In epistulam ii ad Corinthios
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
17.0.1
Ἀλλ' ὡς ἐν παντὶ περισσεύητε, πίστει καὶ λόγῳ καὶ γνώσει καὶ πάσῃ σπουδῇ.
17.1.1
Ὅρα πάλιν μετ' ἐγκωμίων τὴν προτροπὴν γινομένην ἐγκωμίων μειζόνων. Καὶ οὐκ εἶπεν, Ἵνα δῶτε, ἀλλ', Ἵνα περισσεύητε πίστει τῇ τῶν χαρισμάτων, καὶ λόγῳ τῷ τῆς σοφίας, καὶ γνώσει τῇ τῶν δογμάτων, καὶ πάσῃ σπουδῇ πρὸς τὴν ἄλλην ἀρετὴν, καὶ τῇ ἐξ ὑμῶν ἀγάπῃ· ταύτῃ ᾗ προεῖπον, ἧς καὶ τὴν ἀπόδειξιν ἐποιησάμην. Ἵνα καὶ ἐν ταύτῃ τῇ χάριτι περισσεύητε. Εἶδες ὅτι διὰ τοῦτο ἐκεῖθεν ἤρξατο ἀπὸ τῶν ἐπαίνων ἐκείνων, ἵνα ὁδῷ προβαίνων, εἰς τὴν αὐτὴν αὐτοὺς καὶ ἐν τούτοις ἑλκύσῃ σπουδήν. Οὐ κατ' ἐπιταγὴν λέγω. Ὅρα πῶς συνεχῶς αὐτοῖς χαρίζεται, πῶς ἀνεπαχθὴς γίνεται, καὶ οὐ βίαις οὐδὲ ἀναγκαστικός· μᾶλλον δὲ ἀμφότερα ὁ λόγος ἔχει, καὶ τὸ ἀνεπαχθὲς, καὶ τὸ ἀκατανάγκαστον. Ἐπειδὴ γὰρ συνεχῶς παρῄνεσε, καὶ σφόδρα Μακεδόνας ἐνεκωμίασεν, ἵνα μὴ δόξῃ τοῦτο ἀνάγκη εἶναι, φησὶν, Οὐ κατ' ἐπιταγὴν λέγω, ἀλλὰ διὰ τῆς ἑτέρων σπουδῆς, καὶ τὸ τῆς ὑμετέρας ἀγάπης γνήσιον δοκιμάζων. Οὐχ ὡς ἀμφισβητῶν· οὐ γὰρ τοῦτο ἐνταῦθα δηλοῖ· ἀλλὰ δόκιμον αὐτὸ ποιῶν, καὶ ἀποφαίνων, καὶ ἰσχυρότερον κατασκευάζων. Διὰ γὰρ τοῦτο ταῦτά φημι, ἵνα ὑμᾶς παροξύνω πρὸς τὴν αὐτὴν προθυμίαν· καὶ μέμνηται τῆς ἐκείνων σπουδῆς, λαμπρύνων, φαιδρύνων, ἐρεθίζων τὴν ὑμετέραν διάθεσιν. Εἶτα ἀπὸ τούτου εἰς ἕτερον μεῖζον κατήντησε· καὶ γὰρ οὐδένα παρίησι τρόπον συμβουλῆς, ἀλλὰ πάντα κινεῖ καὶ μεταχειρίζει τὸν λόγον· καὶ γὰρ ἀπὸ τῶν ἀλλοτρίων ἐγκωμίων προέτρεψε λέγων, Γινώσκετε τὴν χάριν τοῦ Θεοῦ τὴν δεδομένην ἐν ταῖς Ἐκκλησίαις τῆς Μακεδονίας· καὶ ἀπὸ τῶν οἰκείων, Ἀλλ' ὡς ἐν παντὶ περισσεύητε, λόγῳ, καὶ γνώσει. Μειζόνως γὰρ δύναται τοῦτο δακεῖν, ὅταν ὑφ' ἑαυτοῦ τις ἡττᾶται, ἢ ὅταν ὑφ' ἑτέρων. Εἶτα λοιπὸν ἐπὶ τὸ κεφάλαιον καὶ τὴν κορωνίδα τῆς συμβουλῆς ἵεται· Γινώσκετε γὰρ τὴν χάριν τοῦ Κυρίου ἡμῶν, ὅτι δι' ἡμᾶς ἐπτώχευσε, πλούσιος ὢν, ἵνα ἡμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτήσωμεν. Ἐννοήσατε γὰρ, φησὶν, ἐνθυμήθητε καὶ λογίσασθε τὴν χάριν τοῦ Θεοῦ, καὶ μὴ ἁπλῶς αὐτὴν παραδράμητε, ἀλλὰ στοχάσασθε αὐτῆς τὸ μέγεθος, ὅση ἐστὶ καὶ ἡλίκη, καὶ οὐδενὸς φείσεσθε τῶν ὑμετέρων. Ἐκεῖνος δόξαν ἐκένωσεν, οὐχ ἵνα ὑμεῖς τῷ πλούτῳ αὐτοῦ, ἀλλὰ τῇ πτωχείᾳ πλουτήσητε. Εἰ μὴ πιστεύεις, ὅτι ἡ πτωχεία πλούτου ἐστὶ ποιητικὴ, ἐννόησόν σου τὸν Δεσπότην, καὶ οὐκέτι ἀμφιβάλῃς. Εἰ μὴ γὰρ ἐκεῖνος ἐγένετο πτωχὸς, οὐκ ἂν ἐγένου σὺ πλούσιος. Τὸ γὰρ θαυμαστὸν τοῦτο ὅτι πτωχεία ἐπλούτησε πλοῦτον. Πλοῦτον δὲ ἐνταῦθά φησι τὴν γνῶσιν τῆς εὐσεβείας, τὸν τῶν ἁμαρτημάτων καθαρισμὸν, τὴν δικαιοσύνην, τὸν ἁγιασμὸν, τὰ μυρία ἅπερ παρέσχεν ἡμῖν ἀγαθὰ, καὶ μέλλει παρέχειν. Καὶ ταῦτα ἅπαντα διὰ τῆς πτωχείας γέγονεν ἡμῖν. Ποίας πτωχείας; Διὰ τοῦ σάρκα ἀναλαβεῖν καὶ γενέσθαι ἄνθρωπον, καὶ παθεῖν ἅπερ ἔπαθε. Καίτοι γε ἐκεῖνος ταῦτα οὐκ ὤφειλε, σὺ δὲ ὀφείλεις αὐτῷ. Καὶ γνώμην ὑμῖν ἐν τούτῳ δίδωμι πρὸς τὸ συμφέρον. Ὅρα πῶς πάλιν τοῦ ἀνεπαχθὴς εἶναι φροντίζει, καὶ δύο τούτοις παραμυθεῖται τὸν λόγον, καὶ τῷ εἰπεῖν, Γνώμην δίδωμι, καὶ, Πρὸς τὸ ὑμῶν συμφέρον. Οὔτε γὰρ καταναγκάζω καὶ βιάζομαι, φησὶ, καὶ παρὰ ἀκόντων ἀπαιτῶ· οὔτε τὸ τῶν λαμβανόντων ὡς τὸ ὑμῖν λυσιτελὲς σκοπῶν, ταῦτα λέγω. Εἶτα καὶ τὸ παράδειγμα λοιπὸν ἐξ αὐτῶν, ἀλλὰ οὐκ ἐξ ἑτέρων. Οἵτινες οὐ μόνον τὸ ποιῆσαι, ἀλλὰ καὶ τὸ θέλειν προενήρξασθε ἀπὸ πέρυσι. Ὅρα πῶς δείκνυσι καὶ αὐτοὺς ἑκόντας καὶ χωρὶς προτροπῆς ἐπὶ τοῦτο ἐλθόντας. Ἐπειδὴ γὰρ τοῦτο ἐμαρτύρησε Θεσσαλωνικεῦσιν, ὅτι αὐθαίρετοι μετὰ πολλῆς παρακλήσεως ἥψαντο τῆς ἐλεημοσύνης, βούλεται καὶ τούτων δεῖξαι τὸ κατόρθωμα τοῦτο ὄν. Διὸ εἶπεν· Οὐ μόνον τὸ ποιῆσαι, ἀλλὰ καὶ τὸ θέλειν· καὶ οὐχὶ, Ἐνήρξασθε, ἀλλὰ, Προενήρξασθε ἀπὸ πέρυσι. Ἐπὶ ταῦτα οὖν ὑμᾶς παρακαλῶ, ἐφ' ἃ ἑαυτοὺς φθάσαντες διηγείρατε μετὰ προθυμίας ἁπάσης. Νυνὶ δὲ καὶ τὸ ποιῆσαι ἐπετελέσατε. Οὐκ εἶπεν, Ἐποιήσατε, ἀλλ', ἐπεθήκατε τέλος. Ὅπως καθάπερ ἡ προθυμία ἐκ τοῦ θέλειν, οὕτω καὶ τὸ ποιῆσαι ἐκ τοῦ ἔχειν. Ἵνα μὴ μέχρι προθυμίας στῇ τὸ καλὸν τοῦτο κατόρθωμα, ἀλλὰ καὶ τὸν ἀπὸ τῶν ἔργων λάβῃ μισθόν· εἰ γὰρ ἡ προθυμία πρόκειται, καθ' ὃ ἂν ἔχῃ τις, εὐπρόσδεκτος, οὐ καθ' ὃ οὐκ ἔχει. Ὅρα σοφίαν ἄφατον. Δείξας τοὺς ὑπὲρ δύναμινποιοῦντας, τοὺς Θεσσαλονικέας λέγω, καὶ ἐπαινέσας αὐτοὺς ἐπὶ τούτῳ, καὶ εἰπὼν, ὅτι Μαρτυρῶ αὐτοῖς, ὅτι καὶ ὑπὲρ δύναμιν· ἐπειδὴ κατὰ δύναμιν παρακαλεῖ μόνον, ἀφεὶς τὸ ὑπόδειγμα ἐργάσασθαι τὸ ἑαυτοῦ· ᾔδει γὰρ, ὅτι οὐχ οὕτω παραίνεσις, ὡς ζῆλος ἐγείρει πρὸς τὴν τῶν ὁμοίων μίμησιν· διό φησιν· Εἰ γὰρ ἡ προθυμία πρόκειται, καθ' ὃ ἐὰν ἔχῃ εὐπρόσδεκτος, οὐ καθ' ὃ οὐκ ἔχει. Μὴ φοβηθῇς, φησὶν, ἐπειδὴ ἐκεῖνα εἴρηκα· τῆς γὰρ ἐκείνων φιλοτιμίας ἐγκώμιον τὸ εἰρημένον· ὁ δὲ Θεὸς τὰ κατὰ δύναμιν ἀπαιτεῖ, καὶ καθ' ὃ ἔχει τις, οὐ καθ' ὃ οὐκ ἔχει. Τὸ γὰρ, Εὐπρόσδεκτος, ἐνταῦθα τὸ, Ἀπαιτεῖται, δηλοῖ. Καὶ σφόδρα λιπαίνει, τούτῳ θαῤῥῶν τῷ ὑποδείγματι, καὶ τῷ δοῦναι ἐξουσίαν μᾶλλον ἐφελκόμενος· διὸ καὶ ἐπήγαγεν, Οὐ γὰρ ἵνα ἄλλοις ἄνεσις, ὑμῖν δὲ θλῖψις.
17.2.1
Καίτοιγε ὁ Χριστὸς τοὐναντίον ἐπῄνεσεν ἐπὶ τῆς χήρας, ὅτι τὸν βίον ὅλον ἐκένωσε, καὶ ἐκ τοῦ ὑστερήματος ἔδωκεν. Ἀλλ' ἐπειδὴ Κορινθίοις διελέγετο, ἔνθα ᾑρεῖτο λιμώττειν· Καλὸν γάρ μοι μᾶλλον τὸ ἀποθανεῖν, ἢ τὸ καύχημά μου ἵνα τις κενώσῃ· διὰ τοῦτο συμμεμετρημένῃ χρῆται τῇ παραινέσει, ἐπαινῶν μὲν τοὺς ὑπὲρ δύναμιν, οὐκ ἀναγκάζων δὲ τούτους ποιῆσαι τοῦτο, οὐκ ἐπειδὴ οὐκ ἐβούλετο, ἀλλ' ἐπειδὴ ἀσθενέστεροι ἦσαν. Ἐπεὶ τίνος ἕνεκεν ἐκείνους ἐγκωμιάζει, ὅτι ἐν πολλῇ δοκιμῇ θλίψεως ἡ περισσεία τῆς χαρᾶς αὐτῶν καὶ ἡ κατὰ βάθους [αὐτῶν] πτωχεία ἐπερίσσευσεν εἰς τὸν πλοῦτον τῆς ἁπλότητος αὐτῶν, καὶ ὅτι ὑπὲρ δύναμιν ἔδωκαν; οὐκ εὔδηλον, ὅτι καὶ τούτους εἰς ταῦτα ἐνάγων; Ὥστε εἰ καὶ δοκεῖ τὰ ἐλάττονα συγχωρεῖν· ἵνα δι' ἐκείνων ἐπὶ ταῦτα ἀναβιβάσῃ, τοῦτο ποιεῖ. Σκόπει γοῦν καὶ διὰ τῶν ἑξῆς πῶς λανθανόντως αὐτὸ κατασκευάζει. Εἰπὼν γὰρ ταῦτα, ἐπήγαγε· Τὸ ὑμῶν περίσσευμα εἰς τὸ ἐκείνων ὑστέρημα. Οὐ γὰρ τοῖς εἰρημένοις μόνον, ἀλλὰ καὶ τούτοις κούφην ποιῆσαι βούλεται τὴν ἐντολήν. Καὶ οὐκ ἐντεῦθεν μόνον, ἀλλὰ καὶ ἀπὸ τῆς ἀντιδόσεως πάλιν εὐκολωτέραν αὐτὴν καθίστησι, καὶ μείζονα φθέγγεται τῆς ἀξίας αὐτῶν, λέγων· Ἵνα γένηται ἰσότης ἐν τῷ νῦν καιρῷ, καὶ τὸ ἐκείνων περίσσευμα εἰς τὸ ὑμῶν ὑστέρημα. Τί δέ ἐστιν ὅ φησι; Κομᾶτε χρήμασιν ὑμεῖς· κομῶσιν ἐκεῖνοι βίῳ καὶ παῤῥησίᾳ τῇ πρὸς τὸν Θεόν. Δότε τοίνυν αὐτοῖς ἀφ' ὧν περισσεύετε χρημάτων, ἐκεῖνοι δὲ οὐκ ἔχουσιν, ἵνα λάβητε ἀπὸ τῆς παῤῥησίας καθ' ἣν πλουτοῦσιν ἐκεῖνοι, ὑστερεῖσθε δὲ ὑμεῖς. Ὅρα πῶς τὸ ὑπὲρ δύναμιν, καὶ τὸ ἐκ τοῦ ὑστερήματος διδόναι κατεσκεύασε λανθανόντως. Εἰ γὰρ βούλει, φησὶν, ἐκ τοῦ περισσεύματος λαβεῖν, ἐκ τοῦ περισσεύματος δός· εἰ δὲ ὁλόκληρον ἐπισπάσασθαι, ἐκ τοῦ ὑστερήματος παρέξεις, καὶ ὑπὲρ δύναμιν. Ἀλλὰ τοῦτο μὲν οὐ λέγει, καταλείπει δὲ αὐτὸ τῷ λογισμῷ τῶν ἀκροατῶν· αὐτὸς δὲ τὸ προκείμενον, καὶ τὴν σύμμετρον παραίνεσιν τέως ἐργάζεται, κατὰ τὸ φαινόμενον ἐπάγων καὶ λέγων· Ὅπως γένηται ἰσότηςἐν τῷ νῦν καιρῷ. Πῶς ἰσότης; Τὰ περισσεύματα ἀντιδιδόντων ὑμῶν κἀκείνων, καὶ τὰ ὑστερήματα πληρούντων. Καὶ ποία αὕτη ἰσότης, σαρκικῶν πνευματικὰ ἀντιδιδόναι; πολλὴ γὰρ ἐνταῦθα ὑπεροχή· πῶς οὖν ἰσότητα καλεῖ; Ἣ κατὰ τὸ περισσεύειν καὶ ὑστερεῖσθαι, ἣ κατὰ τὸν παρόντα βίον τοῦτο φησὶ γενέσθαι μόνον. Διὰ γὰρ τοῦτο εἰπὼν, Ἰσότης, ἐπήγαγεν, Ἐν τῷ νῦν καιρῷ. Ταῦτα δὲ ἔλεγε, καὶ τῶν πλουτούντων καταστέλλων τὰ φρονήματα, καὶ δεικνὺς, ὅτι μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν, ἐν πλείονι οἱ πνευματικοὶ ὑπεροχῇ. Ἐντεῦθεν μὲν γὰρ πολλῆς ἅπαντες ἀπολαύομεν ἰσοτιμίας· τότε δὲ πολλὴ διάκρισις, καὶ μεγίστη ὑπεροχὴ, ὑπὲρ τὸν ἥλιον λαμπόντων τῶν δικαίων. Εἶτα ἐπειδὴ ἔδειξεν αὐτοὺς οὐ διδόντας μόνον, ἀλλὰ καὶ ἀντιλαμβάνοντας μείζονα, καὶ ἑτέρωθεν βούλεται κατασκευάσαι τὴν προθυμίαν αὐτῶν, δεικνὺς ὅτι οὐδ' εἰ μὴ μεταδοῖεν ἑτέροις, ἕξουσί τι πλέον, πάντα ἔνδον συνάγοντες. Καὶ παράγει παλαιὰν ἱστορίαν, οὕτω λέγων· Καθὼς γέγραπται, Ὁ τὸ πολὺ, οὐκ ἐπλεόνασε· καὶ ὁ τὸ ὀλίγον, οὐκ ἠλαττόνησε. Τοῦτο δὲ ἐπὶ τοῦ μάννα γέγονεν. Οἵ τε γὰρ πλεῖον συναγαγόντες, οἵ τε ἔλαττον τὸ αὐτὸ μέτρον εὑρίσκοντο ἔχοντες, τὴν ἀπληστίαν τοῦ Θεοῦ ταύτῃ κολάζοντος. Ταῦτα δὲ ἔλεγεν, ὁμοῦ καὶ φοβῶν αὐτοὺς ἀπὸ τῶν τότε γενομένων, καὶ μηδαμοῦ τοῦ πλείονος ἐφίεσθαι πείθων, μηδὲ ἀλγεῖν ἐπὶ τῷ ἔλαττον ἔχειν. Τοῦτο δὲ καὶ νῦν γινόμενον ἔστιν ἰδεῖν ἐπὶ τῶν βιωτικῶν πραγμάτων, οὐκ ἐπὶ τοῦ μάννα μόνον. Εἰ γὰρ ἅπαντες μίαν γαστέρα πληροῦμεν, καὶ τὸν αὐτὸν χρόνον ζῶμεν, καὶ ἓν σῶμα περιβαλλόμεθα· οὐδὲν οὔτε τῷ πλουτοῦντι πλέον ἀπὸ τῆς περιουσίας ἔσται, οὔτε τῷ πένητι ἀπὸ τῆς πτωχείας ἔλαττον. Τί τοίνυν τρέμεις πενίαν; τί δὲ διώκεις πλοῦτον; Δέδοικα, φησὶ, μὴ ἀναγκασθῶ ἐπὶ τὰς ἑτέρων θύρας ἐλθεῖν, καὶ δεηθῆναι τοῦ πλησίον. Πολλῶν δὲ καὶ εὐχομένων τοῦτο ἀκούω συνεχῶς, καὶ λεγόντων, Μή με ἀφῇς ἐν χρείᾳ ἀνθρώπων καταστῆναί ποτε. Καὶ σφόδρα γελῶ ταῦτα ἀκούων· καὶ γὰρ παιδικὸς ὁ φόβος. Καθ' ἑκάστην γὰρ ἡμέραν, καὶ ἐν ἅπασιν, ὡς εἰπεῖν, ἐν χρείᾳ ἀλλήλων καθεστήκαμεν. Ὥστε ἀπερισκέπτου ψυχῆς καὶ πεφυσιωμένης ταυτὶ τὰ ῥήματα, καὶ οὐ διαγινωσκούσης σαφῶς τὴν τῶν πραγμάτων φύσιν. Οὐχ ὁρᾷς, ὅτι πάντες ἀλλήλων χρῄζομεν; ὁ στρατιώτης τοῦ χειροτέχνου, ὁ χειροτέχνης τοῦ ἐμπόρου, ὁ ἔμπορος τοῦ γεωργοῦ, ὁ δοῦλος τοῦ ἐλευθέρου, ὁ δεσπότης τοῦ δούλου, ὁ πένης τοῦ πλουσίου, ὁ πλούσιος τοῦ πένητος, ὁ μηδὲν ἐργαζόμενος τοῦ διδόντος ἐλεημοσύνην, ὁ παρέχων τοῦ λαμβάνοντος· καὶ γὰρ ὁ λαμβάνων ἐλεημοσύνην, μεγίστην χρείαν πληροῖ, καὶ πάντων μείζονα. Εἰ γὰρ μὴ πένητες ἦσαν, τὸ πλέον ἂν ἀνετράπη τῆς ἡμετέρας σωτηρίας, οὐκ ἐχόντων ποῦ καταβαλεῖν τὰ χρήματα. Ὥστε καὶ ὁ δοκῶν ἁπάντων ἀχρηστότερος εἶναι πένης, οὗτος ἁπάντων ἐστὶ χρησιμώτερος. Εἰ δὲ τὸ ἑτέρου δεῖσθαι, αἰσχρὸν, ἀποθανεῖν λείπεται· οὐ γὰρ ἔνι ζῆσαι τοῦτο δεδοικότα. Ἀλλ' οὐ δύναμαι, φησὶν, ἐνεγκεῖν ὀφρῦν ἀνεσπασμένην. Τί ἄλλον διαβάλλων ἐπ' ἀλαζονείᾳ, σαυτὸν καταισχύνεις τῇ κατηγορίᾳ ταύτῃ; καὶ γὰρ ἀλαζονικὸν τὸ μὴ φέρεινὑπερηφάνου ψυχῆς φύσημα. Τί δὲ τὰ μηδενὸς ὄντα λόγου ἄξια ταῦτα δέδοικας, ταῦτα τρέμεις, καὶ διὰ ταῦτα τὴν πενίαν φρίττεις; Κἂν γὰρ πλούσιος ᾖς, ἐν πλειόνων καταστήσῃ χρείᾳ, καὶ πλειόνων καὶ εὐτελεστέρων. Ὅσῳ γὰρ ἂν πλουτῇς, τοσοῦτον τῇ ἀρᾷ ταύτῃ σαυτὸν ὑποβάλλεις.
17.3.1
Οὕτως ἀγνοεῖς ὅπερ εὔχῃ, χρήματα μὲν αἰτῶν ὑπὲρ τοῦ μηδενὸς δεῖσθαι· ὥσπερ ἂν εἴ τις εἰς πέλαγος ἐλθὼν, ἔνθα καὶ ναυτῶν καὶ πλοίου καὶ μυρίας χρεία κατασκευῆς, εὔχοιτο μηδενὸς ὅλως ἐν χρείᾳ γενέσθαι. Εἰ γὰρ βούλει μηδενὸς σφόδρα δεῖσθαι, εὔχου πενίαν· πένης μὲν γὰρ ὢν, κἄν τινος δεηθῇς, ὑπὲρ ἄρτου δεήσῃ μόνον ἢ ἱματίου· πλουτῶν δὲ, καὶ ὑπὲρ ἀγρῶν, καὶ ὑπὲρ οἰκιῶν, καὶ ὑπὲρ τελεσμάτων, καὶ ὑπὲρ μισθωμάτων, καὶ ὑπὲρ ἀξιώματος, καὶ ὑπὲρ ἀσφαλείας, καὶ ὑπὲρ δόξης, καὶ ὑπὲρ ἀρχόντων χρείαν ἕξεις· οὐ τούτων δὲ μόνον, ἀλλὰ καὶ τῶν ὑποτεταγμένων ἐκείνοις, καὶ τῶν ἐν πόλει, καὶ τῶν ἐν ἀγροῖς, καὶ ἐμπόρων καὶ καπήλων. Ὁρᾶτε ὅτι ἀνοίας ἐσχάτης ταυτὶ τὰ ῥήματα; Ὅλως γὰρ εἰ φρικτὸν εἶναί σοι δοκεῖ τὸ χρῄζειν τινός· καθόλου μὲν οὐ δυνατὸν ἀπαλλαγῆναι τούτου· εἰ δὲ θέλεις τὸν ὄχλον φυγεῖν, ἔξεστι γὰρ, ἐπὶ τὸν ἀκύμαντον τῆς πενίας καταφυγὼν λιμένα, τὸν πολὺν τῶν πραγμάτων ὄχλον περίκοψον, καὶ μηδὲν αἰσχρὸν τοῦτο νόμιζε τὸ δεῖσθαι ἑτέρου· τῆς γὰρ ἀφάτου σοφίας τοῦ Θεοῦ τοῦτο γέγονεν ἔργον. Εἰ γὰρ ἀλλήλων χρῄζομεν, καὶ οὐδὲ ἡ τῆς χρείας ἀνάγκη συνάγει εἰς φιλίαν ἡμᾶς· εἰ αὐτάρκεις ἦμεν, οὐκ ἦμεν ἂν θηρία ἀτίθασσα; Βίᾳ οὖν καὶ ἀνάγκῃ ἡμᾶς ὑπέταξεν ἀλλήλοις ὁ Θεὸς, καὶ καθ' ἑκάστην συγκρουόμεθα ἀλλήλοις ἡμέραν. Καὶ εἰ τοῦτον περιεῖλε τὸν χαλινὸν, τίς ἂν ταχέως ἠράσθη τῆς τοῦ πλησίον φιλίας; Μηδὲ τοῦτο οὖν νομίζωμεν εἶναι αἰσχρὸν, μηδὲ ἀπευχώμεθα καὶ λέγωμεν, Μὴ δῷς ἡμᾶς ἐν χρείᾳ τινὸς καταστῆναι· ἀλλ' εὐχώμεθα λέγοντες· Μὴ ἀφῇς, ἐν χρείᾳ καταστάντων ἡμῶν, ἀνανεῦσαι τοὺς δυναμένους ἡμᾶς ὠφελεῖν. Οὐ τὸ ἐν χρείᾳ ἑτέρων καταστῆναι, ἀλλὰ τὸ ἁρπάζειν τὰ ἑτέρων, φορτικόν. Νῦν δὲ ὑπὲρ μὲν ἐκείνων οὐδέποτε εὐξάμεθα, οὐδὲ εἴπομεν· Μὴ δῷς μοι ἐπιθυμῆσαι τῶν ἀλλοτρίων· τὸ δὲ ἐν χρείᾳ καταστῆναι, τοῦτο δοκεῖ ἀπευκταῖον εἶναι. Καίτοι Παῦλος ἐν χρείᾳ κατέστη πολλάκις, καὶ οὐκ ᾐσχύνετο, ἀλλὰ καὶ ἐκαλλωπίζετο καὶ ἐνεκωμίαζε τοὺς διακονησαμένους, λέγων· Ὅτι καὶ ἅπαξ καὶ δὶς ἐν ταῖς χρείαις μου ἐπέμψατε· καὶ πάλιν· Ἄλλας, Ἐκκλησίας ἐσύλησα, λαβὼν ὀψώνιον πρὸς τὴν ὑμῶν διακονίαν. Οὐ τοίνυν ἐλευθερίας ἐστὶ τὸ ταῦτα αἰσχύνεσθαι, ἀλλὰ μαλακίας καὶ βαναύσου ψυχῆς καὶ ἀνοήτου. Καὶ γὰρ τῷ Θεῷ δοκεῖ χρείαν ἡμᾶς ἀλλήλων ἔχειν. Μὴ τοίνυν φιλοσόφει πέρα τοῦ μέτρου. Ἀλλ' οὐ δύναμαι, φησὶν, ἐνεγκεῖν ἄνθρωπον παρακαλούμενον πολλάκις, καὶ οὐκ εἴκοντα. Καὶ πῶς σε οἴσει ὁ Θεὸς παρακαλούμενον ὑπ' αὐτοῦ, καὶ οὐ πειθόμενον, καὶ παρακαλούμενον ὑπὲρ τῶν σοι συμφερόντων; Ὑπὲρ γὰρ Χριστοῦ πρεσβεύομεν, φησὶν, ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι' ἡμῶν· καταλλάγητε τῷ Θεῷ. Καὶ μέντοι δοῦλος αὐτοῦ, φησὶν, εἰμί. Καὶ τί τοῦτο; Ὅταν γὰρ σὺ μὲν μεθύῃς ὁ δοῦλος, ἐκεῖνος δὲ πεινᾷ ὁ δεσπότης, καὶ μηδὲ τῆς ἀναγκαίας ἀπολαύῃ τροφῆς, τί σου τὸ τῆς δουλείας ὄνομα προστήσεται; Τοῦτο μὲν οὖν αὐτό σε καὶ βαρήσει μειζόνως, ὅταν μὲν σὺ ἐν τριωφόροις μένῃς, ἐκεῖνος δὲ μηδὲ χρηστῆς μετέχῃ στέγης· ὅταν σὺ μὲν ἐν ἁπαλαῖς στρωμναῖς, ἐκεῖνος δὲ μηδὲ προσκεφάλαιον ἔχῃ. Ἀλλ' ἔδωκα, φησίν. Ἀλλ' οὐ χρὴ διαλιμπάνειν ταῦτα ποιοῦντα. Τότε γὰρ μόνον ἀπολογήσῃ, ὅταν μὴ ἔχῃς, ὅταν μηδὲν κεκτημένος ᾖς· ἕως δ' ἂν ἔχῃς, κἂν μυρίοις ᾖς δεδωκὼς, ὦσι δὲ ἕτεροι πεινῶντες, οὐδεμία σοι ἀπολογία. Ὅταν δὲ καὶ ἀποκλείῃς σῖτον, καὶ τὴν τιμὴν ἐπιτείνῃς, καὶ ἑτέρας καπηλείας ξένας ὁδοὺς ἐπινοῇς, ποίαν ἕξεις σωτηρίας ἐλπίδα λοιπόν; Δωρεὰν ἐκελεύσθης διδόναι τῷ πεινῶντι, σὺ δὲ οὐδὲ μετὰ συμμέτρου δίδως τιμῆς· αὐτὸς διὰ σὲ τὴν τοσαύτην δόξαν ἐκένωσε, σὺ δὲ αὐτὸν οὐδὲ ἄρτου ἀξιοῖς· ἀλλ' ὁ μὲν κύων ἐμπέπλησται, ὁ δὲ Χριστὸς λιμῷ τήκεται· καὶ ὁ μὲν οἰκέτης διαῤῥήγνυται ὑπὸ πλησμονῆς, ὁ δὲ σὸς κἀκείνου Δεσπότης ἀναγκαίας ἀπορεῖ τροφῆς. Καὶ ποῦ ταῦτα φίλων τὰ πράγματα; Καταλλάγητε τῷ Θεῷ· ταῦτα γὰρ ἐχθρῶν ἐστι καὶ ἐκπεπολεμωμένων. Αἰσχυνθῶμεν τοίνυν ὅσα εὐεργετήθημεν, ὅσα εὐεργετεῖσθαι μέλλομεν· κἂν προσέλθῃ πένης δεόμενος, μετὰ πολλῆς αὐτὸν δεχώμεθα τῆς εὐνοίας, παρακαλοῦντες, ἀνιστῶντες τῷ λόγῳ, ἵνα καὶ αὐτοὶ τῶν αὐτῶν τύχωμεν καὶ παρὰ τοῦ Θεοῦ, καὶ παρὰ τῶν ἀνθρώπων. Ὅσα γὰρ ἐὰν θέλητε ἵνα ποιήσωσιν ὑμῖν, καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς. Οὐδὲν φορτικὸν, οὐδὲν ἐπαχθὲς οὗτος ὁ νόμος ἔχει. Ἃ θέλεις πάσχειν, ταῦτα ποίει, φησίν· ἴση ἡ ἀντίδοσις. Καὶ οὐκ εἶπεν· Ἃ μὴ θέλετε πάσχειν, μηδὲ ποιεῖτε· ἀλλὰ τὸ πλέον. Ἐκεῖνο μὲν γὰρ ἀποχὴ κακῶν, τοῦτο δὲ ἐργασία καλῶν, κἀκείνῳ τοῦτο συμπεριείληπται. Καὶ οὐκ εἶπε· Ταῦτα καὶ ὑμεῖς θέλετε, ἀλλὰ, Ποιεῖτε αὐτοῖς. Καὶ τί τὸ κέρδος; Οὗτός ἐστιν ὁ νόμος καὶ οἱ προφῆται. Ἐλεεῖσθαι βούλει; οὐκοῦν ἐλέει. Συγγνώμης θέλεις τυχεῖν; οὐκοῦν μεταδίδου. Βούλει μὴ ἀκούειν κακῶς; οὐκοῦν μηδὲ κακῶς λέγε. Ἐπιθυμεῖς ἐπαινεῖσθαι, οὐκοῦν ἐγκωμίαζε. Θέλεις μὴ πλεονεκτεῖσθαι; οὐκοῦν μὴ ἅρπαζε. Εἶδες πῶς ἔδειξε φυσικὸν ὂν τὸ καλὸν, καὶ οὐ δεομένους νόμων τῶν ἔξωθεν ἡμᾶς, οὐδὲ διδασκάλων; Ἐν οἷς γὰρ θέλομεν παθεῖν, ἢ μὴ παθεῖν παρὰ τῶν πλησίον, νομοθετοῦμεν ἡμῖν ἑαυτοῖς. Ὥστε ἂν ἐθέλῃς μὲν μὴ παθεῖν, ποιῇς δὲ, ἢ θέλῃς μὲν παθεῖν, μὴ ποιῇς δὲ, αὐτοκατάκριτος γέγονας, καὶ οὐδεμιᾶς λοιπὸν ἀπολαύεις ἀπολογίας ὡς ἀγνοῶν καὶ οὐκ εἰδὼς τὰ πρακτέα. Διὸ, παρακαλῶ, τοῦτον ἐν ἑαυτοῖς δι' ἑαυτοὺς ἀναστήσαντες τὸν νόμον. καὶ ταῦτα ἀναγινώσκοντες τὰ γράμματα τὰ σαφῆ καὶ σύντομα, τοιοῦτοι περὶ τοὺς πλησίον γινώμεθα, οἵους περὶ ἡμᾶς αὐτοὺς εἶναι βουλόμεθα, ἵνα καὶ τῆςπαρούσης ἀπολαύσωμεν ἀδείας, καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷΠατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.