ἐναυάγησαν. Εἰκότως. Ὅταν γὰρ ᾖ βίος ἀπεγνωσμένος, καὶ δόγμα τίκτεται τοιοῦτον· καὶ ἔστιν ἰδεῖν πολλοὺς ἐκ τούτου καταπεσόντας εἰς βυθὸν κακῶν, καὶ εἰς Ἑλληνισμὸν ἐκτραπέντας. Ἵνα γὰρ μὴ τῷ φόβῳ τῶν μελλόντων βασανίζωνται, σπουδάζουσι πεῖσαι τὴν ψυχὴν, ὅτι ψευδῆ πάντα τὰ παρ' ἡμῖν. Καὶ πίστεώς τινες ἐκτρέπονται, οἱ λογισμοῖς τὸ πᾶν ζητοῦντες· ναυάγιον γὰρ ἐργάζεται ὁ λογισμὸς, καὶ ὥσπερ πλοῖον ἀσφαλές ἐστιν ἡ πίστις.
5.2.1
Τοὺς ἐκτραπέντας τοίνυν ἐκεῖθεν ἀνάγκη ναυαγεῖν, καὶ δείκνυσι τοῦτο ἀπὸ τοῦ ὑποδείγματος. Ὧν ἐστιν Ὑμέναιος, φησὶ, καὶ Ἀλέξανδρος. Καὶ ἀπὸ τούτων ἡμᾶς σωφρονίζει. Ὁρᾶτε πῶς ἐξ ἐκείνων τῶν χρόνων ἦσαν οἱ παραδιδάσκοντες, οἱ πολυπραγμονοῦντες, οἱ τῆς πίστεως ἀπεχόμενοι, οἱ ζητοῦντες λογισμοῖς οἰκείοις; Ὁ ναυαγῶν γυμνὸς καὶ πάντων ἐστὶν ἔρημος· οὕτω καὶ ὁ τῆς πίστεως ἐκπεσὼν οὐδὲν ἔχει λοιπὸν, οὐχ ὅπου στῇ, οὐχ ὅπου κατάσχῃ· οὐ βίον ἔχει, δι' οὗ κερδαίνῃ τι ἐκεῖθεν· τῆς γὰρ κεφαλῆς διεφθαρμένης, τί τοῦ λοιποῦ σώματος ὄφελος; Εἰ γὰρ ἡ πίστις βίου χωρὶς οὐδέν ἐστι, πολλῷ μᾶλλον τοὐναντίον. Εἰ τῶν αὑτοῦ καταφρονεῖ ὁ Θεὸς δι' ἡμᾶς, πολλῷ μᾶλλον ἡμᾶς τῶν ἡμετέρων δι' αὐτὸν χρὴ καταφρονεῖν. Οὕτω γάρ ἐστιν, ὅταν τις ἐκπέσῃ τῆς πίστεως· οὐδαμοῦ ἵσταται, ἀλλὰ ἄλλην ἄλλως νήχεται, ἕως ἂν καταποντισθῇ πάλιν. Οὓς παρέδωκα, φησὶ, τῷ Σατανᾷ, ἵνα παιδευθῶσι μὴ βλασφημεῖν. Ὁρᾷς ὅτι βλασφημία ἐστὶ τὸ λογισμοῖς ζητεῖν τὰ θεῖα; Εἰκότως· τί γὰρ ἂν ἔχοι κοινὸν λογισμὸς ἀνθρώπινος πρὸς ἐκεῖνα; Πῶς δὲ ὁ Σατανᾶς αὐτοὺς παιδεύει μὴ βλασφημεῖν; εἰ γὰρ τοὺς ἄλλους παιδεύει μὴ βλασφημεῖν, πολλῷ μᾶλλον ἑαυτὸν ἐχρῆν· εἰ δὲ ἑαυτὸν μέχρι τοῦ νῦν οὐ δύναται παιδεῦσαι, οὐδὲ τοὺς ἄλλους. Οὐκ εἶπεν, Ἵνα παιδεύσῃ αὐτοὺς μὴ βλασφημεῖν, ἀλλ', Ἵνα παιδευθῶσι μὴ βλασφημεῖν. Οὐκ ἐκεῖνος τοῦτο ἐργάζεται, ἀλλὰ τοῦτο ἐκβαίνει· ὥσπερ οὖν καὶ ἀλλαχοῦ φησιν ἐπὶ τοῦ πεπορνευκότος· Παράδοτε τὸν τοιοῦτον τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός· οὐχ ἵνα σώσῃ τὸ σῶμα, ἀλλ' ἵνα σωθῇ τὸ πνεῦμα· τοῦτο δὲ ἀπρόσωπόν ἐστι. Πῶς οὖν τοῦτο γίνεται; Ὥσπερ οὖν οἱ δήμιοι μυρίων γέμοντες κακῶν τοὺς ἄλλους σωφρονίζουσιν, οὕτω καὶ ἐνταῦθα ἐπὶ τοῦ πονηροῦ δαίμονος. Καὶ διὰ τί μὴ σὺ αὐτοὺς ἐκόλασας, ὥσπερ ἐκεῖνον τὸν Βαριησοῦν, ὥσπερ Κηφᾶς Ἀνανίαν, ἀλλὰ τῷ Σατανᾷ παρέδωκας; Οὐχ ἵνα κολασθῶσιν, ἀλλ' ἵνα παιδευθῶσι. Καίτοι καὶ οὗτος ἔχει ἰσχὺν, ὡς ὅταν λέγῃ· Τί θέλετε, ἐν ῥάβδῳ ἔλθω πρὸς ὑμᾶς; καὶ πάλιν· Οὐχ ἵνα ἡμεῖς δόκιμοι ὦμεν, ἀλλ' ἵνα ὑμεῖς τὸ καλὸν ποιῆτε· καὶ πάλιν, Οὐκ εἰς καθαίρεσιν, ἀλλ' εἰς οἰκοδομήν. Τί οὖν τὸν Σατανᾶν καλεῖ πρὸς τὴν τιμωρίαν; Ἵνα μετὰ τῆς σφοδρότητος καὶ τῆς κολάσεως καὶ ἡ ὕβρις ᾖ μείζων· μᾶλλον δὲ τοὺς μὲν ἀπίστους αὐτοὶ ἐπαίδευον, τοὺς δὲ ἐκτραπέντας τῷ Σατανᾷ παρεδίδουν. Τί δήποτε δὲ Πέτρος τὸν Ἀνανίαν; καὶ γὰρ ὁ Ἀνανίας ἄπιστος ἦν ἔτι πειράζων. Ἵνα μάθωσι τοίνυν οἱ ἄπιστοι, ὅτι οὐ δύνανται λαθεῖν, διὰ τοῦτο δι' ἑαυτῶν αὐτοὺς ἐτιμωροῦντο· τοὺς δὲ τοῦτο μαθόντας λοιπὸν, εἶτα ἐκτραπέντας, τῷ Σατανᾷ παρεδίδουν, δεικνύντες ὅτι οὐκ οἰκείᾳ δυνάμει, ἀλλὰ τῇ αὐτῶν φυλακῇ συνείχοντο, καὶ παρεδίδοντο ὅσοι εἰς ἀπόνοιαν ἤρθησαν. Καθάπερ οὖν ἐπὶ τῶν βασιλέων, τοὺς μὲν πολεμίους καὶ οἰκείαις σφάττουσι χερσὶ, τοὺς δὲ ὑφ' ἑαυτοὺς τοῖς δημίοις παραδιδόασιν, οὕτω καὶ ἐνταῦθα. Δείκνυται δὲ ἀπὸ τούτου, ὅτι διὰ τὴν τῶν ἀποστόλων φυλακὴν τοῦτο ἐγίνετο· ἄλλως δὲ οὐδὲ μικρὸν ἦν τὸ δύνασθαι ἐπιτάττειν τῷ διαβόλῳ· τοῦτο γὰρ δεικνύντος ἦν, ὅτι δουλεύει καὶ εἴκει καὶ ἄκων τοῖς ἀποστόλοις ὁ διάβολος. Ὥστε οὐκ ἔλαττον εἰς χάριν τοῦτο ἦν. Πῶς δὲ παρέδωκεν, ἄκουσον. Συναχθέντων ὑμῶν, φησὶ, καὶ τοῦ ἐμοῦ Πνεύματος σὺν τῇ δυνάμει τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, παράδοτε τὸν τοιοῦτον τῷ Σατανᾷ. Ἐξεβάλλετο οὖνεὐθέως τοῦ κοινοῦ συνεδρίου, ἀπεσχίζετο τῆς ἀγέλης, ἐγίνετο ἔρημος καὶ γυμνὸς, παρεδίδοτο τῷ λύκῳ. Ὥσπερ γὰρ ἡ νεφέλη τὸ στρατόπεδον τῶν Ἑβραίων, οὕτω τὴν Ἐκκλησίαν τὸ Πνεῦμα ἐγνώριζεν. Εἴ τις τοίνυν ἐκτὸς ἐγίνετο, κατεκαίετο· ἐγίνετο δὲ ἐκτὸς τῇ κρίσει τῶν ἀποστόλων. Οὕτω καὶ ὁ Κύριος παρέδωκε τὸν Ἰούδαν τῷ Σατανᾷ· εὐθέως γὰρ μετὰ τὸ ψωμίον εἰσῆλθεν εἰς ἐκεῖνον ὁ Σατανᾶς. Ἔστι δὲ καὶ τοῦτο εἰπεῖν, ὅτι οὓς μὲν διορθώσασθαι ἐβούλοντο, οὐκ ἐκόλαζον αὐτοί· τοὺς δὲ ἀδιορθώτους αὐτοὶ ἐτιμωροῦντο· ἢ εἰ μὴ τοῦτο, ὅτι φοβερώτεροι μᾶλλον ἦσαν ἑτέροις ἐκδιδόντες αὐτούς. Οὕτω καὶ ὁ Ἰὼβ παρεδόθη τῷ Σατανᾷ· ἀλλ' ἐκεῖνος οὐχ ὑπὲρ ἁμαρτημάτων, ἀλλ' ὑπὲρ πλείονος εὐδοκιμήσεως.
5.3.1
Πολλὰ τοιαῦτα γίνεται καὶ νῦν. Ἐπειδὴ γὰρ οἱ ἱερεῖς οὐ πάντας ἴσασι τοὺς ἁμαρτωλοὺς καὶ ἀναξίως τῶν μυστηρίων μετέχοντας, ὁ Θεὸς πολλάκις τοῦτο ποιεῖ, καὶ παραδίδωσιν αὐτοὺς τῷ Σατανᾷ. Ὅταν γὰρ νόσοι, ὅταν ἐπιβουλαὶ, ὅταν πένθη καὶ συμφοραὶ συμβαίνωσιν, ὅταν ἄλλα τινὰ τοιαῦτα, διὰ τοῦτο γίνεται. Καὶ τοῦτο ὁ Παῦλος δηλοῖ, οὕτω λέγων· Διὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄῤῥωστοι, καὶ κοιμῶνται ἱκανοί. Καὶ πῶς, φησὶν, ὅταν ἅπαξ δι' ἐνιαυτοῦ προσερχώμεθα; Τοῦτο γὰρ τὸ δεινὸν, ὅτι οὐ καθαρότητι διανοίας, ἀλλὰ διαστήματι χρόνου τὴν ἀξίαν διορίζεις τῆς προσόδου, καὶ τοῦτο εὐλάβειαν εἶναι νομίζεις, τὸ μὴ πολλάκις προσελθεῖν, οὐκ εἰδὼς ὅτι τὸ ἀναξίως προσελθεῖν, κἂν ἅπαξ γένηται, ἐκηλίδωσε· τὸ δὲ ἀξίως, κἂν πολλάκις, ἔσωσεν. Οὐκ ἔστι τόλμα τὸ πολλάκις προσιέναι, ἀλλὰ τὸ ἀναξίως, κἂν ἅπαξ τις τοῦ παντὸς χρόνου προσέλθῃ. Ἡμεῖς δὲ οὕτως ἀνοήτως διακείμεθα καὶ ἀθλίως, ὅτι μυρία διαπαντὸς ἐργαζόμενοι τοῦ ἐνιαυτοῦ κακὰ, τοῦ μὲν ἀποδύσασθαι ἐκεῖνα οὐδεμίαν ποιούμεθα φροντίδα, νομίζομεν δὲ ἀρκεῖν τὸ μὴ συνεχῶς κατατολμᾷν καὶ ἐπιπηδᾷν ὑβριστικῶς τῷ σώματι τοῦ Χριστοῦ, οὐκ ἐννοοῦντες ὅτι καὶ οἱ τὸν Χριστὸν σταυρώσαντες ἅπαξ ἐσταύρωσαν. Ἆρ' οὖν, ἐπειδὴ ἅπαξ, ἔλαττον τὸ ἁμάρτημα; Καὶ ὁ Ἰούδας δὲ ἅπαξ προέδωκε· τί οὖν; τοῦτο αὐτὸν ἐξείλετο; Διὰ τί γὰρ χρόνῳ τὸ πρᾶγμα μετερχόμεθα; χρόνος προσόδου ἔστω ἡμῖν τὸ καθαρὸν συνειδός. Οὐδὲν πλέον ἔχει τὸ ἐν τῷ Πάσχα μυστήριον τοῦ νῦν τελουμένου· ἕν ἐστικαὶ τὸ αὐτὸ, ἡ αὐτὴ τοῦ Πνεύματος χάρις· ἀεὶ Πάσχα ἐστίν. Ἴστε οἱ μύσται τὸ εἰρημένον. Καὶ ἐν Παρασκευῇ, καὶ ἐν Σαββάτῳ, καὶ ἐν Κυριακῇ, καὶ ἐν ἡμέρᾳ μαρτύρων ἡ αὐτὴ θυσία ἐπιτελεῖται. Ὁσάκις γὰρ ἂν ἐσθίητε τὸν ἄρτον, φησὶ, τοῦτον, ἢ τὸ ποτήριον τοῦτο πίνητε, τὸν θάνατον τοῦ Κυρίου καταγγέλλετε. Οὐχ ὅρῳ καιροῦ περιέγραψε τὴν θυσίαν. Πῶς οὖν τότε, φησὶ, Πάσχα λέγεται; Ὅτι τότε ἔπαθεν ὁ Χριστὸς ὑπὲρ ἡμῶν. Μηδεὶς τοίνυν ἑτέρως ἐκείνῳ προσίτω, καὶ τούτῳ ἄλλως· μία δύναμίς ἐστι, μία ἀξία, μία χάρις, ἓν σῶμα καὶ τὸ αὐτὸ, οὐκ ἐκεῖνο τούτου ἁγιώτερον, οὐδὲ τοῦτο ἐκείνου ἔλαττον. Καὶ τοῦτο καὶ ὑμεῖς ἴστε, οὐδὲν καινότερον ὁρῶντες, πλὴν τῶν κοσμικῶν τούτων παραπετασμάτων καὶ τοῦ λαμπροῦ πλήθους. Ἔχουσι δέ τι πλέον αἱ ἡμέραι ἐκεῖναι τοῦτο, ὅτι ἀπ' αὐτῶν ἀρχὴν ἔλαβεν ἡ σωτήριος ἡμῶν ἡμέρα, ὅτι ἐν αὐτῇ ἐτύθη ὁ Χριστὸς, λοιπὸν δὲ κατὰ τὰ μυστήρια οὐδεμίαν προτέρησιν ἔχουσι. Καὶ τροφῇ μὲν προσβάλλων αἰσθητῇ, νίπτεις τὰς χεῖρας, πλύνεις τὸ στόμα· τροφῇ δὲ μέλλων προσιέναι πνευματικῇ, οὐ νίπτεις τὴν ψυχὴν, ἀλλὰ γέμων ἀκαθαρσίας προσέρχῃ; Καὶ τί, φησίν; οὐκ ἀρκοῦσιν αἱ τῶν τεσσαράκοντα ἡμερῶν νηστεῖαι τὸν πολὺν φορυτὸν καθᾶραι τῶν ἁμαρτημάτων; Καὶ τί τὸ ὄφελος, εἰπέ μοι; ἄν τις μύρον ἀποθέσθαι θέλων καθάρῃ τὸν τόπον, εἶτα πάλιν μικρὸν μετὰ τὸ ἐμβαλεῖν καὶ κόπρον ἐπιβάλῃ, οὐκ ἀπέπτη ἡ εὐωδία; Τοῦτο γίνεται καὶ ἡμῖν· ἐγενόμεθα ἄξιοι προσερχόμενοι κατὰ δύναμιν τὴν ἡμετέραν· εἶτα πάλιν μολύνομεν ἑαυτούς. Τί οὖν τὸ κέρδος; Τοῦτο καὶ περὶ τῶν δυναμένων ἐν ταῖς τεσσαράκοντα ἡμέραις ἀπονίπτεσθαί φαμεν. Μὴ δὴ ἀμελῶμεν τῆς ἡμετέρας σωτηρίας, παρακαλῶ, ἵνα μὴ γένηται κενὸς ὁ κόπος ἡμῶν. Ἄνθρωπος γὰρ, φησὶν, ἀποστρέφων ἀπὸ ἁμαρτίας αὐτοῦ, καὶ πάλιν πορευόμενος, καὶ τὰ αὐτὰ ποιῶν, Ὥσπερ κύων ἐστὶν εἰς τὸν ἴδιον ἔμετον ἐπιστρέφων. Ἂν οὕτω ποιῶμεν, καὶ οὕτω προσέχωμεν, δυνησόμεθα τῶν βραβείων ἀξιωθῆναι ἐκείνων· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Intertext edge

Open linked passage

Note