Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In epistulam ii ad Corinthios
John ChrysostomCori 13 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
13.0.1
Τὸ στόμα ἡμῶν ἀνέῳγε πρὸς ὑμᾶς, Κορίνθιοι, ἡ καρδία ἡμῶν πεπλάτυνται. Οὐ στενοχωρεῖσθε ἐν ἡμῖν, στενοχωρεῖσθε δὲ ἐν τοῖς σπλάγχνοις ὑμῶν.
13.1.1
Διηγησάμενος περὶ τῶν ἑαυτοῦ πειρασμῶν καὶ θλίψεων· Ἐν ὑπομονῇ γὰρ, φησὶν, ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις, ἐν πληγαῖς, ἐν φυλακαῖς, ἐν ἀκαταστασίαις, ἐν κόποις, ἐν ἀγρυπνίαις· καὶ δείξας ὅτι μέγα ἀγαθὸν τὸ πρᾶγμα· Ὡς λυπούμενοι γὰρ, φησὶν, ἀεὶ δὲ χαίροντες· ὡς πτωχοὶ, πολλοὺς δὲ πλουτίζοντες· ὡς μηδὲν ἔχοντες, καὶ πάντα κατέχοντες· καὶ ὅπλα αὐτὰ εἰπών· Ὡς παιδευόμενοι γὰρ, φησὶ, καὶ μὴ θανατούμενοι· καὶ τοῦ Θεοῦ τὴν πολλὴν κηδεμονίαν διὰ τούτων ἐμφήνας καὶ τὴν δύναμιν· Ἵνα γὰρ ἡ ὑπερβολὴ τῆς δυνάμεως ᾖ τοῦ Θεοῦ, φησὶ, καὶ μὴ ἐξ ἡμῶν· καὶ τοὺς ἄθλους αὐτοῦ καταλέξας· Πάντοτε γὰρ τὴν νέκρωσιν αὐτοῦ, φησὶ, περιφέρομεν· καὶ ὅτι ἀναστάσεως τοῦτο ἀπόδειξις σαφής· Ἵνα γὰρ καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ φανερωθῇ ἐν τῇ θνητῇ σαρκὶ ἡμῶν, φησί· καὶ ὧν γέγονε κοινωνὸς, καὶ τίνα ἐπιστεύθη· Ὑπὲρ Χριστοῦ γὰρ πρεσβεύομεν, φησὶν, ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι' ἡμῶν· καὶ τίνων ἐστὶ διάκονος, ὅτι οὐ γράμματος, ἀλλὰ πνεύματος· καὶ ὅτι οὐ τούτῳ μόνον αἰδέσιμος, ἀλλὰ καὶ τοῖς πειρασμοῖς· Τῷ Θεῷ γὰρ, φησὶ, χάρις τῷ πάντοτε ἡμᾶς θριαμβεύοντι· μέλλει λοιπὸν αὐτοῖς καὶ ἐπιτιμᾷν, ὡς οὐ σφόδρα περὶ αὐτὸν διακειμένοις. Ἀλλὰ μέλλων, οὐκ εὐθέως ἐπὶ τοῦτο ἔρχεται, ἀλλὰ πρότερον τὰ περὶ τῆς ἀγάπης εἰπὼν, ἣν περὶ αὐτοὺς ἐπεδείκνυτο, τότε ἐμβαίνει καὶ εἰς τὸν περὶ τούτων λόγον. Εἰ γὰρ καὶ ἀπὸ τῶν οἰκείων κατορθωμάτων αἰδέσιμος ὁ ἐπιτιμῶν εἴη, ἀλλ' ὅμως ὅταν καὶ τὴν φιλίαν, ἣν ἔχει πρὸς τοὺς ἐγκαλουμένους, ἐπιδείξηται, ἀνεπαχθέστερον ποιεῖ τὸν λόγον. Διὰ τοῦτο καὶ αὐτὸς ἀπὸ τῶν πειρασμῶν καὶ τῶν ἱδρώτων τῶν ἑαυτοῦ καὶ τῶν ἀγώνων ἐκβὰς, εἰς τὸν περὶ τῆς ἀγάπης μεταβαίνει λόγον, καὶ οὕτως αὐτῶν καθάπτεται. Τίνα οὖν ἐστι τὰ τῆς ἀγάπης ἐνδεικτικά; Τὸ στόμα ἡμῶν ἀνέῳγε πρὸς ὑμᾶς, Κορίνθιοι. Καὶ ποῖον τοῦτο σημεῖον ἀγάπης; τί δὲ καὶ ἔστιν ὅλως τὸ εἰρημένον; Οὐκ ἀνεχόμεθα, φησὶ, σιγᾷν πρὸς ὑμᾶς, ἀλλ' ἀεὶ βουλόμεθα καὶ ἐπιθυμοῦμεν φθέγγεσθαι καὶ διαλέγεσθαι ὑμῖν· ὅπερ ἔθος τῶν ἀγαπώντων ἐστί. Καὶ γὰρ ὅπερ εἰσὶν ἐπὶ σώματος περιπλοκαὶ χειρῶν, τοῦτο ἐπὶ ψυχῆς συνουσία λόγου Μετὰ δὲ τούτου καὶ ἕτερον αἰνίττεται. Ποῖον δὴ τοῦτο; Ὅτι πάντα μετὰ παῤῥησίας ὑμῖν διαλεγόμεθα, ὡς ἀγαπητοῖς, καὶ οὐδὲν ὑποστελλόμενοι οὐδὲ ταμιευόμενοι. Ἐπειδὴ γὰρ λοιπὸν μέλλει ἐπιτιμᾷν, συγγνώμην αἰτεῖ, αὐτὸ τὸ ἐπιτιμᾷν μετὰ παῤῥησίας ἀπόδειξιν ποιούμενος τοῦ σφόδρα αὐτοὺς φιλεῖν. Καὶ ἡ προσθήκη δὲ τοῦ ὀνόματος φιλίας πολλῆς καὶ διαθέσεως καὶ θερμότητος· καὶ γὰρ εἰώθαμεν τῶν ἀγαπωμένων συνεχῶς γυμνὰ τὰ ὀνόματα περιστρέφειν. Ἡ καρδία ἡμῶν πεπλάτυνται. Καθάπερ γὰρ τὸ θερμαῖνον εὐρύνειν εἴωθεν· οὕτω καὶ τῆς ἀγάπης ἔργον τὸ πλατύνειν ἐστί. Θερμὴ γάρ ἐστιν ἡ ἀρετὴ καὶ ζέουσα. Αὕτη καὶ τὸ στόμα ἀνεπέτασε Παύλου, καὶ τὴν καρδίαν ἐπλάτυνεν. Οὐδὲ γὰρ τῷ στόματι μόνον φιλῶ, φησὶν, ἀλλὰ καὶ τὴν καρδίαν συνᾴδουσαν ἔχω. Διὰ τοῦτο μετὰ παῤῥησίας φθέγγομαι, ὅλῳ τῷ στόματι, ὅλῃ τῇ διανοίᾳ. Οὐδὲν γὰρ τῆς Παύλου καρδίας πλατύτερον, ἣ τοὺς πιστοὺς ἅπαντας, καθάπερ ἄν τις ἐρώμενον, οὕτω σφοδρῶς ἠγάπα, οὐ σχιζομένης αὐτοῦ τῆς φιλίας καὶ ἀσθενεστέρας γινομένης, ἀλλ' ὁλοκλήρου ἐν ἑκάστῳ μενούσης. Καὶ τί θαυμαστὸν ἐπὶ πιστῶν, ὅπου γε καὶ ἐπὶ τῶν ἀπίστων τὴν οἰκουμένην πᾶσαν ἐδέχετο ἡ καρδία Παύλου; Διὰ τοῦτο οὐκ εἶπε, Φιλῶ ὑμᾶς, ἀλλ' ἐμφαντικώτερον, Τὸ στόμα ἡμῶν ἀνέῳγεν, ἡ καρδία ἡμῶν πεπλάτυνται· πάντας ἔνδον ἔχομεν· καὶ οὐδὲ τοῦτο ἁπλῶς, ἀλλὰ μετ' εὐρυχωρίας πολλῆς. Ὁ γὰρ φιλούμενος, μετὰ πολλῆς ἔνδον ἐν τῇ καρδίᾳ τοῦ φιλοῦντος βαδίζει τῆς ἀδείας· διό φησιν, Οὐ στενοχωρεῖσθε ἐν ἡμῖν, στενοχωρεῖσθε δὲ ἐν τοῖς σπλάγχνοις ὑμῶν. Καὶ τὴν ἐπιτίμησιν ὅρα μετὰ φειδοῦς γινομένην· ὃ τῶν σφόδρα φιλούντων ἐστίν. Οὐκ εἶπεν, Οὐ φιλεῖτε ἡμᾶς, ἀλλ', Οὐ μετὰ τοῦ αὐτοῦ μέτρου· οὐ γὰρ βούλεται αὐτῶν σφόδρα καθάψασθαι. Καὶ πανταχοῦ δὲ ἴδοι τις ἂν πῶς ἐκκαίεται τῶν πιστῶν, ἐκλέγων ἑκάστης ἐπιστολῆς αὐτοῦ τὰ ῥήματα. Ῥωμαίοις μὲν γάρ φησιν, Ἐπιποθῶ δὲ ἰδεῖν ὑμᾶς· καὶ, Πολλάκις προεθέμην ἐλθεῖν πρὸς ὑμᾶς· καὶ, Εἴ πως ἤδη ποτὲ εὐοδωθήσομαι ἐλθεῖν πρὸς ὑμᾶς. Γαλάταις δέ φησι, Τεκνία μου, οὓς πάλιν ὠδίνω· Ἐφεσίοις πάλιν, Τούτου χάριν κάμπτω τὰ γόνατά μου ὑπὲρ ὑμῶν. Φιλιππησίοις δὲ, Τίς γάρ μοί ἐστιν ἐλπὶς ἢ χαρὰ ἢ στέφανος καυχήσεως; ἢ οὐχὶ καὶ ὑμεῖς; καὶ ἐν τῇ καρδίᾳ καὶ ἐν τοῖς δεσμοῖς αὐτοὺς περιφέρειν ἔλεγε· Κολασσαεῦσι δὲ, Θέλω δὲ ὑμᾶς εἰδέναι ἡλίκον ἀγῶνα ἔχω ὑπὲρ ὑμῶν, καὶ ὅσοι οὐχ ἑωράκασί με ἐν σαρκὶ, ἵνα παρακληθῶσιν αἱ καρδίαι ὑμῶν· Θεσσαλονικεῦσι δὲ, Ὡς ἂν τροφὸς θάλπῃ τὰ ἑαυτῆς τέκνα, οὕτως ἱμειρόμενοι ὑμῶν εὐδοκοῦμεν ὑμῖν μεταδοῦναι οὐ μόνον τὸ Εὐαγγέλιον, ἀλλὰ καὶ τὰς ἑαυτῶν ψυχάς· Τιμοθέῳ δὲ, Μεμνημένος σου τῶν δακρύων, ἵνα χαρᾶς πληρωθῶ· Τίτῳ δὲ, Τῷ ἀγαπητῷ τέκνῳ· καὶ Φιλήμονι ὁμοίως.
13.2.1
Καὶ Ἑβραίοις δὲ πολλὰ ἕτερα τοιαῦτα γράφει, καὶ οὐ παύεται παρακαλῶν, καὶ λέγων, Ἔτι μικρὸν ὅσον, ὁ ἐρχόμενος ἥξει, καὶ οὐ χρονιεῖ· καθάπερ παῖδας δυσχεραίνοντας μήτηρ. Οὕτω καὶ αὐτοῖς, Οὐ στενοχωρεῖσθε ἐν ἡμῖν, φησίν. Οὐ λέγει δὲ μόνον ὅτι φιλεῖ, ἀλλ' ὅτι καὶ φιλεῖται παρ' αὐτῶν, ἵνα καὶ ταύτῃ μᾶλλον αὐτοὺς ἐπισπάσηται. Καίτοι τοῖς μὲν τοῦτο μαρτυρῶν φησιν, ὅτι Ἦλθε Τίτος ἀπαγγέλλων ἡμῖν τὴν ὑμῶν ἐπιπόθησιν, τὸν ὑμῶν ὀδυρμὸν, τὸν ὑμῶν ζῆλον· καὶ Γαλάταις, Εἰ δυνατὸν, τοὺς ὀφθαλμοὺς ὑμῶν ἐξορύξαντες ἂν ἐδώκατέ μοι· καὶ Θεσσαλονικεῦσιν, Ὁποίαν εἴσοδον ἔσχομεν πρὸς ὑμᾶς· καὶ Τιμοθέῳ δὲ, Μεμνημένος σου τῶν δακρύων, ἵνα χαρᾶς πληρωθῶ. Καὶ πανταχοῦ δὲ τῶν Ἐπιστολῶν εὕροι τις ἂν αὐτὸν τοῦτο μαρτυροῦντα τοῖς μαθηταῖς, καὶ ὅτι ἐφίλησε καὶ ὅτι φιλεῖται· οὐ μὴν ὁμοίως. Καὶ ἐνταῦθά φησιν, Εἰ καὶ περισσοτέρως ὑμᾶς ἀγαπῶν, ἧττον ἀγαπῶμαι. Ἀλλὰ τοῦτο μὲν πρὸς τῷ τέλει, τέως δὲ σφοδρότερον, Οὐ στενοχωρεῖσθε ἐν ἡμῖν, στενοχωρεῖσθε δὲ ἐν τοῖς σπλάγχνοις ὑμῶν. Ὑμεῖς ἕνα δέχεσθε, φησὶν, ἐγὼ δὲ πόλιν ὁλόκληρον, καὶ δῆμον τοσοῦτον. Καὶ οὐκ εἶπεν, Οὐ δέχεσθε ἡμᾶς, ἀλλ' ὅτι Στενοχωρεῖσθε· τὸ αὐτὸ μὲν αἰνιττόμενος, μετὰ φειδοῦς δὲ, καὶ τοῦ μὴ σφόδρα καθάψασθαι. Τὴν δὲ αὐτὴν ἀντιμισθίαν, ὡς τέκνοις λέγω, πλατύνθητε καὶ ὑμεῖς. Καίτοι οὐκ ἔστιν ἴσον, πρότερον ἀγαπηθῆναι, εἶτα ἀγαπῆσαι. Κἂν γὰρ τὸ ἴσον τις εἰσενέγκῃ μέτρον, ἠλάττωται τῷ δεύτερος ἐπανελθεῖν. Ἀλλ' ὅμως οὐδὲν ἀκριβολογοῦμαι, φησὶ, κἂν παρ' ἐμοῦ λαβόντες τὰς ἀρχὰς τὸ αὐτὸ μέτρον ἐπιδείξησθε, ἀγαπῶ καὶ στέργω. Εἶτα ἵνα δείξῃ, ὅτι καὶ ὀφειλὴ τὸ πρᾶγμα ἦν, καὶ ὅτι κολακείας ἐκτὸς τὰ εἰρημένα, Ὡς τέκνοις λέγω, φησί. Τί ἐστιν, Ὡς τέκνοις; Οὐδὲν μέγα αἰτῶ, εἰ πατὴρ ὢν βούλομαι φιλεῖσθαι παρ' ὑμῶν. Καὶ ὅρα σύνεσιν καὶ μετριοφροσύνην. Οὐ τίθησιν ἐνταῦθα τοὺς κινδύνους τοὺς ὑπὲρ αὐτῶν καὶ τοὺς πόνους καὶ τοὺς θανάτους, καίτοι πολλὰ ἔχων εἰπεῖν· οὕτως ἐστὶν ἄτυφος· ἀλλὰ τὸ φιλεῖν· καὶ διὰ τοῦτο ἀξιοῖ φιλεῖσθαι, Ὅτι πατὴρ ὑμῶν ἐγενόμην, φησὶν, ὅτι σφόδρα ὑμῶν περικαίομαι· ὃ μάλιστα προσίσταται τῷ φιλουμένῳ πολλάκις, ὅταν τις αὐτῷ τὰς εὐεργεσίας προσφέρῃ· δοκεῖ γὰρ ὀνειδίζειν. Διὸ οὐ ποιεῖ τοῦτο Παῦλος, ἀλλ', Ὡς τέκνα πατέρα ἀγαπήσατε, φησίν· ὃ τῆς φύσεως μᾶλλόν ἐστι, καὶ ὀφειλόμενον ἑκάστῳ πατρί. Εἶτα ἵνα μὴ δόξῃ δι' ἑαυτὸν ταῦτα λέγειν, δείκνυσιν ὅτι διὰ τὸ ἐκείνων κέρδος καὶ τὴν παρ' αὐτῶν ἐπισπᾶται φιλίαν· διὸ καὶ ἐπήγαγε, Μὴ γίνεσθε ἑτεροζυγοῦντες ἀπίστοις. Καὶοὐκ εἶπε, Μὴ ἀναμίγνυσθε ἀπίστοις, ἀλλὰ μᾶλλον αὐτῶν καθαπτόμενος ἅτε ἀδικούντων τὸ δίκαιον, Μὴ ἐκκλίνητε ἑαυτοὺς, φησί. Τίς γὰρ μετοχὴ δικαιοσύνῃ καὶ ἀνομίᾳ; Ἐνταῦθα λοιπὸν σύγκρισιν ποιεῖται οὐχὶ τῆς ἑαυτοῦ ἀγάπης, καὶ τῆς ἐκείνων τῶν διαφθειρόντων αὐτοὺς, ἀλλὰ τῆς αὐτῶν εὐγενείας, καὶ τῆς ἐκείνων ἀτιμίας· οὕτω γὰρ καὶ σεμνότερος ὁ λόγος γέγονε, καὶ αὐτῷ πρεπωδέστερος, καὶ μᾶλλον αὐτοὺς ἐπεσπᾶτο. Ὡς ἂν εἴ τις παιδὶ τῶν γεγεννηκότων ὑπερορῶντι καὶ μιαροῖς ἑαυτὸν ἐκδιδόντι λέγοι, Τί ποιεῖς, ὦ παιδίον; τοῦ μὲν πατρὸς καταφρονεῖ, προτιμᾷς δὲ τοὺς μιαροὺς ἄνδρας, καὶ μυρίας γέμοντας κακίας; οὐκ οἶσθα πόσον αὐτῶν βελτίων εἶ καὶ σεμνότερος; Οὕτω γὰρ μᾶλλον αὐτὸν ἀφίστησι τῆς ἐκείνων συνουσίας, ἢ εἰ τὸν πατέρα θαυμάζοι. Ἂν μὲν γὰρ λέγῃ, Οὐκ οἶσθα πόσον ἐστὶν ὁ πατήρ σου βελτίων ἐκείνων; οὐδὲν τοσοῦτον ἐργάσεται· ἂν δὲ τὸν πατέρα ἀφεὶς, αὐτὸν αὐτῶν προκρίνῃ, λέγων, Οὐκ οἶσθα τίς μὲν σὺ, τίνες δὲ ἐκεῖνοι; οὐκ ἐννοεῖς σου τὴν εὐγένειαν καὶ τὴν ἐλευθερίαν, καὶ τὴν ἀτιμίαν τὴν ἐκείνων; τίς γὰρ κοινωνία σοι κἀκείνοις τοῖς κλέπταις, τοῖς μοιχοῖς, τοῖς γόησι; ταχέως αὐτὸν τοῖς ἐγκωμίοις τοῖς αὐτοῦ πτερώσας, ἀποῤῥαγῆναι ἐκείνων παρασκευάσει. Τὸν μὲν γὰρ πρότερον οὐ σφόδρα δέξεται λόγον, ὅτι κατηγορία αὐτοῦ ἐστιν ἡ προτίμησις τοῦ πατρὸς, ὅταν μὴ μόνον πατέρα φαίνηται λυπῶν, ἀλλὰ καὶ πατέρα τοιοῦτον· ἐνταῦθα δὲ οὐκέτι οὐδὲν τοιοῦτον πείσεται. Οὐδεὶς γὰρ ἂν ἕλοιτο μὴ ἐγκωμιάζεσθαι· καὶ δι' αὐτοῦ δὴ, μετὰ τῶν ἐπαίνων τοῦ ἀκούοντος, ὁ ἔλεγχος γίνεται εὐπαράδεκτος. Χαλᾶται γὰρ ὁ ἀκροατὴς, καὶ φρονήματος πληροῦται μεγάλου, καὶ διαπτύει τὴν ἐκείνων συνουσίαν. Οὐ τοῦτο δὲ μόνον αὐτοῦ ἐστι τὸ θαυμαστὸν, ὅτι οὕτω προήγαγε τὴν σύγκρισιν, ἀλλ' ὅτι καὶ ἕτερόν τι μεῖζον ἐπενόησε, καὶ ἐκπληκτικώτερον· πρῶτον μὲν κατ' ἐρώτησιν προαγαγὼν τὸν λόγον, ὅπερ τῶν σαφῶν καὶ ὁμολογουμένων ἐστίν· ἔπειτα δὲ πλατύνων τῇ πυκνότητι καὶ τῷ πλήθει τῶν ὀνομάτων. Οὐ γὰρ ἓν καὶ δύο καὶ τρία, ἀλλὰ πλείονα πρὸς τούτοις ἀντὶ τῶν προσώπων τὰ ὀνόματα τῶν πραγμάτων τίθησι, καὶ ἄκραν ἐνταῦθα ἀρετὴν, καὶ ἐσχάτην ἐκεῖ κακίαν ὑπογράφει· καὶ πολὺ τὸ μέσον καὶ ἄπειρον δείκνυσιν, ὡς μηδὲ δεηθῆναι κατασκευῆς. Τίς γὰρ, φησὶ, μετοχὴ δικαιοσύνῃ καὶ ἀνομίᾳ; τίς δὲ κοινωνία φωτὶ πρὸς σκότος; τίς δὲ συμφώνησις Χριστῷ πρὸς Βελίαρ; ἢ τίς μερὶς πιστῷ μετὰ ἀπίστου; ἢ τίς συγκατάθεσις ναῷ Θεοῦ μετὰ εἰδώλων;
13.3.1
Εἶδες πῶς γυμνὰ τὰ ὀνόματα τίθησι, καὶ ἀρκοῦντα αὐτῷ πρὸς ἀποτροπήν; Οὐδὲ γὰρ εἶπε, Παρανομίᾳ, ὃ πλέον ἦν, οὐδὲ εἶπε, Τοῖς τοῦ φωτὸς, καὶ τοῖς τοῦ σκότους· ἀλλ' αὐτὰ τὰ ἐναντία τίθησι, τὰ ἀπαράδεκτα τῶν ἐναντίων, φῶς καὶ σκότος. Οὐδὲ εἶπε, Τοῖς τοῦ Χριστοῦ καὶ τοῖς τοῦ διαβόλου, ἀλλ' ὃ πολλῷ πλέον ἀφειστήκει, Χριστῷ καὶ Βελίαρ· τῇ Ἑβραϊκῇφωνῇ τὸν ἀποστάτην καλέσας οὕτως. Ἢ τίς μερὶς πιστῷ μετὰ ἀπίστου; Ἐνταῦθα λοιπὸν, ἵνα μὴ δόξῃ κακίας ἁπλῶς κατηγορίαν, καὶ ἀρετῆς ἐγκώμιον διεξιέναι, μέμνηται καὶ προσώπων ἀδιορίστως. Καὶ οὐκ εἶπε κοινωνίαν, ἀλλὰ τὰ ἔπαθλα τέθεικε, μερίδα εἰπών. Τίς συγκατάθεσις ναῷ Θεοῦ μετὰ εἰδώλων; ὑμεῖς γὰρ ναὸς Θεοῦ ἐστε ζῶντος. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Οὔτε ὁ βασιλεὺς ὑμῶν ἔχει τι κοινὸν πρὸς αὐτόν· (Τίς γὰρ συμφωνία Χριστῷ πρὸς Βελίαρ;) οὔτε τὰ πράγματα· Τίς γὰρ κοινωνία φωτὶ πρὸς σκότος; Οὐκοῦν οὐδὲ ὑμᾶς δεῖ. Καὶ πρῶτον τίθησι τὸν βασιλέα, καὶ δεύτερον αὐτοὺς, τούτῳ μάλιστα αὐτοὺς ἀποσχίζων. Εἶτα εἰπὼν, Ναῷ Θεοῦ μετὰ εἰδώλων, καὶ ἀποφηνάμενος, ὅτι Ὑμεῖς γὰρ ναὸς Θεοῦ ζῶντος. ἀναγκαίως καὶ τὴν μαρτυρίαν ἐπάγει, δεικνὺς ὅτι οὐ κολακεία τὸ πρᾶγμά ἐστιν. Ὁ γὰρ ἐγκωμιάζων, ἂν μὴ καὶ ἀπόδειξιν παρέχηται, δοκεῖ κολακεύειν. Τίς οὖν ἡ μαρτυρία; Ἐνοικήσω γὰρ ἐν αὐτοῖς, φησὶ, καὶ ἐμπεριπατήσω. Ἐνοικήσω ἐν ναοῖς, καὶ ἐμπεριπατήσω· τὴν πλείονα πρὸς αὐτοὺς σχέσιν δηλῶν. Καὶ ἔσονταί μοι εἰς λαὸν, καὶ ἐγὼ ἔσομαι αὐτοῖς εἰς Θεόν. Τί, φησί; Θεὸν φέρεις ἐν σεαυτῷ, καὶ πρὸς ἐκείνους τρέχεις; Θεὸν τὸν οὐδὲν ἔχοντα κοινὸν πρὸς αὐτούς; καὶ ποῦ ταῦτα ἄξια συγγνώμης; ἐννόησον τίς ἐμπεριπατεῖ σοι, τίς ἐνοικεῖ. Διὸ ἐξέλθετε ἐκ μέσου αὐτῶν, καὶ ἀφορίσθητε, καὶ ἀκαθάρτου μὴ ἅπτεσθε· κἀγὼ εἰσδέξομαι ὑμᾶς, λέγει Κύριος. Καὶ οὐκ εἶπε, Μὴ πράττετε ἀκάθαρτα· ἀλλὰ πλείονα ἀκρίβειαν ζητῶν, Μηδὲ ἅπτεσθε, φησὶ, μηδὲ ἐγγὺς γίνεσθε. Τί δέ ἐστι μολυσμὸς σαρκός; Μοιχεία, πορνεία, ἀσέλγεια πᾶσα. Τί δὲ ψυχῆς; Ἀκάθαρτοι λογισμοὶ ὡς τὸ ἐμβλέψαι ἀκολάστοις ὀφθαλμοῖς, μνησικακίαι, δόλοι, καὶ ὅσα τοιαῦτα. Βούλεται τοίνυν ἑκατέρωθεν εἶναι καθαρούς. Εἶδες τὸ ἔπαθλον ὅσον; Τὸ ἀπαλλαγῆναι τῶν πονηρῶν, τὸ ἑνωθῆναι Θεῷ. Ἄκουε καὶ τῶν ἑξῆς· Καὶ ἔσομαι ὑμῖν εἰς πατέρα, καὶ ὑμεῖς ἔσεσθέ μοι εἰς υἱοὺς καὶ θυγατέρας, λέγει Κύριος. Εἶδες ἄνωθεν τὴν παροῦσαν εὐγένειαν τὸν προφήτην προαναφωνοῦντα, τὴν διὰ τῆς χάριτος ἀναγέννησιν; Ταύτας οὖν ἔχοντες τὰς ἐπαγγελίας, ἀγαπητοί. Ποίας; Τὸ ναοὺς Θεοῦ εἶναι, τὸ υἱοὺς καὶ θυγατέρας, τὸ ἔνοικον αὐτὸν ἔχειν καὶ ἐμπεριπατοῦντα, τὸ λαὸν αὐτοῦ γίνεσθαι, τὸ τὸν Θεὸν αὐτὸν καὶ πατέρα κεκτῆσθαι. Καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος. Μήτε ἀκαθάρτων ἁπτώμεθα· τοῦτο γὰρ σαρκὸς μολυσμός· μήτε τῶν τὴν ψυχὴν μολυνόντων· οὗτος γὰρ πνεύματος. Καὶ οὐκ ἀρκεῖται τούτῳ μόνον, ἀλλὰ καὶ ἐπάγει, Ἐπιτελοῦντες ἁγιωσύνην ἐν φόβῳ Θεοῦ. Οὐ γὰρ τὸ μὴ ἀκαθάρτου ἅπτεσθαι ποιεῖ καθαρὸν, ἀλλὰ καὶ ἑτέρου τινὸς ἡμῖν δεῖ ὥστε γενέσθαι ἡμᾶς ἁγίους, σπουδῆς, προσοχῆς, εὐλαβείας. Καὶ καλῶς εἶπε, Ἐν φόβῳ Θεοῦ. Ἔστι γὰρ ἐπιτελεῖν σωφροσύνην, οὐκ ἐν φόβῳ Θεοῦ, ἀλλὰ διὰ κενοδοξίαν. Μετὰ δὲ τούτου καὶ ἕτερον αἰνίττεται εἰπὼν, Ἐν φόβῳ Θεοῦ, τὸν τρόπον, καθ' ὃν ἂν ἀνυσθείη ἡ ἁγιωσύνη. Εἰ γὰρ καὶ τυραννικὸν ἡ ἐπιθυμία, ἀλλ', ἂν ἐπιτειχίσῃς τὸν τοῦ Θεοῦ φόβον, κατέλυσας τὴναὐτῆς μανίαν. Ἁγιωσύνην δὲ ἐνταῦθα οὐχὶ σωφροσύνην μόνον λέγει, ἀλλὰ τὴν πάσης ἁμαρτίας ἀπαλλαγήν· ἅγιος γάρ ἐστιν ὁ καθαρός. Καθαρὸς δὲ ἄν τις γένοιτο, οὐχὶ εἰ πορνείας ἀπαλλαγείη μόνον, ἀλλὰ καὶ πλεονεξίας καὶ βασκανίας καὶ ἀπονοίας καὶ κενοδοξίας· καὶ μάλιστα κενοδοξίας, ἣν πανταχοῦ μὲν φυγεῖν δεῖ, πολλῷ δὲ πλέον ἐπὶ ἐλεημοσύνης· ἐπεὶ οὐδ' ἂν εἴη ἐλεημοσύνη, εἰ τοῦτο ἔχει τὸ νόσημα, ἀλλ' ἐπίδειξις καὶ ὠμότης. Ὅταν γὰρ μὴ ἐλεῶν, ἀλλ' ἐκπομπεύων ποιῇς, οὐ μόνον οὐκ ἔστιν ἐλεημοσύνη τὸ τοιοῦτον, ἀλλὰ καὶ ὕβρις· παρεδειγμάτισας γὰρ τὸν ἀδελφόν. Οὐκ ἄρα τὸ διδόναι χρήματα, ἀλλὰ τὸ ἐλεοῦντα διδόναι, ἐλεημοσύνη. Ἐπεὶ καὶ οἱ ἐν τοῖς θεάτροις διδόασι καὶ παισὶ πεπορνευμένοις, καὶ ἑτέροις τοῖς ἐπὶ τῆς σκηνῆς, ἀλλ' οὐκ ἐλεημοσύνη τὸ τοιοῦτον· καὶ αὐτοὶ δὲ οἱ ὑβρίζοντες εἰς τὸ σῶμα τῶν πορνευομένων γυναικῶν διδόασιν, ἀλλ' οὐ φιλανθρωπία τοῦτο, ἀλλὰ παροινία. Τούτῳ καὶ ὁ κενόδοξος ἔοικε. Καθάπερ γὰρ ἐκεῖνος ὑβρίζων εἰς τὸ σῶμα τῆς πόρνης, μισθὸν αὐτῇ δίδωσι τῆς ὕβρεως· οὕτω καὶ σὺ μισθὸν ἀπαιτεῖς τὸν λαμβάνοντα τὴν ὕβριν, καὶ τὸ πονηρᾷ δόξῃ περιβαλεῖν καὶ σαυτὸν κἀκεῖνον. Καὶ μετὰ τούτων ἡ ζημία ἄφατος. Καθάπερ γὰρ θηρίον, καὶ κύων μαινόμενος ἐπιπηδῶν, οὕτως ἡμῶν ἁρπάζει τὰ ἀγαθὰ τὸ πονηρὸν τοῦτο νόσημα, καὶ ἡ ἀπανθρωπία αὕτη· καὶ γὰρ ἀπανθρωπία καὶ ὠμότης τὸ τοιοῦτόν ἐστι· μᾶλλον δὲ καὶ τούτου χαλεπώτερον. Ὁ μὲν γὰρ ὠμὸς οὐκ ἂν δοίη τῷ δεομένῳ· σὺ δὲ τούτου πλέον ποιεῖς· τοὺς βουλομένους δοῦναι κωλύεις. Ὅταν γὰρ ἐκπομπεύῃς τὴν δόσιν, καὶ τὴν δόξαν καθελεῖς τοῦ λαβόντος, καὶ τὸν μέλλοντα παρέχειν ἀνεχαίτισας, ἂν ῥᾴθυμος ᾖ. Οὐδὲ γὰρ δώσει λοιπὸν, ὡς εἰληφότι καὶ οὐχ οὕτω δεομένῳ, ἀλλὰ καὶ καταγνώσεται πολλάκις, ἂν προσελθὼν αἰτήσῃ μετὰ τὸ λαβεῖν, καὶ ἀναίσχυντον ἡγήσεται.
13.4.1
Ποία οὖν ἐλεημοσύνη τοῦτο, ὅταν καὶ σαυτὸν καταισχύνῃς, καὶ τὸν εἰληφότα, καὶ τὸν ἐπιτάξαντα διπλῆ, ὅτι τε αὐτὸν θεατὴν ἔχων τῆς ἐλεημοσύνης, ἐπιζητεῖς τοὺς τῶν συνδούλων ὀφθαλμοὺς μετ' ἐκεῖνον, καὶ ὅτι τὸν νόμον τὸν ταῦτα ἀπαγορεύοντα, κείμενον ὑπ' αὐτοῦ, παραβαίνεις; Ἐβουλόμην καὶ τοῖς ἄλλοις ἐπεξελθεῖν, καὶ νηστείᾳ καὶ εὐχῇ, καὶ δεῖξαι ὅσα καὶ ἐκεῖ λυμαίνεται ἡ κενοδοξία· ἀλλ' ἀνεμνήσθην, ὅτι λόγον τινὰ οὐκ ἤνυσα ἀναγκαῖον, ἐν τῇ πρὸ ταύτης διαλέξει. Τίς δὲ ὁ λόγος ἦν; Ἔλεγον ὅτι οἱ πένητες τῶν πλουτούντων πλεονεκτοῦσιν ἐν τοῖς βιωτικοῖς, ὅτι περὶ ὑγείας καὶ ἡδονῆς διελεγόμην· καὶ σαφῶς τοῦτο ἐδείκνυτο. Φέρε οὖν σήμερον αὐτὸ δείξωμεν, ὅτι οὐκ ἐν τοῖς βιωτικοῖς μόνον, ἀλλὰ καὶ ἐν τοῖς ἀνωτέρω παρὰ τούτοις τὸ πλέον ἐστί. Τί γὰρ εἰς βασιλείαν εἰσάγει, πλοῦτος ἢ πενία; Ἀκούσωμεν αὐτοῦ τοῦ τῶν οὐρανῶν Δεσπότου λέγοντος, περὶ μὲν ἐκείνων, ὅτι Εὐκοπώτερον κάμηλον εἰσελθεῖν διὰ τρυπήματος ῥαφίδος, ἢ πλούσιον εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· περὶ δὲ πενήτων τοὐναντίον. Εἰ γὰρθέλεις τέλειος εἶναι, πώλησόν σου τὰ ὑπάρχοντα. καὶ δὸς πτωχοῖς, καὶ δεῦρο, ἀκολούθει μοι, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανοῖς. Εἰ δὲ βούλεσθε, ἑκατέρωθεν ἴδωμεν τὸ εἰρημένον. Στενὴ, καὶ τεθλιμμένη ἡ ὁδὸς, φησὶν, ἡ ἀπάγουσα εἰς τὴν ζωήν. Τίς οὖν βαδίζει τὴν στενὴν, ὁ ἐν τρυφῇ, ἢ ὁ ἐν πτωχείᾳ; ὁ μόνος, ἢ ὁ μυρία βαστάζων φορτία; ὁ χαῦνος καὶ διαλελυμένος, ἢ ὁ φροντίζων καὶ μεμεριμνημένος; Ἀλλὰ τίς χρεία τῶν λογισμῶν, δέον ἐπ' αὐτὰ τὰ πρόσωπα ἐλθεῖν; Πένης ὁ Λάζαρος ἦν, καὶ σφόδρα πένης· πλούσιος δὲ ὁ παρατρέχων ἐν τῷ πυλῶνι κείμενον τοῦτον· τίς οὖν εἰσῆλθεν εἰς τὴν βασιλείαν, καὶ τοῖς κόλποις ἐνετρύφα τοῦ Ἀβραάμ; τίς δὲ ἀπετηγανίζετο, καὶ οὐδὲ σταγόνος ἦν κύριος; Ἀλλὰ καὶ πένητες ἀπολοῦνται πολλοὶ, φησὶ, καὶ πλούσιοι τῶν ἀποῤῥήτων ἐκείνων ἀπολαύσονται ἀγαθῶν. Τοὐναντίον μὲν οὖν ἔστιν ἰδεῖν, πλουσίους μὲν ὀλίγους, τῶν δὲ πενήτων πολλῷ πλείους σωζομένους. Σκόπει δὲ ἀκριβῶς ἐξετάζων τὰ τοῦ πλούτου κωλύματα, καὶ τὰ τῆς πενίας ἐλαττώματα· μᾶλλον δὲ οὔτε τοῦ πλούτου οὔτε τῆς πενίας, ἀλλ' ἑκάτερα τῶν κεκτημένων ἐστί· πλὴν ἀλλὰ ποῖον εὐκολώτερον ὅπλον ἴδωμεν. Τί οὖν ἡ πενία ἐλάττωμα ἔχειν δοκεῖ; Ψεῦδος. Τί δὲ ὁ πλοῦτος; Ὑπερηφανίαν, τὴν μητέρα τῶν κακῶν, ἣ καὶ τὸν διάβολον ἐποίησεν εἶναι διάβολον, οὐκ ὄντα τοιοῦτον ἔμπροσθεν. Πάλιν, ῥίζα πάντων τῶν κακῶν ἡ φιλαργυρία· τίς οὖν ἕστηκε τῆς ῥίζης ταύτης πλησίον, ὁ πλούσιος, ἢ ὁ πένης; οὐκ εὔδηλον ὅτι ὁ πλούσιος; Ὅσῳ γὰρ ἄν τις πλείονα περιβαλῆται, τοσούτῳ πλειόνων ἐρᾷ. Κενοδοξία πάλιν τὰ μυρία λυμαίνεται κατορθώματα· ἀλλὰ καὶ ταύτης πάλιν ἐγγὺς ὁ πλουτῶν ἐσκήνωται. Τὰ δὲ τοῦ πένητος, φησὶν, οὐ τιθεῖς, τὴν θλῖψιν, τὴν στενοχωρίαν; Ἀλλὰ τοῦτο καὶ τοῦ πλουτοῦντος κοινὸν, καὶ τούτου μᾶλλον ἢ τοῦ πένητος· ὥστε ἃ μὲν τῆς πενίας δοκεῖ εἶναι κακὰ, κοινὰ ἑκατέρων ἐστὶν, ἃ δὲ τοῦ πλούτου, μόνα ἐκείνου. Τί δὲ, φησὶν, ὅταν διὰ τὴν τῶν ἀναγκαίων ἀπορίαν πολλὰ δεινὰ ὁ πένης ἐργάζηται; Ἀλλ' οὐδεὶς πένης, οὐδεὶς τοσαῦτα ἐργάζεται δεινὰ δι' ἔνδειαν, ὅσα οἱ πλουτοῦντες διὰ τὸ πλείονα περιβάλλεσθαι, καὶ τὰ ἔνδον μὴ ἀπολλύναι. Οὐ γὰρ οὕτω πένης ἐφίεται τῶν ἀναγκαίων, ὡς τῶν περιττῶν ὁ πλουτῶν· οὐδ' αὖ τοσαύτην ἰσχὺν ἔχει πρὸς τὸ χρήσασθαι τῇ πονηρίᾳ, ὅσην δύναμιν οὗτος. Εἰ τοίνυν καὶ βούλεται μᾶλλον καὶ δύναται, εὔδηλον ὅτι μᾶλλον καὶ πλείονα ἐργάσεται. Οὐδὲ γὰρ οὕτω δέδοικεν ὁ πένης ὑπὲρ λιμοῦ, ὡς ὁ πλούσιος ὑπὲρ τῆς ἀπωλείας τῶν ὄντων τρέμει καὶ ἄγχεται, καὶ ὑπὲρ τοῦ μηδέπω τὰ πάντων λαβεῖν. Ὅταν οὖν καὶ κενοδοξίας ἑστήκῃ πλησίον καὶ ὑπερηφανίας καὶ φιλαργυρίας τῆς ῥίζης τῶν κακῶν ἁπάντων· ποίαν ἕξει σωτηρίας ἐλπίδα, ἂν μὴ πολλὴν ἐπιδείξηται φιλοσοφίαν, πῶς δὲ βαδιεῖται τὴν στενὴν ὁδόν; Μὴ τοίνυν τὰς τῶν πολλῶν δόξας περιφέρωμεν, ἀλλὰ τὰ πράγματα ἐξετάζωμεν. Πῶς γὰρ οὐκ ἄτοπον ὑπὲρ μὲν χρημάτων μὴ ἑτέροις πιστεύειν, ἀλλ' ἀριθμῷ καὶ ψήφῳ τοῦτο ἐπιτρέπειν· ὑπὲρ δὲ πραγμάτων ψηφιζομένους, ἁπλῶς ταῖς ἑτέρων παρασύρεσθαι δόξαις, καὶ ταῦτα ἀκριβῆ ζυγὸν ἁπάντων ἔχοντας καὶ γνώμονα καὶ κανόνα, τῶν θείων νόμων τὴν ἀπόφασιν; Διὸ παρακαλῶ καὶ δέομαι πάντων ὑμῶν, ἀφέντες τί τῷ δεῖνι καὶ τῷ δεῖνι δοκεῖ περὶ τούτων, παρὰ τῶν Γραφῶν ταῦτα ἅπαντα πυνθάνεσθε, καὶ τὸν ἀληθῆ πλοῦτον μαθόντες, τοῦτον διώκωμεν, ἵνακαὶ τῶν αἰωνίων ἐπιτύχωμεν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Intertext edge

Open linked passage

Note