In epistulam ii ad Corinthios
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
16.0.1
Διὰ τοῦτο παρακεκλήμεθα ἐπὶ τῇ παρακλήσει ὑμῶν· περισσοτέρως δὲ μᾶλλον ἐχάρημεν ἐπὶ τῇ χαρᾷ Τίτου, ὅτι ἀναπέπαυται τὸ πνεῦμα αὐτοῦ ἀπὸ πάντων ὑμῶν.
16.1.1
Ὅρα πάλιν πῶς ἐπαίρει αὐτῶν τὰ ἐγκώμια, καὶ δείκνυσι τὴν ἀγάπην. Εἰπὼν γὰρ, ὅτι Ἥσθην ὅτι τοσοῦτον ἡ ἐπιστολὴ ἤνυσε, καὶ ὅτι Τοσοῦτον ἐκερδάνετε· Χαίρω γὰρ, φησὶν, οὐχ ὅτι ἐλυπήθητε, ἀλλ' ὅτι ἐλυπήθητε εἰς μετάνοιαν· καὶ δείξας αὐτοῦ τὴν ἀγάπην· φησὶ γὰρ, ὅτι Εἰ καὶ ἔγραψα ὑμῖν, οὐχ ἕνεκεν τοῦ ἀδικήσαντος, οὐδὲ ἕνεκεν τοῦ ἀδικηθέντος, ἀλλ' ἕνεκεν τοῦ φανερωθῆναι τὴν σπουδὴν ἡμῶν τὴν ὑπὲρ ὑμῶν πρὸς ὑμᾶς· λέγει πάλιν ἄλλο σημεῖον τῆς αὐτῶν εὐνοίας, ὃ πολὺν αὐτοῖς φέρει τὸν ἔπαινον, καὶ δείκνυσι τῆς ἀγάπης αὐτῶν τὸ γνήσιον· Ἐπὶ γὰρ τῇ παρακλήσει ὑμῶν περισσοτέρως μᾶλλον ἐχάρημεν ἐπὶ τῇ χαρᾷ Τίτου, φησί. Καίτοι γε τοῦτο οὐκ ἔστι φιλοῦντος σφοδρῶς, τὸ ἐπ' ἐκείνῳ μᾶλλον χαρῆναι, ἢ ἐπ' αὐτοῖς. Ναὶ, φησίν· οὐδὲ γὰρ δι' ἐκεῖνον τοσοῦτον, ὅσον δι' ὑμᾶς ἥσθην. Διὰ τοῦτο καὶ τὴν αἰτίαν ἐπάγει λέγων, Ὅτι τὰ σπλάγχνα αὐτοῦ ἀναπέπαυται ἀπὸ πάντων ὑμῶν. Οὐκ εἶπεν, Αὐτὸς, ἀλλὰ, Τὰ σπλάγχνα αὐτοῦ· τουτέστιν, ἡ ἀγάπη αὐτοῦ ἡ περὶ ὑμᾶς. Καὶ πῶς ἀναπέπαυται; Ἀπὸ πάντων. Καὶ γὰρ καὶ τοῦτο μέγιστον ἐγκώμιον. Ὅτι εἴ τι αὐτῷ κεκαύχημαι ὑπὲρ ὑμῶν. Μέγας ὁ ἔπαινος, ὅταν ὁ διδάσκαλος καυχᾶται· φησὶ γὰρ, ὅτι Οὐ κατῃσχύνθην. Διὰ τοῦτο ἐχάρην, ὅτι βελτίους ἐφάνητε, καὶ διὰ τῶν ἔργων ἐδείξατέ μου τὰ ῥήματα. Ὥστε διπλοῦς ὁ κόσμος ἐμοὶ, καὶ ὅτι ὑμεῖς ἐπεδώκατε, καὶ ὅτι ἐγὼ οὐκ ἐφάνην τῆς ἀληθείας διαπίπτων. Ἀλλ' ὡς πάντοτε ἐν ἀληθείᾳ ἐλαλήσαμεν ὑμῖν, οὕτω καὶ ἡ καύχησις ἡμῶν ἡ ἐπὶ Τίτου, ἀλήθεια γέγονεν. Ἐνταῦθα καὶ ἄλλο τι αἰνίττεται· ὅτι ὥσπερ παρ' ὑμῖν μετὰ ἀληθείας πάντα ἐφθεγξάμεθα· εἰκὸς γὰρ αὐτὸν καὶ περὶ τούτου πολλὰ αὐτοῖς εἰπεῖν ἐγκώμια· οὕτω καὶ τὰ περὶ ὑμῶν ἡμῖν Τίτῳ εἰρημένα, ἀληθῆ ἐφάνη. Καὶ τὰ σπλάγχνα αὐτοῦ περισσοτέρως ἐστὶν εἰς ὑμᾶς. Τοῦτο λοιπὸν ἐκεῖνον συνιστῶντός ἐστιν, ὡς σφόδρα ἐκκαιόμενον, καὶ συνδεδεμένον αὐτοῖς. Καὶ οὐκ εἶπεν, Ἡ ἀγάπη αὐτοῦ, ἀλλὰ, Τὰ σπλάγχνα αὐτοῦ. Εἶτα, ἵνα μὴ δόξῃ κολακεύειν, πανταχοῦ τίθησι τῆς φιλίας τὰς αἰτίας, ἵν', ὅπερ εἶπον, καὶ τὴν κολακείαν διαφύγῃ, καὶ ἐκείνους μᾶλλον προτρέψῃ, τὸ ἐγκώμιον εἰς αὐτοὺς περιιστὰς, καὶ δεικνὺς τὴν ἀρχὴν καὶ τὴν ὑπόθεσιν τῆς τοσαύτης ἀγάπης ἐκείνους ἐμβαλόντας αὐτῷ. Εἰπὼν γὰρ, ὅτι Τὰ σπλάγχνα αὐτοῦ περισσοτέρως ἐστὶν εἰς ὑμᾶς, ἐπήγαγεν· Ἀναμιμνησκομένου τὴν ἁπάντων ὑμῶν ὑπακοήν. Τοῦτο δὲ καὶ τὸν Τίτον εὐγνώμονα δείκνυσι περὶ τοὺς εὐεργέτας, εἴ γε λαβὼν αὐτοὺς ἐν τῇ ψυχῇ ἐπανῆλθεν ἅπαντας, καὶ διηνεκῶς αὐτῶν μέμνηται, καὶ ἐκείνους ἐπὶ στόματος ἔχει καὶ ἐπὶ διανοίας. Καὶ Κορινθίους πάλιν κοσμεῖ μειζόνως, ὅτι αὐτὸν οὕτω χειρωσάμενοι ἐξέπεμψαν. Εἶτα καὶ τὴν ὑπακοὴν αὐτῶν λέγει, ἐπιτείνων αὐτῶν τὴν σπουδήν· διὸ καὶ ἐπάγει ταῦτα, Ὡς μετὰ φόβου καὶ τρόμου ἐδέξασθε αὐτόν. Οὐ μετὰ ἀγάπης μόνον, ἀλλὰ καὶ μετὰ τιμῆς ἐπιτεταμένης. Εἶδες πῶς διπλῆν αὐτοῖς ἀρετὴν μαρτυρεῖ, καὶ ὅτι ὡς πατέρα ἐφίλουν, καὶ ὡς ἄρχοντα ἐδεδοίκεσαν, οὔτε διὰ τὸν φόβον ἀμαυροῦντες τὴν ἀγάπην, οὔτε διὰ τὴν ἀγάπην ἐκλύοντος τὸν φόβον; Τοῦτο καὶ ἀνωτέρω ἔλεγεν, ὅτι Τὸ κατὰ Θεὸν λυπηθῆναι ὑμᾶς, πόσην κατειργάσατο ἐν ὑμῖν σπουδὴν, ἀλλὰ φόβον, ἀλλὰ ἐπιπόθησιν; Χαίρω οὖν, ὅτι ἐν παντὶ θαῤῥῶ ἐν ὑμῖν. Ὁρᾷς ὅτι δι' αὐτοὺς μᾶλλον χαίρει; Ὅτι οὐδαμοῦ τὸν διδάσκαλον κατῃσχύνατε, φησὶν, οὐδὲ ἀνάξιοι φαίνεσθε τῆς ἐμῆς μαρτυρίας. Ὥστε οὐχ οὕτω διὰ Τίτον ἔχαιρεν, ὅτι τιμῆς ἀπήλαυσε τοσαύτης, ὡς δι' αὐτοὺς, ὅτι τοσαύτην ἐπεδείξαντο εὐγνωμοσύνην. Ἵνα γὰρ μὴ νομισθῇ δι' ἐκεῖνον χαίρειν μᾶλλον, ὅρα πῶς καὶ ἐνταῦθα τὴν αἰτίαν τίθησιν. Ὥσπερ οὖν ἀνωτέρω εἶπεν, Ὅτι εἴ τι αὐτῷ κεκαύχημαι ὑπὲρ ὑμῶν, οὐ κατῃσχύνθην· οὕτω καὶ ἐνταῦθα, Ὅτι ἐν παντὶ θαῤῥῶ ἐν ὑμῖν. Κἂν ἐπιπλῆξαι δέοι, οὐ δέδοικα μὴ ἀποῤῥαγῆτε, κἂν καυχήσασθαι, οὐ φοβοῦμαι, ὡς ἐλεγχόμενος, κἂν ὡς πειθηνίους ἐπαινέσαι, κἂν ὡς ἀγαπητικοὺς, κἂν ὡς ζῆλον ἔχοντας, θαῤῥῶ ἐν ὑμῖν. Εἶπον ἐκκόψαι, καὶ ἐξεκόψατε· εἶπον δέξασθαι, καὶ ἐδέξασθε· εἶπον ὅτι μεγάλοι τινές ἐστε καὶ θαυμαστοὶ ἐπὶ Τίτου καὶ διδασκάλους εἰδότες αἰδεῖσθαι· ἀληθῆ διὰ τῶν ἔργων ταῦτα ἐδείξατε. Καὶ οὐχ οὕτως ἔμαθε ταῦτα παρ' ἐμοῦ, ὡς παρ' ὑμῶν. Ἐπανῆλθε γοῦν σφοδρὸς ἐραστὴς ὑμῶν γενόμενος, πλείονα τῶν λόγων ἐπιδειξαμένων ὑμῶν. Γνωρίζω δὲ ὑμῖν, ἀδελφοὶ, τὴν χάριν τοῦ Θεοῦ τὴν δεδομένην ἐν ταῖς Ἐκκλησίαις τῆς Μακεδονίας. βʹ. Ἐπάρας αὐτοὺς τοῖς ἐγκωμίοις, παραίνεσιν πάλιν καθίησι. Διὰ γὰρ τοῦτο τῇ ἐπιπλήξει παρέμιξε τοὺς ἐπαίνους, ἵνα μὴ ἀπὸ ἐπιπλήξεως εἰς παραίνεσιν κατελθὼν δυσπαράδεκτον ποιήσῃ τὸν λόγον, ἀλλὰ λεάνας αὐτῶν τὴν ἀκοὴν, οὕτω προοδοποιήσῃ τῇ παραινέσει. Βούλεται γὰρ περὶ ἐλεημοσύνης διαλεχθῆναι· διὸ καὶ προλαβὼν εἶπε, Χαίρω ὅτι ἐν παντὶ θαῤῥῶ ἐν ὑμῖν· ἀπὸ τῶν ἤδη κατωρθωμένων καὶ εἰς τοῦτο προθυμοτέρους ποιῶν. Καὶ οὐκ εἶπεν εὐθέως, Δότε οὖν ἐλεημοσύνην· ἀλλ' ὅρα τὴν σύνεσιν, πῶς πόῤῥωθεν καὶ ἀφ' ὑψηλοῦ προκατασκευάζει τὸν λόγον· Γνωρίζω γὰρ ὑμῖν, φησὶ, τὴν χάριν τοῦ Θεοῦ τὴν δεδομένην ἐν ταῖς Ἐκκλησίαις τῆς Μακεδονίας. Ἵνα γὰρ μὴ ἐπαίρωνται, χάριν τὸ πρᾶγμα καλεῖ, καὶ τὰ ἑτέρων διηγούμενος, τοῖς ἑτέρων ἐγκωμίοις σπουδαιοτέρους τούτους ἐργάζεται. Καὶ δύο συντίθησιν ἐπαίνους Μακεδόσι, μᾶλλον δὲ καὶ τρεῖς· καὶ ὅτι πειρασμοὺς γενναίως φέρουσι, καὶ ὅτι ἐλεεῖν ἴσασι, καὶ ὅτι πένητες ὄντες, δαψίλειαν ἐνεδείκνυντο ἐν ἐλεημοσύνῃ· καὶ γὰρ ἡρπάγησαν αὐτῶν αἱ οὐσίαι. Καὶ τοῦτο δηλῶν ἔλεγεν, ἡνίκα αὐτοῖς ἐπέστελλεν. Ὑμεῖς γὰρ μιμηταὶ ἐγένεσθε, φησὶ, τῶν Ἐκκλησιῶν τοῦ Θεοῦ τῶν ἐν τῇ Ἰουδαίᾳ, ὅτι τὰ αὐτὰ ἐπάθετε καὶ ὑμεῖς ὑπὸ τῶν ἰδίων συμφυλετῶν, καθάπερ κἀκεῖνοι ὑπὸ τῶν Ἰουδαίων. Ἄκουσον τί μετὰ ταῦτα Ἑβραίοις ἐπιστέλλων ἔλεγε· Καὶ γὰρ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὑμῶν μετὰ χαρᾶς προσεδέξασθε. Χάριν δὲ τὸ πρᾶγμα καλεῖ, οὐχὶ καταστέλλων αὐτοὺς μόνον, ἀλλὰ καὶ ἐκκαλούμενος, καὶ ἀνεπίφθονον τὸν λόγον ἐργαζόμενος. Διὸ καὶ τὸ τῶν ἀδελφῶν ὄνομα προσέθηκεν, ὥστε πᾶσαν ὑποτεμέσθαι βασκανίαν· καὶ γὰρ μέλλει μεθ' ὑπερβολῆς ἐγκωμιάζειν αὐτούς. Ἄκουσον γοῦν τῶν ἐπαίνων. Εἰπὼν γὰρ, Γνωρίζω ὑμῖν τὴν χάριν τοῦ Θεοῦ, οὐκ εἶπε, Τὴν δεδομένην ἐν τῇδε καὶ τῇδε τῇ πόλει, ἀλλ' ὁλόκληρον ἐπαινεῖ τὸ ἔθνος λέγων, Ἐν ταῖς Ἐκκλησίαις τῆς Μακεδονίας. Εἶτα καὶ αὐτὴν διηγεῖται τὴν χάριν. Ὅτι ἐν πολλῇ δοκιμῇ θλίψεως ἡ περισσεία τῆς χαρᾶς αὐτῶν. Εἶδες σύνεσιν; Πρῶτον γὰρ ἐκεῖνο λέγει, οὐχ ὃ βούλεται, ἀλλ' ἕτερον πρὸ αὐτοῦ, ἵνα μὴ δόξῃ ἐπίτηδες τοῦτο ποιεῖν, ἀλλὰ ἀπὸ ἀκολουθίας ἑτέρας ἐπ' αὐτὸ ἔρχεσθαι· Ἐν πολλῇ δοκιμῇ θλίψεως. Ὃ καὶ αὐτοῖς Μακεδόσι ἐπιστέλλων ἔλεγεν, ὅτι Μιμηταὶ ἐγενήθητε τοῦ Κυρίου, δεξάμενοι τὸν λόγον ἐν θλίψει πολλῇ, μετὰ χαρᾶς Πνεύματος ἁγίου· καὶ πάλιν, Ἀφ' ὑμῶν ἐξήχηται ὁ λόγος τοῦ Κυρίου, οὐ μόνον ἐν τῇ Μακεδονίᾳ καὶ ἐν τῇ Ἀχαΐᾳ, ἀλλὰ καὶ ἐν παντὶ τόπῳ ἡ πίστις ὑμῶν ἡ πρὸς τὸν Θεὸν ἐξελήλυθε. Τί δέ ἐστιν, Ἐν πολλῇ δοκιμῇ θλίψεως ἡ περισσεία τῆς χαρᾶς αὐτῶν; Ἀμφότερα μεθ' ὑπερβολῆς γέγονεν αὐτοῖς, φησὶ, καὶ ἡ θλῖψις καὶ ἡ χαρά. Διὸ καὶ πολὺ τὸ παράδοξον ἦν, ὅτι τοσαύτη ἡδονῆς περιουσία ἀπὸ θλίψεως αὐτοῖς ἐβλάστησεν. Οὐ γὰρ δὴ μόνον λύπην οὐκ ἔτεκεν, ἀλλὰ καὶ ἀφορμὴ γέγονεν αὐτοῖς εὐφροσύνης ἡ θλῖψις, καὶ ταῦτα πολλὴ οὖσα. Τοῦτο δὲ ἔλεγεν, ἀλείφων αὐτοὺς ἐν τοῖς πειρασμοῖς γενναίους εἶναι καὶ ἀπεριτρέπτους. Οὐδὲ γὰρ ἁπλῶς ἐθλίβησαν, ἀλλ' οὕτως ὡς καὶ δόκιμοι γενέσθαι διὰ τῆς ὑπομονῆς· μᾶλλον δὲ οὐ λέγει, διὰ τῆς ὑπομονῆς, ἀλλ', ὃ πλέον ἦν τῆς ὑπομονῆς, χαράν. Καὶ οὐδὲ χαρὰν ἁπλῶς λέγει, ἀλλὰ, περισσείαν χαρᾶς· καὶ γὰρ πολλὴ καὶ ἄφατος ἐβλάστησεν ἐν αὐτοῖς. Καὶ ἡ κατὰ βάθους πτωχεία αὐτῶν ἐπερίσσευσεν εἰς τὸν πλοῦτον τῆς ἁπλότητος αὐτῶν. Πάλιν ἀμφότερα ταῦτα μεθ' ὑπερβολῆς. Ὥσπερ γὰρ ἡ πολλὴ θλῖψις πολλὴν χαρὰν ἔτεκε, καὶ περισσείαν χαρᾶς· οὕτως ἡ πολλὴ πενία πολὺν πλοῦτον ἔτεκεν ἐλεημοσύνης. Τοῦτο γὰρ ἐδήλωσεν εἰπὼν, Ἐπερίσσευσεν εἰς τὸν πλοῦτον τῆς ἁπλότητος αὐτῶν. Οὐ γὰρ τῷ μέτρῳ τῶν διδομένων, ἀλλὰ τῇ γνώμῃ τῶν παρεχόντων ἡ φιλοτιμία κρίνεται. Διὸ οὐδαμοῦ λέγει πλοῦτον τῶν δοθέντων, ἀλλὰ, Πλοῦτον τῆς ἁπλότητος αὐτῶν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Οὐ μόνον οὐκ ἐνεπόδισεν αὐτοῖς πρὸς δαψιλείαν ἡ πτωχεία, ἀλλὰ καὶ ἀφορμὴ γέγονε τοῦ περισσεῦσαι, ὥσπερ ἡ θλῖψις τοῦ ἡσθῆναι. Ὅσῳ γὰρ ἦσαν πένητες τοσούτῳ μᾶλλον ἐφιλοτιμοῦντο, καὶ προθυμότερον παρεῖχον. Διὸ καὶ σφόδρα αὐτοὺς θαυμάζει, ὅτι ἐκ τοσαύτης πενίας τοσαύτην ἐπεδείξαντο φιλοτιμίαν. Ἡ γὰρ κατὰ βάθους πτωχεία αὐτῶν, τουτέστιν, ἡ πολλὴ καὶ ἄφατος, ἔδειξεν αὐτῶν τὴν ἁπλότητα. Ἀλλ' οὐκ εἶπεν, Ἔδειξεν, ἀλλὰ, Ἐπερίσσευσε· καὶ οὐκ εἶπεν, Ἁπλότητα, ἀλλὰ, Πλοῦτον ἁπλότητος, τουτέστιν, ἀντίῤῥοπον τοῦ μεγέθους τῆς πτωχείας· μᾶλλον δὲ, καὶ πολλῷ μείζονα τὸν ὄγκον ἐπεδείξαντο τῆς δαψιλείας. Εἶτα αὐτὸ καὶ ἑρμηνεύει σαφέστερον, λέγων· Ὅτι κατὰ δύναμιν μαρτυρῶ (ἀξιόπιστος ὁ μάρτυς) καὶ ὑπὲρ δύναμιν· τουτέστιν, Ἐπερίσσευσεν εἰς τὸν πλοῦτον τῆς ἁπλότητος αὐτῶν· Μᾶλλον δὲ οὐ διὰ τούτου μόνον, ἀλλὰ καὶ διὰ τῶν ἑξῆς ἁπάντων αὐτὸ δηλοῖ· Αὐθαίρετοι γὰρ, φησίν. Ἰδοὺ καὶ ἑτέρα ὑπερβολή. Μετὰ πολλῆς παρακλήσεως. Ἰδοὺ καὶ τρίτη καὶ τετάρτη. Δεόμενοι ἡμῶν. Ἰδοὺ καὶ πέμπτη. Καὶ ἐν θλίψει ὄντες, καὶ ἐν πενίᾳ. Αὕτη ἕκτη. Καὶ ἑβδόμη, καὶ μεθ' ὑπερβολῆς ἔδωκαν.
16.3.1
Εἶτα ἐπειδὴ τοῦτο μάλιστα βούλεται κατασκευάσαι παρὰ Κορινθίοις, τὸ μετὰ προαιρέσεως δοῦναι, αὐτῷ μάλιστα ἐνδιατρίβει, λέγων, Μετὰ πολλῆς παρακλήσεως, καὶ, Δεόμενοι ἡμῶν. Οὐχ ἡμεῖς αὐτῶν ἐδεήθημεν, ἀλλ' αὐτοὶ ἡμῶν. Τί δεόμενοι ἡμῶν; Τὴν χάριν, καὶ τὴν κοινωνίαν τῆς διακονίας τῆς εἰς τοὺς ἁγίους. Εἶδες πῶς πάλιν ἐπαίρει τὸ πρᾶγμα, σεμνοῖς ὀνόμασιν αὐτὸ καλῶν; Καὶ γὰρ ἐπειδὴ ζηλωταὶ ἦσαν πνευμάτων, χάριν αὐτὸ ὀνομάζει, ἵνα ἐπιδράμωσι· καὶ κοινωνίαν πάλιν, ἵνα μάθωσιν ὅτι λαμβάνουσιν, οὐ διδόασι μόνον. Τοῦτο οὖν ἡμᾶς παρεκάλουν, φησὶν, ὥστε ἡμᾶς ἀναδέξασθαι τὴν τοιαύτην διακονίαν. Καὶ οὐ καθὼς ἠλπίσαμεν. Τοῦτο καὶ πρὸς τὴν ποσότητά φησι, καὶ πρὸς τὰς θλίψεις. Οὐ γὰρ ἂν ἠλπίσαμεν, φησὶν, ὅτι ἐν τοσαύτῃ θλίψει ὄντες καὶ πενίᾳ, καὶ κατήπειξαν ἂν ἡμᾶς, καὶ τοσαῦτα παρεκάλεσαν. Καὶ τὴν τοῦ λοιποῦ δὲ βίου ἐπιμέλειαν αὐτῶν ἐδήλωσεν εἰπών· Ἀλλ' ἑαυτοὺς ἔδωκαν πρῶτον τῷ Κυρίῳ, καὶ ἡμῖν διὰ θελήματος Θεοῦ. Ἐν πᾶσι γὰρ ὑπήκουσαν πλέον, ἢ προσεδοκήσαμεν· οὐδὲ, ἐπειδὴ ἠλέουν, τῶν ἄλλων ἠμέλουν ἀρετῶν, ἀλλὰ πρῶτον ἑαυτοὺς ἔδωκαν τῷ Κυρίῳ. Τί ἐστιν, Ἔδωκαν ἑαυτοὺς τῷ Κυρίῳ; Ἀνέθηκαν, δόκιμοι περὶ τὴν πίστιν ἐφάνησαν, πολλὴν τὴν ἀνδρείαν ἐν τοῖς πειρασμοῖς ἐπεδείξαντο, τὴν κοσμιότητα, τὴν ἐπιείκειαν, τὴν ἀγάπην, τὴν ἐν τοῖς ἄλλοις ἅπασιν ἀγαθοῖς προθυμίαν τε καὶ σπουδήν. Τί ἐστι, Καὶ ἡμῖν; Πειθήνιοι γεγόνασιν ἡμῖν, ἠγάπησαν, ὑπήκουσαν καὶ τοὺς τοῦ Θεοῦ νόμους πληροῦντες, καὶ ἡμῖν διὰ τῆς ἀγάπης συνδεδεμένοι. Σκόπει δὲ πῶς καὶ ἐνταῦθα τὴν ἐπίτασιν δείκνυσι, λέγων· Ἔδωκαν ἑαυτοὺς τῷ Κυρίῳ. Οὐχὶ τὰ μὲν τῷ Θεῷ ὑπήκουσαν, τὰ δὲ τῷ κόσμῳ, ἀλλὰ πάντα αὐτῷ, καὶ ὅλους ἑαυτοὺς ἔδωκαν τῷ Θεῷ. Οὐδὲ γὰρ ἐπειδὴ ἠλέουν, ἀπενοήθησαν· ἀλλὰ πολλὴν ἐπιδειξάμενοι ταπεινοφροσύνην, πολλὴν ὑπακοὴν, πολλὴν τιμὴν, πολλὴν φιλοσοφίαν, οὕτω καὶ τὴν ἐλεημοσύνην εἰργάσαντο. Τί δέ ἐστι, Διὰ θελήματος Θεοῦ; Ἐπειδὴ εἶπεν, Ἡμῖν ἔδωκαν ἑαυτοὺς, οὐδὲ ἡμῖν ἀνθρωπίνως, ἀλλὰ καὶ τοῦτο κατὰ τὴν τοῦ Θεοῦ γνώμην ἐποίουν. Ὥστε ἡμᾶς παρακαλέσαι Τίτον, ἵνα καθὼς προενήρξατο ἐν ὑμῖν, οὕτως ἐπιτελέσῃ καὶ τὴν χάριν ταύτην. Καὶ ποία ἀκολουθία αὕτη; Πολλὴ καὶ σφόδρα τῶν ἔμπροσθεν ἐχομένη. Ἐπειδὴ γὰρ εἴδομεν αὐτοὺς σφοδροὺς, φησὶν, καὶ θερμοὺς ἐν ἅπασιν, ἐν πειρασμοῖς, ἐν ἐλεημοσύνῃ, ἐν τῇ πρὸς ἡμᾶς ἀγάπῃ, ἐν τῇ λοιπῇ τοῦ βίου καθαρότητι· ἵνα καὶ ὑμεῖς αὐτοῖς ἐξισωθῆτε, ἐπέμψαμεν Τίτον. Ἀλλ' οὕτω μὲν οὐκ εἶπε, τοῦτο δὲ ἐδήλωσε. Σκόπει φιλίας ὑπερβολήν. Παρ' ἐκείνων γὰρ παρακαλούμενοι, φησὶ, καὶ ἀξιούμενοι, τὰ ὑμέτερα ἐμεριμνῶμεν, μή πως αὐτῶν ἐλαττωθῆτε. Διὸ καὶ ἀπεστείλαμεν Τίτον, ἵνα κἀντεῦθεν διεγερθέντες καὶ ὑπομνησθέντες, ζηλώσητε Μακεδόνας. Καὶ γὰρ ἐτύγχανεν ἐκεῖ ὢν ὁ Τίτος, ὅτε ἡ ἐπιστολὴ αὕτη ἐγράφετο. Δείκνυσι δὲ αὐτὸν καὶ κατάρξαντα τούτου πρὸ τῆς Παύλου προτροπῆς· Ἵνα καθὼς προενήρξατο, φησί. Διὸ καὶ μεγάλα αὐτοῦ λέγει ἐγκώμια, ἐν ἀρχῇ μὲν, ὅτι Τῷ μὴ εὑρεῖν με Τίτον τὸν ἀδελφόν μου, οὐκ ἔσχον ἄνεσιν τῷ πνεύματί μου· ἐντεῦθεν δὲ ταῦτα ἅπερ εἴρηκεν ἅπαντα, καὶ τοῦτο δὲ αὐτό. Οὐ μικρὸν γὰρ καὶ τοῦτο ἐγκώμιον, τὸ καὶ προενάρξασθαι· θερμῆς γὰρ τοῦτο καὶ ζεούσης ψυχῆς. Διὸ καὶ ἔπεμψεν αὐτὸν, μεγίστην αὐτοῖς ἐντιθεὶς κἀντεῦθεν προτροπὴν τοῦ δοῦναι, τὴν παρουσίαν Τίτου. Διὰ τοῦτο καὶ ἐπαίρει τοῖς ἐπαίνοις αὐτὸν, οἰκειῶσαι βουλόμενος σφοδρότερον τοῖς Κορινθίοις τὸν ἄνθρωπον. Καὶ γὰρ καὶ τοῦτο πρὸς τὸ πεῖσαι μέγα, τὸ οἰκείως διακεῖσθαι τὸν συμβουλεύοντα. Καλῶς δὲ καὶ ἅπαξ καὶ δὶς καὶ τρὶς μνημονεύσας τῆς ἐλεημοσύνης, χάριν τὸ πρᾶγμα καλεῖ, νῦν μὲν λέγων, Γνωρίζω δὲ ὑμῖν, ἀδελφοὶ, τὴν χάριν τοῦ Θεοῦ τὴν δεδομένην ἐν ταῖς Ἐκκλησίαις τῆς Μακεδονίας· νῦν δὲ, Αὐθαίρετοι, μετὰ πολλῆς παρακλήσεως δεόμενοι ἡμῶν τὴν χάριν καὶ τὴν κοινωνίαν· καὶ πάλιν, Ἵνα καθὼς προενήρξατο, οὕτω καὶ ἐπιτελέσῃ εἰς ὑμᾶς καὶ τὴν χάριν ταύτην.
16.4.1
Καὶ γὰρ μέγα ἐστὶν ἀγαθὸν καὶ Θεοῦ δῶρον τοῦτο, καὶ αὐτῷ τῷ Θεῷ κατὰ δύναμιν ἡμᾶς ἐξομοιοῖ κατορθούμενον· τοῦτο γὰρ μάλιστα ἄνθρωπος. Λέγων γοῦν τις δεῖγμα ἀνθρώπου, τοῦτο τέθεικε· Μέγα γὰρ, φησὶν, ἄνθρωπος, καὶ τίμιον ἀνὴρ ἐλεήμων. Αὕτη μείζων ἡ χάρις, ἢ νεκροὺς ἀνιστᾷν. Τοῦ γὰρ ἐν τῷ ὀνόματι Ἰησοῦ τοὺς ἀποθανόντας ἐγείρειν πολλῷ μεῖζον τὸ πεινῶντα τρέφειν τὸν Χριστόν· ἐνταῦθα μὲν γὰρ σὺ τὸν Χριστὸν εὐεργετεῖς, ἐκεῖ δὲ αὐτός σε. Καὶ ὁ μισθὸς δὲ ἐν τῷ ποιεῖν εὖ, οὐκ ἐν τῷ πάσχειν εὖ. Ἐνταῦθα μὲν γὰρ, ἐπὶ τῶν σημείων λέγω, αὐτὸς ὀφείλεις τῷ Θεῷ· ἐπὶ δὲ τῆς ἐλεημοσύνης, τὸν Θεὸν ὀφειλέτην ἔχεις. Ἐλεημοσύνη δέ ἐστιν, ὅταν μετὰ προθυμίας γίνηται, ὅταν μετὰ δαψιλείας, ὅταν μὴ νομίσῃς διδόναι, ἀλλὰ λαμβάνειν, ὅταν ὡς εὐεργετούμενος, ὅταν ὡς κερδαίνων καὶ μὴ ἀπολλύς· ἐπεὶ τοῦτο οὐδὲ χάρις. Τὸν γὰρ ἕτερον ἐλεοῦντα, χαίρειν, οὐ δυσχεραίνειν δεῖ. Πῶς γὰρ οὐκ ἄτοπον, εἰ τὴν ἑτέρου λύων ἀθυμίαν, αὐτὸς ἀθυμοίης; οὐκέτι γὰρ ἐᾷς αὐτὴν ἐλεημοσύνην εἶναι. Εἰ γὰρ ἀθυμεῖς, ὅτι ἕτερον ἀπήλλαξας ἀθυμίας, ἐσχάτης ὠμότητος καὶ ἀπανθρωπίας δεῖγμα ἐκφέρεις· βέλτιον γὰρ μὴ ἀπαλλάττειν, ἢ οὕτως ἀπαλλάττειν. Τί δὲ ὅλως καὶ ἀθυμεῖς, ἄνθρωπε; μὴ ἔλαττόν σοι γένηται τὸ χρυσίον; Ὅλως, εἰ τοιαύτην ἔχεις προαίρεσιν, μηδὲ δῷς· εἰ μὴ θαῤῥεῖς ὅτι πολυπλασιάζεταί σοι ἐν οὐρανοῖς, μὴ παράσχῃς. Ἀλλ' ἐνταῦθα ζητεῖς τὴν ἀντίδοσιν. Διὰ τί; Ἄφες τὴν ἐλεημοσύνην ἐλεημοσύνην εἶναι καὶ μὴ ἐμπορίαν. Πολλοὶ μὲν οὖν καὶ ἐνταῦθα ἀπέλαβον, ἀλλ' οὐχ οὕτως ἔλαβον, ὡς ταύτῃ πλέον ἕξοντες τῶν οὐ λαβόντων ἐνταῦθα, ἀλλ' ἔνιοι τούτων ὡς ἀσθενέστεροι, ἐπειδὴ τοῖς ἐκεῖ οὐ σφόδρα ἐφείλκοντο. Καὶ ὥσπερ οἱ λίχνοι καὶ ἀπειρόκαλοι καὶ γαστρὸς δοῦλοι ἐπὶ βασιλικὴν κληθέντες τράπεζαν, καὶ τὸν προσήκοντα καιρὸν οὐκ ἀναμένοντες, κατὰ τὰ παιδία τὰ μικρὰ, λυμαίνονται αὐτῶν τὴν εὐφροσύνην, προλαμβάνοντες, καὶ κορεννύντες ἑαυτοὺς σιτίοις καταδεεστέροις· οὕτω δὴ καὶ οὗτοι οἱ ἐνταῦθα ἐπιζητοῦντες καὶ λαμβάνοντες, τὸν μισθὸν ἐλαττοῦσι τὸν ἐκεῖ. Εἶτα δανείζων μὲν, μετὰ πλείονα χρόνον ἐπιθυμεῖς ἀπολαβεῖν τὸ κεφάλαιον, τάχα δὲ οὐδὲ ἀπολαβεῖν, ἵνα τῇ μελλήσει πλείονα τὸν τόκον ἐργάσῃ· ἐνταῦθα δὲ εὐθέως ἀπαιτεῖς, καὶ ταῦτα οὐ μέλλων ἐνταῦθα εἶναι, ἀλλ' ἐκεῖ διηνεκῶς, οὐ μέλλων ἐνταῦθα δικάζεσθαι, ἀλλ' ἐκεῖ τὰς εὐθύνας ὑφέξων; Καὶ εἰ μέν τίς σοι κατεσκεύαζεν οἰκίας, ἔνθα μὴ ἔμελλες μένειν, ζημίαν τὸ πρᾶγμα ἐνόμισας ἄν· νῦν δὲ ἐνταῦθα βούλει πλουτεῖν, ὅθεν καὶ πρὸ τῆς ἑσπέρας μέλλεις πολλάκις ἀποδημεῖν; Οὐκ οἶδας, ὅτι ἐπ' ἀλλοτρίας διατρίβομεν, καθάπερ ξένοι καὶ πάροικοι; οὐκ οἶδας, ὅτι παροίκων ἐστὶν ἐκβάλλεσθαι, ὅτε μὴ προσδοκῶσι, μηδὲ ἐλπίζουσιν; ὅπερ καὶ ἡμεῖς πάσχομεν. Διὰ δὴ τοῦτο, ὅσα ἂν κατασκευάσωμεν, ἐνταῦθα ἀφίεμεν. Οὐ γὰρ συγχωρεῖ ὁ Δεσπότης λαμβάνοντας αὐτὰ ἀπελθεῖν, ἄν τε οἰκίας οἰκοδομήσωμεν, ἄν τε ἀγροὺς ἀγοράσωμεν, ἄν τε ἀνδράποδα, ἄν τε σκεύη, ἄν τε ἕτερόν τι τοιοῦτον. Οὐ μόνον δὲ οὐκ ἀφίησιν ἐντεῦθεν λαβόντας ἀπελθεῖν, ἀλλ' οὐδὲ λογίζεταί σοι τὸν μισθόν· προεῖπε γάρ σοι, ὅτι μὴ οἰκοδομήσῃς, μηδὲ δαπανήσῃς τὰ ἀλλότρια, ἀλλὰ τὰ σά, Τί τοίνυν τὰ σὰ ἀφεὶς, ἐν τοῖς ἀλλοτρίοις ἐργάζῃ καὶ δαπανᾷς, ἵνα ἀπολέσῃς καὶ τὸν πόνον καὶ τὸν μισθὸν, καὶ κόλασιν τὴν ἐσχάτην ὑπομείνῃς; Μὴ, παρακαλῶ· ἀλλ' ἐπειδὴ τῇ φύσει ἐσμὲν πάροικοι, γενώμεθα καὶ προαιρέσει, ἵνα μὴ ἐκεῖ γενώμεθα πάροικοι καὶ ἄτιμοι καὶ ἀπεῤῥιμμένοι. Ἂν γὰρ ἐνταῦθα βουληθῶμεν γενέσθαι πολῖται, οὔτε ἐνταῦθα ἐσόμεθα, οὔτε ἐκεῖ· ἂν δὲ πάροικοι μείνωμεν ὄντες, καὶ διαγάγωμεν οὕτως, ὡς παροίκους διατρίβειν εἰκὸς, πολιτῶν καὶ ἐνταῦθα καὶ ἐκεῖ ληψόμεθα παῤῥησίαν. Ὁ γὰρ δίκαιος, καὶ μηδὲν ἔχων, καὶ ἐνταῦθα ἐν τοῖς ἁπάντων ὡς ἐν τοῖς ἑαυτοῦ διατρίψει, καὶ πρὸς τὸν οὐρανὸν ἀπελθὼν, ὄψεται τὰς αἰωνίους αὑτοῦ σκηνάς· καὶ οὔτε ἐνταῦθα πείσεταί τι τῶν ἀηδῶν· οὔτε γὰρ ξένον αὐτόν τις ποιῆσαι δυνήσεται τὸν πᾶσαν γῆν ἔχοντα πόλιν· καὶ τὴν αὐτοῦ πατρίδα ἀπολαβὼν, ἐπιδέξεται τὸν ἀληθῆ πλοῦτον. Ἵν' οὖν ἀμφότερα κερδάνωμεν, καὶ τὰ ἐνταῦθα καὶ τὰ ἐκεῖ, εἰς δέον τοῖς οὖσι χρησώμεθα. Οὕτω γὰρ ἐσόμεθα τῶν οὐρανῶν πολῖται, καὶ πολλῆς ἀπολαυσόμεθα παῤῥησίας· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.