Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In epistulam ii ad Corinthios
John ChrysostomCori 10 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
10.0.1
Ἡ γὰρ καύχησις ἡμῶν αὕτη ἐστὶ, τὸ μαρτύριον τῆς συνειδήσεως ἡμῶν, ὅτι ἐν ἁπλότητι καὶ εἰλικρινείᾳ, οὐκ ἐν σοφίᾳ σαρκικῇ, ἀλλ' ἐν χάριτι Θεοῦ ἀνεστράφημεν ἐν τῷ κόσμῳ.
10.1.1
Ἐνταῦθα πάλιν καὶ ἑτέραν παρακλήσεως ὑπόθεσιν οὐ μικρὰν ἡμῖν ἀνακαλύπτει, ἀλλὰ καὶ σφόδρα μεγάλην, καὶ ἱκανὴν ἀνορθῶσαι διάνοιαν ὑπὸ κινδύνων βαπτιζομένην. Ἐπειδὴ γὰρ εἶπεν, ὅτι Ὁ Θεὸς ἡμᾶς ἐῤῥύσατο, καὶ τοῖς οἰκτιρμοῖς αὐτοῦ καὶ ταῖς εὐχαῖς τούτων τὸ πᾶν ἀνέθηκεν· ἵνα μὴ ταύτῃ τὸν ἀκροατὴν ὕπτιον ποιήσῃ, τῷ ἐλέῳ τοῦ Θεοῦ μόνον καὶ ταῖς ἑτέρων εὐχαῖς θαῤῥοῦντα, δείκνυσιν ὅτι καὶ αὐτοὶ οὐ μικρὸν οἴκοθεν συνεισήνεγκαν. Καὶ ἐδήλωσε μὲν αὐτὸ καὶ ἔμπροσθεν εἰπὼν, ὅτι Καθὼς περισσεύει τὰ παθήματα τοῦ Χριστοῦ, περισσεύει καὶ ἡ παράκλησις ἡμῶν· ἐνταῦθα δὲ καὶ ἕτερόν τι λέγει οἰκεῖον κατόρθωμα. Ποῖον δὴ τοῦτο; Ὅτι ἐν καθαρῷ συνειδότι καὶ ἀδόλῳ πανταχοῦ τῆς οἰκουμένης ἀναστρεφόμεθα, φησίν. Οὐ μικρὸν δὲ τοῦτο ἡμῖν εἰς παραμυθίαν καὶ παράκλησιν· μᾶλλον δὲ οὐκ εἰς παράκλησιν μόνον, ἀλλὰ καὶ εἰς ἕτερον, ὃ πολλῷ μεῖζον τῆς παρακλήσεώς ἐστι, καὶ εἰς καύχησιν. Ταῦτα δὲ ἔλεγε, κἀκείνους παιδεύων ἐν ταῖς θλίψεσι μὴ καταπίπτειν, ἀλλὰ καὶ ἐναβρύνεσθαι, ὅταν καθαρὸν ἔχωσι συνειδὸς, καὶ ἠρέμα καθαπτόμενος τῶν ψευδαποστόλων. Καὶ ὥσπερ ἐν τῇ προτέρᾳ φησὶν, ὅτι Ἀπέστειλέ με Χριστὸς εὐαγγελίζεσθαι, οὐκ ἐν σοφίᾳ λόγου, ἵνα μὴ κενωθῇ ὁ σταυρὸς τοῦ Χριστοῦ· καὶ, Ἵνα ἡ πίστις ὑμῶν μὴ ᾖ ἐν σοφίᾳ ἀνθρώπων, ἀλλ' ἐν δυνάμει Θεοῦ· οὕτω καὶ ἐνταῦθά φησιν· Οὐκ ἐν σοφίᾳ, ἀλλ' ἐν χάριτι Χριστοῦ. Καὶ ἕτερον δέ τι ᾐνίξατο εἰπὼν, Οὐκ ἐν σοφίᾳ, τουτέστιν, οὐκ ἐν ἀπάτῃ, καὶ ταύτῃ βάλλων τὴν ἔξω παίδευσιν. Ἡ γὰρ καύχησις ἡμῶν αὕτη ἐστὶ, φησὶ, τὸ μαρτύριον τῆς συνειδήσεως ἡμῶν· τουτέστιν, Ἡ συνείδησις ἡμῶν, οὐκ ἔχουσα ἡμᾶς καταδικάζειν, ὡς ἐπὶ πονηροῖς πράγμασιν ἐλαυνομένους. Κἂν γὰρ μυρία πάσχωμεν δεινὰ, κἂν πάντοθεν βαλλώμεθα καὶ κινδυνεύωμεν, ἀρκεῖ εἰς παραμυθίαν ἡμῖν, μᾶλλον δὲ οὐ μόνον εἰς παραμυθίαν, ἀλλὰ καὶ εἰς τὸ στεφανοῦσθαι, τὸ συνειδὸς, καθαρὸν ὂν καὶ μαρτυροῦν ἡμῖν, ὅτι δι' οὐδὲν πονηρὸν, ἀλλὰ διὰ τὸ τῷ Θεῷ δοκοῦν ταῦτα πάσχομεν, δι' ἀρετὴν, διὰ φιλοσοφίαν, διὰ τὴν τῶν πολλῶν σωτηρίαν. Ἐκείνη μὲν οὖν ἡ προτέρα παράκλησις παρὰ τοῦ Θεοῦ ἦν· αὕτη δὲ παρ' αὐτῶν καὶ τῆς τοῦ βίου καθαρότητος συνεισήγετο. Διὸ καὶ καύχησιν αὐτὴν καλεῖ, ὅτι τῆς οἰκείας αὐτῶν ἀρετῆς κατόρθωμα ἦν. Τίς οὖν ἐστιν ἡ καύχησις, καὶ τί μαρτυρεῖ ἡμῖν τὸ συνειδὸς ἡμῶν, Ὅτι ἐν ἁπλότητι καὶ ἐν εἰλικρινείᾳ; Τουτέστιν, οὐδὲν δολερὸν, οὐχ ὑπόκρισιν, οὐκ εἰρωνείαν, οὐ κολακείαν, οὐκ ἐπιβουλὴν καὶ ἀπάτην, οὐκ ἄλλο τι τῶν τοιούτων οὐδὲν, ἀλλ' ἐν ἐλευθερίᾳ πάσῃ, ἐν ἁπλότητι, ἐν ἀληθείᾳ, ἐν καθαρᾷ καὶ ἀπονήρῳ γνώμῃ, ἐν ἀδόλῳ διανοίᾳ, οὐδὲν ἔχοντες συνεσκιασμένον, οὐδὲ ὕπουλον. Οὐκ ἐν σοφίᾳ σαρκικῇ. Τουτέστιν, οὐκ ἐν κακουργίᾳ οὐδὲ πονηρίᾳ, οὐδὲ ἐν δεινότητι λόγων ἢ ἐν συμπλοκῇ σοφισμάτων· ταύτην γὰρ λέγει σοφίαν σαρκικήν. Καὶ ἐφ' ᾧ μέγα ἐφρόνουν ἐκεῖνοι, τοῦτο οὗτος ἀρνεῖται καὶ διωθεῖται, δεικνὺς ἐκ πολλοῦ τοῦ περιόντος οὐκ ὂν ἄξιον καυχήσεως τοῦτο, καὶ ὅτι οὐ μόνον αὐτὸ οὐ ζητεῖ, ἀλλὰ καὶ διακρούεται καὶ ἐπαισχύνεται. Ἀλλ' ἐν χάριτι Θεοῦ ἀνεστράφημεν ἐν τῷ κόσμῳ. Τί ἐστιν, Ἐν χάριτι Θεοῦ; Τὴν παρ' αὐτοῦ σοφίαν, τὴν παρ' αὐτοῦ δύναμιν δεδομένην ἡμῖν ἐνδεικνύμενοι διὰ τῶν σημείων, διὰ τοῦ περιγενέσθαι σοφῶν, ῥητόρων, φιλοσόφων, βασιλέων, δήμων, ἰδιῶται τυγχάνοντες, καὶ μηδὲν τῆς ἔξωθεν σοφίας ἐπιφερόμενοι. Οὐχ ἡ τυχοῦσα δὲ αὕτη παράκλησίς τε καὶ καύχησις τοῦ συνειδέναι ἑαυτοῖς, ὅτι οὐκ ἀνθρωπίνῃ δυνάμει ἐκέχρηντο, ἀλλὰ θείᾳ χάριτι πάντα κατώρθουν. Ἐν τῷ κόσμῳ. Οὕτως οὐκ ἐν Κορίνθῳ μόνον, ἀλλὰ καὶ πανταχοῦ τῆς οἰκουμένης. Περισσοτέρως δὲ πρὸς ὑμᾶς. Τί περισσοτέρως πρὸς ὑμᾶς; Ἐν χάριτι Θεοῦ ἀνεστράφημεν. Καὶ γὰρ σημεῖα καὶ θαύματα παρ' ὑμῖν ἐπεδειξάμεθα, καὶ πλείονα ἀκρίβειαν καὶ βίον ἄληπτον. Καὶ γὰρ καὶ τοῦτο χάριν Θεοῦ καλεῖ, καὶ τὰ οἰκεῖα κατορθώματα αὐτῇ λογιζόμενος. Ἐκεῖ γὰρ καὶ τὰ σκάμματα ὑπερέβη, ἀδάπανον τιθεὶς τὸ Εὐαγγέλιον, διὰ τὸ τῆς ἀσθενείας αὐτῶν φείδεσθαι. Οὐ γὰρ ἄλλα γράφομεν ὑμῖν, ἀλλ' ἢ ἃ ἀναγινώσκετε ἢ καὶ ἐπιγινώσκετε. Ἐπειδὴ γὰρ μεγάλα ἐφθέγξατο ὑπὲρ ἑαυτοῦ, καὶ ἔδοξεν ἑαυτῷ μαρτυρεῖν, ὅπερ ἦν φορτικὸν, πάλιν αὐτοὺς παράγει μάρτυρας τῶν λεγομένων. Μὴ γάρ τις νομιζέτω πραγμάτων εἶναι κόμπον τὰ λεγόμενα, φησί· ταῦτα γὰρ ὑμῖν δηλοῦμεν, ἃ αὐτοὶ ὑμεῖς ἴστε· καὶ ὅτι οὐ ψευδόμεθα, πρὸ τῶν ἄλλων ἂν ἡμῖν μαρτυρήσετε. Ἀναγινώσκοντες γὰρ ἐπιγινώσκετε, ὅτι ἃ σύνιστε ἡμῖν ἐν τοῖς ἔργοις, ταῦτα καὶ ἐν τοῖς γράμμασι λέγομεν· καὶ οὐκ ἐναντιοῦται ὑμῶν ἡ μαρτυρία ταῖς Ἐπιστολαῖς, ἀλλὰ συνᾴδει τῇ ἀναγνώσει ἡ γνῶσις, ἣν προλαβόντες εἴχετε περὶ ἡμῶν. Καθὼς καὶ ἐπέγνωτε ἡμᾶς ἀπὸ μέρους. Οὐδὲ γὰρ ἐξ ἀκοῆς ἴστε, φησὶ, τὰ καθ' ἡμᾶς, ἀλλ' ἀπ' αὐτῆς τῆς πείρας. Τὸ δὲ, Ἀπὸ μέρους, μετριάζων εἶπεν. Ἔθος γὰρ αὐτῷ τοῦτο, ἐπειδὰν μέγα τι φθέγξηται κατεπειγούσης ἀνάγκης (οὐδὲ γὰρ ἄλλως αὐτὸ ποιεῖ), ταχέως συστέλλειν πάλιν τὸν ἐκ τῶν εἰρημένων ὄγκον βουλόμενος. Ἐλπίζω δὲ ὅτι καὶ ἕως τέλους ἐπιγνώσεσθε.
10.2.1
Εἶδες πάλιν ἀπὸ τῶν παρελθόντων τὰ μέλλοντα πιστούμενον, καὶ οὐκ ἀπὸ τῶν παρελθόντων μόνον, ἀλλὰ καὶ ἀπὸ τῆς τοῦ Θεοῦ δυνάμεως; Οὐ γὰρ ἁπλῶς ἀπεφήνατο, ἀλλὰ τὸ πᾶν ἐπ' αὐτὸν ἔῤῥιψε καὶτὴν εἰς αὐτὸν ἐλπίδα. Ὅτι καύχημα ὑμῶν ἐσμεν, καθάπερ καὶ ὑμεῖς ἡμῶν, ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἐνταῦθα τὸν ἐκ τῶν εἰρημένων ὑποτέμνεται φθόνον, μεριστὰς αὐτοὺς καὶ κοινωνοὺς ποιήσας τῆς δόξης τῶν αὑτοῦ κατορθωμάτων. Οὐ γὰρ μέχρις ἡμῶν ἕστηκεν, ἀλλὰ καὶ εἰς ὑμᾶς διαβαίνει, καὶ πάλιν ἀφ' ὑμῶν εἰς ἡμᾶς. Ἐπειδὴ γὰρ ἐπῆρεν ἑαυτὸν, καὶ τῶν παρελθόντων παρέσχεν ἀπόδειξιν, καὶ τὰ μέλλοντα ἐνεγγυήσατο· ὥστε μὴ ἐπισκῆψαι τοὺς ἀκούοντας ὡς μεγαληγοροῦντι, μηδὲ εἰς βασκανίαν, ὅπερ ἔφην, ἐξενεχθῆναι, κοινοῖ τὸ καύχημα, καὶ αὐτῶν εἶναί φησι τὸν τῶν ἐγκωμίων στέφανον τοῦτον. Ἂν γὰρ τοιοῦτοι φανῶμεν, φησὶν, ὁ ἔπαινος ἡμῶν ὑμῶν ἡ δόξα· ὥσπερ οὖν καὶ ὑμῶν εὐδοκιμούντων ἡμεῖς ἀγαλλόμεθα καὶ σκιρτῶμεν καὶ στεφανούμεθα. Πάλιν κἀνταῦθα πολὺ τὸ τῆς ταπεινοφροσύνης αὐτοῦ δι' ὧν εἴρηκεν ἐπιδείκνυται. Οὐ γὰρ ὡς διδάσκαλος μαθηταῖς, ἀλλ' ὡς μαθητὴς μαθηταῖς ὁμοτίμοις διαλεγόμενος, οὕτως ἐξισάζει τὸν λόγον. Καὶ θέα πῶς αὐτοὺς ὑψηλοὺς ποιεῖ, καὶ φιλοσοφίας πληροῖ, παραπέμπων ἐκείνῃ τῇ ἡμέρᾳ. Μὴ γάρ μοι τὰ παρόντα εἴπητε, φησὶ, τουτέστι, τὰ ὀνείδη, τὰς λοιδορίας, τὰ σκώμματα τὰ παρὰ τῶν πολλῶν· οὐδὲν γὰρ μέγα τὰ ἐνταῦθα, οὔτε τὰ χρηστὰ οὔτε τὰ λυπηρὰ, οὐ τὰ σκώμματα, οὐ τὰ ἐγκώμια τὰ παρὰ τῶν ἀνθρώπων· ἀλλ' ἀναμνήσθητέ μοι τῆς ἡμέρας ἐκείνης τῆς φοβερᾶς καὶ φρικώδους, ἐν ᾗ πάντα ἀνακεκαλυμμένα. Τότε γὰρ καὶ ἡμεῖς ἐν ὑμῖν καὶ ὑμεῖς ἐν ἡμῖν καλλωπισθήσεσθε, ὅταν καὶ ὑμεῖς φαίνησθε τοιούτους ἔχοντες διδασκάλους, μηδὲν ἀνθρώπινον διδάσκοντας, μηδὲ πονηρίᾳ συνεζηκότας, μηδὲ λαβήν τινα δεδωκότας, καὶ ἡμεῖς τοιούτους ἔχοντες μαθητὰς, μηδὲν ἀνθρώπινον πάσχοντας, μηδὲ σαλευομένους, ἀλλὰ μετὰ προθυμίας πάντα ὑποδεχομένους, καὶ μηδαμόθεν παραλογιζομένους. Καὶ νῦν μὲν γὰρ ταῦτα δῆλα τοῖς νοῦν ἔχουσι· τότε δὲ πᾶσιν. Ὥστε εἰ καὶ θλιβόμεθα νῦν, οὐ μικρὰν καὶ ταύτην ἔχομεν παραμυθίαν· νῦν μὲν τὴν ἀπὸ τοῦ συνειδότος, τότε δὲ καὶ τὴν ἀπὸ τῆς ἐκλάμψεως αὐτῆς. Νῦν μὲν γὰρ τὸ συνειδὸς ἡμῶν οἶδεν, ὅτι χάριτι Θεοῦ πάντα ποιοῦμεν, ὡς καὶ ὑμεῖς ἴστε καὶ εἴσεσθε· τότε δὲ καὶ πάντες μαθήσονται ἄνθρωποι καὶ τὰ ἡμέτερα καὶ τὰ ὑμῶν, καὶ ὄψονται δι' ἀλλήλων ἡμᾶς δοξαζομένους. Ἵνα γὰρ μὴ δόξῃ μόνος αὐτὸς εἶναι λαμπρὸς ἀπὸ τῆς καυχήσεως, καὶ αὐτοῖς δίδωσιν αἰτίαν τοῦ καυχήματος, καὶ ἀπάγει τῶν παρόντων λυπηρῶν. Καὶ ὅπερ ἐπὶ τῆς παρακλήσεως ἐποίησεν εἰπὼν, ὅτι Δι' ὑμᾶς παρακαλούμεθα, τοῦτο καὶ ἐνταῦθα ποιεῖ, Δι' ὑμᾶς καυχώμεθα λέγων, ὥσπερ καὶ ὑμεῖς δι' ἡμᾶς, πανταχοῦ κοινωνοὺς αὐτοὺς ποιῶν ἁπάντων, τῆς παρακλήσεως, τῶν παθημάτων, τῆς σωτηρίας τῆς αὑτοῦ· καὶ γὰρ τὴν σωτηρίαν ταύτην ταῖς εὐχαῖς αὐτῶν λογίζεται· Συνυπουργούντων γὰρ ὑμῶν τῇ δεήσει, φησὶν, ἐῤῥύσατο ἡμᾶς ὁ Θεός. Οὕτω δὴ καὶ τὰ καυχήματα κοινὰ τίθησιν. Ὥσπερ γὰρ ἐκεῖ φησιν· Εἰδότες ὅτι ὥσπερ κοινωνοί ἐστε τῶν παθημάτων, οὕτω καὶ τῆς παρακλήσεως· οὕτω καὶ ἐνταῦθα, Καύχημα ὑμῶν ἐσμεν, καθάπερ καὶ ὑμεῖς ἡμῶν. Καὶ ταύτῃ τῇπεποιθήσει ἐβουλόμην πρότερον πρὸς ὑμᾶς ἐλθεῖν. Ποίᾳ πεποιθήσει; Τῷ σφόδρα θαῤῥεῖν ὑμῖν, τῷ καυχᾶσθαι ἐφ' ὑμῖν, τῷ καύχημα ὑμῶν εἶναι, τῷ σφόδρα ὑμᾶς ἀγαπᾷν, τῷ μηδὲν ἑαυτῷ συνειδέναι πονηρὸν, τῷ πεποιθέναι ὅτι πάντα πνευματικὰ παρ' ἡμῖν, καὶ ὑμᾶς τούτων μάρτυρας ἔχειν. Ἐβουλόμην ἐλθεῖν πρὸς ὑμᾶς, καὶ δι' ὑμῶν διελθεῖν εἰς Μακεδονίαν. Καὶ μὴν τοὐναντίον ἐπηγγείλατο ἐν τῇ προτέρᾳ, οὕτω λέγων· Ἐλεύσομαι δὲ πρὸς ὑμᾶς, ὅταν Μακεδονίαν διέλθω· Μακεδονίαν γὰρ διέρχομαι. Πῶς οὖν ἐνταῦθα τἀναντία φησίν; Οὐ τὰ ἐναντία φησὶν, ἄπαγε· ταῦτα γὰρ ἐναντία μὲν ἔστιν οἷς ἔγραψεν, οὐκ ἐναντία δὲ οἷς ἐβούλετο. Διὸ καὶ ἐνταῦθα οὐκ εἶπεν, ὅτι Ἔγραψα δι' ὑμῶν ἀπελθεῖν εἰς Μακεδονίαν, ἀλλ', Ἐβουλόμην. Εἰ γὰρ καὶ οὐχ οὕτως ἔγραψα, φησὶν, ἀλλ' ὅμως ἐσπούδαζον καὶ ἐβουλόμην καὶ πρὸ τοῦ ἐλθεῖν πρὸς ὑμᾶς· τοσοῦτον ἀπέσχον τοῦ βουληθῆναι ὑστερῆσαι τῆς ὑποσχέσεως, ὅτι καὶ φθάσαι αὐτὴν ἠθέλησα. Ἵνα δευτέραν χάριν ἔχητε. Τί ἐστι, Δευτέραν; Ἵνα διπλῆν χάριν ἔχητε, καὶ τὴν διὰ τῶν γραμμάτων, καὶ τὴν διὰ τῆς παρουσίας. Χάριν δὲ ἐνταῦθα τὴν χαρὰν λέγει. Καὶ δι' ὑμῶν διελθεῖν εἰς Μακεδονίαν, καὶ πάλιν ἀπὸ Μακεδονίας ἐλθεῖν πρὸς ὑμᾶς, καὶ ὑφ' ὑμῶν προπεμφθῆναι εἰς τὴν Ἰουδαίαν. Τοῦτο οὖν βουλόμενος, μή τι ἄρα τῇ ἐλαφρίᾳ ἐχρησάμην;
10.3.1
Ἐνταῦθα λοιπὸν ἐξ εὐθείας ἀποδύεται τὸ ἔγκλημα τὸ ἐκ τῆς μελλήσεως καὶ τῆς ἀπουσίας. Ὃ γὰρ λέγει, τοιοῦτόν ἐστιν· Ἐβουλόμην ἐλθεῖν πρὸς ὑμᾶς· τίνος οὖν ἕνεκεν οὐκ ἦλθον; ἆρα ὡς κοῦφος καὶ εὐρίπιστος; τοῦτο γάρ ἐστι, Μή τι ἄρα τῇ ἐλαφρίᾳ ἐχρησάμην; Οὐδαμῶς· ἀλλὰ διὰ τί; Ὅτι ἃ βουλεύομαι, οὐ κατὰ σάρκα βουλεύομαι. Τί ἐστιν, Οὐ κατὰ σάρκα; Οὐ σαρκικῶς βουλεύομαι. Ἵνα ᾖ παρ' ἐμοὶ τὸ Ναὶ ναὶ, καὶ τὸ Οὒ οὔ. Ἀλλ' ἔτι καὶ τοῦτο ἀσαφές. Τί οὖν ἐστιν ὅ φησιν; Ὁ σαρκικὸς ἄνθρωπος, τουτέστιν, ὁ τοῖς παροῦσι προσηλωμένος καὶ ἐν τούτοις διαπαντὸς ὢν, καὶ τῆς τοῦ Πνεύματος ἐνεργείας ἐκτὸς τυγχάνων, πανταχοῦ ἀπιέναι δύναται, καὶ πλανᾶσθαι ὅπου βούλεται· ὁ δὲ ὑπηρέτης τοῦ Πνεύματος, καὶ ὑπ' ἐκείνου ἀγόμενος καὶ περιαγόμενος, οὐ δύναται κύριος εἶναι τῆς ἑαυτοῦ γνώμης πανταχοῦ, τῆς ἐκεῖθεν ἐξουσίας ἐξαρτήσας αὐτήν· ἀλλὰ τοιοῦτον ὑπομένει, οἷον ἂν εἰ δοῦλος εὐδοκιμῶν, καὶ πανταχοῦ περιελκόμενος ὑπὸ τῶν δεσποτικῶν ἐπιταγμάτων, καὶ οὐκ ἔχων ἐξουσίαν ἑαυτοῦ, οὐδὲ ἀναπνεῦσαι δυνάμενος οὐδὲ μικρὸν, ἐπαγγέλλοιτό τινα τοῖς συνδούλοις, εἶτα τῷ δεσπότῃ τἀναντία δοκοῦντα, μὴ ἀνύοι τὰ ἀπηγγελμένα. Τοῦτο οὖν φησιν, ὅτι Οὐ κατὰ σάρκα βουλεύομαι, καὶ οὐκ εἰμὶ τῆς τοῦ Πνεύματος ἐκτὸς κυβερνήσεως, οὐδὲ ἐξουσίαν ἔχω βαδίζειν ὅπου βούλομαι. Καὶ γὰρ ὑπόκειμαι δεσποτείᾳ τῇ τοῦ Παρακλήτου καὶ ἐπιτάγμασι, καὶ ταῖς ἐκείνου ψήφοις ἄγομαι καὶ περιάγομαι. Διὰ τοῦτο οὐκ ἠδυνήθην ἐλθεῖν· οὐ γὰρ ἔδοξεν τῷ Πνεύματι. Ὃ καὶ ἐν ταῖς Πράξεσι πολλαχοῦ γέγονεν· ἀλλαχοῦ γὰρ προῃρημένον ἐλθεῖν, τὸ Πνεῦμα ἀλλαχοῦ βαδίζειν ἐκέλευεν. Ὥστε οὐ τῆς ἐμῆς ἐλαφρίας, τουτέστι. κουφότητος, τὸ μὴ ἐλθεῖν, ἀλλὰ τὸ τοῦ Πνεύματος, ὑποκείμενον ἐκείνῳ πείθεσθαι. Εἶδες πάλιν αὐτοῦ τὸ σύνηθες θεώρημα; Ἀφ' ὧν ἐνόμιζον αὐτὸν δεικνύναι σαρκικῶς βουλευόμενον, ἐκ τοῦ μὴ πληρῶσαι τὴν ὑπόσχεσιν, ἐκ τούτου δείκνυσι μάλιστα πνευματικῶς βεβουλευμένον, καὶ τοὐναντίον σαρκικῶς βουλεύεσθαι. Τί οὖν, φησίν; οὐ μετὰ τοῦ Πνεύματος ἐπηγγείλατο; Οὐδαμῶς· καὶ γὰρ καὶ ἤδη εἶπον, ὅτι οὐ πάντα προῄδει Παῦλος τὰ μέλλοντα καὶ συμφέροντα. Διὰ δὴ τοῦτο ἐν μὲν τῇ προτέρᾳ φησὶν, Ἵνα ὑμεῖς με προπέμψητε οὗ ἐὰν πορεύωμαι, δεδοικὼς αὐτὸ τοῦτο, μὴ εἰς τὴν Ἰουδαίαν εἰπὼν, ἀναγκασθῇ ἑτέρωθι ἀπελθεῖν· ἐνταῦθα δὲ ἐπειδὴ ἀπέτυχε, λέγει αὐτὸ, Καὶ ὑφ' ὑμῶν προπεμφθῆναι εἰς τὴν Ἰουδαίαν. Ὃ μὲν γὰρ ἦν ἀγάπης, τίθησι, τὸ ἐλθεῖν πρὸς αὐτούς· ὃ δὲ οὐδὲν πρὸς αὐτοὺς ἦν, τὸ ἀπελθεῖν εἰς τὴν Ἰουδαίαν, οὐκέτι καὶ τοῦτο προστίθησι διωρισμένως. Ἐπειδὴ δὲ ἐλήλεγκται, ἐνταῦθα θαῤῥῶν λέγει λοιπὸν, ὅτι Εἰς τὴν Ἰουδαίαν. Καὶ τοῦτο δὲ συμφερόντως ἐγίνετο, ἵνα μή τις αὐτῶν μείζονα περὶ αὐτὸν τῆς ἀξίας ὑπόνοιαν ἔχῃ. Εἰ γὰρ καὶ τούτων ὄντων θύειν αὐτοῖς ἐβούλοντο ταύρους, ποῦ οὐκ ἂν ἐξώκειλαν ἀσεβείας, εἰ μὴ πολλὰ δείγματα τῆς ἀνθρωπίνης ἀσθενείας παρείχοντο; Καὶ τί θαυμάζεις, εἰ τὰ μέλλοντα πάντα οὐκ ᾔδει, ὅπου καὶ ἐν εὐχαῖς, πολλαχοῦ τὸ συμφέρον ἀγνοεῖ; Τὸ γὰρ, τί προσευξόμεθα, φησὶ, καθὸ δεῖ, οὐκ οἴδαμεν. Καὶ οὐ λέγει τοῦτο μόνον, ἵνα δόξῃ μετριάζειν, ἀλλὰ καὶ δείκνυσι, ποῦ τὸ συμφέρον ἐν εὐχαῖς ἠγνόησε. Ποῦ τοίνυν ἠγνόησεν; Ἡνίκα παρεκάλει τῶν πειρασμῶν ἀπαλλαγῆναι, λέγων· Ἐδόθη μοι σκόλοψ τῇ σαρκὶ ἄγγελος Σατᾶν, ἵνα με κολαφίζῃ. Ὑπὲρ τούτου τρὶς τὸν Κύριον παρεκάλεσα, καὶ εἶπέ μοι, Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται. Εἶδες πῶς οὐκ ἔγνω τὰ συμφέροντα αἰτῆσαι; Διὸ οὐδὲ ἔλαβε, καὶ πολλάκις αἰτήσας. Πιστὸς δὲ ὁ Θεὸς, ὅτι ὁ λόγος ἡμῶν ὁ πρὸς ὑμᾶς οὐκ ἐγένετο Ναὶ καὶ Οὔ. Καλῶς ἀντίθεσιν ἀνακύπτουσαν καταλύει. Εἰ γὰρ ὑποσχόμενος, φησὶ, παραγίνεσθαι ὑπερέθου, καὶ οὐκ ἔστι παρὰ σοὶ Ναὶ ναὶ, καὶ Οὒ οὒ, ἀλλὰ νῦν ἃ λέγεις ἀνατρέπεις μετὰ ταῦτα, ὥσπερ ἐπὶ τῆς σῆς ἐπιδημίας ἐποίησας· οὐαὶ ἡμῖν, μήποτε καὶ ἐν τῷ κηρύγματι τοῦτο γέγονεν. Ἵν' οὖν μὴ ταῦτα ἐννοῶσι, μηδὲ θορυβῶνται, φησί· Πιστὸς δὲ ὁ Θεὸς, ὅτι ὁ λόγος ἡμῶν ὁ πρὸς ὑμᾶς οὐκ ἐγένετο Ναὶ καὶ Οὔ. Ἐν γὰρ τῷ κηρύγματι, φησὶ, τοῦτο οὐκ ἐγένετο, ἀλλ' ἐν ταῖς ὁδοῖς καὶ ταῖς ἀποδημίαις μόνον. Ἐν δὲ τῷ κηρύγματι μένει βέβαια καὶ ἀκίνητα ἅπερ εἰρήκαμεν. Λόγον γὰρ ἐνταῦθα τὸ κήρυγμα καλεῖ. Εἶτα ἀπόδειξιν ἀναντίῤῥητον παρέχει τούτου, εἰς τὸν Θεὸν τὸ πᾶν ἀνάγων Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Ἡ ὑπόσχεσις τῆς παρουσίας ἐμὴ ἦν, καὶ ἐγὼ οἴκοθεν ἐπηγγειλάμην ἐκεῖνο· τὸ δὲ κήρυγμα οὐκ ἐμὸν οὐδὲ ἀνθρώπινον, ἀλλὰ τοῦ Θεοῦ· τὰ δὲ τοῦ Θεοῦ ἀμήχανον διαψεύσασθαι· διὸ καὶ ἔφη· Πιστὸς δὲ ὁ Θεός· τουτέστιν, ἀληθής. Μὴ τοίνυν ὑποπτεύετε τὰ ἐκείνου· οὐδὲν γὰρ ἐν αὐτοῖς ἀνθρώπινον. Καὶ ἐπειδὴ εἶπε λόγον, ἐπάγει λοιπὸν δεικνὺς ποῖον λόγον φησί.
10.4.1
Ποῖος οὖν λόγος οὗτός ἐστιν, Ὁ γὰρ τοῦ Θεοῦ Υἱὸς, φησὶν, ὁ ἐν ὑμῖν δι' ἡμῶν κηρυχθεὶς, δι' ἐμοῦ καὶ Σιλουανοῦ καὶ Τιμοθέου, οὐκ ἐγένετο Ναὶ καὶ Οὔ. Διὰ γὰρ τοῦτο καὶ τὸν χορὸν εἰσάγει τῶν διδασκάλων εἰς μέσον, ἀξιόπιστον κἀντεῦθεν τὴν μαρτυρίαν ποιῶν, οὐ διὰ τῶν ἀκουσάντων μόνον, ἀλλὰ καὶ διὰ τῶν διδαξάντων. Καίτοι μαθηταὶ ἦσαν· ἀλλὰ μετριάζων, ἐν τάξει διδασκάλων αὐτοὺς ἀριθμεῖ. Τί δέ ἐστιν, Οὐκ ἐγένετο Ναὶ καὶ Οὔ; Οὐκ ἀνέτρεψα, φησὶν, ἃ πρότερον εἶπον ἐν τῷ κηρύγματι· οὐ νῦν μὲν τοῦτο, νῦν δὲ ἐκεῖνο διελέχθην ὑμῖν· τοῦτο γὰρ οὐκέτι πίστεως, ἀλλὰ πεπλανημένης διανοίας ἐστίν. Ἀλλὰ Ναὶ ἐν αὐτῷ γέγονε. Τουτέστιν, ἀπαρασάλευτος καὶ βέβαιος ὁ λόγος μένει. Ὅσαι γὰρ ἐπαγγελίαι Θεοῦ, ἐν αὐτῷ τὸ Ναὶ, καὶ ἐν αὐτῷ τὸ Ἀμὴν, τῷ Θεῷ πρὸς δόξαν δι' ἡμῶν. Τί ἐστιν, Ὅσαι ἐπαγγελίαι Θεοῦ; Πολλὰ τὸ κήρυγμα ὑπισχνεῖτο, καὶ αὐτοὶ τὰ πολλὰ ταῦτα ἐπηγγέλλοντο καὶ ἐκήρυττον. Καὶ γὰρ περὶ ἀναστάσεως διελέχθησαν, καὶ περὶ ἀναλήψεως, καὶ περὶ ἀφθαρσίας, καὶ περὶ τῶν μεγάλων ἐπάθλων καὶ τῶν ἀποῤῥήτων ἀγαθῶν ἐκείνων. Ταύτας οὖν τὰς ἐπαγγελίας μένειν ἀκινήτους φησὶ, καὶ οὐκ ἐγένετο Ναὶ καὶ Οὒ ἐν αὐταῖς. Τουτέστιν, Οὐ ποτὲ μὲν ἀληθῆ τὰ εἰρημένα, ποτὲ δὲ ψευδῆ, καθάπερ ἡ ἐπιδημία ἡ ἐμὴ, ἀλλ' ἀεὶ ἀληθῆ. Καὶ πρῶτον μὲν ὑπὲρ τῶν τῆς πίστεως δογμάτων καὶ τοῦ περὶ Χριστοῦ λόγου ἀγωνίζεται λέγων· Ὁ λόγος μου καὶ τὸ κήρυγμά μου οὐκ ἐγένετο Ναὶ καὶ Οὔ· ἔπειτα ὑπὲρ τῶν ὑποσχέσεων· Ὅσαι γὰρ ἐπαγγελίαι Θεοῦ, ἐν αὐτῷ τὸ Ναί. Εἰ δὲ ἃ ὑπέσχετο βέβαια καὶ δώσει πάντως, πολλῷ μᾶλλον αὐτὸς καὶ ὁ περὶ αὐτοῦ λόγος ἐστὶ βέβαιος, καὶ οὐκ ἔστιν εἰπεῖν, ὅτι νῦν μὲν ἔστι, νῦν δὲ οὐκ ἔστιν, ἀλλ' ἀεί ἐστι, καὶ ὁ αὐτός ἐστι. Τί δέ ἐστιν, Ἐν αὐτῷ τὸ Ναὶ, καὶ τὸ Ἀμήν; Τὸ πάντως ἐσόμενον δηλοῖ. Αἱ γὰρ ἐπαγγελίαι ἐν αὐτῷ, οὐκ ἐν ἀνθρώπῳ, τὸ γενέσθαι ἔχουσι καὶ πληρωθῆναι. Μὴ τοίνυν δείσῃς· οὐ γὰρ ἄνθρωπός ἐστιν, ἵνα ὑποπτεύσῃς, ἀλλὰ Θεός ἐστιν, ὁ καὶ εἰπὼν καὶ πληρῶν. Τῷ Θεῷ πρὸς δόξαν δι' ἡμῶν. Τί ἐστι, Πρὸς δόξαν δι' ἡμῶν; Πληροῖ αὐτὰς δι' ἡμῶν· τουτέστι, διὰ τῶν εἰς ἡμᾶς εὐεργεσιῶν πρὸς δόξαν αὑτοῦ· τοῦτο γάρ ἐστι, Τῷ Θεῷ πρὸς δόξαν. Εἰ δὲ πρὸς δόξαν τοῦ Θεοῦ, πάντως ἔσται. Τῆς γὰρ αὐτοῦ δόξης οὐ καταφρονήσει, εἰ καὶ τῆς ἡμετέρας κατεφρόνει σωτηρίας· καὶ διὰ τὸ σφόδρα φιλάνθρωπος εἶναι. Καὶ πρὸς τοῦτο ἡμῶν ἡ σωτηρία συνδέδεται τῇ αὐτοῦ δόξῃ τῇ ἐπὶ τούτοις. Ὥστε εἰ πρὸς δόξαν αὐτοῦ εἰσιν αἱ ἐπαγγελίαι, πάντως καὶ ἡ σωτηρία ἡμῶν ἕψεται. Ὃ καὶ ἐν τῇ πρὸς Ἐφεσίους συνεχῶς περιστρέφει λέγων· Εἰς περιποίησιν τῆς δόξης αὐτοῦ. Καὶ πανταχοῦ τοῦτο τίθησι, δεικνὺς τὸ ἀναγκαῖον τῆς ἐκβάσεως· ὃ καὶ ἐνταῦθά φησιν, ὅτι αἱ ἐπαγγελίαι αὐτοῦ οὐ ψεύδονται. Οὐ γὰρ ἡμᾶς μόνον σώζουσιν, ἀλλὰ καὶ αὐτὸν δοξάζουσι. Μὴ τοίνυν τοῦτο ἐννοήσῃς, ὅτι δι' ἡμῶν ἐπηγγέλθησαν, καὶ διστάσῃς· οὐ γὰρ δι' ἡμῶν πληροῦνται, ἀλλὰ δι' αὐτοῦ· καὶ αἱ ἐπαγγελίαι δὲ δι' αὐτοῦ· οὐ γὰρ τὰ ἡμέτερα, ἀλλὰ τὰ αὐτοῦ πρὸς ὑμᾶς εἰρήκαμεν. Ὁ δὲ βεβαιῶν ἡμᾶς, σὺν ὑμῖν εἰς Χριστὸν, καὶ χρίσας ἡμᾶς, Θεός· καὶ σφραγισάμενος, καὶ δοὺς τὸν ἀῤῥαβῶνα τοῦ Πνεύματος ἐν ταῖς καρδίαις ἡμῶν. Πάλιν ἀπὸ τῶν παρελθόντων τὰ μέλλοντα βεβαιοῦται. Εἰ γὰρ αὐτός ἐστιν ὁ βεβαιῶν ἡμᾶς εἰς Χριστὸν, τουτέστιν, ὁ μὴ ἐῶν ἡμᾶς παρασαλεύεσθαι ἐκ τῆς πίστεως τῆς εἰς τὸν Χριστὸν, καὶ αὐτὸς ὁ χρίσας ἡμᾶς, καὶ δοὺς τὸ Πνεῦμα ἐν ταῖς καρδίαις ἡμῶν· πῶς τὰ μέλλοντα οὐ δώσει; Εἰ γὰρ τὰς ἀρχὰς καὶ τὰς ὑποθέσεις ἔδωκε καὶ τὴν ῥίζαν καὶ τὴν πηγὴν, οἷον τὴν ἀληθῆ περὶ αὐτοῦ γνῶσιν, τὴν τοῦ Πνεύματος μετάληψιν· πῶς τὰ ἐκ τούτων οὐ δώσει; Εἰ γὰρ ἐκεῖνα διὰ ταῦτα δίδονται, πολλῷ μᾶλλον ὁ ταῦτα δοὺς, καὶ ἐκεῖνα παρέξει· καὶ εἰ ταῦτα ἐχθροῖς οὖσιν ἔδωκε, πολλῷ μᾶλλον ἐκεῖνα φίλοις γενομένοις χαριεῖται. Διὰ τοῦτο οὐδὲ Πνεῦμα εἶπεν ἁπλῶς, ἀλλ' ἀῤῥαβῶνα ὠνόμασεν, ἵνα ἀπὸ τούτου καὶ περὶ τοῦ παντὸς θαῤῥῇς. Οὐ γὰρ, εἰ μὴ ἔμελλε τὸ πᾶν διδόναι, εἵλετο ἂν τὸν ἀῤῥαβῶνα παρασχεῖν, καὶ ἀπολέσαι εἰκῆ καὶ μάτην. Καὶ ὅρα εὐγνωμοσύνην Παύλου. Τί γὰρ δεῖ λέγειν, φησὶν, ὅτι οὐκ ἐν ἡμῖν ἡ τῶν ἐπαγγελιῶν ἀλήθεια; αὐτὸ τοῦτο τὸ ἑστάναι ἀπεριτρέπτως καὶ πεπηγέναι ὑμᾶς, οὐκ ἐν ἡμῖν, ἀλλὰ καὶ τοῦτο τοῦ Θεοῦ· Ὁ γὰρ βεβαιῶν ὑμᾶς, φησὶ, Θεός. Οὐκ ἄρα ἡμεῖς ἐσμεν οἱ στηρίζοντες ὑμᾶς· καὶ γὰρ καὶ ἡμεῖς δεόμεθα τοῦ βεβαιοῦντος. Ὥστε μηδεὶς ἐν ἡμῖν νομιζέτω κινδυνεύεσθαι τὸ κήρυγμα· αὐτὸς τὸ πᾶν ἀνεδέξατο, αὐτῷ μέλει τοῦ παντός.
10.5.1
Τί δέ ἐστι, Χρίσας, καὶ σφραγισάμενος; Τὸ Πνεῦμα δοὺς, δι' οὗ ταῦτα ἀμφότερα ἐποίησεν, ὁμοῦ προφήτας καὶ ἱερεῖς καὶ βασιλέας ἐργαζόμενος· ταῦτα γὰρ τὸ παλαιὸν ἐχρίετο τὰ γένη. Ἀλλ' ἡμεῖς οὐχ ἓν, ἀλλὰ τὰ τρία μεθ' ὑπεροχῆς ἔχομεν ἀξιώματα νῦν· καὶ γὰρ βασιλείας μέλλομεν ἀπολαύειν, καὶ ἱερεῖς γινόμεθα προσφέροντες θυσίαν τὰ σώματα ἡμῶν. Παραστήσατε γὰρ τὰ μέλη ὑμῶν, θυσίαν ζῶσαν, εὐάρεστον τῷ Θεῷ, φησί· καὶ μετὰ τούτων καὶ προφῆται καθιστάμεθα· Ἃ γὰρ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, ταῦτα ἐκκεκαλυμμένα ἡμῖν ἐστι. Καὶ ἄλλως δὲ βασιλεῖς γινόμεθα, ἐὰν βουληθῶμεν κρατεῖν τῶν ἀτόπων λογισμῶν. Ὅτι γὰρ ὁ τοιοῦτος βασιλεύει, καὶ μᾶλλον ἢ ὁ τὸ διάδημα περικείμενος, ἤδη τοῦτο ποιήσω δῆλον ὑμῖν· Πολλὰ ἔχει στρατόπεδα ἐκεῖνος, ἀλλὰ καὶ ἡμεῖς τούτων πλείους ἔχομεν λογισμούς· οὐ γὰρ ἔστιν ἀριθμῆσαι τὸ ἄπειρον τῶν ἐννοιῶν πλῆθος τῶν ἐν ἡμῖν. Οὐ πλῆθος δὲ μόνον ἔστιν ἰδεῖν, ἀλλὰ καὶ πολλοὺς ἐν τῷ πλήθει τούτῳ τῶν λογισμῶν καὶ στρατηγοὺς καὶ ταξιάρχους καὶ λοχαγοὺς καὶ τοξότας καὶ σφενδονήτας. Τί ἕτερον ποιεῖ βασιλέα; τὰἱμάτια; Ἀλλὰ καὶ οὗτος βελτίω περίκειται καὶ ἀμείνω στολὴν, ἣν οὔτε σὴς ἐσθίει, οὔτε χρόνος δαπανᾷ· καὶ στέφανον ἔχει ποικίλον τὸν τῆς δόξης, τὸν τῶν οἰκτιρμῶν τοῦ Θεοῦ· Εὐλόγει γὰρ, ἡ ψυχή μου, φησὶ, τὸν Κύριον, τὸν στεφανοῦντά σε ἐν ἐλέει καὶ οἰκτιρμοῖς· καὶ τὸν τῆς δόξης· Δόξῃ γὰρ καὶ τιμῇ ἐστεφάνωσας αὐτόν· καὶ [τὸν τῆς εὐδοκίας]· Ὡς ὅπλῳ εὐδοκίας ἐστεφάνωσας ἡμᾶς· καὶ τὸν τῶν χαρίτων· Στέφανον γὰρ χαρίτων δέξῃ σῇ κεφαλῇ. Εἶδες πολύπλοκον καὶ χαριέστερον τουτὶ τὸ διάδημα; Πλὴν ἀλλ' ἄνωθεν αὐτὰ ἀκριβέστερον ἐξετάσωμεν πάλιν τὰ τῶν βασιλέων τούτων. Ἐκεῖνος κρατεῖ τῶν δορυφόρων καὶ πᾶσιν ἐπιτάττει, καὶ πάντες ὑπακούουσι καὶ διακονοῦσιν αὐτῷ· ἀλλ' ἐγὼ δείκνυμι μείζονα ἐνταῦθα τὴν ἀρχήν. Τὸ μὲν γὰρ πλῆθος ἴσον, ἢ καὶ πλεῖον· λοιπὸν δὲ περὶ τῆς ὑποταγῆς ἐξετάζειν δεῖ. Καὶ μή μοι εἰς μέσον ἀγάγῃς τοὺς ἐκπεσόντας τῆς βασιλείας, καὶ σφαγέντας ὑπ' αὐτῶν τῶν σωματοφυλάκων. Μὴ τοίνυν τούτους εἰς μέσον ἄγωμεν, ἀλλὰ τοὺς καλῶς ἐν ἀμφοτέροις τὴν ἑαυτῶν διοικήσαντας βασιλείαν ζητήσωμεν. Καὶ σὺ μὲν, οὓς βούλει, τίθει· ἐγὼ δέ σοι τὸν πατριάρχην ἀντιτάττω πᾶσιν. Ὅτε γὰρ τὸν υἱὸν ἐκελεύετο σφαγιάσαι, ἐννόησον πόσοι τότε ἐπανέστησαν αὐτῷ λογισμοί· ἀλλ' ὅμως πάντας ὑπέταξε, καὶ πάντες αὐτὸν ἔτρεμον μᾶλλον, ἢ βασιλέα οἱ δορυφόροι, καὶ βλέμματι μόνῳ πάντας κατέστελλε, καὶ οὐδὲ γρύξαι ἐτόλμα τούτων οὐδεὶς, ἀλλ' ὑπέκυπτον, καὶ ὡς βασιλεῖ παρεχώρουν ἅπαντες, καίτοι γε ὀξύτατοι ὄντες καὶ σφόδρα ἀπότομοι. Οὐδὲ γὰρ οὕτως εἰσὶν αἱ τῶν δοράτων αἰχμαὶ φοβεραὶ, ὀρθαὶ ὑπὸ πολλῶν ἀνιστάμεναι στρατιωτῶν, ὡς ἐκεῖνοι τότε ἦσαν φοβεροὶ οἱ λογισμοί. Οὐ δοράτων ἦν χαλεπωτέρα ἡ τῆς φύσεως συμπάθεια; Διὸ καὶ αἰχμῆς ἠκονημένης μᾶλλον τέμνειν ἠδύναντο τὴν ἐκείνου ψυχήν. Οὐ γὰρ οὕτως ὀξὺ δόρυ γένοιτ' ἄν ποτε, ὡς ἐκείνων τῶν λογισμῶν τὰ κέντρα κάτωθεν ἀπὸ τῶν σπλάγχνων ὀξυνόμενά τε καὶ ὀρθούμενα διέπειρε τοῦ δικαίου τὴν διάνοιαν. Ἐνταῦθα μὲν γὰρ καὶ χρόνου δεῖ καὶ βουλῆς καὶ πληγῆς καὶ ὀδύνης, καὶ τότε ὁ θάνατος ἕπεται· ἐκεῖ δὲ οὐδενὸς τούτων ἔδει· οὕτω ταχύτερα καὶ δριμύτερα ἦν τὰ τραύματα. Ἀλλ' ὅμως τοσούτων τότε ὁπλισθέντων κατ' αὐτοῦ λογισμῶν, πολλὴ ἦν ἡσυχία, καὶ πάντες εἱστήκεσαν εὐτάκτως, κοσμοῦντες μᾶλλον αὐτὸν, ἢ φοβοῦντες. Ὅρα γοῦν τὴν μάχαιραν αὐτὸν ἐκτείνοντα, καὶ ὅσους βούλει τίθει βασιλεῖς εἰς τὸ μέσον, Αὐγούστους, Καίσαρας. Ἀλλ' οὐδὲν τοσοῦτον ἐρεῖς, οὐδὲ ἕξεις σχῆμα δεῖξαι τοιοῦτον, οὕτω μεγαλοφυὲς καὶ τῶν οὐρανῶν ἄξιον. Κατὰ γὰρ τυραννίδος δυνατωτάτης ἔστησε τρόπαιον ὁ δίκαιος τότε ἐκεῖνος· οὐδὲν γὰρ φύσεως τυραννικώτερον· κἂν μυρίους τιθῇς τυραννοκτόνους, οὐδένα τοιοῦτον ἐπιδείξῃς ἡμῖν. Καὶ γὰρἀγγέλου τὸ τρόπαιον ἦν, οὐκ ἀνθρώπου τότε. Σκόπει δέ· Ἡ φύσις ἔῤῥιπτο χαμαὶ μετὰ τῶν ὅπλων τῶν αὐτῆς, μετὰ τοῦ στρατοπέδου παντὸς, καὶ αὐτὸς εἰστήκει τὴν χεῖρα ἀνατείνας, οὐχὶ στέφανον ἔχουσαν, ἀλλὰ μάχαιραν στεφάνου παντὸς λαμπροτέραν, καὶ ὁ τῶν ἀγγέλων ἐπεκρότει δῆμος, καὶ ὁ Θεὸς ἐκ τῶν οὐρανῶν ἀνεκήρυττεν. Ἐπειδὴ γὰρ ἐν οὐρανοῖς ἐπολιτεύετο, ἐκεῖθεν ἐδέχετο καὶ τὸ κήρυγμα. Τί τούτου λαμπρότερον; μᾶλλον δὲ τί τούτου γένοιτ' ἂν ἴσον τοῦ τροπαίου; Εἰ γὰρ, ἀθλητοῦ νικήσαντος, μὴ κήρυξ κάτωθεν, ἀλλ' ἄνωθεν αὐτὸς ὁ βασιλεὺς ἀναστὰς ἀνηγόρευσε τὸν Ὀλυμπιονίκην, ἆρ' οὐχὶ τοῦτο τῶν στεφάνων αὐτῷ λαμπρότερον ἔδοξεν εἶναι, καὶ τὸ θέατρον ἅπαν ἐπέστρεψεν ἄν; Ὅταν οὖν μὴ ἄνθρωπος βασιλεὺς, ἀλλ' αὐτὸς ὁ Θεὸς, οὐκ ἐν θεάτρῳ τούτῳ, ἀλλ' ἐν θεάτρῳ τῷ τῆς οἰκουμένης, ἐν τῷ δήμῳ τῶν ἀγγέλων, τῶν ἀρχαγγέλων, αὐτὸν ἀνακηρύττῃ λαμπρᾷ τῇ φωνῇ βοῶν ἄνωθεν, ποῦ θήσομεν τὸν ἅγιον τοῦτον, εἰπέ μοι; Εἰ δὲ δοκεῖ, καὶ αὐτῆς ἀκούσωμεν τῆς φωνῆς. Τίς οὖν ἡ φωνή; Ἀβραὰμ, Ἀβραὰμ, μὴ ἐπενέγκῃς τὴν χεῖρά σου ἐπὶ Ἰσαὰκ, μηδὲ ποιήσῃς αὐτῷ μηδέν. Νῦν γὰρ ἔγνων, ὅτι φοβῇ σὺ τὸν Θεὸν, καὶ οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δι' ἐμέ. Τί τοῦτο; ὁ πάντα πρὸ γενέσεως αὐτῶν εἰδὼς, νῦν ἔγνω; Καίτοι γε καὶ ἀνθρώπῳ δήλη ἦν ἡ εὐλάβεια τἀνδρός· τοσαῦτα παρέσχετο δείγματα τῆς περὶ τὸν Θεὸν εὐνοίας, ὅτε εἶπεν αὐτῷ· Ἔξελθε ἐκ τῆς γῆς σου, καὶ ἐκ τῆς συγγενείας σου· ὅτε δι' αὐτὸν καὶ τὴν εἰς αὐτὸν τιμὴν, τῶν πρωτείων παρεχώρησε τῷ ἀδελφιδῷ· ὅτε αὐτὸν τῶν τοσούτων ἐξείλετο κινδύνων· ὅτε ἐκέλευσεν εἰς Αἴγυπτον ἐλθεῖν, καὶ τὴν γυναῖκα ἀφαιρούμενος, οὐκ ἐδυσχέραινε, καὶ ἕτερα πλείονα. Καὶ ὅπερ ἔφην, κἂν ἄνθρωπος ἀπὸ τούτων ἔμαθεν ἂν τἀνδρὸς τὴν εὐλάβειαν, μήτι γε ὁ Θεὸς, ὁ μὴ περιμένων ἀπὸ τῶν πραγμάτων μαθεῖν τὸ τέλος. Πῶς δὲ αὐτὸν καὶ ἐδικαίωσεν ἀγνοῶν; Ἐπίστευσε γὰρ, φησὶν, Ἀβραὰμ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην.
10.6.1
Τί οὖν ἐστι τὸ, Νῦν ἔγνων; Ὁ μὲν Σύρος φησί· Νῦν ἐγνώρισας, τουτέστι, τοῖς ἀνθρώποις. Ἐγὼ γὰρ ᾔδειν πάλαι καὶ πρὸ τῶν ἐπιταγμάτων ἁπάντων ἐκείνων. Διὰ τί δὲ καὶ τοῖς ἀνθρώποις νῦν; Ἐκεῖνα γὰρ οὐχ ἱκανὰ δεῖξαι τὴν περὶ τὸν Θεὸν εὔνοιαν; Ἱκανὰ μέν· ἀλλὰ τοσούτῳ πάντως τοῦτο ἐκείνων μεῖζον, ὡς μηδὲν ἐκεῖνα πρὸς τοῦτο φαίνεσθαι. Τοῦτο τοίνυν ἐπαίρων τὸ κατόρθωμα, καὶ δεικνὺς πάντων ἀνώτερον, ταῦτα εἴρηκε. Καὶ γὰρ πολλοὶ τῶν ἀνθρώπων ἐπὶ τοῖς ὑπερέχουσι καὶ τὰ πρῶτα νικῶσιν, οὕτως εἰώθασι λέγειν· οἷον ὅταν τις μεῖζον τῶν προτέρων λάβῃ τι παρ' αὐτοῦ δῶρον, πολλάκις λέγει· Νῦν ἔγνων ὅτι με ἀγαπᾷ ὁ δεῖνα· οὐ τοῦτο λέγων, ὅτι τὸν ἔμπροσθεν ἠγνόει χρόνον, ἀλλὰ δηλῶσαι βουλόμενος, ὅτι πάντων μεῖζον τὸ δοθὲν νῦν. Οὕτω καὶ ὁ Θεὸς ἀνθρωπίνως διαλεγόμενος, Νῦν ἔγνων, φησὶν, οὐδὲν ἄλλο ἢ τὴν ὑπερβολὴν παραστῆσαι τοῦ ἄθλου βουλόμενος, οὐχὶ τότε μαθὼν, οὐ τὸν φόβον, ἢ τὸ μέγεθος τοῦ φόβου. Καὶ γὰρ ὅταν λέγῃ, Δεῦτε, καταβάντες ἴδωμεν, οὐ καταβάσεως δεόμενος λέγει· καὶ γὰρ τὰ πάντα πληροῖ, καὶ πάντα οἶδε σαφῶς· ἀλλὰ παιδεύων ἡμᾶς, μὴ ἁπλῶς ἀποφαίνεσθαι. Καὶ ὅταν λέγῃ, Κύριος ἐξέκυψεν ἐκ τοῦ οὐρανοῦ, ἀπὸ μεταφορᾶς τῶν ἀνθρώπων τὴν ἀκριβῆ λέγει γνῶσιν. Οὕτω καὶ ἐνταῦθα, Νῦν ἔγνων, φησὶ, τοῦτο δεικνὺς μεῖζον ἁπάντων ὂν τῶν ἔμπροσθεν. Τούτου καὶ ἀπόδειξιν αὐτοῦ παρέχεται ἐπάγων καὶ λέγων, ὅτι Οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δι' ἐμέ. Οὐκ εἶπε, Τοῦ υἱοῦ, μόνον, ἀλλὰ καὶ, Τοῦ ἀγαπητοῦ. Οὐδὲ γὰρ φύσεως μόνον, ἀλλὰ καὶ φιλοστοργίας, ἧς καὶ διὰ τὸν οἰκεῖον τρόπον, καὶ τὴν ἀρετὴν τοῦ παιδὸς πολλὴν οὖσαν ἐν αὐτῷ, κατετόλμησεν. Εἰ δὲ φαύλων παίδων οὐκ ἂν εὐκόλως καταφρονήσαιεν πατέρες, ἀλλὰ καὶ τούτους πενθοῦσιν· ὅταν καὶ υἱὸς ᾖ, καὶ γνήσιος, καὶ μονογενὴς, καὶ ἀγαπητὸς, καὶ Ἰσαὰκ, καὶ ὑπ' αὐτοῦ μέλλῃ σφάττεσθαι τοῦ πατρὸς, τίς ἂν εἴπῃ τὴν ὑπερβολὴν τῆς φιλοσοφίας; Οὗτος μυρίων διαδημάτων καὶ στεφάνων ἀπείρων ὁ ἆθλος φαιδρότερος. Τῷ μὲν γὰρ τὸν στέφανον ἐκεῖνον περικειμένῳ καὶ θάνατος ἐπελθὼν πολλάκις ἐπηρεάζει, καὶ πρὸ τοῦ θανάτου μυρίαι πραγμάτων ἐπιβουλαί· τοῦτο δὲ οὐδεὶς οὐδὲ μετὰ τελευτὴν τὸ διάδημα ἀφελέσθαι δυνήσεται τὸν περικείμενον, οὐ τῶν ἰδίων, οὐ τῶν ἀλλοτρίων. Θέα δέ μοι καὶ τὸν τιμιώτατον λίθον τοῦ διαδήματος τούτου. Ὥσπερ γὰρ λίθος τίμιος, οὕτως αὐτὸ συνδεῖ πρὸς τῷ τέλει. Τί δὲ τοῦτό ἐστι, τὸ, Δι' ἐμέ; Οὐδὲ γὰρ τὸ θαυμαστὸν τοῦτό ἐστιν, ὅτι οὐκ ἐφείσατο, ἀλλ' ὅτι δι' αὐτόν. Ὢ δεξιᾶς μακαρίας, οἵας κατηξιώθη μαχαίρας! ὢ μαχαίρας θαυμαστῆς, ποίας κατηξιώθη δεξιᾶς! ὢ μαχαίρας θαυμαστῆς, εἰς ποίαν παρεσκευάσθη χρείαν, καὶ ποίαν ἤνυσε διακονίαν, καὶ ποίῳ ὑπηρέτησε τύπῳ! πῶς ᾑμάχθη, πῶς οὐχ ᾑμάχθη! Οὐδὲ γὰρ οἶδα τί εἴπω· οὕτω φρικτὸν τὸ μυστήριον ἦν. Οὐχ ἥψατο τῆς τοῦ παιδὸς δέῤῥης, οὐδὲ διῆλθε διὰ τοῦ λαιμοῦ τοῦ ἁγίου ἐκείνου, οὐδὲ ἐφοινίχθη αἵματι δικαίου· μᾶλλον δὲ καὶ ἥψατο καὶ διῆλθε καὶ ἐφοινίχθη καὶ ἐβαπτίσθη, καὶ οὐκ ἐβαπτίσθη. Τάχα ἐξεστηκέναι ὑμῖν δοκῶ οὕτως ἐναντιολογῶν. Καὶ γὰρ ἐξέστηκα, τὸ θαῦμα ἐννοῶν τοῦ δικαίου, ἀλλ' οὐκ ἐναντιολογῶ. Ἡ μὲν γὰρ τοῦ δικαίου χεὶρ ἐνέπηξεν αὐτὴν τῷ φάρυγγι τοῦ παιδός· ἡ δὲ τοῦ Θεοῦ χεὶρ καὶ ἐμπαγεῖσαν οὐκ ἀφῆκεν αἵματι μολυνθῆναι τοῦ παιδός. Καὶ γὰρ οὐχ ὁ Ἀβραὰμ αὐτὴν κατεῖχε μόνον, ἀλλὰ καὶ ὁ Θεός· καὶ ὁ μὲν ὤθει διὰ τῆς γνώμης, ὁ δὲ Θεὸς ἀνέστελλε διὰ τῆς φωνῆς. Ἡ γὰρ αὐτὴ φωνὴ καὶ ὥπλισε τὴν δεξιὰν, καὶ κατέστειλε· καὶ καθάπερ ὑπὸ στρατηγῷ ταττομένη τῷ Θεῷ, πάντα τῷ ἐκείνου νεύματι διεπράττετο, καὶπάντα τῇ ἐκείνου φωνῇ διηκόνηται. Σκόπει δέ· Εἶπε, Σφάξον, καὶ εὐθέως ὡπλίζετο· εἶπε, Μὴ σφάξῃς, καὶ εὐθέως ἀφωπλίζετο· καὶ γὰρ ἦν πάντα ἀπηρτισμένα. Καὶ ἐδείκνυ λοιπὸν ὁ Θεὸς τὸν στρατιώτην καὶ στρατηγὸν τῇ οἰκουμένῃ, τὸν στεφανίτην τῷ θεάτρῳ τῶν ἀγγέλων, τὸν ἱερέα, τὸν βασιλέα, τὸν διαδήματος μᾶλλον τῇ μαχαίρᾳ στεφανούμενον, τὸν τροπαιοῦχον, τὸν ἀριστέα, τὸν χωρὶς συμβολῆς νικητήν. Καὶ γὰρ ὥσπερ ἂν εἴ τις στρατηγὸς ἄριστον ἔχων στρατιώτην, ἀπὸ τῆς ὁπλοδεξιᾶς, ἀπὸ τῆς στάσεως, ἀπὸ τῆς ῥώμης καταπλήξειε τὸν ἀντίδικον· οὕτω καὶ ὁ Θεὸς, ἀπὸ τῆς γνώμης, ἀπὸ τοῦ σχήματος, ἀπὸ τῆς στάσεως μόνης τοῦ δικαίου τὸν κοινὸν ἁπάντων ἡμῶν ἐχθρὸν διάβολον κατέπληξε καὶ ἐφυγάδευσε. Καὶ γὰρ οἶμαι κἀκεῖνον τότε φρίξαντα ἀναχωρῆσαι. Εἰ δὲ λέγοι τις· Καὶ τίνος ἕνεκεν οὐκ εἴασε βαπτισθῆναι τὴν δεξιὰν, εἶτα ἀθρόον ἀνέστησε τὸν σφαγιασθέντα; Ὅτι Θεῷ θέμις οὐκ ἦν αἵματα δέχεσθαι τοιαῦτα, ἀλλὰ ἀλαστόρων δαιμόνων ἡ τοιαύτη τράπεζα. Ἐνταῦθα δὲ ἀμφότερα ἐδείκνυτο, καὶ ἡ τοῦ Δεσπότου φιλανθρωπία καὶ ἡ τοῦ δούλου εὐγνωμοσύνη. Καὶ πρότερον μὲν ἐξῆλθεν ἀπὸ τῆς γῆς· τότε δὲ ἀπὸ τῆς φύσεως αὐτῆς ἀνεχώρησε. Διὸ καὶ ἔλαβε μετὰ τόκου τὸ κεφάλαιον· καὶ μάλα εἰκότως· εἵλετο γὰρ μὴ κληθῆναι πατὴρ, ὥστε δοῦλος εὐγνώμων φανῆναι. Διὰ τοῦτο οὐχὶ πατὴρ μόνον, ἀλλὰ καὶ ἱερεὺς ἐγίνετο· καὶ ἐπειδὴ ἀπέστη τῶν ἑαυτοῦ διὰ τὸν Θεὸν, διὰ τοῦτο καὶ ὁ Θεὸς μετὰ τούτων ἐχαρίσατο αὐτῷ καὶ τὰ αὑτοῦ. Ὅταν μὲν οὖν πολέμιοι ἐπιβουλεύωσι, καὶ μέχρι τῆς πείρας πρόεισι θαυματουργῶν· οἷον ἐπὶ τῆς καμίνου, καὶ τῶν λεόντων· ὅταν δὲ αὐτὸς ἐπιτάττῃ, μέχρι προθυμίας ἵστησι τὸ ἐπίταγμα.
10.7.1
Τί γὰρ ἔλειπεν, εἰπέ μοι, τῇ ἀριστείᾳ ταύτῃ λοιπόν; μὴ γὰρ προῄδει τὸ μέλλον ὁ Ἀβραάμ; μὴ γὰρ ἐπραγματεύετο τοῦ Θεοῦ τὴν φιλανθρωπίαν; Εἰ γὰρ καὶ προφήτης ἦν, ἀλλ' οὐ πάντα ὁ προφήτης οἶδεν. Ὥστε περιττὴ λοιπὸν ἦν ἡ σφαγὴ, καὶ ἀναξία Θεοῦ. Εἰ δὲ ἔδει μαθεῖν, ὅτι ἐκ νεκρῶν ἐγείρειν δυνατὸς ὁ Θεὸς, ἀπὸ τῆς μήτρας πολλῷ θαυμαστότερον τοῦτο ἔμαθε· μᾶλλον δὲ, καὶ πρὸ τῆς ἀποδείξεως ἐκείνης· πιστὸς γὰρ ἦν. Σὺ δὲ μὴ θαύμαζε τὸν δίκαιον μόνον, ἀλλὰ καὶ ζήλου· καὶ ὁρῶν αὐτὸν ἐν τοσούτῳ θορύβῳ καὶ ζάλῃ κυμάτων, ὡς ἐν γαλήνῃ πλέοντα, ὁμοίως καὶ σὺ μεταχειρίζου τῆς ὑπακοῆς καὶ τῆς ἀνδρείας τὸ πηδάλιον. Μὴ γάρ μοι τοῦτο εἴπῃς μόνον, ὅτι θυσιαστήριον ᾠκοδόμησε, καὶ τὰ ξύλα· ἀλλὰ ἀναμνήσθητι καὶ τῆς φωνῆς τοῦ παιδίου, καὶ λόγισαι πόσαι νιφάδες ἐπῆλθον αὐτῷ στρατοπέδων ἐκδειματοῦσαι, ὅτε ἤκουσε τοῦ παιδίου λέγοντος ὁ πατήρ· Τὸ πρόβατον ποῦ; ἐννόησον πόσοι τότε ἐκινήθησαν λογισμοὶ, οὐ σιδήρῳ, ἀλλὰ φλογίνοις δόρασιν ὡπλισμένοι, καὶ πάντοθεν κατακεντοῦντες αὐτὸν καὶ διατέμνοντες. Εἰ γὰρ καὶ νῦν κατακλῶνται πολλοὶ καὶ μὴ πατέρες ὄντες, καὶ ἐδάκρυσαν, εἰ μὴ τὸ τέλος ᾔδεισαν· πολλοὺς δὲ, καίτοι τοῦτο εἰδότας, δακρύοντας ὁρῶ· τί πάσχειν ἐκεῖνον εἰκὸς ἦν, τὸν αὐτὸν γεννήσαντα, τὸν θρέψαντα, τὸν ἐν γήρᾳ, τὸν μόνον ἔχοντα τοιοῦτον, τὸν ὁρῶντα, τὸν ἀκούοντα, τὸν εὐθέως μέλλοντα ἀναιρεῖν; τίς ἡ σύνεσις τῶν ῥημάτων; τίς ἡ ἐπιείκεια τῆς πεύσεως; Τίς ἄρα ὁ ἐνεργῶν, ὁ διάβολος, ὥστε ἐμπρῆσαι τὴν φύσιν; Μὴ γένοιτο, ἀλλ' ὁ Θεὸς, ἵνα μᾶλλον βασανίσῃ τὴν χρυσῆν τοῦ δικαίου ψυχήν. Ὅταν μὲν γὰρ ἡ γυνὴ φθέγγηται τοῦ Ἰὼβ, διάβολος ἐνεργεῖ· τοιαύτη γὰρ ἡ συμβουλή· οὗτος δὲ οὐδὲν βλάσφημον φθέγγεται, ἀλλὰ καὶ σφόδρα εὐσεβὲς καὶ μεμεριμνημένον· καὶ πολλὴ ἡ χάρις ἐπήνθει τοῖς ῥήμασι, πολὺ τὸ μέλι τῶν λόγων ἀπέσταξεν ἀπὸ γαλήνης καὶ ἡμέρου ῥέον ψυχῆς· καὶ λιθίνην ἱκανὰ ταῦτα ἦν μαλάξαι διάνοιαν τὰ ῥήματα. Ἀλλ' οὐ τὸν ἀδάμαντα ἐκεῖνον περιέτρεψεν, ἀλλ' οὐδὲ ἔσεισεν, οὐδὲ εἶπε· Τί πατέρα καλεῖς τὸν μικρὸν ὕστερον οὐκ ἐσόμενόν σου πατέρα, τὸν ἤδη ταύτην ἀπολέσαντα τὴν τιμήν; Τίνος δὲ ἕνεκεν καὶ ὁ παῖς ἐρωτᾷ; Οὐ περιεργαζόμενος ἁπλῶς οὐδὲ πολυπραγμονῶν, ἀλλ' ἀγωνιῶν ὑπὲρ τῶν προκειμένων. Καὶ γὰρ ἐνενόει ὅτι, εἰ μὴ ἐβούλετο λαβεῖν κοινωνὸν τῶν γινομένων, οὐκ ἂν τοὺς μὲν παῖδας ἀφῆκε κάτω μένειν, αὐτὸν δὲ μόνον παρέλαβε. Διὰ δὴ τοῦτο καὶ ὅτε μόνοι γεγόνασι, τότε αὐτὸν ἐρωτᾷ, ὅτε οὐδεὶς ἤκουε τῶν λεγομένων· τοσαύτη τοῦ παιδὸς ἡ σύνεσις ἦν. Ἆρα οὐ διεθερμάνθητε πάντες, καὶ ἄνδρες καὶ γυναῖκες; οὐχὶ ἕκαστος ὑμῶν περιπτύσσεται τῇ διανοίᾳ καὶ καταφιλεῖ τὸ παιδίον, καὶ θαυμάζει τὴν σύνεσιν, καὶ αἰδεῖται τὴν εὐλάβειαν, μεθ' ἧς καὶ συμποδιζόμενος καὶ ἐπὶ τοῖς ξύλοις ἐπιτιθέμενος, οὐκ ἐξεπλήττετο, οὐκ ἐσκίρτα, οὐ κατεγίνωσκε τοῦ πατρὸς ὡς μαινομένου, ἀλλὰ καὶ ἐδεσμεῖτο καὶ ἀνεβιβάζετο καὶ ἐπετίθετο, καὶ πάντα ἔφερε σιγῇ, καθάπερ τις ἀρνειὸς, μᾶλλον δὲ, καθάπερ ὁ κοινὸς πάντων Δεσπότης; Καὶ γὰρ ἐκείνου ἐμιμεῖτο τὴν ἐπιείκειαν, καὶ τὸν τύπον ἐφύλαττεν· Ὡς πρόβατον γὰρ ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος. Καίτοι γε ἐφθέγξατο οὗτος· καὶ γὰρ καὶ ὁ Δεσπότης αὐτοῦ ἐφθέγξατο· πῶς οὖν ἄφωνος; Τουτέστιν, οὐδὲν αὔθαδες εἶπεν, οὐδὲ τραχὺ, ἀλλὰ πάντα ἥμερα καὶ προσηνῆ, καὶ μᾶλλον τῆς σιγῆς τὰ ῥήματα τὴν ἐπιείκειαν ἐδήλου. Ἐπεὶ καὶ ὁ Χριστὸς ἔλεγεν· Εἰ μὲν κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς, τί με δέρεις; καὶ τὴν ἐπιείκειαν μᾶλλον ἐδήλωσεν, ἢ εἰ ἐσίγησε. Καὶ ὥσπερ οὗτος τῷ πατρὶ ἀπὸ τοῦ θυσιαστηρίου, οὕτω καὶ ἐκεῖνος ἀπὸ τοῦ σταυροῦ διαλέγεται, Πάτερ, ἄφες αὐτοῖς, λέγων· οὐ γὰρ οἴδασι τί ποιοῦσι. Τί οὖν ὁ πατριάρχης; Ὁ Θεὸς ὄψεται ἑαυτῷ πρόβατον εἰς ὁλοκάρπωσιν, τέκνον. Ἑκάτεροι τὰ ὀνόματα τῆς φύσεως καλοῦσιν· ἐκεῖνος Πατέρα, καὶ τέκνον οὗτος. Καὶ χαλεπὸς ἑκατέρωθεν ὁ πόλεμος διεγείρεται, καὶ πολλὴ ἡ ζάλη, καὶ ναυάγιον οὐδαμοῦ· ἡ γὰρ φιλοσοφία πάντων κρατεῖ. Εἶτα ἐπειδὴ ἤκουσε τὸν Θεὸν, οὐκέτι εἶπεν οὐδὲν, οὐδὲ περιειργάσατο· οὕτω συνετὸν ἦν τὸ παιδίον, καὶ ἐν αὐτῷ τῆς ἡλικίας τῷ ἄνθει. Εἶδες τὸν βασιλέα πόσων ἐκράτησε στρατοπέδων, πόσων πολέμων ἐπιόντων; Οὐδὲ γὰρ οὕτως ἦσαν οἱ βάρβαροι τῇ πόλει τῶν Ἱεροσολύμων φοβεροὶ, ὅτε ἐπῆλθον αὐτῇ πολλάκις, ὡς οἱ λογισμοὶ τούτων πάντοθεν αὐτὸν περικαθήμενοι· ἀλλ' ὅμως ἁπάντωνπεριεγένετο. Βούλει καὶ τὸν ἱερέα ἰδεῖν; οὐ πόῤῥωθεν τὸ ὑπόδειγμα. Ὅταν γὰρ αὐτὸν ἴδῃς πῦρ ἔχοντα καὶ μάχαιραν καὶ θυσιαστηρίῳ ἐφεστῶτα, τί λοιπὸν ἀμφιβάλλεις ὑπὲρ τῆς ἱερωσύνης; Εἰ δὲ βούλει καὶ τὴν θυσίαν ἰδεῖν, ὅρα διπλῆν. Προσήνεγκε γοῦν παῖδα, προσήνεγκε καὶ πρόβατον, μᾶλλον δὲ πρὸ πάντων, τὴν ἑαυτοῦ γνώμην· καὶ τῷ μὲν αἵματι τοῦ προβάτου τὴν δεξιὰν, τῇ δὲ σφαγῇ τοῦ παιδὸς τὴν ψυχὴν ἡγίασεν. Οὕτως ἐχειροτονήθη ἱερεὺς, αἵματι μονογενοῦς, θυσίᾳ ἀμνοῦ. Καὶ γὰρ καὶ οἱ ἱερεῖς αἵματι ἡγιάζοντο τῶν ἱερείων τῶν τῷ Θεῷ προσαγομένων. Βούλει καὶ προφήτην ἰδεῖν; Ἀβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλλιάσατο, ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν· καὶ εἶδε, καὶ ἐχάρη, φησίν. Οὕτω καὶ σὺ γίνῃ βασιλεὺς, καὶ ἱερεὺς, καὶ προφήτης ἐν τῷ λουτρῷ· βασιλεὺς μὲν, πάσας χαμαὶ ῥίψας τὰς πονηρὰς πράξεις, καὶ τὰ ἁμαρτήματα κατασφάξας· ἱερεὺς δὲ, ἑαυτὸν προσενεγκὼν τῷ Θεῷ, καὶ καταθύσας τὸ σῶμα, καὶ σφαγεὶς καὶ αὐτός· Εἰ γὰρ συναπεθάνομεν αὐτῷ, φησὶ, καὶ συζήσομεν αὐτῷ· προφήτης δὲ, τὰ μέλλοντα μανθάνων, καὶ ἔνθους γινόμενος καὶ σφραγισάμενος. Καθάπερ γὰρ στρατιώταις σφραγὶς, οὕτω καὶ τοῖς πιστοῖς τὸ Πνεῦμα ἐπιτίθεται· κἂν λειποτακτήσῃς, κατάδηλος γίνῃ πᾶσιν. Ἰουδαῖοι μὲν γὰρ εἶχον σφραγῖδα τὴν περιτομὴν, ἡμεῖς δὲ τὸν ἀῤῥαβῶνα τοῦ Πνεύματος. Ταῦτα οὖν εἰδότες, καὶ τὸ ἀξίωμα τὸ ἑαυτῶν ἐννοήσαντες, ἄξιον τῆς χάριτος ἐπιδειξώμεθα βίον, ἵνα καὶ τῆς μελλούσης ἐπιτύχωμεν βασιλείας· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
10.0.2
Οἴδαμεν γὰρ, ὅτι ἐὰν ἡ ἐπίγειος ἡμῶν οἰκία τοῦ σκήνους καταλυθῇ, οἰκοδομὴν ἐκ Θεοῦ ἔχο μεν, οἰκείαν ἀχειροποίητον, αἰώνιον ἐν τοῖς οὐρανοῖς.
10.1.2
Πάλιν τὴν προθυμίαν αὐτῶν διεγείρει διὰ τὸ πολλοὺς ἐπάγεσθαι πειρασμούς. Καὶ γὰρ εἰκὸς αὐτοὺς διὰ τὴν ἀπουσίαν τὴν αὐτοῦ, πρὸς τοῦτο ἀσθενεστέρους γεγενῆσθαι. Τί οὖν φησιν; Οὐ δεῖ θαυμάζειν, ὅτι κακῶς πάσχομεν, οὐδὲ θορυβεῖσθαι· καὶ γὰρ πολλὰ κέρδη ἐντεῦθεν καρπούμεθα. Καὶ τὰ μὲν ἔμπροσθεν εἶπεν, οἷον, ὅτι καὶ νέκρωσιν τοῦ Ἰησοῦ περιφέρομεν, καὶ τῆς δυνάμεως αὐτοῦ ἀπόδειξιν παρεχόμεθα μεγίστην. Ἵνα γὰρ, φησὶν, ἡ ὑπερβολὴ τῆς δυνάμεως ᾖ τοῦ Θεοῦ· καὶ τῆς ἀναστάσεως τεκμήριον ἐκφέρομεν σαφές· Ἵνα γὰρ, φησὶν, ἡ ζωὴ τοῦ Ἰησοῦ φανερωθῇ ἐν τῇ θνητῇ σαρκὶ ἡμῶν. Ἐπειδὴ δὲ μετὰ τούτων εἶπεν, ὅτι καὶ ὁ ἔσω ἡμῶν ἄνθρωπος βελτίων γίνεται οὕτως. Εἰ γὰρ καὶ ὁ ἔξω ἡμῶν ἄνθρωποςδιαφθείρεται, φησὶν, ἀλλ' ὁ ἔσω ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ· δεικνὺς πάλιν, ὅτι τοσούτῳ χρήσιμον τοῦτο τὸ μαστίζεσθαι καὶ ἐλαύνεσθαι, ἐπάγει λέγων, ὅτι ὅταν ὁλοσχερῶς τοῦτο γένηται, τότε τὰ μυρία ἀγαθὰ ἀναβλαστήσει τοῖς ταῦτα ὑπομεμενηκόσιν. Ἵνα γὰρ μὴ ἀκούων, ὅτι φθείρεται ὁ ἄνθρωπός σου ὁ ἔξω, ἀλγῇς, λέγει ὅτι, ὅταν παντελῶς τοῦτο γένηται, τότε μάλιστα χαρήσῃ, καὶ ἥξεις ἐπὶ βελτίονα λῆξιν. Ὥστε οὐ μόνον ἀλγεῖν οὐ δεῖ, ἐκ μέρους αὐτοῦ φθειρομένου νῦν, ἀλλὰ καὶ τὸ ὅλον τῆς φθορᾶς ταύτης ἐπιζητεῖν· αὕτη γάρ σε μάλιστα εἰς ἀφθαρσίαν ἄγει· διὸ καὶ ἐπήγαγεν, Οἴδαμεν γὰρ ὅτι, ἐὰν ἡ ἐπίγειος ἡμῶν οἰκία τοῦ σκήνους καταλυθῇ, οἰκοδομὴν ἐκ Θεοῦ ἔχομεν, οἰκίαν ἀχειροποίητον, αἰώνιον ἐν τοῖς οὐρανοῖς. Ἐπειδὴ γὰρ τὸν περὶ ἀναστάσεως γυμνάζει λόγον πάλιν, εἰς ἣν μάλιστα ἐνόσουν, προσλαμβάνει καὶ τὴν τῶν ἀκουόντων κρίσιν, καὶ οὕτως αὐτὸν κατασκευάζει· ἀλλ' οὐχ ὁμοίως ὡς ἔμπροσθεν, ἀλλ' ὡς ἐξ ἑτέρας ὑποθέσεως εἰς τοῦτο ἐλθών· καὶ γὰρ ἦσαν διορθωθέντες ἤδη· καί φησιν, Οἴδαμεν ὅτι ἐὰν ἡ ἐπίγειος ἡμῶν οἰκία τοῦ σκήνους καταλυθῇ, ὅτι οἰκοδομὴν ἐκ Θεοῦ ἔχομεν, οἰκίαν ἀχειροποίητον, αἰώνιον ἐν τοῖς οὐρανοῖς. Τινὲς μὲν τὴν οἰκίαν τὴν ἐπίγειον τὸν κόσμον τοῦτόν φασιν· ἐγὼ δὲ τὸ σῶμα μᾶλλον ἂν φαίην αὐτὸν αἰνίττεσθαι. Σὺ δέ μοι σκόπει, πῶς διὰ τῶν ὀνομάτων δείκνυσι τὴν ὑπεροχὴν τῶν μελλόντων πρὸς τὰ παρόντα. Εἰπὼν γὰρ ἐπίγειον, ἀντέθηκε τὴν οὐρανίαν· εἰπὼν οἰκίαν σκήνους, καὶ τὸ εὐδιάλυτον καὶ πρόσκαιρον δείξας ἐντεῦθεν, ἀντέθηκε τὴν αἰωνίαν· τὸ γὰρ τῆς σκηνῆς ὄνομα, τὸ πρόσκαιρον πολλάκις δείκνυσι. Διό φησιν, Ἐν τῇ οἰκίᾳ τοῦ Πατρός μου μοναὶ πολλαί εἰσιν. Εἰ δέ που καὶ σκηνὰς καλοίη τῶν ἁγίων τὰς ἀναπαύσεις, οὐχ ἁπλῶς σκηνὰς, ἀλλὰ μετὰ προσθήκης· οὐ γὰρ εἶπεν, Ἵνα δέξωνται εἰς τὰς σκηνὰς αὐτῶν, ἀλλ', Εἰς τὰς αἰωνίους σκηνάς. Εἰπὼν δὲ καὶ Ἀχειροποίητον, ᾐνίξατο τὴν χειροποίητον. Τί οὖν; τὸ σῶμα χειροποίητον; Οὐδαμῶς· ἀλλ' ἢ τὰς οἰκίας ἐνταῦθα αἰνίττεται τὰς χειροποιήτους· ἢ εἰ μὴ τοῦτο, ἀλλ' οἰκίαν σκήνους τὸ σῶμα ἐκάλεσε τὸ ἀχειροποίητον. Οὐ γὰρ πρὸς ἀντιδιαστολὴν τούτου ἀντέθηκεν, ἀλλ' αὔξων τὰ ἐγκώμια, καὶ προστιθεὶς τοὺς ἐπαίνους. Καὶ γὰρ ἐν τούτῳ στενάζομεν, τὸ οἰκητήριον ἡμῶν τὸ ἐξ οὐρανοῦ ἐπενδύσασθαι ἐπιποθοῦντες. Ποῖον οἰκητήριον; εἰπέ μοι. Τὸ σῶμα τὸ ἄφθαρτον. Καὶ διὰ τί στενάζομεν νῦν; Ἐπειδὴ πολλῷ βέλτιον ἐκεῖνο. Ἐξ οὐρανοῦ δὲ αὐτό φησι διὰ τὸ ἄφθαρτον. Οὐ γὰρ δὴ ἄνωθεν ἡμῖν κάτεισι σῶμα, ἀλλὰ τὴν ἐκεῖθεν πεμπομένην χάριν δηλοῖ τῷ ὀνόματι τούτῳ. Τοσοῦτον οὖν οὐ δεῖ ἀλγεῖν ἐπὶ τοῖς κατὰ μέρος πειρασμοῖς, ὅτι καὶ τὸ καθολικὸν δεῖ ζητεῖν· ὡσανεὶ ἔλεγε, Στένεις ὅτι διώκῃ, ὅτι φθείρεταί σου ὁ ἄνθρωπος ὁ ἔξω; στέναξον ὅτι οὐ μεθ' ὑπερβολῆς τοῦτο γίνεται, μηδὲ ὁλοκλήρως φθείρεται. Εἶδες πῶς εἰς τοὐναντίον περιέτρεψε τὸν λόγον, ἀποδείξας, ὅτι ὑπὲρ τούτων δεῖ στενάζειν μὴ γινομένων ὁλοκλήρως, ὑπὲρ ὧν μερικῶς γινομένων ἐστέναζον; Διὰ τοῦτο οὐδὲ σκῆνος αὐτὸ καλεῖ λοιπὸν, ἀλλ' οἰκητήριον· καὶ μάλα εἰκότως. Ἡ μὲν γὰρ σκηνὴ καταλύεται ῥᾳδίως, ἐκεῖνο δὲ μένει διηνεκῶς. Εἴ γε καὶ ἐνδυσάμενοι, οὐ γυμνοὶ εὑρεθησόμεθα. Τουτέστι, κἂν ἀποθώμεθα τὸ σῶμα, οὐ χωρὶς σώματος, ἐκεῖ παραστησόμεθα, ἀλλὰ καὶ μετὰ τοῦ αὐτοῦ ἀφθάρτου γενομένου. Τινὲς δέ φασιν, ὃ καὶ μάλιστα ἐγκριτέον· Εἴπερ καὶ ἐνδυσάμενοι, οὐ γυμνοὶ εὑρεθησόμεθα. Ἵνα γὰρ μὴ ἀπὸ τῆς ἀναστάσεως πάντες θαῤῥῶσι, φησίν· Εἴ γε καὶ ἐνδυσάμενοι· τουτέστιν, ἀφθαρσίαν καὶ σῶμα ἄφθαρτον λαβόντες· οὐ γυμνοὶ εὑρεθησόμεθα, δόξης καὶ ἀσφαλείας. Ὃ καὶ ἐν τῇ πρὸ ταύτης πρὸς Κορινθίους ἔλεγεν, ὅτι Πάντες μὲν ἀναστησόμεθα, ἕκαστος δὲ ἐν τῷ ἰδίῳ τάγματι· καὶ, Ἔστι σώματα ἐπουράνια, καὶ σώματα ἐπίγεια. Ἡ μὲν γὰρ ἀνάστασις κοινὴ πάντων, ἡ δὲ δόξα οὐκέτι κοινὴ, ἀλλ' οἱμὲν ἐν τιμῇ, οἱ δὲ ἐν ἀτιμίᾳ, καὶ οἱ μὲν εἰς βασιλείαν, οἱ δὲ εἰς κόλασιν ἀναστήσονται. Τοῦτο γοῦν καὶ ἐνταῦθα ἐδήλωσεν εἰπὼν, Εἴ γε ἐνδυσάμενοι, οὐ γυμνοὶ εὑρεθησόμεθα. Καὶ γὰρ οἱ ὄντες ἐν τῷ σκήνει τούτῳ, στενάζομεν, ἐφ' ᾧ οὐ θέλομεν ἐκδύσασθαι, ἀλλ' ἐπενδύσασθαι.
10.2.2
Ἐνταῦθα πάλιν ὁλοσχερῶς καὶ σαφῶς ἀπέφραξε τὰ στόματα τῶν αἱρετικῶν, δείξας ὅτι οὐ περὶ σώματος ἁπλῶς διαλέγεται ἄλλου καὶ ἄλλου, ἀλλὰ περὶ φθορᾶς καὶ ἀφθαρσίας. Οὐ γὰρ διὰ τοῦτο στενάζομεν, φησὶν, ἵνα τοῦ σώματος ἀπαλλαγῶμεν (τοῦτο γὰρ οὐδὲ ἐκδύσασθαι βουλόμεθα), ἀλλὰ τῆς φθορᾶς τῆς ἐν αὐτῷ σπεύδομεν ἐλευθερωθῆναι. Διό φησιν, Οὐ θέλομεν ἐκδύσασθαι τὸ σῶμα, ἀλλ' ἐπενδύσασθαι αὐτῷ τὴν ἀφθαρσίαν. Εἶτα καὶ ἑρμηνεύει αὐτό· Ἵνα καταποθῇ τὸ φθαρτὸν ὑπὸ τῆς ζωῆς. Ἐπειδὴ γὰρ πολλοῖς φορτικὸν εἶναι ἐδόκει τὸ ἀποθέσθαι τὸ σῶμα, καὶ ταῖς ψήφοις ταῖς ἁπάντων ἠναντιοῦτο λέγων, ὅτι Στενάζομεν, οὐ βουλόμενοι αὐτοῦ ἀπαλλαγῆναι; (εἰ γὰρ τοιαῦτα πάσχει, καὶ ὀδύρεται αὐτοῦ ἡ ψυχὴ χωριζομένη, πῶς σὺ λέγεις, φησὶν, ὅτι στενάζομεν, ἐπειδὴ οὐ χωριζόμεθα αὐτοῦ;) ἵν' οὖν μὴ ταῦτα αὐτῷ ἀνθυποφέρηται, οὐδὲ ἐγὼ τοῦτο λέγω, φησὶν, ὅτι διὰ τοῦτο στενάζομεν, ἵνα αὐτὸ ἀποθώμεθα (οὐδεὶς γὰρ ἀλύπως αὐτὸ ἀποτίθεται· ὅπου γε καὶ περὶ Πέτρου φησὶν ὁ Χριστὸς, ὅτι Οἴσουσί σε, καὶ ἄξουσιν ὅπου οὐ θέλεις), ἀλλ' ἵνα ἐπενδυσώμεθα αὐτῷ τὴν ἀφθαρσίαν. Καὶ γὰρ τοῦτό ἐστιν, ᾧ τὸ σῶμα βαρυνόμεθα· οὐχ ὅτι σῶμα, ἀλλ' ὅτι φθαρτὸν περικείμεθα σῶμα καὶ παθητόν· τοῦτο γὰρ ἡμῖν καὶ τὴν λύπην παρέχει· ἀλλὰ ἀναλίσκει καὶ δαπανᾷ τὴν φθορὰν ἡ ζωὴ παραγινομένη, τὴν φθορὰν, οὐ τὸ σῶμα. Καὶ πῶς γίνεται τοῦτο; φησί. Μὴ ζήτει, ὁ Θεὸς ποιεῖ· μὴ περιεργάζου. Διὸ καὶ ἐπήγαγεν, Ὁ δὲ κατεργασάμενος ἡμᾶς εἰς αὐτὸ τοῦτο, Θεός. Ἐντεῦθεν δείκνυσι ταῦτα ἄνωθεν προτυπωθέντα. Οὐ γὰρ νῦν τοῦτο ἔδοξεν, ἀλλ' ὅτε ἐξ ἀρχῆς ἔπλαττεν ἡμᾶς ἀπὸ γῆς, καὶ τὸν Ἀδὰμ ἐδημιούργει· οὐκ εἰς τοῦτο δὲ ἐδημιούργει, ἵνα ἀποθάνῃ, ἀλλ' ἵνα καὶ ἀθάνατον ἐργάσηται. Εἶτα τὸ ἀξιόπιστον δεικνὺς, καὶ τὴν ἀπόδειξιν παρέχων, ἐπήγαγεν, Ὁ καὶ δοὺς τὸν ἀῤῥαβῶνα τοῦ Πνεύματος. Καὶ γὰρ καὶ τότε ἐπὶ τούτῳ διέπλασε, καὶ νῦν εἰς τοῦτο κατειργάσατο διὰ τοῦ βαπτίσματος, καὶ τούτου παρέσχεν ἡμῖν ἐνέχυρον οὐ μικρὸν, τὸ Πνεῦμα τὸ ἅγιον. Συνεχῶς δὲ ἀῤῥαβῶνα καλεῖ, ὀφειλέτην αὐτὸν ἀποδεῖξαι βουλόμενος τοῦ παντὸς, καὶ ἀξιοπιστότερον καὶ ἐντεῦθεν τοῖς παχυτέροις καταστῆσαι τὸν λόγον. Θαῤῥοῦντες οὖν πάντοτε, καὶ εἰδότες. Τὸ θαῤῥοῦντες, πρὸς τοὺς διωγμοὺς, πρὸς τὰς ἐπιβουλὰς, πρὸς τοὺς θανάτους τοὺς συνεχεῖς εἴρηται· ὡς ἂν εἰ ἔλεγεν, Ἐλαύνει σέ τις καὶ διώκει καὶ ἀναιρεῖ; μὴ καταπέσῃς· ὑπὲρ σοῦ τὸ πᾶν γίνεται· μὴ φοβηθῇς, ἀλλὰ θάῤῥει. Καὶ γὰρ δι' ὃ στενάζεις καὶ ἀλγεῖς, ὅτι φθορᾷ δουλεύεις, τοῦτο ἀναιρεῖ λοιπὸν ἐκ τοῦ μέσου, καὶ ταχύτερόν σε ταύτης ἀπαλλάττει τῆς δουλείας. Διὸ καὶ λέγει, Θαῤῥοῦντες οὖν πάντοτε, οὐχὶ ἐν ταῖς ἀνέσεσιν, ἀλλὰ καὶ ἐν ταῖς θλίψεσι, καὶ εἰδότες ὅτι ἐνδημοῦντες ἐν τῷ σώματι, ἀποδημοῦμεν ἀπὸ τοῦ Κυρίου· διὰ πίστεως γὰρ περιπατοῦμεν, οὐ διὰ εἴδους· θαῤῥοῦμεν δὲ καὶ εὐδοκοῦμεν ἀποδημῆσαι ἐκ τοῦ σώματος, καὶ ἐνδημῆσαι πρὸς τὸν Κύριον. Τὸ μεῖζον πάντων ὕστερον τέθεικε· τοῦ γὰρ ἄφθαρτον λαβεῖν τὸ μετὰ Χριστοῦ εἶναι βέλτιον. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Οὐ σβέννυσιν ἡμῶν τὴν ζωὴν ὁ πολεμῶν καὶ ἀναιρῶν· μὴ φοβηθῇς· θάῤῥει κατακοπτόμενος. Οὐ γὰρ μόνον φθορᾶς σε ἀπαλλάττει καὶ βάρους, ἀλλὰ καὶ τῷ Κυρίῳ σε παραπέμπει ταχέως. Διὸ οὐδὲ εἶπεν, Ὄντες ἐν τῷ σώματι, ὡς ἐν ἀλλοτρίᾳ ὄντων καὶ ξένῃ. Εἰδότες οὖν ὅτι ἐνδημοῦντες ἐν τῷ σώματι, ἐκδημοῦμεν ἀπὸ τοῦ Κυρίου· θαῤῥοῦμεν δὲ καὶ εὐδοκοῦμεν ἐκδημῆσαι ἀπὸ τοῦ σώματος, καὶ ἐνδημῆσαι πρὸς τὸν Κύριον. Εἶδες πῶς τὰ λυπηρὰ ἀποκρυψάμενος, τὰ ὀνόματα τοῦ θανάτου καὶ τῆς τελευτῆς, τὰ σφόδρα ποθεινὰ ἀντ' αὐτῶν τέθεικεν, ἐνδημίαν αὐτὰ καλῶν πρὸς τὸν Θεόν· καὶ τὰ δοκοῦντα εἶναι γλυκέα ἀφεὶς, τὰ τῆς ζωῆς, ἀπὸ τῶν λυπηρῶν αὐτὰ ὠνόμασεν, ἐκδημίαν ἀπὸ Κυρίου τὴν ἐνταῦθα καλέσας ζωήν; Τοῦτο δὲ ἐποίησεν, ἵνα μηδεὶς μήτε τοῖς παροῦσιν ἐμφιλοχωρῇ, ἀλλὰ καὶ βαρύνηται, μήτε μέλλων τελευτᾷν ἀλύῃ, ἀλλὰ καὶ χαίρῃ, ὡς ἐπὶ μείζονα ἀπιὼν ἀγαθά. Εἶτα ἵνα μηδεὶς εἴπῃ, ἀκούων, ὅτι Ἐκδημοῦμεν ἀπὸ τοῦ Κυρίου, Τί ταῦτα λέγεις, ἀλλοτριούμεθα οὖν αὐτοῦ ἐνταῦθα ὄντες; προδιώρθωσε τοῦτο εἰπὼν, Διὰ πίστεως γὰρ περιπατοῦμεν, οὐ διὰ εἴδους· καὶ ἐνταῦθα μὲν αὐτὸν ἴσμεν, ἀλλ' οὐχ οὕτω σαφῶς. Ὃ καὶ ἀλλαχοῦ λέγει, Ἐν ἐσόπτρῳ, καὶ, Ἐν αἰνίγματι. Θαῤῥοῦμεν δὲ καὶ εὐδοκοῦμεν. Βαβαὶ, ποῦ τὸν λόγον περιήγαγεν; εἰς ἐπιθυμίαν ἄκραν τελευτῆς, τὸ φορτικὸν ἡδὺ δείξας, καὶ τὸ ἡδὺ φορτικόν· τὸ γὰρ, Εὐδοκοῦμεν, ἐπιθυμοῦμεν, φησί. Τί ἐπιθυμοῦμεν; Ἐκδημῆσαι ἐκ τοῦ σώματος, καὶ ἐνδημῆσαι πρὸς Κύριον. Τοῦτο δὲ ἀεὶ ποιεῖ, ὃ καὶ ἔμπροσθεν ἔδειξα, εἰς τἀναντία περιτρέπων τὸν λόγον τῶν ἀντιλεγόντων αὐτῷ. Διὸ καὶ φιλοτιμούμεθα, εἴτε ἐνδημοῦντες, εἴτε ἐκδημοῦντες, εὐάρεστοι αὐτῷ εἶναι. Τὸ γὰρ ζητούμενον τοῦτό ἐστι, φησὶν, ἄν τε ἐκεῖ ὦμεν, ἄν τε ἐνταῦθα, κατὰ γνώμην αὐτοῦ ζῇν· τοῦτο γάρ ἐστι τὸ προηγούμενον. Ὥστε ἐντεῦθεν ἤδη τὴν βασιλείαν ἔχεις ἄνευ δοκιμῆς. Ἵνα γὰρ μὴ πάλιν εἰς τοσαύτην ἐλθόντες ἐπιθυμίαν ἀλύωσι πρὸς τὴν μέλλησιν τῆς ἐπιδημίας, ἐντεῦθεν ἤδη δίδωσιν αὐτοῖς τὸ κεφάλαιον τῶν ἀγαθῶν. Τί δὲ τοῦτό ἐστι; Τὸ εὐαρέστους εἶναι. Οὐδὲ γὰρ τὸ ἀπελθεῖν ἁπλῶς καλὸν, ἀλλὰ τὸ εὐδοκιμοῦντα, δι' ὃ γίνεται καλὸν κἀκεῖνο· οὐδὲ τὸ ἁπλῶς ἐνταῦθα εἶναι βαρὺ, ἀλλὰ τὸ προσκρούοντα.
10.3.2
Μὴ τοίνυν νόμιζε τὴν ἐκ τοῦ σώματος ἀποδημίαν ἀρκεῖν· ἀρετῆς γὰρ πανταχοῦ χρεία. Ὥσπερ γὰρ εἰπὼν ἀνάστασιν, οὐκ ἀφῆκεν αὐτῇ θαῤῥεῖν μόνον, λέγων, Εἴ γε καὶ ἐνδυσάμενοι, οὐ γυμνοὶ εὑρεθησόμεθα· οὕτω καὶ ἀποδημίαν δείξας, ἵνα μὴ νομίσῃς αὐτὴν ἀρκεῖν σοι πρὸς σωτηρίαν, τὸ, Εὐαρέστους δεῖ εἶναι, προσέθηκεν. Ἐπειδὴ τοίνυν προὔτρεψεν ἀπὸ πολλῶν χρηστῶν, λοιπὸν καὶ ἀπὸ τῶν σκυθρωποτέρων φοβεῖ. Τὸ γὰρ συμφέρον καὶ ἐν τῇ κτήσει τῶν ἀγαθῶν καὶ ἐν τῇ φυγῇ τῶν κακῶν συνίσταται, ὅπερ ἐστὶ γέεννα καὶ βασιλεία. Ἐπειδὴ δὲ τοῦτο μείζονα ἔχει τὴν ἰσχὺν, τὸ φυγεῖν κόλασιν (ἔνθα μὲν γὰρ μέχρι τοῦ μὴ λαβεῖν τὰ ἀγαθὰ ἡ ζημία, εὐκόλως οἱ πολλοὶ τοῦτο οἴσουσιν· ἂν δὲ καὶ μέχρι τοῦ κακῶς παθεῖν, οὐκέτι· ἔδει μὲν γὰρ ἐκείνην ἀφόρητον νομίζειν, ἀλλὰ διὰ τὴν ἀσθένειαν τῶν πολλῶν καὶ τὸ χαμαίζηλον, τοῦτο φαίνεται αὐτοῖς χαλεπώτερον)· ἐπεὶ οὖν οὐχ οὕτω διεγείρει τὸν ἀκροατὴν τὸν πολὺν ἡ τῶν ἀγαθῶν δόσις, ὡς ἡ τῶν κολάσεων ἀπειλὴ, ἀναγκαίως ἐνταῦθα καταλύει, λέγων· Τοὺς γὰρ πάντας ἡμᾶς φανερωθῆναι δεῖ ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ. Εἶτα φοβήσας καὶ κατασείσας τῇ μνήμῃ τοῦ βήματος ἐκείνου τὸν ἀκούοντα, οὐδὲ ἐνταῦθα χωρὶς τῶν χρηστῶν τέθεικε τὰ λυπηρὰ, ἀλλὰ ἀνέμιξέ τινα ἡδονὴν, εἰπών· Ἵνα ἕκαστος κομίσηται τὰ διὰ τοῦ σώματος, ὅσα ἔπραξεν, εἴτε ἀγαθὸν, εἴτε κακόν. Ταῦτα δὲ λέγων, τούς τε κατωρθωκότας καὶ ἐλαυνομένους ἀνιστᾷ ταῖς ἐλπίσι, τούς τε ἀναπεπτωκότας σπουδαιοτέρους ποιεῖ τῷ φόβῳ. Καὶ τὸν περὶ τῆς ἀναστάσεως δὲ τῶν σωμάτων ἐβεβαίου λόγον. Οὐ γὰρ δήπου τὸ διακονησάμενον εἰς τοῦτο κἀκεῖνο, τῶν ἀμοιβῶν ἔξω στήσεται, φησίν· ἀλλὰ μετὰ τῆς ψυχῆς τὰ μὲν κολάζεται, τὰ δὲ στεφανοῦται. Ἀλλά τινες τῶν αἱρετικῶν φασιν, ὅτι ἕτερον ἐγείρεται σῶμα. Πόθεν; εἰπέ μοι· ἄλλο ἥμαρτε, καὶ ἄλλο κολάζεται; ἄλλο κατώρθωσε, καὶ ἄλλο στεφανοῦται; Τί δὲ ἐρεῖτε λέγοντι Παύλῳ, Οὐ θέλομεν ἐκδύσασθαι, ἀλλ' ἐπενδύσασθαι; πῶς δὲ τὸ φθαρτὸν ὑπὸ τῆς ζωῆς καταπίνεται; Οὐ γὰρ εἶπεν, Ἵνα καταποθῇ τὸ θνητὸν ἢ τὸ φθαρτὸν σῶμα ὑπὸ τοῦ ἀφθάρτου σώματος·
10.61.1
Ἵνα ἡ φθορὰ ὑπὸ τῆς ζωῆς. Τότε γὰρ τοῦτο γίνεται, ὅταν τὸ αὐτὸ ἐγείρηται σῶμα· ἐὰν δὲ ἐκεῖνο ἀφεὶς, ἄλλο κατασκευάσῃ, οὐκέτι καταπίνεται, ἀλλὰ μένει ἡ φθορὰ κρατήσασα. Διὰ τοῦτο οὐ γίνεται τοῦτο, ἀλλὰ δεῖ τὸ φθαρτὸν τοῦτο, τουτέστι, τὸ σῶμα, ἐνδύσασθαι ἀφθαρσίαν. Τὸ γὰρ σῶμα μέσον ἐστὶ, νῦν μὲν ἐν τούτῳ γενόμενον, ὕστερον δὲ ἐσόμενον ἐν ἐκείνῳ· καὶ διὰ τοῦτο ἐν τούτῳ πρώτῳ, ἐπειδὴ τὴν ἀφθαρσίαν λυθῆναι οὐκ ἔνι. Οὐ γὰρ ἡ φθορὰ τὴν ἀφθαρσίαν κληρονομεῖ, φησίν· ἐπεὶ πῶς ἔνι ἀφθαρσία; ἀλλὰ τοὐναντίον, καταπίνεται ἡ φθορὰ ὑπὸ τῆς ζωῆς· τοῦτο μὲν γὰρ ἐκείνου περιγίνεται, ἐκεῖνο δὲ τούτου οὐκέτι. Ὥσπερ γὰρ κηρὸς, λύεται μὲν ὑπὸ πυρὸς, αὐτὸς δὲ οὐκέτι λύει τὸ πῦρ· οὕτω καὶ ἡ φθορὰ τήκεται ὑπὸ τῆς ἀφθαρσίας καὶ ἀφανίζεται, αὕτη δὲ ἐκείνης κρατῆσαι οὐδέποτε δύναται. Ἀκούσωμεν τοίνυν τῆς Παύλου φωνῆς λεγούσης, ὅτι Δεῖ ἡμᾶς παρασταθῆναι τῷ βήματι τοῦ Χριστοῦ, καὶ ὑπογράψωμεν ἐκεῖνο τὸ δικαστήριον, καὶ νομίσωμεν αὐτὸ παρεῖναι νῦν, καὶ τὰς εὐθύνας ἀπαιτεῖσθαι. Ἐγὼ γὰρ αὐτὸ πλατύτερον ἐρῶ. Παῦλος γὰρ, ἐπειδὴ περὶ θλίψεως ἦν ὁ λόγος αὐτῷ, καὶ οὐκ ἐβούλετο πάλιν θλῖψαι αὐτοὺς, οὐκ ἐνδιέτριψε τῷ λόγῳ, ἀλλ' ἐν βραχεῖ τὸ στῦφον εἰπὼν, Ἕκαστος κομίσεται πρὸς ἃ ἔπραξε, ταχέως παρέδραμε. Νομίσωμεν οὖν αὐτὸ παρεῖναι νῦν, καὶ ἕκαστος τὸ ἑαυτοῦ συνειδὸς ἀναλογιζέσθω, καὶ ἤδη λογιζέσθω παρεῖναι τὸν Δικαστὴν, καὶ πάντα ἀνακαλύπτεσθαι καὶ εἰς μέσον ἄγεσθαι· οὐ γὰρ παραστῆναι ἡμᾶς ἁπλῶς δεῖ, ἀλλὰ καὶ φανερωθῆναι. Ἆρα οὐκ ἠρυθριάσατε; ἆρα οὐκ ἐξέστητε; Εἰ δὲ νῦν οὔπω τοῦ πράγματος παρόντος, ἀλλὰ ἁπλῶς καθ' ὑπόθεσιν δοθέντος καὶ λογισμῷ τυπωθέντος, ἀπωλόμεθα ὑπὸ τοῦ συνειδότος· τί ποιήσομεν, ὅταν παραγένηται, ὅταν ἡ οἰκουμένη πᾶσα παρῇ, ὅταν ἄγγελοι καὶ ἀρχάγγελοι, ὅταν ἐπάλληλοι τάξεις, καὶ δρόμος ἁπάντων, καὶ ἁρπαγαὶ ἐπὶ τῶν νεφελῶν, καὶ παράταξις τρόμου γέμουσα; ὅταν αἱ σάλπιγγες αἱ ἐπάλληλοι, αἱ συνεχεῖς ἐκεῖναι φωναί; Εἰ γὰρ μὴ γέεννα ἦν, τὸ ἐν τοσαύτῃ λαμπρότητι ἀπωσθῆναι, καὶ ἄτιμον ἀναχωρῆσαι, πόση κόλασις; Καὶ γὰρ εἰ νῦν, βασιλέως εἰσελαύνοντος καὶ τῶν μετ' αὐτοῦ, θεωροῦντες ἕκαστος τὴν ἑαυτοῦ πενίαν, οὐ τοσαύτην ἀπὸ τῆς θέας λαμβάνομεν ἡδονὴν, ὅσην ἀπὸ τοῦ μηδενὸς μετέχειν τῶν περὶ τὸν βασιλέα, μηδὲ ἐγγὺς εἶναι τοῦ κρατοῦντος, ἀθυμίαν ὑπομένομεν· τί τότε ἔσται; ἢ μικρὰν εἶναι νομίζεις κόλασιν τὸ μὴ κατατάττεσθαι ἐν ἐκείνῳ τῷ χορῷ, τὸ μὴ καταξιοῦσθαι τῆς ἀποῤῥήτου δόξης, τὸ τῆς πανηγύρεως ἐκείνης καὶ τῶν ἀφράστων ἀγαθῶν πόῤῥω που καὶ μακρὰν ἀπεῤῥῖφθαι; Ὅταν δὲ καὶ σκότος ᾖ, καὶ βρυγμὸς ὀδόντων, καὶ δεσμὰ ἄλυτα, καὶ σκώληξ ἀτελεύτητος, καὶ πῦρ ἄσβεστον, καὶ θλῖψις καὶ στενοχωρία, καὶ γλῶσσαι τηγανιζόμεναι, καθάπερ ἡ τοῦ πλουσίου, καὶ ὀλοφυρώμεθα, καὶ μηδεὶς ἀκούῃ, καὶ στένωμεν καὶ βρύχωμεν ὑπὸ τῶν ἀλγηδόνων, καὶ μηδεὶς προσέχῃ, καὶ πανταχοῦ βλέπωμεν, καὶ μηδαμοῦ μηδεὶς ὁ παραμυθούμενος ᾖ· ποῦ τάξομεν τοὺς ἐν τούτοις ὄντας; τί δὲ ἐκείνων ἀθλιώτερον τῶν ψυχῶν; τί δὲ ἐλεεινότερον;
10.4.2
Εἰ γὰρ εἰς δεσμωτήριον εἰσιόντες, καὶ τοὺς μὲν αὐχμῶντας ὁρῶντες, τοὺς δὲ δεδεμένους καὶ πεινῶντας, τοὺς δὲ ἐν σκότῳ κατακεκλεισμένους, κατακλώμεθα, φρίττομεν, πάντα ὑπὲρ τοῦ μήποτε ἐμπεσεῖν ἐκεῖσε πράττομεν· ὅταν ἀπαγώμεθα συρόμενοι εἰς αὐτὰ τῆς γεέννης τὰ βασανιστήρια, τίνες ἐσόμεθα; Οὐ γὰρ ἐκ σιδήρου τὰ δεσμὰ ἐκεῖνα, ἀλλ' ἀπὸ πυρὸς οὐδέποτε σβεννυμένου· οὐδὲ ὁμότιμοι οἱ ἐφεστῶτες ἡμῖν, οὓς καὶ ἐκμειλίξασθαι πολλάκις ἔνι, ἀλλ' ἄγγελοι, οἷς οὐδὲ προσβλέψαι θέμις, σφοδρῶς ὑπὲρ ὧν τὸν Δεσπότην ὑβρίκαμεν ὀργιζόμενοι. Οὐκ ἔστι, καθάπερ ἐνταῦθα, τοὺς μὲν ἀργύριον, τοὺς δὲ τροφὰς, τοὺς δὲ λόγους εἰσάγοντας παρακλητικοὺς ἰδεῖν, καὶ παραμυθίας τυχεῖν· ἀλλὰ πάντα ἀσύγγνωστα ἐκεῖ· κἂν Νῶε ᾖ, κἂν Ἰὼβ, κἂν Δανιὴλ, καὶ τοὺς οἰκείους ἴδῃ κολαζομένους, οὐ τολμᾷ παραστῆναι. Καὶ γὰρ καὶ τὴν ἐκ τῆς φύσεως συμπάθειαν τότε ἀναιρεῖσθαι συμβαίνει. Ἐπειδὴ γὰρ συμβαίνει δικαίους εἶναι παίδων πατέρας πονηρῶν, καὶ παῖδαςπατέρων· ὥστε καθαρὰν εἶναι τὴν ἡδονὴν καὶ μὴ τῇ τῆς συμπαθείας ἀνάγκῃ κατακλᾶσθαι τοὺς ἀπολαύοντας τῶν ἀγαθῶν, καὶ ταύτην σβέννυσθαι τὴν συμπάθειάν φημι, καὶ αὐτοὺς συναγανακτεῖν τῷ Δεσπότῃ κατὰ τῶν οἰκείων σπλάγχνων. Εἰ γὰρ ἄνθρωποι οἱ τυχόντες, ὅταν ἴδωσι φαύλους τοὺς αὐτῶν παῖδας, ἀποκηρύττουσι καὶ τῆς συγγενείας ἐκτέμνουσι· πολλῷ μᾶλλον οἱ δίκαιοι τότε. Τοιγαροῦν μηδεὶς ἐλπιζέτω χρηστὰ, μὴ ἐργασάμενός τι χρηστὸν, κἂν μυρίους ἔχῃ προγόνους δικαίους· Ἕκαστος γὰρ κομίσεται πρὸς ἃ ἔπραξε τὰ διὰ τοῦ σώματος. Ἐνταῦθά μοι δοκεῖ καὶ τοὺς πορνεύοντας αἰνίττεσθαι, καὶ τὸν ἐκεῖθεν ἐπιτειχίζων φόβον αὐτοῖς· οὐκ ἐκείνοις δὲ μόνον, ἀλλὰ καὶ πᾶσι τοῖς ὁτιοῦν πλημμελοῦσι. Ἀκούωμεν τοίνυν καὶ ἡμεῖς· κἂν πῦρ ἔχῃς ἐπιθυμίας, ἀντίστησον ἐκεῖνο τὸ πῦρ, καὶ τοῦτο εὐθέως κατασβεσθὲν οἰχήσεται· κἂν βουληθῇς τι φθέγξασθαι ἀπηχὲς, ἐννόησον τὸν βρυγμὸν τῶν ὀδόντων, καὶ χαλινὸς ἔσται σοι ὁ φόβος· κἂν ἁρπάσαι βουληθῇς, ἄκουσον τοῦ δικαστοῦ κελεύοντος καὶ λέγοντος, Δήσατε αὐτοῦ χεῖρας καὶ πόδας, καὶ ἐκβάλετε αὐτὸν εἰς τὸ σκότος τὸ ἐξώτερον· καὶ ἐκβαλεῖς καὶ ταύτην οὕτω τὴν ἐπιθυμίαν. Κἂν μεθύῃς καὶ κραιπαλῶν διατελῇς, ἄκουσον τοῦ πλουσίου λέγοντος, Πέμψον Λάζαρον, ἵνα ἄκρῳ τῷ δακτύλῳ καταψύξῃ τὴν τηγανιζομένην γλῶσσαν, καὶ οὐ τυγχάνοντος· καὶ ἀποστήσῃ τοῦ πάθους. Εἰ δὲ τρυφῆς ἐρᾷς, ἐννόησον τὴν ἐκεῖ θλῖψιν καὶ τὴν στενοχωρίαν, καὶ οὐδὲν ἐννοήσεις ταύτην· εἰ δὲ ἀπηνὴς εἶ καὶ ὠμὸς, ἀναμνήσθητι τῶν παρθένων ἐκείνων, αἳ, τῶν λαμπάδων αὐταῖς σβεσθεισῶν, οὕτω τοῦ νυμφῶνος ἐξέπεσον, καὶ ταχέως ἔσῃ φιλάνθρωπος. Ἀλλὰ νωθρὸς εἶ καὶ παρειμένος; Λογίζου τὸν τὸ τάλαντον κατακρύψαντα, καὶ ἔσῃ πυρὸς σφοδρότερος. Ἀλλὰ κατεσθίει σε ἡ τῆς τοῦ πλησίον οὐσίας ἐπιθυμία; Λογίζου τὸν σκώληκα τὸν ἀτελεύτητον, καὶ εὐκόλως καὶ τοῦτο ἀποθήσῃ τὸ νόσημα, καὶ τὰ ἄλλα πάντα κατορθώσεις· οὐδὲν γὰρ φορτικὸν οὐδὲ ἐπαχθὲς ἐπέταξε. Πόθεν οὖν ἡμῖν φορτικὰ φαίνεται τὰ ἐπιτάγματα; Ἀπὸ τῆς ἡμετέρας ῥᾳθυμίας. Ὥσπερ οὖν ἐὰν σπουδάζωμεν, καὶ τὰ δοκοῦντα ἀφόρητα εἶναι, κοῦφα ἔσται καὶ ῥᾴδια· οὕτως ἐὰν ῥᾳθυμῶμεν, καὶ τὰ φορητὰ δύσκολα ἡμῖν φανεῖται. Ταῦτ' οὖν ἅπαντα λογισάμενοι, μὴ τρυφῶντας ἐννοῶμεν, ἀλλὰ τί τὸ τέλος αὐτῶν· ἐνταῦθα μὲν κόπρος καὶ πολυσαρκία, ἐκεῖ δὲ σκώληξ καὶ πῦρ· μὴ τοὺς ἁρπάζοντας, ἀλλὰ τί τὸ τέλος αὐτῶν· φροντίδες ἐνταῦθα καὶ φόβοι καὶ ἀγωνίαι, ἐκεῖ δὲ δεσμὰ ἄλυτα· μὴ τοὺς δόξης ἐρῶντας, ἀλλὰ τί τὸ ἐκ τούτων τικτόμενον· δουλεῖαι ἐνταῦθα καὶ εἰρωνεῖαι, ἐκεῖ δὲ καὶ ζημία ἀφόρητος καὶ τὸ ἐμπυρίζεσθαι διηνεκῶς. Ἂν γὰρ οὕτως ἑαυτοῖς διαλεγώμεθα, καὶ ταῦτα καὶ τὰ τοιαῦτα ἐπᾴδωμεν συνεχῶς ταῖς πονηραῖς ἡμῶν ἐπιθυμίαις, ταχέως καὶ τὸν τῶν παρόντων ἐκβαλοῦμεν ἔρωτα, καὶ τὸν τῶν μελλόντων ἀνάψομεν. Ἀνάψωμεν τοίνυν αὐτὸν, καὶ ἐκκαύσωμεν. Εἰ γὰρ ἡ ἔννοια αὐτῶν, καίτοι γε ἀμυδρά τις οὖσα, τοσαύτην παρέχει τὴν ἡδονήν· ἐννόησον ὅσην αὕτη ἡ πεῖρα ἡ σαφὴς οἴσει τὴν εὐφροσύνην ἡμῖν. Μακάριοι καὶ τρισμακάριοικαὶ πολλάκις τοῦτο οἱ τῶν ἀγαθῶν ἀπολαύοντες ἐκείνων· ὥσπερ οὖν ἐλεεινοὶ καὶ τρισάθλιοι οἱ τἀναντία τούτων ὑπομένοντες. Ἵν' οὖν μὴ τούτων, ἀλλ' ἐκείνων γενώμεθα, ἑλώμεθα τὴν ἀρετήν· οὕτω γὰρ καὶ τῶν μελλόντων ἐπιτευξόμεθα ἀγαθῶν· ὧνγένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Intertext edge

Open linked passage

Note