In epistulam i ad Timotheum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
9.0.1
Γυνὴ ἐν ἡσυχίᾳ μανθανέτω ἐν πάσῃ ὑποταγῇ. Γυναικὶ δὲ διδάσκειν οὐκ ἐπιτρέπω, οὐδὲ αὐθεντεῖν ἀνδρὸς, ἀλλ' εἶναι ἐν ἡσυχίᾳ. Ἀδὰμ γὰρ πρῶτος ἐπλάσθη, εἶτα Εὔα· καὶ Ἀδὰμ οὐκ ἠπατήθη, ἡ δὲ γυνὴ ἀπατηθεῖσα ἐν παραβάσει γέγονε· σωθήσεται δὲ διὰ τῆς τεκνογονίας. ἐὰν μείνωσιν ἐν πίστει καὶ ἀγάπῃ καὶ ἁγιασμῷ μετὰ σωφροσύνης.
9.1.1
Πολλὴν ἀπαιτεῖ τὴν αἰδὼ παρὰ τῶν γυναικῶν ὁ μακάριος Παῦλος, πολλὴν τὴν κοσμιότητα. Διὰ τοῦτο οὐ μέχρι σχημάτων, οὐ μέχρι καταστολῆς πρόεισιν, ἀλλὰ καὶ μέχρι φωνῆς· καὶ τί φησι; Γυνὴ ἐν ἡσυχίᾳ μανθανέτω. Τί ἐστι τοῦτο; Μηδὲ φθεγγέσθω, φησὶν, ἐν ἐκκλησίᾳ γυνή· ὅπερ καὶ ἐν τῇ πρὸς Κορινθίους Ἐπιστολῇ γράφων ἔλεγεν· Αἰσχρὸν γάρ ἐστιν γυναιξὶν ἐν ἐκκλησίᾳ λαλεῖν. Τί δήποτε; Ὅτι ὁ νόμος αὐτὰς, φησὶν, ὑπέταξε. Καὶ πάλιν ἑτέρωθι, Εἰ δέ τι μανθάνειν ἐθέλουσιν, ἐν οἴκῳ τοὺς ἰδίους ἄνδρας ἐπερωτάτωσαν. Ἀλλὰ τότε μὲν αἱ γυναῖκες ἀπὸ τῆς τοιαύτης διδασκαλίας ἐσίγων· νυνὶ δὲ παρ' αὐταῖς πολὺς ὁ θόρυβος, πολλὴ ἡ κραυγὴ, πολλὴ ἡ διάλεξις, οὐδαμοῦ ἀλλαχοῦ τοσαύτη, ὅση ἐνταῦθα· πάσας διαλεγομένας ἴδοι τις ἂν, ὅσα οὔτε ἐν ἀγορᾷ, οὔτε ἐν βαλανείοις. Ὥσπερ γὰρ δι' αὐτὸ τοῦτο παραγινόμεναι, ἵνα ἄνεσιν ἔχωσιν, οὕτω περὶ τὴν τῶν ἀνονήτων διάλεξιν ἠσχόληνται ἅπασαι. Διὰ τοῦτο πάντα ἄνω καὶ κάτω γέγονε· καὶ οὐκ ἐννοοῦσιν, ὅτι οὐδὲ ἔστιν ἄλλως μαθεῖν τι τῶν χρησίμων μὴ ἡσυχαζούσας. Ὅταν γὰρ ἐπείγηται μὲν πρὸς τὴν διάλεξιν ὁ λόγος, μηδεὶς δὲ προσέχῃ τοῖς λεγομένοις, τί τὸ ὄφελος; Τοσοῦτον γὰρ αὐτὴν σιγηρὰν εἶναι δεῖ, φησὶν, ὡς μὴ μόνον περὶβιωτικῶν, ἀλλὰ μηδὲ περὶ πνευματικῶν φθέγγεσθαι ἐν ἐκκλησίᾳ. Τοῦτο κόσμος, τοῦτο αἰδὼς, τοῦτο μᾶλλον αὐτὴν τῶν ἱματίων κοσμῆσαι δυνήσεται· ἂν οὕτως ἑαυτὴν περιστείλῃ, δυνήσεται καὶ μετὰ πολλῆς τῆς εὐκοσμίας τὰς εὐχὰς ποιεῖσθαι. Γυναικὶ δὲ οὐκ ἐπιτρέπω διδάσκειν. Οὐκ ἐπιτρέπω, φησί· ποίαν ἐνταῦθα τοῦτο ἔχει τὴν ἀκολουθίαν; Καὶ πολλήν. Περὶ ἡσυχίας διελέγετο, περὶ κοσμιότητος, περὶ αἰδοῦς· εἶπεν, ὅτι Λαλεῖν αὐτὰς οὐ βούλομαι. Πάντοθεν τοίνυν βουλόμενος αὐτῶν περικόψαι τὴν ἀφορμὴν τῆς λαλιᾶς, μηδὲ διδασκέτωσαν, φησὶν, ἀλλὰ τὴν τῶν μαθητευομένων ἐχέτωσαν τάξιν· οὕτω γὰρ διὰ τῆς σιγῆς καὶ τὴν ὑποταγὴν δείξουσι. Λάλον γάρ πως τὸ γένος ἐστί· διὰ τοῦτο πάντοθεν αὐτὴν καταστέλλει. Ἀδὰμ γὰρ, φησὶ, πρῶτος ἐπλάσθη, εἶτα Εὔα· καὶ Ἀδὰμ οὐκ ἠπατήθη, ἡ δὲ γυνὴ ἀπατηθεῖσα ἐν παραβάσει γέγονε. Τί οὖν ταῦτα πρὸς τὰς νῦν; Ναὶ, φησί· τῆς πλείονος ἀπέλαυσε τιμῆς τὸ τῶν ἀνδρῶν γένος· πρῶτον ἐπλάσθη. Ἀλλαχοῦ δὲ καὶ τὸ μεῖζον ἔδειξεν, οὕτω λέγων· Οὐ γὰρ ἐπλάσθη ὁ ἀνὴρ διὰ τὴν γυναῖκα, ἀλλ' ἡ γυνὴ διὰ τὸν ἄνδρα. Τί οὖν τοῦτο λέγει; Πολλαχόθεν βουλόμενος τὸν ἄνδρα πρωτεύειν. Πρῶτον μὲν γὰρ ἀπὸ τούτων ἐχέτω τὰ πρωτεῖα, φησὶ, δεύτερον δὲ ἀπὸ τῶν ἤδη γενομένων. Ἐδίδαξέ ποτε τὸν ἄνδρα, καὶ πάντα κατέστρεψε, καὶ τῇ παρακοῇ ὑπεύθυνον ἐποίησε. Διὰ τοῦτο αὐτὴν ὑπέταξεν ὁ Θεὸς, ἐπειδὴ τῇ ἀρχῇ, μᾶλλον δὲ τῇ ὁμοτιμίᾳ κακῶς ἐχρήσατο. Πρὸς τὸν ἄνδρα σου, φησὶν, ἡ ἀποστροφή σου. Πρὸ δὲ τούτου οὐκ εἴρητο τοῦτο. Πῶς δὲ Ἀδὰμ οὐκ ἠπατήθη; οὐκοῦν οὐ παρήκουσεν, εἴγε οὐκ ἠπατήθη. Πρόσεχε ἀκριβῶς. Ἡ γυνή φησιν, Ὁ ὄφις ἠπάτησέ με· ὁ δὲ Ἀδὰμ οὐ λέγει, Ἡ γυνὴἠπάτησέ με, ἀλλ' ὅτι Αὕτη ἔδωκέ μοι, καὶ ἔφαγον. Οὐκ ἔστι δὲ ἴσον, παρὰ τῆς ὁμοφύλου καὶ συγγενοῦς δέξασθαι τὴν ἀπάτην, καὶ παρὰ θηρίου, τοῦ δούλου, τοῦ ὑποτεταγμένου· ὥστε ἐκεῖνο ἀπάτης ἐστί. Πρὸς οὖν τὴν σύγκρισιν τῆς γυναικός φησιν αὐτὸν μὴ ἠπατῆσθαι, ὅτι ἐκείνη μὲν ὑπὸ τοῦ δούλου καὶ ὑποτεταγμένου, οὗτος δὲ ὑπὸ τῆς ἐλευθέρας. Πάλιν δὲ οὐ περὶ τοῦ Ἀδὰμ εἴρηται, ὅτι Εἶδε τὸ ξύλον ὅτι καλὸν εἰς βρῶσιν, ἀλλὰ περὶ τῆς γυναικὸς, καὶ ὅτι ἔφαγε, καὶ ἔδωκε καὶ τῷ ἀνδρὶ αὐτῆς· ὥστε οὗτος οὐκ ἐπιθυμίᾳ ἁλοὺς παρέβη, ἀλλὰ τῇ γυναικὶ πεισθεὶς ἁπλῶς. Ἐδίδαξεν ἅπαξ ἡ γυνὴ, καὶ πάντα κατέστρεψε· διὰ τοῦτό φησι, Μὴ διδασκέτω. Τί οὖν πρὸς τὰς λοιπὰς, εἰ ἐκείνη τοῦτο ἔπαθε; Καὶ πάνυ· τὸ γὰρ γένος ἀσθενὲς καὶ κοῦφον. Ἄλλως δὲ, περὶ τῆς φύσεως ἐνταῦθα πάσης λέγεται· οὐ γὰρ εἶπεν, Ἡ δὲ Εὔα ἀπατηθεῖσα,
9.61.1
Ἡ γυνὴ, ὅπερ ἐστὶν ὄνομα τοῦ κοινοῦ γένους μᾶλλον ἢ ἐκείνης. Τί οὖν; πᾶσα ἡ φύσις ἐν παραβάσει γέγονε δι' ἐκείνης; Ὥσπερ περὶ τοῦ Ἀδάμ φησιν, ὅτι Ἐν ὁμοιώματιτῆς παραβάσεως Ἀδὰμ, ὅς ἐστι τύπος τοῦ μέλλοντος· οὕτω καὶ ἐνταῦθα τὸ γυναικεῖον γένος παρέβη, οὐ τὸ ἀνδρεῖον. Τί οὖν; οὐκ ἔχει σωτηρίαν; Ναὶ, φησί. Ποίαν δὴ ταύτην; Τὴν διὰ τῶν τέκνων· οὐ γὰρ δὴ περὶ τῆς Εὔας ἔλεγεν· Ἐὰν μείνωσιν ἐν τῇ πίστει καὶ τῇ ἀγάπῃ καὶ τῷ ἁγιασμῷ μετὰ σωφροσύνης. Ποίᾳ πίστει; ποίᾳ ἀγάπῃ; ποίῳ ἁγιασμῷ μετὰ σωφροσύνης; Ὡς ἂν εἰ ἔλεγε· Μὴ κατηφεῖς ἐστε, αἱ γυναῖκες, ὅτι τὸ γένος ὑμῶν διαβέβληται· ἔδωκεν ὑμῖν ὁ Θεὸς καὶ ἑτέραν ἀφορμὴν σωτηρίας, τὴν παιδοτροφίαν· ὥστε μὴ μόνον δι' ἑαυτῶν, ἀλλὰ καὶ δι' ἑτέρων σώζεσθαι. Ὅρα πόσα κατὰ ταυτὸν ζητήματα τίκτεται. Ἡ γυνὴ ἀπατηθεῖσα, φησὶν, ἐν παραβάσει γέγονε. Τίς; Ἡ Εὔα. Αὐτὴ οὖν σωθήσεται διὰ τῆς τεκνογονίας; Οὐ τοῦτό φησιν, ἀλλ' ὅτι ἡ φύσις ἡ γυναικεία σωθήσεται. Αὕτη δὴ οὐκ ἐν παραβάσει γέγονε; Ναὶ, γέγονεν, ἀλλὰ παρέβη μὲν ἡ Εὔα, σωθήσεται δὲ τὸ γυναικεῖον γένος διὰ τῆς τεκνογονίας. Διὰ τί γὰρ μὴ καὶ διὰ τῆς οἰκείας ἀρετῆς; μὴ γὰρ ἐκείνη τοῦτο ταῖς ἄλλαις ἐξέκλεισε; τί οὖν πρὸς τὰς παρθένους; τί δὲ πρὸς τὰς στείρας; τί δὲ πρὸς τὰς χήρας, τὰς πρὶν ἢ τεκεῖν τοὺς ἄνδρας ἀποβαλούσας; ἀπολώλασιν; ἐλπίδα οὐκ ἔχουσι; καὶ μὴν αἱ παρθένοι εἰσὶν αἱ μάλιστα εὐδοκιμοῦσαι. Τί ποτε οὖν βούλεται εἰπεῖν;
9.2.1
Τινές φασιν, ὅτι ὥσπερ τὸ πᾶν γένος ὑπέταξεν ἀπὸ τῆς διαπλάσεως διὰ τῶν εἰς τὴν πρώτην γενομένων γυναῖκα (ἐπειδὴ γὰρ ἡ Εὔα δευτέρα ἐπλάσθη καὶ ὑπετάγη, καὶ τὸ λοιπὸν γένος ὑποτασσέσθω, φησίν)· οὕτως ἄρα, ἐπειδὴ καὶ παρέβη, καὶ τὸ λοιπὸν γένος γέγονεν ἐν τῇ παραβάσει. Ἀλλ' οὐκ ἔχει λόγον· ἐκεῖ μὲν γὰρ τῆς τοῦ Θεοῦ δωρεᾶς γέγονε τὸ πᾶν, ἐνταῦθα δὲ τῆς ἁμαρτίας τῆς γυναικός. Ὃ οὖν λέγει, τοῦτό ἐστιν· ὅτι ὥσπερ πάντες ἀπέθανον ἄνθρωποι διὰ τοῦ ἑνὸς, ἐπειδὴ ὁ εἷς ἥμαρτεν, οὕτω καὶ πᾶν τὸ γυναικεῖον γένος παρέβη, ἐπειδὴ ἐν παραβάσει γέγονεν ἡ γυνή. Μηδὲν οὖν ἀλγείτω· ἔδωκεν αὐτῇ ὁ Θεὸς παραμυθίαν οὐ μικρὰν, τὸ τεκεῖν παιδία. Ἀλλὰ τοῦτο τῆς φύσεως, φησί. Καὶ ἐκεῖνο τῆς φύσεως· οὐ γὰρ μόνον τὸ τῆς φύσεως, ἀλλὰ καὶ τὸ τῆς παιδοτροφίας κεχάρισται. Ἐὰν ἐπιμείνωσι, φησὶ, τῇ πίστει καὶ τῇ ἀγάπῃ καὶ τῷ ἁγιασμῷ μετὰ σωφροσύνης· τουτέστιν, ἐὰν αὐτοὺς ἐν ἀγάπῃ μετὰ τὸ τεκεῖν καὶ ἁγνείᾳ διατηρήσωσιν. Ἐν τούτοις οὐ μικρὸν ἕξουσι τὸν ὑπὲρ τούτων μισθὸν, ἀλλὰ καὶ σφόδρα μέγαν, ὅτι ἀθλητὰς ἔθρεψαν τῷ Χριστῷ. Ἁγιασμὸν δὲ τὸν ὀρθὸν λέγει βίον, σωφροσύνην δὲ τὴν κοσμιότητα. Πιστὸς ὁ λόγος. Πρὸς τοῦτο εἴρηται, οὐ πρὸς τὸ, Εἴ τις ἐπισκοπῆς ὀρέγεται. Ἐπειδὴ γὰρ τοῦτο ἀμφιβαλλόμενον ἦν, διὰ τοῦτο λέγει, Πιστὸς ὁ λόγος, ὅτι δυνήσονται πατέρες ἀπολαύειν τῆς τῶν παίδων ἀρετῆς, καὶ μητέρες, ὅταν αὐτοὺς ἐκθρέψωσι καλῶς. Τί οὖν, ἂν αὐτὴ μὲν ᾖ μοχθηρὰ καὶ μυρίων κακῶν γέμουσα; ἆρα ἀπὸ τῆς παιδοτροφίας ὠφεληθήσεται; οὐκ εἰκὸς δὲ μᾶλλον τοιούτους αὐτοὺς τρέφειν ὁμοίους αὐτῇ; Περὶ τῆς ἐναρέτου ταῦτά φησιν, οὐ τῆς τυχούσης, ὅτι πολὺν καὶ τούτου λήψεται μισθὸν καὶ ἀμοιβήν. Ἀκούσατε ταῦτα, πατέρες καὶ μητέρες, ὡς οὐκ ἄμισθος ὑμῖν ἔσται ἡ παιδοτροφία. Τοῦτο οὖν καὶ προϊών φησιν, Ἐν ἔργοις καλοῖς μαρτυρουμένη, εἰ ἐτεκνοτρόφησε· μετὰ τῶν ἄλλων καὶ αὐτὸ τίθησιν. Οὐ γάρ ἐστι τοῦτο μικρὸν τὸ τὰ δοθέντα παιδία παρὰ Θεοῦ, ταῦτα τῷ Θεῷ ἀνατιθέναι. Ἂν γὰρ τὴν κρηπῖδα καὶ τοὺς θεμελίους καλοὺς ἔχοιεν τῆς καταβολῆς, μέγαν ἕξουσι τὸν μισθόν· ὥσπερ οὖν ἀμελοῦντες, τὴν κόλασιν. Ἐπεὶ καὶ ὁ Ἠλεὶ διὰ τοὺς παῖδας ἀπώλετο τοὺς ἑαυτοῦ· ἐχρῆν γὰρ αὐτοὺς νουθετεῖν. Καὶ μὴν ἐνουθέτει· ἀλλ' οὐχ ὡς ἔδει, ἀλλὰ μὴ βουληθεὶς αὐτοὺς λυπῆσαι, καὶ αὐτοὺς καὶ ἑαυτὸν προσαπώλεσεν. Ἀκούσατε ταῦτα, οἱ πατέρες· παιδεύετε ὑμῶν τὰ τέκνα ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου μετὰ πολλῆς τῆς ἐπιστροφῆς. Ἄγριον ἡ νεότης, πολλῶν δεομένη τῶν ἐπιστατούντων, διδασκάλων, παιδαγωγῶν, ἀκολούθων, τροφέων· ἀγαπητὸν γὰρ μετὰ τοσαῦτα κατασχεθῆναι αὐτήν. Καθάπερ τις ἵππος ἀδάμαστος, καθάπερ τι θηρίον ἀτίθασσον, τοιοῦτόν ἐστιν ἡ νεότης. Ἂν τοίνυν ἄνωθεν καὶ ἐκ πρώτης ἡλικίας ὅρους αὐτῇ πήξωμεν καλοὺς, οὐ δεησόμεθα πολλῶν μετὰ ταῦτα πόνων, ἀλλ' ἡ συνήθεια νόμος αὐτοῖς ἔσται λοιπόν. Μηδὲν ἐῶμεν αὐτοὺς τῶν ἡδέων καὶ βλαβερῶν ποιεῖν, μηδὲ ὡς παισὶ χαριζώμεθα· ἐν σωφροσύνῃ μάλιστα διατηρῶμεν αὐτούς· τοῦτο γὰρ πάντων πλέον τὴν νεότητα λυμαίνεται. Πρὸς τοῦτο πολλῶν ἡμῖν δεῖ τῶν ἀγώνων, πολλῆς τῆς προσοχῆς. Ταχέως αὐτοῖς γυναῖκας ἄγωμεν, ὥστε καθαρὰ αὐτῶν καὶ ἀνέπαφα τὰ σώματα δέχεσθαι τὴν νύμφην· οὗτοι οἱ ἔρωτες θερμότεροι. Ὁ πρὸ τοῦ γάμου σωφρονῶν, πολλῷ μᾶλλον μετὰ τὸν γάμον· ὁ δὲ μαθὼν πορνεύειν πρὸ τοῦ γάμου, καὶ μετὰ τὸν γάμον τοῦτο ποιήσει. Ἀνδρὶ γὰρ, φησὶ, πόρνῳ πᾶς ἄρτος ἡδύς. Διὰ τοῦτο στέφανοι ταῖς κεφαλαῖς ἐπιτίθενται, σύμβολον τῆς νίκης, ὅτι ἀήττητοι γενόμενοι, οὕτω προσέρχονται τῇ εὐνῇ, ὅτι μὴ κατηγωνίσθησαν ὑπὸ τῆς ἡδονῆς. Εἰ δὲ ἁλοὺς ὑπὸ τῆς ἡδονῆς πόρναις ἑαυτὸν ἐκδῷ, τίνος ἕνεκεν λοιπὸν καὶ στέφανον ἔχει ἐπὶ τῆς κεφαλῆς, ἡττημένος; Ταῦτα αὐτοῖς παραινῶμεν, τούτοις νουθετῶμεν, φοβῶμεν, ἀπειλῶμεν, νῦν μὲν τοῦτο, νῦν δὲ ἐκεῖνο ποιοῦντες. Μεγάλην παρακαταθήκην ἔχομεν τὰ παιδία. Φροντίζωμεν τοίνυν αὐτῶν, καὶ πάντα ποιῶμεν, μὴ ὁ πονηρὸς ἡμᾶς αὐτοὺς ἀφέληται. Νῦν δὲ πάντα ἀπεναντίας γίνεται παρ' ἡμῶν. Ὅπως μὲν γὰρ ἔσται τὸ χωρίον καλὸν, πάντα πράττομεν, καὶ ὅπως ἀνδρὶ πιστῷ τοῦτο ἐγχειρίσωμεν, καὶ ὀνηλάτην, καὶ ὀρεοκόμον, καὶ ἐπίτροπον, καὶ λογοθέτην εὐνούστατον ἐπιζητοῦμεν· ὃ δὲ πάντων ἡμῖν ἐστι τιμιώτερον, ὅπως τὸν υἱὸν ἐπιτρέψωμέν τινι τῷ δυναμένῳ αὐτοῦ τὴν σωφροσύνην διατηρῆσαι, οὐ σκοποῦμεν· καίτοι τοῦτο πάντων ἐστὶ τὸ κτῆμα τιμιώτερον, καὶ ἐκεῖνα διὰ τοῦτο γίνεται. Τῶν μὲν οὖν κτημάτων αὐτοῖς φροντίζομεν, αὐτῶν δὲ οὐκέτι. Ὁρᾷς τὴν ἀλογίαν; Ἄσκησον τοῦ παιδὸς τὴν ψυχὴν, κἀκεῖνα παρέσται λοιπόν· ταύτης μὲν γὰρ οὐκ οὔσης ἀγαθῆς, οὐδὲν ὄφελος αὐτῷ τῶν χρημάτων· ταύτης δὲ κατωρθωμένης, οὐδὲν βλάβος ἀπὸ τῆς πενίας. Βούλει καταλιπεῖν αὐτὸν πλούσιον; δίδαξον αὐτὸν εἶναι χρηστόν· οὕτω γὰρ καὶ τὰ κτήματα συγκροτῆσαι δυνήσεται, καὶ ἐὰν μὴ κτήσηται, τῶν κεκτημένων οὐδὲν ἔλαττον διακείσεται. Ἂν δὲ πονηρὸς ᾖ, κἂν μυρία καταλίπῃς αὐτῷ, τὸν φύλακα οὐ κατέλιπες, ἀλλὰ τῶν εἰς ἔσχατον πενίας ἐληλακότων χείρονα ἐποίησας. Τοῖς γὰρ μὴ ῥυθμισθεῖσι τῶν παίδων καλῶς, βέλτιον πλούτου πενία. Ἐκείνη μὲν γὰρ καὶ ἄκοντας κατέχει ἐν ἀρετῇ· οὗτος δὲ οὐδὲ βουλομένους ἀφίησι σωφρονεῖν, ἀλλ' ἐξάγει καὶ καταστρέφει, καὶ μυρίοις ἐμβάλλει δεινοῖς. Αἱ μητέρες, τὰς θυγατέρας μάλιστα διανείμασθε· εὔκολος ὑμῖν ἡ φυλακὴ αὕτη· περισκοπεῖτε, ὥστε οἰκουροὺς εἶναι· πρὸ δὲ πάντων εὐλαβεῖς αὐτὰς εἶναι παιδεύετε, κοσμίας, χρημάτων καταφρονεῖν, ἀκαλλωπίστους μένειν. Οὕτω πρὸς τὸν γάμον ἔκδοτε. Ἂν οὕτω, αὐτὰς διαπλάττωμεν, οὐκ αὐτὰς μόνον, ἀλλὰ καὶ τὸν ἄνδρα διασώσετε τὸν μέλλοντα αὐτὴν ἀγαγέσθαι· οὐ τὸν ἄνδρα, ἀλλὰ καὶ τὰ παιδία· οὐ τὰ παιδία, ἀλλὰ καὶ τὰ ἔγγονα. Τῆς γὰρ ῥίζης γενομένης καλῆς, οἱ κλάδοι ἐπὶ τὸ βέλτιον ἐκταθήσονται, καὶ πάντων τούτων λήψεσθε τὸν μισθόν. Ὡς οὖν οὐ μίαν ὠφελοῦντες ψυχὴν, ἀλλὰ πολλὰς διὰ τῆς μιᾶς, οὕτω πάντα πράττωμεν. Οὕτω γὰρ δεῖ ἐκ τῆς πατρικῆς οἰκίας ἐξιέναι πρὸς γάμον, καθάπερ ἀθλητὴν ἐκ παλαίστρας, πᾶσαν δι' ἀκριβείας ἔχουσαν τὴν ἐπιστήμην, καθάπερ ζύμην ὀφείλουσαν τὸ ὅλον φύραμα εἰς τὸ ἑαυτῆς μεταστῆσαι κάλλος. Καὶ οἱ παῖδες πάλιν οὕτως ἔστωσαν αἰδέσιμοι, ὡς ἀπὸ τῆς κοσμιότητος καὶ τῆς σωφροσύνης μᾶλλον διαγινώσκεσθαι, ἵνα καὶ παρὰ ἀνθρώπων, καὶ παρὰ Θεοῦ πολὺν τὸν ἔπαινον ἔχωσι. Μαθέτωσαν γαστρὸς κρατεῖν, πολυτελείας ἀπέχεσθαι, οἰκονομικοί τινες εἶναι, φιλόστοργοι, μαθέτωσαν ἄρχεσθαι. Οὕτω γὰρ δυνήσονται πολὺν προξενῆσαι μισθὸν τοῖς γονεῦσιν· οὕτω πάντα ἔσται εἰς δόξαν Θεοῦ καὶ εἰς σωτηρίαν ἡμετέραν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.