In epistulam ii ad Corinthios
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
12.0.1
Συνεργοῦντες δὲ καὶ παρακαλοῦμεν, μὴ εἰς κενὸν τὴν χάριν τοῦ Θεοῦ δέξασθαι ὑμᾶς. Λέγει γάρ· Καιρῷ δεκτῷ ἐπήκουσά σου, καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι.
12.1.1
Ἐπειδὴ γὰρ εἶπεν, ὅτι Ὁ Θεὸς παρακαλεῖ, καὶ ἡμεῖς πρεσβεύομεν καὶ ἱκετεύομεν, καταλλάγητε τῷ Θεῷ· ἵνα μὴ ἀναπέσωσιν, ἐντεῦθεν αὐτοὺς πάλιν φοβεῖ καὶ διανίστησι λέγων, Παρακαλοῦμεν, μὴ εἰς κενὸν τὴν χάριν τοῦ Θεοῦ δέξασθαι ὑμᾶς. Μὴ γὰρ, ἐπειδὴ παρακαλεῖ, φησὶ, καὶ ἔπεμψε πρεσβευσομένους, διὰ τοῦτο ῥᾳθυμῶμεν· ἀλλὰ δι' αὐτὸ μὲν οὖν τοῦτο καὶ ἐπειγώμεθα πρὸς τὸ ἀρέσαι τῷ Θεῷ, καὶ πνευματικὴν συναγαγεῖν ἐμπορίαν (ὅπερ καὶ ἀνωτέρω ἔλεγεν, ὅτι Ἡ ἀγάπη τοῦ Θεοῦ συνέχει ἡμᾶς· τουτέστι, θλίβει, ὠθεῖ, κατεπείγει), ἵνα μὴ μετὰ τοσαύτην κηδεμονίαν ἀναπεσόντες, καὶ μηδὲν γενναῖον ἐπιδειξάμενοι, τῶν τοσούτων ἐκπέσητε ἀγαθῶν. Μὴ τοίνυν, ἐπειδὴ ἔπεμψε παρακαλέσοντας, νομίσητε τοῦτο ἀεὶ εἶναι· μέχρι τῆς παρουσίας αὐτοῦ τῆς δευτέρας τοῦτο ἔσται, μέχρι τότε παρακαλεῖ, ἕως ἂν ὦμεν ἐνταῦθα· μετὰ δὲ ταῦτα δίκη καὶ κόλασις. Διὰ τοῦτο, Συνεχόμεθα, φησίν. Οὐδὲ γὰρ ἀπὸ τοῦ μεγέθους τῶν ἀγαθῶν αὐτοὺς καὶ τῆς φιλανθρωπίας μόνον, ἀλλὰ καὶ ἀπὸ τῆς βραχύτητος τῆς τοῦ καιροῦ κατεπείγει ἀεί. Διὸ καὶ ἀλλαχοῦ φησι, Νῦν γὰρ ἐγγύτερον ἡμῶν ἡ σωτηρία· καὶ πάλιν, Ὁ Κύριος ἐγγύς. Ἐνταῦθα δέ τι καὶ πλέον ποιεῖ. Οὐδὲ γὰρ ἀπὸ τοῦ τὸ λειπόμενον τοῦ χρόνου βραχὺ καὶ μικρὸν εἶναι, ἀλλὰ καὶ ἀπὸ τοῦ τοῦτον μόνον τὸν καιρὸν ἐπιτήδειον εἶναι εἰς σωτηρίαν, ἐνάγει. Ἰδοὺ γὰρ, φησὶ, νῦν καιρὸς εὐπρόσδεκτος, ἰδοὺ ἡμέρα σωτηρίας. Μὴ τοίνυν προδῶμεν τὸ εὔκαιρον, ἀλλ' ἐπιδειξώμεθα ἀξίαν τῆς χάριτος τὴν σπουδήν. Διὰ τοῦτο γὰρ καὶ ἡμεῖς ἐπειγόμεθα, καὶ τὸ βραχὺ καὶ τὸ ἐπιτήδειον εἰδότες τοῦ καιροῦ· διὸ καὶ ἔλεγε, Συνεργοῦντες δὲ καὶ παρακαλοῦμεν. Συνεργοῦντες ὑμῖν· ὑμῖν γὰρ συνεργοῦμεν μᾶλλον, ἢ τῷ Θεῷ, ὑπὲρ οὗ πρεσβεύομεν. Οὐδενὸς γὰρ ἐκεῖνος δεῖται, ἀλλ' ἡ σωτηρία πᾶσα εἰς ὑμᾶς διαβαίνει. Εἰ δὲ καὶ τῷ Θεῷ λέγει συνεργεῖν, οὐδὲ τοῦτο παραιτεῖται· καὶ γὰρ ἀλλαχοῦ φησι, Θεοῦ γάρ ἐσμεν συνεργοί. Ταύτῃ φησὶ τοὺς ἀνθρώπους σώζειν πάλιν· Καὶ παρακαλοῦμεν. Ἐκεῖνος μὲν γὰρ παρακαλῶν, οὐχ ἁπλῶς παρακαλεῖ, ἀλλὰ ταῦτα προτεινόμενος τὰ δικαιώματα· ὅτι τὸν Υἱὸν ἔδωκε τὸν δίκαιον, τὸν οὐδὲ ἁμαρτίαν εἰδότα, καὶ ἁμαρτίαν αὐτὸν ἐποίησεν ὑπὲρ ἡμῶν τῶν ἁμαρτωλῶν, ἵνα ἡμεῖς γενώμεθα δίκαιοι· ἅπερ ἔχοντα, καὶ Θεὸν ὄντα, οὐδὲ παρακαλεῖν δεῖ, καὶ ταῦτα ἀνθρώπους, καὶ προσκεκρουκότας, ἀλλὰ παρακαλεῖσθαι καθ' ἑκάστην ἡμέραν· ἀλλ' ὅμως παρακαλεῖ· ἡμεῖς δὲ παρακαλοῦμεν, δικαίωμα μὲν μηδὲν ἔχοντες ἡμῶν εἰπεῖν οὐδὲ εὐεργέτημα, ἓν δὲ μόνον, τὸ ὑπὲρ Θεοῦ, καὶ τοιαῦτα ἐπιδειξαμένου, παρακαλεῖν. Παρακαλοῦμεν δὲ ἵνα τὴν εὐεργεσίαν δέξησθε, καὶ μὴ ἀποκρούσησθε τὴν δωρεάν. Πείσθητετοίνυν ἡμῖν, καὶ μὴ εἰς κενὸν τὴν χάριν δέξησθε. Ἵνα γὰρ μὴ νομίσωσιν, ὅτι τοῦτό ἐστι καταλλαγὴ μόνον, τὸ πιστεῦσαι τῷ καλοῦντι, ἐπάγει ταῦτα, τὴν περὶ τὸν βίον σπουδὴν ἀπαιτῶν. Τὸ γὰρ ἀπαλλαγέντα ἁμαρτημάτων καὶ φίλον γενόμενον, τοῖς προτέροις ἐγκαλινδεῖσθαι πάλιν, ἐπ' ἔχθραν ἐπανελθεῖν ἐστι, καὶ εἰς κενὸν τὴν χάριν δέξασθαι, κατὰ τὸν τοῦ βίου λόγον. Οὐδὲν γὰρ ἀπὸ τῆς χάριτος μέγα ὠφελούμεθα εἰς σωτηρίαν, ἀκαθάρτως ζῶντες· ἀλλὰ καὶ βλαπτόμεθα μειζόνως ταύτῃ βαρούμενοι καὶ ἐν τοῖς ἁμαρτήμασιν, ὅτι καὶ μετὰ ἐπίγνωσιν τοιαύτην καὶ δωρεὰν ἐπὶ τὰ πρότερα ἐπανήλθομεν κακά. Ἀλλὰ τοῦτο μὲν οὐδέπω τίθησιν, ὥστε μὴ τραχὺν ποιῆσαι τὸν λόγον· ὅτι δὲ οὐδὲν ὠφελούμεθα λέγει μόνον. Εἶτα καὶ προφητείας ἀναμιμνήσκει, κατεπείγων αὐτοὺς, καὶ συνωθῶν εἰς τὸ διαναστῆναι πρὸς τὴν τῆς οἰκείας σωτηρίας ἀντίληψιν. Λέγει γὰρ, φησί· Καιρῷ δεκτῷ ἐπήκουσά σου, καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι. Ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος, ἰδοὺ νῦν ἡμέρα σωτηρίας. Καιρὸς εὐπρόσδεκτος· ποῖος οὗτος; Ὁ τῆς δωρεᾶς, ὁ τῆς χάριτος, ὅτε οὐκ ἔστιν εὐθύνας ἀπαιτηθῆναι τῶν ἁμαρτημάτων οὐδὲ δίκην δοῦναι, ἀλλὰ μετὰ τῆς ἀπαλλαγῆς καὶ μυρίων ἀπολαῦσαι ἀγαθῶν, δικαιοσύνης, ἁγιασμοῦ, τῶν ἄλλων ἁπάντων. Πόσα γὰρ ἔδει καμεῖν, ὥστε ἐπιτυχεῖν τοῦ καιροῦ τούτου; ἀλλ' ἰδοὺ, μηδὲν καμόντων ἡμῶν παραγέγονεν ἄφεσιν φέρον ἁπάντων τῶν ἔμπροσθεν. Διὸ καὶ εὐπρόσδεκτον καλεῖ, ἐπειδὴ καὶ τοὺς μυρία πεπλημμεληκότας προσεδέχετο, καὶ οὐχ ἁπλῶς προσεδέχετο, ἀλλ' εἰς τὴν ἀνωτάτω ἦγε τιμήν· καθάπερ, ἐπειδὰν ἔλθῃ βασιλεὺς, οὐ δικαστηρίου καιρὸς, ἀλλὰ χάριτος καὶ σωτηρίας. Διὸ καὶ εὐπρόσδεκτον αὐτὸν καλεῖ, ἕως οὗ ἔτι ἐν τῷ σκάμματί ἐσμεν, ἕως ἐν τῷ ἀμπελῶνι ἐργαζόμεθα, ἕως λείπεται ἡ ἑνδεκάτη.
12.2.1
Προσέλθωμεν, καὶ βίον ἐπιδειξώμεθα ἀγαθόν· καὶ γὰρ εὔκολον. Ὁ γὰρ ἐν τοιούτῳ καιρῷ ἀγωνιζόμενος, ἐν ᾧ τοσαύτη κέχυται δωρεὰ, ἐν ᾧ τοσαύτη χάρις, εὐκόλως ἐπιτεύξεται τῶν βραβείων. Καὶ γὰρ ἐπὶ βασιλέων τῶν κάτω ἐν μὲν τῷ καιρῷ τῶν ἑορτῶν αὐτῶν, καὶ ὅτε ἐν ὑπάτων φαίνονται σχήματι, καὶ ὁ μικρὸν προσενεγκὼν μεγάλας λαμβάνει δωρεάς· ἐν δὲ ταῖς ἡμέραις, αἷς ἂν δικάζωσι, πολλῆς ἀκριβείας χρεία, πολλῆς ἐξετάσεως. Καὶ ἡμεῖς τοίνυν ἐν τῷ καιρῷ τῆς δωρεᾶς ταύτης ἀγωνισώμεθα· ἡμέρα χάριτός ἐστι, χάριτος θείας· διὸ καὶ εὐκόλως ἐπιτευξόμεθα τῶν στεφάνων. Εἰ γὰρ τοσούτων γέμοντας κακῶν καὶ προσήκατο, καὶ ἀπήλλαξε· πάντων ἀπαλλαγέντας, καὶ τὰ παρ' ἑαυτῶν εἰσφέροντας, οὐ πολλῷ μᾶλλον προσδέξεται; Εἶτα, ὅπερ ἀεὶ ποιεῖ, ἑαυτὸν μέσον τιθεὶς, καὶ ἐντεῦθεν κελεύων τὸ παράδειγμα λαμβάνειν, τοῦτο καὶ ἐνταῦθα ἐργάζεται· διὸ καὶ ἐπάγει, Μηδεμίαν ἐν μηδενὶ διδόντες προσκοπὴν, ἵνα μὴ μωμηθῇ ἡ διακονία ἡμῶν· οὐκ ἀπὸ τοῦ καιροῦ μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν κατορθωσάντων αὐτοὺς πείθων. Καὶ ὅρα πῶς ἀτύφως, οὐ γὰρ εἶπεΠροσέχετε εἰς ἡμᾶς ὅτι τοιοῦτοί ἐσμεν· ἀλλὰ τέωςἐπ' ἀναιρέσει κατηγορίας τὰ καθ' ἑαυτὸν διηγεῖται. Καὶ δύο τίθησιν ὑπερβολὰς ἀμώμου βίου, Μηδεμίαν ἐν μηδενὶ, λέγων. Καὶ οὐκ εἶπε κατηγορίαν, ἀλλ' ὃ πολλῷ ἔλαττον ἦν, Προσκοπήν· τουτέστι, μέμψιν. κατάγνωσιν μηδενὶ παρέχοντες καθ' ἡμῶν. Ἵνα μὴ μωμηθῇ ἡ διακονία ἡμῶν. Τουτέστιν, ἵνα μή τις αὐτῆς ἐπιλάβηται. Καὶ οὐκ εἶπε πάλιν, Ἵνα μὴ κατηγορηθῇ, ἀλλ', Ἵνα μηδὲ τὴν τυχοῦσαν αἰτίαν ἔχῃ, μή τις αὐτῇ εἰς ὁτιοῦν ἐπισκῆψαι δυνηθῇ. Ἀλλ' ἐν παντὶ συνιστῶντες ἑαυτοὺς, ὡς Θεοῦ διάκονοι. Τοῦτο πολλῷ μεῖζον. Οὐ γάρ ἐστιν ἴσον κατηγορίας ἐλεύθερον εἶναι, καὶ τοιαῦτα ἐπιδείκνυσθαι, ὡς πάντοθεν φαίνεσθαι διακόνους ὄντας Θεοῦ· οὐ γάρ ἐστιν ἴσον ἀπηλλάχθαι κατηγορίας, καὶ ἐγκωμίοις βρύειν. Καὶ οὐκ εἶπε, Φαινόμενοι, ἀλλὰ, Συνιστῶντες, τουτέστιν, ἀποδεικνύντες. Εἶτα λέγει καὶ πόθεν τοιοῦτοι ἐγένοντο. Πόθεν οὖν ἐγένοντο; Ἐν ὑπομονῇ πολλῇ, φησί· τὸν θεμέλιον τῶν ἀγαθῶν τιθείς. Διόπερ οὐδὲ ἁπλῶς ὑπομονὴν εἶπεν, ἀλλὰ πολλὴν, καὶ δείκνυσιν αὐτῆς καὶ τὸ μέγεθος. Τὸ γὰρ ἕν τι καὶ δεύτερον ἐνεγκεῖν, οὐδὲν μέγα· ἀλλ' ἐπάγει καὶ τὰς νιφάδας τῶν πειρασμῶν, λέγων, Ἐν θλίψεσιν, ἐν ἀνάγκαις. Τοῦτο ἐπίτασις θλίψεως, ὅταν ἄφυκτα ᾖ τὰ κακὰ, καὶ ὥσπερ ἀνάγκη τις ἐπικέηται τῶν δεινῶν δυσδιεξόδευτος. Ἐν στενοχωρίαις. Ἤτοι ταῖς τοῦ λιμοῦ φησι, καὶ ταῖς τῶν ἄλλων ἀναγκαίων· ἢ καὶ ἁπλῶς ταῖς τῶν πειρασμῶν. Ἐν πληγαῖς, ἐν φυλακαῖς, ἐν ἀκαταστασίαις. Καίτοι τούτων καθ' ἑαυτὸ ἕκαστον ἀφόρητον ἦν, καὶ τὸ μαστίζεσθαι μόνον, καὶ τὸ δεδέσθαι μόνον, καὶ τὸ μηδαμοῦ δύνασθαι στῆναι ἐλαυνόμενον· τοῦτο γάρ ἐστιν, Ἐν ἀκαταστασίαις· ὅταν δὲ καὶ πάντα, καὶ ὁμοῦ πάντα ἐπίῃ, ἐννόησον ἡλίκης δεῖται ψυχῆς. Εἶτα μετὰ τῶν ἔξωθεν καὶ τὰ παρ' ἑαυτοῦ τίθησιν. Ἐν κόποις, ἐν ἀγρυπνίαις, ἐν νηστείαις, ἐν ἁγνότητι. Διὰ τούτων τοὺς καμάτους αἰνίττεται, οὓς ἔκαμε περιιὼν καὶ ἐργαζόμενος, τὰς νύκτας ἐν αἷς ἐδίδασκεν, ἢ ὅτι καὶ ἐν αὐταῖς εἰργάζετο. Καὶ μετὰ τούτων ἁπάντων οὐδὲ τοῦ νηστεύειν ἠμέλει, καίτοι γε ταῦτα ἀντὶ μυρίων ἤρκει νηστειῶν. Ἁγνότητα δὲ ἐνταῦθα ἢ σωφροσύνην πάλιν, ἢ τὴν ἐν ἅπασι καθαρότητα, ἢ τὸ ἀδωροδόκητον, ἢ καὶ τὸ δωρεὰν τὸ εὐαγγέλιον κηρύττειν. Ἐν γνώσει. Τί ἐστιν, Ἐν γνώσει; Ἐν σοφίᾳτῇ παρὰ τοῦ Θεοῦ δεδομένῃ, τῇ ὄντως γνώσει· οὐ καθάπερ ἐκεῖνοι οἱ δοκοῦντες εἶναι σοφοὶ, καὶ τῇ ἔξωθεν παιδεύσει κομπάζοντες, ταύτῃ δὲ ἐλαττούμενοι. Ἐν μακροθυμίᾳ, ἐν χρηστότητι. Πολὺ γὰρ καὶ ταῦτα γενναίας ἦν ψυχῆς, τὸ πάντοθεν παροξυνόμενον καὶ κεντούμενον, μακροθύμως ἅπαντα φέρειν. Εἶτα δεικνὺς πόθεν τοιοῦτος γέγονεν, ἐπήγαγεν· Ἐν Πνεύματι ἁγίῳ. Ἐν αὐτῷ γὰρ πάντα ταῦτα κατορθοῦμεν, φησίν. Ἀλλ' ὅρα πότε τὴν παρὰ τοῦ Πνεύματος ἔθηκε τοῦ ἁγίου βοήθειαν· ὅτε τὰ παρ' ἑαυτοῦ ἐπεδείξατο. Ἐμοὶ δὲ δοκεῖ καὶ ἕτερον λέγειν διὰ τούτου. Ποῖον δὴ τοῦτο; Ὅτι καὶ Πνεύματος πολλοῦ πεπληρώμεθα, καὶ ἀποδείκνυμεν καὶ ἐντεῦθεν τὴν ἀποστολὴν, ἀπὸ τοῦ χαρισμάτων ἠξιῶσθαι πνευματικῶν. Εἰ γὰρ καὶ χάρις τοῦτο, ἀλλὰ καὶ αὐτὸς αἴτιοςὁ διὰ τῶν κατορθωμάτων καὶ τῶν ἱδρώτων τὴν χάριν ἐπισπασάμενος. Εἰ δέ τις εἴποι, μετὰ τῶν εἰρημένων αὐτὸν ἐμφαίνειν τὸ ὅτι καὶ ἐν τῇ χάριτι τῇ πνευματικῇ οὐδεμίαν ἔδωκε προσκοπὴν, οὐκ ἂν ἁμάρτοι τῆς ἐννοίας. Καὶ γὰρ οἱ τὰς γλώσσας λαβόντες παρ' αὐτοῖς, καὶ ἐπαρθέντες, ἐμωμήθησαν· ἔστι γὰρ καὶ χάρισμα λαβόντα πνευματικὸν, οὐκ εἰς δέον αὐτῷ χρήσασθαι. Ἀλλ' οὐχ ἡμεῖς, φησὶν, ἀλλὰ καὶ ἐν πνεύματι, τουτέστιν, καὶ ἐν τοῖς χαρίσμασιν ἀμώμητοι ἐγενόμεθα. Ἐν ἀγάπῃ ἀνυποκρίτῳ.
12.3.1
Τοῦτο πάντων αἴτιον τῶν ἀγαθῶν, τοῦτο τοιοῦτον αὐτὸν εἰργάζετο, τοῦτο καὶ τὸ Πνεῦμα μένειν ἐποίει παρ' αὐτῷ, δι' οὗ καὶ πάντα αὐτῷ κατωρθοῦτο. Ἐν λόγῳ ἀληθείας. Ὃ πολλαχοῦ λέγει, ὅτι Οὐ δολοῦντες τὸν λόγον τοῦ Θεοῦ, οὐδὲ νοθεύοντες διετελέσαμεν. Ἐν δυνάμει Θεοῦ. Ὅπερ ἀεὶ ποιεῖ, οὐδὲν ἑαυτῷ, ἀλλὰ τῷ Θεῷ τὸ πᾶν ἀνατιθεὶς, καὶ αὐτῷ λογιζόμενος τὰ αὑτοῦ κατορθώματα, τοῦτο καὶ ἐνταῦθα πεποίηκεν. Ἐπειδὴ γὰρ μεγάλα ἐφθέγξατο, καὶ ἔφησεν ἄληπτον παρεσχῆσθαι βίον διὰ πάντων, καὶ φιλοσοφίαν ἄκραν, τῷ Πνεύματι καὶ τῷ Θεῷ ταῦτα ἀνατίθησιν. Οὐδὲ γὰρ τὰ τυχόντα ἦν τὰ εἰρημένα. Εἰ γὰρ καὶ ἐν ἡσυχίᾳ ζῶντα δύσκολον κατορθοῦν καὶ ἄληπτον εἶναι, τὸν ὑπὸ τοσούτων ἐνοχλούμενον πειρασμῶν, καὶ διὰ πάντων λάμψαντα, ἐννόησον ἡλίκης εἶναι ψυχῆς. Καίτοι οὐδὲ ταῦτα ὑπέμενε μόνον, ἀλλὰ καὶ πολλῷ πλείονα τούτων, ἅπερ ἑξῆς τίθησι. Καὶ τὸ δὴ θαυμαστὸν, οὐχ ὅτι ἄληπτος ἦν ἐν τοσούτοις κύμασι πλέων, οὐδ' ὅτι πάντα ὑπέμεινε γενναίως, ἀλλ' ὅτι καὶ μεθ' ἡδονῆς πάντα· ἅπερ διὰ τῶν ἑξῆς ἡμῖν πάντα ποιεῖ φανερὰ λέγων οὕτω· Διὰ τῶν ὅπλων τῆς δικαιοσύνης τῶν δεξιῶν καὶ ἀριστερῶν. Εἶδες ψυχῆς παράστημα, καὶ φρόνημα εὔτονον; Δείκνυσι γὰρ ὅτι ὅπλα εἰσὶν αἱ θλίψεις, οὐ μόνον οὐ καταβάλλοντα, ἀλλὰ καὶ τειχίζοντα καὶ ἰσχυροτέρους ποιοῦντα. Ἀριστερὰ δὲ καλεῖ τὰ δοκοῦντα εἶναι λυπηρά· καὶ γὰρ τοιαῦτά ἐστι τὰ τὸν μισθὸν ἔχοντα. Τίνος οὖν ἕνεκεν οὕτως αὐτὰ καλεῖ; Ἢ κατὰ τὴν ὑπόληψιν τῶν πολλῶν, ἢ ἐπειδὴ ἐκέλευσεν ὁ Θεὸς εὔχεσθαι μὴ εἰσελθεῖν εἰς πειρασμόν. Διὰ δόξης καὶ ἀτιμίας, διὰ δυσφημίας καὶ εὐφημίας. Τί λέγεις; ὅτι δόξης ἀπολαύεις, μέγα τοῦτο τίθης εἶναι; Ναὶ, φησί. Τί δήποτε; τὸ μὲν γὰρ ἀτιμίαν ἐνεγκεῖν, μέγα· τὸ δὲ δόξης μετασχεῖν, οὐ νεανικῆς δεῖται ψυχῆς; Νεανικῆς μὲν οὖν καὶ σφόδρα μεγάλης, ὥστε αὐτῆς ἀπολαύοντα μὴ ἐκτραχηλισθῆναι. Διὸ καὶ ἐπὶ τούτῳ φρονεῖ, ὡς ἐπ' ἐκείνῳ· καὶ γὰρ ἐν ἀμφοτέροις ὁμοίως ἔλαμπε. Πῶς δὲ ὅπλον γίνεται δικαιοσύνης; Ὅτι ἐνάγει πολλοὺς εἰς εὐσέβειαν τὸ ἐν τιμῇ εἶναι τοὺς διδασκάλους· καὶ ἔργων δὲ ἀγαθῶν τοῦτο δεῖγμά ἐστι, καὶ τὸν Θεὸν τοῦτο δοξάζει. Καὶ τοῦτο δὲ τῆς τοῦ Θεοῦ εὐμηχανίας, τὸ διὰ τῶν ἐναντίων εἰσάγειν τὸ κήρυγμα. Σκόπει δέ· ἐδέδετο ὁ Παῦλος; Καὶ τοῦτο ἦν ὑπὲρ τοῦ εὐαγγελίου. Τὰ γὰρ κατ' ἐμὲ, φησὶν, εἰς προκοπὴν τοῦ εὐαγγελίου ἐλήλυθεν, ὥστε τοὺς πλείονας τῶν ἀδελφῶν πεποιθότας τοῖς δεσμοῖς μου, περισσοτέρως τολμᾷν ἀφόβως τὸν λόγον λαλεῖν. Δόξης πάλιν ἀπήλαυε; Καὶ τοῦτο πάλιν ἐκείνους προθυμοτέρους εἰργάζετο. Διὰ δυσφημίας καὶ εὐφημίας. Οὐ γὰρμόνον ἐκεῖνα γενναίως ἔφερε τὰ ἐν τῷ σώματι, τὰς θλίψεις, καὶ ὅσα ἀπηριθμήσατο, ἀλλὰ καὶ τὰ τῆς ψυχῆς μόνης καθαπτόμενα· οὐδὲ γὰρ καὶ ταῦτα ἁπλῶς θορυβεῖν εἴωθεν. Ὁ γοῦν Ἱερεμίας πολλοὺς ἐνεγκὼν πειρασμοὺς, πρὸς ταῦτα ἀπηγόρευε, καὶ ἐπειδὴ ὠνειδίζετο, ἔλεγεν· Οὐ μὴ προφητεύσω, οὐδὲ μὴ ὀνομάσω τὸ ὄνομα Κυρίου. Καὶ ὁ Δαυῒδ δὲ πολλαχοῦ τὸν ὀνειδισμὸν ἀποδύρεται. Καὶ ὁ Ἡσαΐας μετὰ πολλὰ ὑπὲρ τούτου παρακαλεῖ, λέγων· Ὀνειδισμὸν τῶν ἀνθρώπων μὴ φοβεῖσθε, καὶ τῷ φαυλισμῷ αὐτῶν μὴ ἡττᾶσθε. Καὶ ὁ Χριστὸς δὲ πάλιν τοῖς μαθηταῖς, Ὅταν εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ' ὑμῶν ψευδόμενοι, χαίρετε καὶ ἀγαλλιᾶσθε, φησὶν, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς. Ἀλλαχοῦ δέ φησι, Καὶ σκιρτήσατε. Οὐκ ἂν δὲ τοσοῦτον ἔθηκε τὸν μισθὸν, εἰ μὴ πολὺς ἦν ὁ ἀγών. Ἐν μὲν γὰρ ταῖς βασάνοις καὶ τὸ σῶμα μερίζεται μετὰ τῆς ψυχῆς τὰς ἀλγηδόνας· καὶ γὰρ τοῦ σώματος καὶ τῆς ψυχῆς ὁ πόνος ἐστίν· ἐκεῖ δὲ τῆς ψυχῆς μόνης. Πολλοὶ γοῦν ἀπὸ τούτων μόνον ἔπεσον, καὶ τὴν ψυχὴν τὴν ἑαυτῶν ἀπώλεσαν. Καὶ τῷ Ἰὼβ δὲ τῶν σκωλήκων καὶ τῶν τραυμάτων φορτικώτερα ἐφάνη τὰ παρὰ τῶν φίλων ὀνείδη. Οὐ γάρ ἐστιν, οὐκ ἔστιν οὐδὲν ἀφορητότερον τοῖς ὀδυνωμένοις λόγου δυναμένου δακεῖν ψυχήν. Διὸ μετὰ τῶν κινδύνων καὶ τῶν ἱδρώτων καὶ ταῦτα τίθησι, λέγων· Διὰ δόξης καὶ ἀτιμίας. Πολλοὶ γοῦν καὶ τῶν Ἰουδαίων διὰ τὴν δόξαν τὴν τῶν πολλῶν οὐκ ἠθέλησαν πιστεῦσαι. Ἐφοβοῦντο γὰρ οὐχ ἵνα μὴ κολασθῶσιν, ἀλλ' ἵνα μὴ ἀποσυνάγωγοι γένωνται· διὸ λέγει, Πῶς δύνασθε πιστεύειν, δόξαν παρ' ἀλλήλων λαμβάνοντες; Καὶ πολλοὺς ἂν ἴδοιμεν, οἳ πάντων μὲν κατεφρόνησαν τῶν δεινῶν, ὑπὸ δὲ δόξης ἡττήθησαν. Ὡς πλάνοι, καὶ ἀληθεῖς. Τοῦτό ἐστι, Διὰ δυσφημίας καὶ εὐφημίας. Ὡς ἀγνοούμενοι καὶ ἐπιγινωσκόμενοι. Τοῦτό ἐστι, Διὰ δόξης καὶ ἀτιμίας. Τοῖς μὲν γὰρ ἦσαν γνώριμοι, καὶ περισπούδαστοι, οἱ δὲ οὐδὲ εἰδέναι αὐτοὺς ἠξίουν. Ὡς ἀποθνήσκοντες, καὶ ἰδοὺ ζῶμεν. Ὡς ἐπιθανάτιοι καὶ κατάδικοι· ὅπερ καὶ αὐτὸ ἀτιμίας ἦν.
12.4.1
Τοῦτο δὲ ἔλεγε, δεικνὺς καὶ τὴν τοῦ Θεοῦ δύναμιν τὴν ἄφατον, καὶ τὴν αὐτῶν ὑπομονήν. Τὸ μὲν γὰρ τῶν ἐπιβουλευόντων μέρος, ἀπεθάνομεν, καὶ τοῦτο πάντες νομίζουσι· διὰ δὲ τὸν Θεὸν διεφύγομεν τοὺς κινδύνους. Εἶτα δηλῶν καὶ τίνος ἕνεκεν ταῦτα συγχωρεῖ ὁ Θεὸς, ἐπήγαγεν, Ὡς παιδευόμενοι, καὶ μὴ θανατούμενοι· μέγα ἀπὸ τῶν πειρασμῶν καὶ πρὸ τῶν μισθῶν δεικνὺς τὸ κέρδος αὐτοῖς ἐγγινόμενον, καὶ τοὺς ἐχθροὺς ἄκοντας αὐτοὺς ὠφελοῦντας. Ὡς λυπούμενοι, ἀεὶ δὲ χαίροντες. Παρὰ μὲν γὰρ τοῖς ἔξωθεν ὑποπτευόμεθα, ὡς ἐν ἀθυμίᾳ εἶναι· ἡμεῖς δὲ οὐκ ἐκείνοις προσέχομεν, ἀλλὰ τὴν ἡδονὴν ἀκμάζουσαν ἔχομεν. Καὶ οὐκ εἶπε, Χαίροντες, μόνον, ἀλλὰ προσέθηκε καὶ τὸ διηνεκές. Ἀεὶ γὰρ χαίροντες, φησί. Τί τοίνυν ταύτης ἴσον γένοιτ' ἂν τῆς ζωῆς, ἐν ᾗ τοσούτων ἐπιόντων δεινῶν, μείζων ἡ χαρὰ γίνεται; Ὡς πτωχοὶ, πολλοὺς δὲ πλουτίζοντες. Τινὲς μέν φασι πλοῦτον ἐνταῦθα λέγεσθαι τὸν πνευματικόν· ἐγὼ δὲ εἴποιμ' ἂν καὶ τὸν σαρκικόν· καὶ γὰρ καὶ τοῦτον ἐπλούτουν, καινῷ τινι τρόπῳ τὰς ἁπάντων ἔχοντες οἰκίας ἀνεῳγμένας αὐτοῖς. Καὶ τοῦτο ἐδήλωσε διὰ τῶν ἑξῆς, εἰπών· Ὡς μηδὲν ἔχοντες, καὶ πάντα κατέχοντες. Καὶ πῶς ἔνι τοῦτο; Πῶς μὲν οὖν τὸ ἐναντίον ἔνι; Ὁ γὰρ πολλὰ κατέχων, οὐδὲν ἔχει· ὁ δὲ μηδὲν ἔχων, τὰ πάντα κέκτηται. Καὶ οὐκ ἐνταῦθα μόνον, ἀλλὰ καὶ ἐν τοῖς ἄλλοις ὑπὸ τῶν ἐναντίων τὰ ἐναντία ἐγίνετο. Εἰ δὲ θαυμάζεις πῶς ἔστι τὸν μηδὲν ἔχοντα τὰ πάντα ἔχειν, αὐτὸν τοῦτον εἰς μέσον ἀγάγωμεν, ὃς τῇ οἰκουμένῃ ἐπέταττε, καὶ οὐχὶ τῶν χρημάτων αὐτῶν, ἀλλὰ καὶ αὐτῶν τῶν ὀφθαλμῶν κύριος ἦν. Εἰ δυνατὸν γὰρ, φησὶ τοὺς ὀφθαλμοὺς ὑμῶν ἐξορύξαντες ἂν ἐδώκατέ μοι. Ταῦτα δὲ λέγει, παιδεύων μὴ ταράττεσθαι πρὸς τὰς τῶν πολλῶν δόξας, κἂν πλάνους λέγωσι, κἂν ἀγνοῶσι, κἂν καταδίκους νομίζωσι, κἂν ἐπιθανατίους, κἂν λυπεῖσθαι, κἂν ἐν πτωχείᾳ εἶναι, κἂν μηδὲν ἔχειν, κἂν τοὺς ἐν εὐθυμίᾳ ἀθυμεῖν· ὅτι οὐδὲ τοῖς τυφλοῖς ὁ ἥλιος καταφανὴς, οὐδὲ τοῖς παραπαίουσιν ἡ τῶν σωφρονούντων ἡδονὴ δήλη. Μόνοι γὰρ οἱ πιστοὶ ὀρθοὶ κριταὶ τῶν πραγμάτων εἰσὶ, καὶ οὐκ ἐπὶ τοῖς αὐτοῖς χαίρουσι καὶ ἀλγοῦσι τοῖς ἄλλοις. Καὶ γὰρ εἴ τις ἄπειρος ἀγώνων πυκτεύοντα θεάσαιτο τραύματα ἔχοντα καὶ στέφανον περικείμενον, ἡγήσαιτο αὐτὸν ἀλγεῖν διὰ τὰ τραύματα, οὐκ εἰδὼς τὴν ἡδονὴν τὴν ἀπὸ τοῦ στεφάνου. Καὶ οὗτοι τοίνυν ἐπειδὴ ἃ πάσχομεν ἴσασιν, ὑπὲρ δὲ ὧν πάσχομεν ἀγνοοῦσιν, εἰκότως ταῦτα μόνα ὑποπτεύουσι, τὰ παλαίσματα μὲν καὶ τοὺς κινδύνους ὁρῶντες, τὰ δὲ ἔπαθλα καὶ τοὺς στεφάνους καὶ τὴν τῶν ἀγώνων ὑπόθεσιν οὐκέτι. Τί οὖν ἦν πάντα ἅπερ Παῦλος κατεῖχε, λέγων, Ὡς μηδὲν ἔχοντες, καὶ πάντα κατέχοντες; Τὰ βιωτικὰ, τὰ πνευματικά. Ὃν γὰρ ὡς ἄγγελον αἱ πόλεις ἐδέχοντο, ὑπὲρ οὗ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐξορύξαντες ἂν ἔδωκαν, ὑπὲρ οὗ τὸν ἑαυτῶν τράχηλον ὑπέθεντο, πῶς οὗτος οὐ πάντα εἶχε τὰ ἐκείνων; Εἰ δὲ βούλει καὶ τὰ πνευματικὰ ἰδεῖν, ὄψει καὶ ἐν τούτοις μάλιστα πλουτοῦντα. Ὁ γὰρ οὕτω τῷ βασιλεῖ τῶν πάντων φίλος, ὡς καὶ ἀποῤῥήτων κοινωνεῖν τῷ Δεσπότῃ τῶν ἀγγέλων, πῶς οὐ πάντων εὐπορώτερος ἦν, καὶ πάντα εἶχεν; Οὐκ ἂν οὕτως ὑπέκειντο δαίμονες, οὐκ ἂν οὕτως ἐδραπέτευσε πάθη καὶ νοσήματα. Καὶ ἡμεῖς τοίνυν, ὅταν τι πάσχωμεν διὰ τὸν Χριστὸν, μὴ μόνον γενναίως φέρωμεν, ἀλλὰ καὶ χαίρωμεν· κἂν νηστεύωμεν, ὡς τρυφῶντες σκιρτῶμεν· κἂν ὑβριζώμεθα, ὡς ἐγκωμιαζόμενοι χορεύωμεν· κἂν ἀναλίσκωμεν, ὡς κερδαίνοντεςδιακεώμεθα· κἂν πένησι παρέχωμεν, λαμβάνειν νομίζωμεν· ὁ γὰρ μὴ οὕτω διδοὺς, οὐδὲ δώσει ῥᾳδίως. Ὅταν τοίνυν θέλῃς σκορπίσαι, μὴ τοῦτο ἴδῃς μόνον, ὅτι ἀναλίσκεις, ἀλλ' ὅτι καὶ πλείονα κερδαίνεις, καὶ τοῦτο πρὸ ἐκείνου. Καὶ μὴ μόνον ἐπὶ ἐλεημοσύνης, ἀλλὰ καὶ ἐπὶ πάσης ἀρετῆς μὴ τὸ δριμὺ τῶν πόνων, ἀλλὰ καὶ τὸ γλυκὺ τῶν ἐπάθλων λογίζου· καὶ πρὸ πάντων τὴν ὑπόθεσιν τῶν παλαισμάτων τὸν Κύριον ἡμῶν Ἰησοῦν· καὶ ῥᾳδίως ἐπιβήσῃ τῶν ἀγώνων, καὶ ἐν ἡδονῇ τὸν ἅπαντα βιώσῃ χρόνον. Οὐδὲν γὰρ οὕτω ποιεῖν ἡδονὴν εἴωθεν, ὡς συνειδὸς ἀγαθόν. Διὰ τοῦτο Παῦλος μὲν καθ' ἑκάστην κοπτόμενος τὴν ἡμέραν, ἔχαιρε καὶ ἠγάλλετο· οἱ δὲ νῦν, οὐδὲ ὄναρ ὑπομένοντές τι τούτων, ἀλγοῦσι καὶ θρηνοῦσιν, οὐδαμόθεν ἄλλοθεν, ἀλλ' ἢ ἐκ τοῦ μὴ φιλόσοφον ἔχειν γνώμην. Ἐπεὶ τίνος ἕνεκεν, εἰπέ μοι, ὁ θρῆνος; ὅτι πένης εἶ, καὶ τῶν ἀναγκαίων ἀπορεῖς; Οὐκοῦν διὰ τοῦτό σε μᾶλλον θρηνεῖν δεῖ, οὐχ ὅτι κλαίεις, οὐχ ὅτι πένης εἶ, ἀλλ' ὅτι μικρόψυχος· οὐχ ὅτι χρήματα οὐκ ἔχεις, ἀλλ' ὅτι τοσούτου τὰ χρήματα τιμᾷς. Καθ' ἑκάστην ἡμέραν ἀπέθνησκε Παῦλος, καὶ οὐκ ἔκλαιεν, ἀλλὰ καὶ ἔχαιρε· λιμῷ ἐμάχετο διηνεκεῖ, καὶ οὐκ ἤλγει, ἀλλὰ καὶ ἐκαλλωπίζετο.
12.5.1
Σὺ δὲ ὅτι μὴ πάντα ἔχεις τὰ τοῦ ἐνιαυτοῦ κείμενα, ἀλγεῖς καὶ κόπτεις ἑαυτόν; Ναὶ, φησίν· ἐκεῖνος γὰρ τὰ ἑαυτοῦ μόνον ἐμερίμνα, ἐγὼ δὲ καὶ ὑπὲρ οἰκετῶν, καὶ παίδων καὶ γυναικός. Ἐκεῖνος μὲν οὖν μόνος τὰ ἑαυτοῦ οὐκ ἐμερίμνα, ἀλλὰ τὰ τῆς οἰκουμένης ἁπάσης· καὶ σὺ μὲν ὑπὲρ οἰκίας μιᾶς, ἐκεῖνος δὲ ὑπὲρ τῶν ἐν Ἱεροσολύμοις πενήτων τοσούτων ὄντων, ὑπὲρ τῶν ἐν Μακεδονίᾳ, ὑπὲρ τῶν πανταχοῦ πτωχευόντων, ὑπὲρ τῶν διδόντων ἐκείνοις οὐχ ἧττον, ἢ τῶν λαμβανόντων. Καὶ γὰρ διπλῆ ἦν αὐτῷ ἡ φροντὶς ὑπὲρ τῆς οἰκουμένης, καὶ ὅπως τῶν ἀναγκαίων μὴ ἀποροῖεν, καὶ ὅπως ἐν τοῖς πνευματικοῖς πλουτοῖεν. Καὶ οὐχ οὕτω σε λυπεῖ τὰ παιδία πεινῶντα, ὡς ἐκεῖνον τὰ τῶν πιστῶν πράγματα πάντα. Τί λέγω τὰ τῶν πιστῶν; οὐδὲ γὰρ τῆς ὑπὲρ τῶν ἀπίστων φροντίδος ἐλεύθερος ἦν, ἀλλ' οὕτως ὑπὸ ταύτης ἐτήκετο, ὡς εὔχεσθαι καὶ ἀνάθεμα γίνεσθαι ὑπὲρ αὐτῶν· σὺ δὲ, κἂν μυριάκις ἐπικρατήσῃ λιμὸς, οὐκ ἂν ἕλοιό ποτε ἀποθανεῖν ὑπὲρ ὁτουοῦν. Καὶ σὺ μὲν ὑπὲρ γυναικὸς μιᾶς μεριμνᾷς, ἐκεῖνος δὲ ὑπὲρ πασῶν τῶν κατὰ τὴν οἰκουμένην Ἐκκλησιῶν· Ἡ γὰρ μέριμνά μου, φησὶ, πασῶν τῶν Ἐκκλησιῶν. Μέχρι τίνος οὖν παίζεις, ἄνθρωπε, Παύλῳ σαυτὸν παραβάλλων, καὶ οὐ παύσῃ τῆς πολλῆς ταύτης μικροψυχίας; Δακρύειν γὰρ, οὐχ ὅταν ἐν πενίᾳ ὦμεν, ἀλλ' ὅταν ἁμαρτάνωμεν, δεῖ· τοῦτο γὰρ θρήνων ἄξιον· ὡς τά γε ἄλλα καὶ γέλωτος. Ἀλλ' οὐ τοῦτό με λυπεῖ, φησὶ, μόνον, ἀλλ' ὅτι καὶ ὁ δεῖνα ἐν δυναστείᾳ, ἐγὼ δὲ ἄτιμος καὶ ἀπεῤῥιμμένος. Καὶ τί τοῦτο; καὶ γὰρ ὁ μακάριος Παῦλος ἄτιμος καὶ ἀπεῤῥιμμένος εἶναι ἐδόκει τοῖς πολλοῖς. Ἀλλ' ἐκεῖνος Παῦλος ἦν, φησίν. Οὐκοῦν οὐχ ἡ τῶν πραγμάτων φύσις, ἀλλ' ἡ τῆς γνώμης ἀσθένεια ποιεῖ σοι τὴν ἀθυμίαν. Μὴ τοίνυν τὴν πενίαν θρήνει, ἀλλὰ σαυτὸν τὸν οὕτω διακείμενον· μᾶλλον δὲ μὴ σαυτὸνθρήνει, ἀλλὰ διόρθου, μηδὲ χρήματα ζήτει, ἀλλ' ὃ μυρίων χρημάτων φαιδροτέρους ποιεῖ, τοῦτο δίωκε, φιλοσοφίαν καὶ ἀρετήν. Ταύτης μὲν γὰρ οὔσης, οὐδὲν πενίας βλάβος· ταύτης δὲ οὐκ οὔσης, οὐδὲν χρημάτων ὄφελος. Τί γὰρ ὄφελος, εἰπέ μοι, τῶν πλουτούντων μὲν, πενιχρὰς δὲ ἐχόντων ψυχάς; Οὐχ οὕτω σὺ σαυτὸν ταλανίζεις, ὡς ἐκεῖνος ὁ πλούσιος ἑαυτὸν, ὅτι μὴ τὰ πάντων ἔχει. Εἰ δὲ μὴ κλαίει, καθάπερ σὺ, ἀνάπτυξον αὐτοῦ τὸ συνειδὸς, καὶ ὄψει τοὺς θρήνους καὶ τοὺς κωκυτούς. Θέλεις σοι δείξω τὸν πλοῦτον τὸν σὸν, ἵνα παύσῃ μακαρίζων τοὺς ἐν χρήμασι πλουτοῦντας; Ὁρᾷς τουτονὶ τὸν οὐρανὸν, πῶς μὲν καλὸς, πῶς δὲ μέγας, πῶς δὲ ἐφ' ὑψηλοῦ κεῖται; Τούτου τοῦ κάλλους οὐχὶ πλέον μὲν ἀπολαύει ἐκεῖνος, οὐδ' ἂν δυνηθείη σε παρώσασθαι, καὶ αὐτοῦ ποιῆσαι τὸ πᾶν· ὥσπερ γὰρ δι' ἐκεῖνον γέγονεν, οὕτω καὶ διὰ σέ. Τί δὲ ὁ ἥλιος, τὸ φαιδρὸν τοῦτο ἄστρον καὶ τηλαυγὲς, καὶ τὰς ὄψεις ἡμῶν εὐφραῖνον, οὐχὶ κοινὸς ἅπασι καὶ οὗτος πρόκειται, καὶ πάντες ἀπολαύουσιν ἐξ ἴσης αὐτοῦ, καὶ πλούσιοι καὶ πένητες; ἀλλ' ὁ τῶν ἄστρων στέφανος, καὶ ὁ τῆς σελήνης κύκλος, οὐχ ὁμοίως πᾶσιν ἀνεῖται; Μᾶλλον δὲ, εἰ δεῖ τι θαυμαστὸν εἰπεῖν, πλέον ἡμεῖς οἱ πένητες ἀπολαύομεν, ἢ ἐκεῖνοι. Ἐκεῖνοι μὲν γὰρ τὰ πολλὰ μέθῃ βαπτιζόμενοι, καὶ ἐν κώμοις διάγοντες καὶ ὕπνῳ βαθεῖ, οὐδὲ ἐπαισθάνονται τούτων, ὑπωρόφιοι ὄντες καὶ σκιατραφούμενοι· οἱ δὲ πένητες μάλιστα πάντων εἰσὶν οἱ τοῖς στοιχείοις ἐντρυφῶντες τούτοις. Κἂν τὸν ἀέρα δὲ ἐξετάσῃς τὸν πανταχοῦ κεχυμένον, τὸν πένητα καθαρωτέρου καὶ πλείονος ἀπολαύοντα ὄψει. Καὶ γὰρ ὁδοιπόροι καὶ γεωργοὶ τῶν ἐν ἄστει μᾶλλον ἐντρυφῶσι τούτοις, καὶ αὐτῶν πάλιν τῶν ἐν ἄστει τούτων πλέον οἱ χειροτέχναι τῶν δι' ὅλης μεθυόντων τῆς ἡμέρας. Τί δὲ ἡ γῆ, οὐχὶ κοινὴ πᾶσιν ἀνεῖται; Οὐχὶ, φησί. Πῶς τοῦτο λέγεις; εἰπέ μοι. Ὅτι ὁ πλουτῶν καὶ ἐν ἄστει πλέθρα ἀπολαβὼν πλείονα, μακροὺς ἀνίστησι περιβόλους, καὶ ἐν ἀγροῖς πολλὰ ἀποτέμνεται μέρη. Τί οὖν, ἐπειδὴ ἀποτέμνεται αὐτὸς, αὐτῶν ἀπολαύει μόνος; Οὐδαμῶς, κἂν μυρία φιλονεικήσῃ· καὶ γὰρ τοὺς καρποὺς εἰς ἅπαντας ἀναγκάζεται διανέμειν, καὶ σῖτον καὶ οἶνον καὶ ἔλαιον σοὶ γεωργεῖ, καὶ διακονεῖται σοὶ πανταχοῦ. Καὶ τῶν περιβόλων τῶν μακρῶν καὶ τῶν οἰκημάτων, μετὰ τὴν ἄφατον δαπάνην καὶ τοὺς πόνους καὶ τὰς ταλαιπωρίας, σοὶ παρασκευάζει τὴν χρῆσιν, ὀλίγον παρὰ σοῦ τῆς τοσαύτης διακονίας ἀργύριον λαβών. Καὶ ἐν βαλανείοις καὶ πανταχοῦ τὸ αὐτὸ συμβαῖνον ἴδοι τις ἄν· τοὺς μὲν πλουτοῦντας καὶ χρήμασι καὶ φροντίσι καὶ πόνοις δαπανωμένους, τοὺς δὲ πένητας ὀλίγων ὀβολῶν μετὰ ἀδείας ἅπαντα καρπουμένους ταῦτα. Καὶ πλέον οὐδὲν ἀπολαύει σου τῆς γῆς· οὐ γὰρ δὴ ἐκεῖνος μὲν δέκα γαστέρας, σὺ δὲ μίαν πληροῖς. Ἀλλὰ πολυτελεστέρων αὐτὸς μετέχει σιτίων; Μάλιστα μὲν οὐ πολλὴ τοῦτο πλεονεξία· πλὴν κἀνταῦθά σε τὸν πλέον ἔχοντα εὑρήσομεν. Ἡ γὰρ πολυτέλεια αὕτη διὰ τοῦτό σοι ζηλωτὴ εἶναι δοκεῖ, ἐπειδὴ πλείονα ἔχει τὴν ἡδονήν· ἀλλ' αὕτη παρὰ τῷπένητι πλείων, οὐχ ἡδονὴ δὲ μόνον, ἀλλὰ καὶ ὑγεία· κἂν τούτῳ πλεονεκτεῖ μόνον ὁ πλούσιος, τῷ τὸ σῶμα ἀσθενέστερον κατασκευάζειν, καὶ πλείονας συνάγειν τὰς πηγὰς τῶν ἀῤῥωστημάτων. Τὰ μὲν γὰρ τοῦ πένητος κατὰ φύσιν οἰκονομεῖται πάντα, τὰ δὲ ἐκείνου διὰ τὴν ἀμετρίαν εἰς φθορὰν τελευτᾷ καὶ
12.1562.1
Εἰ δὲ βούλεσθε, καὶ ἐπὶ ὑποδείγματος αὐτὸ τοῦτο κατίδωμεν. Εἰ γὰρ δέοι κάμινον ἀνάψαι, εἶτα ὁ μὲν σηρικὰ ἱμάτια καὶ ὀθόνας λεπτὰς καταβάλλοι πολλὰς καὶ ἀπείρους, καὶ οὕτως αὐτὴν ἀνακαίοι, ὁ δὲ ξύλα δρυὸς καὶ πεύκης· τί πλέον ἔσχεν οὗτος ἐκείνου; Οὐδέν· ἀλλὰ καὶ ἔλαττον. Τί δέ; (οὐδὲν γὰρ κωλύει καὶ ἑτέρως τὸ αὐτὸ περιτρέψαι ὑπόδειγμα) εἰ ὁ μὲν ξύλα βάλλοι, ὁ δὲ σώματα ὑποκαίοι, ποίᾳ ἂν ἡδέως παρέστης καμίνῳ, τῇ τῶν ξύλων, ἢ τῇ τῶν σωμάτων; Εὔδηλον ὅτι τῇ τῶν ξύλων· ἐκείνη μὲν γὰρ κατὰ φύσιν καίεται, καὶ ἡδὺ θέαμα τοῖς ὁρῶσίν ἐστιν· αὕτη δὲ τῇ κνίσσῃ καὶ τῷ ἰχῶρι καὶ τῷ καπνῷ καὶ τῇ τῶν ὀστέων δυσωδίᾳ πάντας ἂν ἀπελάσειεν. Ἔφριξας ἀκούσας, καὶ ἐβδελύξω τὴν κάμινον; Τοιαῦται αἱ τῶν πλουσίων γαστέρες εἰσί. Πλείονα γὰρ ἐν τούτοις σηπεδόνα, ἢ ἐν τῇ καμίνῳ ἐκείνῃ εὕροι τις ἂν, καὶ πνεύματα δυσώδη καὶ ῥεύματα ἀκάθαρτα, τῷ πανταχοῦ καὶ ἐν ἑκάστῳ μορίῳ πολλὴν εἶναι τὴν ἀπεψίαν διὰ τὴν πλησμονήν. Τοῦ γὰρ κατὰ φύσιν θερμοῦ οὐκ ἀρκοῦντος ἅπαντα κατεργάσασθαι, ἀλλὰ καταχωννυμένου, ἐπίκειται ἐκεῖνα ἄνωθεν καπνιζόμενα, καὶ πολλὴν ποιοῦντα τὴν ἀηδίαν. Τίνι οὖν ἄν τις παραβάλοι τὰς ἐκείνων γαστέρας; ἀλλὰ μὴ δυσχεράνητε πρὸς τὸν λόγον, ἀλλ' εἰ μὴ ἀληθῆ λέγω, διελέγξατε· τίνι οὖν ἄν τις αὐτὰς παραβάλοι; οὐδὲ γὰρ ἀρκεῖ τὰ εἰρημένα δεῖξαι αὐτῶν τὴν ἀθλιότητα. Εὗρον καὶ ἑτέραν εἰκόνα. Τίνα δὴ ταύτην; Καθάπερ ἐπὶ τῶν ἀμαρῶν ἔνθα πολλοὶ οἱ φορυτοὶ κόπρου, χόρτου, καλάμης, λίθων, πηλοῦ, συνεχεῖς ἐμφράξεις γίνονται, καὶ ὑπερεκχεῖται λοιπὸν ἄνωθεν ἡ τοῦ βορβόρου ῥύμη· οὕτω καὶ ἐπὶ τῆς τούτων κοιλίας συμβαίνει· φραττομένης γὰρ αὐτῆς κάτωθεν, ἄνωθεν ἀναβλύζει τὰ πλείονα τῶν πονηρῶν τούτων ῥευμάτων. Ἀλλ' οὐκ ἐπὶ τῶν πενήτων οὕτως ἀλλ' ὥσπερ αἱ τὰ καθαρὰ προχέουσαι ῥεῖθρα πηγαὶ, καὶ κήπους ἄρδουσαι καὶ παραδείσους, οὕτω καὶ αἱ τούτων γαστέρες εἰσὶ καθαραὶ τῶν τοιούτων περιττευμάτων. Ἀλλ' οὐχ αἱ τῶν πλουτούντων, μᾶλλον δὲ τρυφώντων, τοιαῦται, ἀλλὰ χυμῶν, φλεγμάτων, χολῆς, αἵματος διεφθορότος, ῥεύματος σεσηπότος, καὶ τῶν ἄλλων τῶν τοιούτων εἰσὶ πεπληρωμέναι. Διόπερ οὐδεὶς κἂν πρὸς βραχὺν ἀρκέσει χρόνον διαπαντὸς ἐν τρυφῇ ζῶν, ἀλλ' ἐν ἀῤῥωστίαις βιώσεται διηνεκέσι. Διὸ καὶ ἡδέως ἂν ἠρόμην αὐτοὺς, τίνος ἕνεκεν τὰ σιτία δέδοται· ἵνα φθειρώμεθα, ἢ ἵνα τρεφώμεθα; ἵνα νοσῶμεν, ἢ ἵνα ὑγιαίνωμεν; ἵνα ἀσθενῶμεν, ἢ ἵνα ἰσχύωμεν; Εὔδηλον ὅτι διὰ τροφὴν καὶ ὑγείαν καὶ ἰσχύν. Τίνος οὖν ἕνεκεν εἰς τοὐναντίον αὐτοῖς ἀποκέχρησθε, νόσον καὶ ἀσθένειαν διὰ τούτων δημιουργοῦντες τῷ σώματι; Ἀλλ' οὐχ ὁ πένης, ἀλλ' ὑγείαν καὶ εὐρωστίαν καὶ ἰσχὺν διὰ τῆς λιτῆς ὠνεῖται τροφῆς. Μὴ δὴ κλαῖε διὰ πενίαν τὴν ὑγείας μητέρα, ἀλλὰ καὶ ἀγάλλου· καὶ, εἰ βούλει πλουτεῖν, καταφρόνει πλούτου. Οὐ γὰρ τὸ χρήματα ἔχειν, ἀλλὰ τὸ μὴ δεῖσθαι τοῦ ἔχειν, τοῦτο μάλιστα εὐπορία. Ἂν τοῦτο κατορθώσωμεν, καὶ ἐνταῦθα τῶν πλουτούντων πάντων εὐπορώτεροι ἐσόμεθα, καὶ ἐκεῖ τῶν μελλόντων ἐπιτευξόμεθα ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.