Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In epistulam ii ad Corinthios
John ChrysostomCori 18 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
18.1.1
Χάρις δὲ τῷ Θεῷ τῷ δόντι τὴν αὐτὴν σπουδὴν ὑπὲρ ὑμῶν ἐν τῇ καρδίᾳ Τίτου αʹ. Πάλιν ἐπαινεῖ τὸν Τίτον. Ἐπειδὴ γὰρ περὶ ἐλεημοσύνης διελέχθη, διαλέγεται λοιπὸν καὶ περὶ τῶν μελλόντων ὑποδέχεσθαι παρ' αὐτῶν τὰ χρήματα, καὶ ἀποκομίζειν αὐτά. Τοῦτο γὰρ συνεβάλλετο πρὸς τὴν συλλογὴν ταύτην, καὶ πρὸς τὸ μείζω ποιῆσαι τὴν προθυμίαν τῶν εἰσφερόντων. Ὁ γὰρ θαῤῥῶν ὑπὲρ τοῦ διακονουμένου, καὶ μὴ ὑποπτεύων τοὺς ὑποδεχομένους, μετὰ πλείονος τῆς δαψιλείας ἐπιδίδωσιν. Ὅπερ ἵνα καὶ τότε γένηται, ἄκουσον πῶς συνίστησι τοὺς ἐπὶ τοῦτο ἀφικομένους, ὧν ἦν πρῶτος Τίτος. Διὸ καί φησι, Χάρις δὲ τῷ Θεῷ τῷ δόντι τὴν αὐτὴν σπουδὴν ἐν τῇ καρδίᾳ Τίτου. Τί ἐστι, Τὴν αὐτήν; Ἥνπερ καὶ ὑπὲρ Θεσσαλονικέων εἶχεν, ἢ τὴν αὐτὴν ἐμοί. Καὶ σκόπει σύνεσιν· τοῦ Θεοῦ δεικνὺς ἔργον τοῦτο ὂν, καὶ εὐχαριστεῖ τῷ δεδωκότι, ὥστε καὶ ταύτῃ προτρέψαι. Εἰ γὰρ ὁ Θεὸς αὐτὸν διήγειρε, καὶ ἀπέστειλε πρὸς ὑμᾶς, αὐτὸς αἰτεῖ δι' ἐκείνου. Μὴ τοίνυν νομίσητε ἀνθρώπινον εἶναι τὸ γεγενημένον. Καὶ πόθεν δῆλον ὅτι ὁ Θεὸς αὐτὸν προέτρεψεν; Ὅτι τὴν μὲν παράκλησιν ἐδέξατο, σπουδαιότερος δὲ ὑπάρχων, αὐθαίρετος ἐξῆλθεν. Ὅρα πῶς καὶ αὐτὸν δείκνυσι τὰ αὑτοῦ πληροῦντα, ἑτέρων μὴ δεηθέντα. Καὶ εἰπὼν τοῦ Θεοῦ τὴν χάριν, οὐκ ἀφίησι τοῦ Θεοῦ τὸ πᾶν εἶναι, πάλιν ἵνα καὶ ταύτῃ εἰς πλείονα ἐπισπάσηται αὐτοὺς ἀγάπην, εἰπὼν ὅτι καὶ οἴκοθεν ἐγήγερται. Σπουδαιότερος γὰρ ὑπάρχων, αὐθαίρετος ἐξῆλθεν, ἥρπασε τὸ πρᾶγμα, ἐπεπήδησε τῷ θησαυρῷ, οἰκείαν ἐνόμισεν ὠφέλειαν τὴν ὑμετέραν διακονίαν καὶ τῷ σφόδρα ὑμᾶς φιλεῖν, οὐδὲ ἐδεήθη τῆς παρ' ἐμοῦ παρακλήσεως, ἀλλὰ παρεκλήθη μὲν καὶ ὑπ' ἐμοῦ, οὐ μέντοι ἐντεῦθεν διηγέρθη, ἀλλ' οἴκοθεν καὶ ἀπὸ τῆς τοῦ Θεοῦ χάριτος. Συνεπέμψαμεν δὲ μετ' αὐτοῦ τὸν ἀδελφὸν, οὗ ὁ ἔπαινος ἐν τῷ Εὐαγγελίῳ διὰ πασῶν τῶν Ἐκκλησιῶν. Καὶ τίς οὗτός ἐστιν ὁ ἀδελφός; Τινὲς μὲν τὸν Λουκᾶν· καί φασι, διὰ τὴν ἱστορίαν ἥνπερ ἔγραψε· τινὲς δὲ τὸν Βαρνάβαν· καὶ γὰρ τὸ ἄγραφον κήρυγμα εὐαγγέλιον καλεῖ. Καὶ τίνος ἕνεκεν οὐ τίθησιν αὐτῶν τὰ ὀνόματα, ἀλλὰ τὸν μὲν Τίτον καὶ ὀνομαστὶ γνωρίζει, καὶ ἀπὸ τῆς εἰς τὸ Εὐαγγέλιον συνεργίας καλεῖ (εἴ γε τοσοῦτον ἦν χρήσιμος, ὡς διὰ τὴν ἀπουσίαν αὐτοῦ μηδὲ δυνηθῆναι μέγα τι καὶ γενναῖον ποιῆσαι τὸν Παῦλον· Τῷ γὰρ μὴ εὑρεῖν Τίτον τὸν ἀδελφόν μου, οὐκ ἔσχηκα ἄνεσιν τῷ πνεύματί μου)· καὶ ἀπὸ τῆς ἀγάπης τῆς εἰς αὐτοὺς (Τὰ γὰρ σπλάγχνα αὐτοῦ περισσοτέρως ἐστὶ, φησὶ, πρὸς ὑμᾶς), καὶ ἀπὸ τῆς περὶ τὸ πρᾶγμα σπουδῆς (Αὐθαίρετος γὰρ, φησὶν, ἐξῆλθε)· τούτους δὲ οὔτε ὁμοίωςσυνίστησιν, οὔτε ὀνομαστὶ τίθησι; τί οὖν ἔστιν εἰπεῖν; Ἴσως ἀγνοοῦντες ἦσαν αὐτούς· διόπερ οὐκ ἐμφιλοχωρεῖ τοῖς ἐγκωμίοις, ἐπειδὴ μηδέπω πεῖραν αὐτῶν εἰλήφεισαν, ἀλλὰ τοσοῦτον λέγει, ὅσον εἰς σύστασιν αὐτοῖς ἤρκει μόνον καὶ τὸ φυγεῖν τὴν πονηρὰν ὑποψίαν. Πλὴν ἀλλ' ἴδωμεν πόθεν καὶ αὐτὸν τοῦτον ἐγκωμιάζει. Πόθεν οὖν ἐγκωμιάζει; Πρῶτον ἀπὸ τοῦ κηρύγματος ἐπαινῶν, οὐχ ὅτι ἐκήρυττε μόνον, ἀλλ' ὅτι καὶ ὡς ἐχρῆν, καὶ μετὰ τῆς προσηκούσης σπουδῆς. Οὐ γὰρ εἶπεν, ὅτι κηρύττει καὶ εὐαγγελίζεται, ἀλλ' ὅτι, Οὗ ὁ ἔπαινος ἐν τῷ εὐαγγελίῳ. Καὶ ἵνα μὴ δόξῃ κολακεύειν αὐτὸν, οὐχ ἕνα καὶ δύο καὶ τρεῖς ἀνθρώπους, ἀλλ' ὁλοκλήρους Ἐκκλησίας ἄγει μαρτυρούσας αὐτῷ, λέγων· Διὰ πασῶν τῶν Ἐκκλησιῶν. Εἶτα καὶ ἀπὸ τῆς κρίσεως τῶν χειροτονησάντων αἰδέσιμον αὐτὸν ποιεῖ· οὐ μικρὸν δὲ καὶ τοῦτο. Διά τοι τοῦτο εἰπὼν, Οὗ ὁ ἔπαινος ἐν τῷ Εὐαγγελίῳ διὰ πασῶν τῶν Ἐκκλησιῶν, ἐπήγαγεν· Οὐ μόνον δέ. Τί ἐστιν, Οὐ μόνον δέ; Οὐ μόνον ἀπὸ τούτου, φησὶν, ἐστὶν αἰδέσιμος, ὅτι κηρύττων εὐδοκιμεῖ, καὶ ἐπαινεῖται παρὰ πάντων, ἀλλὰ καὶ χειροτονηθεὶς ὑπὸ τῶν Ἐκκλησιῶν σὺν ἡμῖν. Ὅθεν μοι δοκεῖ τὸν Βαρνάβαν αἰνίττεσθαι. Καὶ πολὺ τὸ ἀξίωμα αὐτοῦ σημαίνει· δείκνυσι γὰρ καὶ ἐπὶ τίνι κεχειροτόνητο. Συνέκδημος γὰρ ἡμῶν, φησὶ, σὺν τῇ χάριτι ταύτῃ τῇ διακονουμένῃ ὑφ' ἡμῶν. Εἶδες ὅσα αὐτοῦ τὰ ἐγκώμια; Εὐαγγελιζόμενος ἔλαμψε, καὶ τὰς Ἐκκλησίας ἔσχεν ἐπὶ τούτῳ μαρτυρούσας πάσας· ἐχειροτονήθη ὑφ' ἡμῶν, καὶ ἐφ' οἷς Παῦλος, καὶ πανταχοῦ κοινωνὸς αὐτῷ γέγονε, καὶ κατὰ τοὺς πειρασμοὺς καὶ κατὰ τοὺς κινδύνους· τὸ γὰρ ὄνομα τῆς ἐκδημίας τοῦτο αἰνίττεται. Τί δέ ἐστι, Σὺν τῇ χάριτι ταύτῃ τῇ διακονουμένῃ ὑφ' ἡμῶν; Ὥστε τὸν λόγον καταγγέλλειν, φησὶ, καὶ τὸ Εὐαγγέλιον κηρύττειν· ἢ ὥστε καὶ πρὸς τὰ χρήματα ὑπηρετήσασθαι· μᾶλλον δὲ, πρὸς ἀμφότερά μοι δοκεῖ λέγειν. Εἶτα ἐπάγει· Πρὸς τὴν αὐτοῦ τοῦ Κυρίου δόξαν καὶ προθυμίαν ὑμῶν. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Ἠξιώσαμεν, φησὶ, χειροτονηθῆναι αὐτὸν μεθ' ἡμῶν, καὶ εἰς τὸ ἔργον τοῦτο προχειρισθῆναι, ὥστε οἰκονόμον γενέσθαι τῶν ἱερῶν χρημάτων καὶ διάκονον (οὐδὲ γὰρ τοῦτο μικρὸν ἦν· Ἐπισκέψασθε γὰρ, φησὶν, ἄνδρας ἐξ ὑμῶν μαρτυρουμένους ἑπτά)· καὶ ἐχειροτονήθη ὑπὸ τῶν Ἐκκλησιῶν, καὶ ψῆφος τοῦ δήμου παντὸς ἐγένετο. Τί ἐστιν, Εἰς τὴν αὐτοῦ τοῦ Κυρίου δόξαν καὶ προθυμίαν ὑμῶν; Ἵνα καὶ Θεὸς δοξάζηται, καὶ ὑμεῖς προθυμότεροι γίνησθε, τῶν ὑποδεχομένων τὰ χρήματα ταῦτα δοκίμων ὄντων, καὶ οὐδενὸς ψευδῆ τινα ὑποψίαν κατ' αὐτῶν τεκεῖν δυναμένου. βʹ. Διὰ τοῦτο τοιούτους ἐπεζητήσαμεν, καὶ οὐχὶ ἑνὶ μόνῳ τὸ πᾶν ἐπετρέψαμεν, ἵνα καὶ ταύτην φύγῃ τὴν ὑποψίαν, ἀλλὰ καὶ Τίτον ἐπέμψαμεν, καὶ μετὰ τούτου ἕτερον. Εἶτα ἑρμηνεύων αὐτὸ τοῦτο τὸ, Πρὸς τὴν δόξαν τοῦ Κυρίου καὶ προθυμίαν ὑμῶν, ἐπήγαγε· Στελλόμενοι τοῦτο, μή τις ἡμᾶς μωμήσηται ἐν τῇ ἁδρότητι ταύτῃ τῇ διακονουμένῃ ὑφ' ἡμῶν. Τί ποτέ ἐστι τὸ λεγόμενον; Ἄξιον τῆς ἀρετῆς Παύλου, καὶ τὴν πολλὴν αὐτοῦ κηδεμονίαν ἐμφαῖνον καὶ τὴν συγκατάβασιν. Ἵνα γὰρ μή τις ἡμᾶς ὑποπτεύσῃ, φησὶ, μηδὲ τὸν τυχόντα μῶμον καθ' ἡμῶν σχῇ, ὡς νοσφιζομένων ἐκ τῶν ἐγχειριζομένων ἡμῖν χρημάτων, διὰ τοῦτο τοιούτους ἐπέμψαμεν, καὶ οὐχ ἕνα μόνον, ἀλλὰ καὶ δύο καὶ τρεῖς. Εἶδες πῶς ἀπαλλάττει πάσης ὑποψίας αὐτούς; οὐκ ἀπὸ τοῦ εὐαγγελίου, οὐδὲ ἀπὸ τοῦ χειροτονηθῆναι μόνον, ἀλλὰ καὶ ἀπὸ τοῦ δοκίμους, καὶ δι' αὐτὸ τοῦτο χειροτονηθῆναι, ἵνα μὴ ὑποπτεύωνται. Καὶ οὐκ εἶπε, Μὴ ὑμεῖς μωμήσησθε, ἀλλὰ, Μή τις ἄλλος. Καίτοι γε δι' αὐτοὺς τοῦτο ἐποίησε, καὶ ᾐνίξατο εἰπὼν, Εἰς τὴν αὐτοῦ τοῦ Κυρίου δόξαν καὶ προθυμίαν ὑμῶν· ἀλλ' ὅμως οὐ βούλεται αὐτοὺς πλῆξαι, ἀλλ' ἑτέρως φησὶ, Στελλόμενοι τοῦτο ποιῆσαι· καὶ οὐδὲ τούτῳ ἀρκεῖται, ἀλλὰ καὶ τῇ ἐπαγωγῇ θεραπεύει πάλιν λέγων, Ἐν τῇ ἁδρότητι ταύτῃ τῇ διακονουμένῃ ὑφ' ἡμῶν· καὶ μετ' ἐγκωμίου τὸ βαρὺ τιθείς. Ἵνα γὰρ μὴ ἀλγήσωσι, μηδὲ εἴπωσιν, Ἡμᾶς οὖν ὑφορᾶσθαι ἔχεις, καὶ οὕτως ἐσμὲν ἄθλιοι, ὡς ὑποπτεῦσθαί ποτε ἐπὶ τούτοις; ἐπιδιορθούμενος αὐτούς φησι, πολλὰ τὰ χρήματα τὰ ὑφ' ὑμῶν ἐστι πεμπόμενα, καὶ αὕτη ἡ ἁδρότης, τουτέστι, τὸ πλῆθος τῶν χρημάτων, ἱκανὸν τοῖς πονηροῖς παρασχεῖν ὑποψίαν, εἰ μὴ ἐπεδειξάμεθα τὴν ἀσφάλειαν. Προνοοῦμεν γὰρ καλὰ, οὐ μόνον ἐνώπιον Κυρίου, ἀλλὰ καὶ ἐνώπιον ἀνθρώπων. Τί ἴσον Παύλου γένοιτ' ἄν; Οὐδὲ γὰρ εἶπεν, Ἀπολλύσθω καὶ οἰμωζέτω ὁ βουλόμενος τοιοῦτόν τι ὑποπτεύειν· ἕως ἂν μὴ καταγινώσκῃ μου τὸ συνειδὸς, οὐδείς μοι λόγος τῶν ὑποπτευόντων· ἀλλ' ὅσῳ ἀσθενέστεροι ἦσαν, τοσούτῳ συγκατέβαινε μᾶλλον. Τῷ γὰρ κάμνοντι οὐκ ἀγανακτεῖν, ἀλλὰ βοηθεῖν χρή. Καίτοι γε τίνος ἁμαρτήματός ἐσμεν πόῤῥω, ὡς ἐκεῖνος τῆς τοιαύτης ὑποψίας; Οὐδὲ γὰρ, εἰ δαίμων τις ἦν, ὑπώπτευσεν ἂν τὸν μακάριον ἐκεῖνον εἰς τὴν διακονίαν ταύτην. Ἀλλ' ὅμως καὶ τοσοῦτον ἀπέχων τῆς ὑπονοίας τῆς πονηρᾶς, πάντα ποιεῖ καὶ πραγματεύεται, ὥστε μηδὲ σκιάν τινα καταλιπεῖν τοῖς κἂν ὁπωσοῦν ὑπονοῆσαί τι πονηρὸν βουλομένοις· καὶ οὐ μόνον κατηγορίας φεύγει, ἀλλὰ καὶ μώμους καὶ τὴν τυχοῦσαν κατάγνωσιν καὶ ψιλὴν ὑπόνοιαν. Συνεπέμψαμεν δὲ αὐτοῖς τὸν ἀδελφὸν ἡμῶν. Ἰδοὺ πάλιν καὶ ἕτερον προστίθησι, καὶ τοῦτον μετ' ἐγκωμίου καὶ τῆς αὐτοῦ ψήφου καὶ πολλῶν ἑτέρων μαρτύρων. Ὃν ἐδοκιμάσαμεν, φησὶν, ἐν πολλοῖς πολλάκις σπουδαῖον ὄντα, νυνὶ δὲ πολὺ σπουδαιότερον. Ἐγκωμιάσας αὐτὸν ἀπὸ τῶν οἰκείων κατορθωμάτων, καὶ ἀπὸ τῆς πρὸς ἐκείνους ἀγάπης ἐπαίρει· καὶ ὃ περὶ Τίτου ἔλεγεν, ὅτι Σπουδαιότερος ὑπάρχων αὐθαίρετος ἐξῆλθε, τοῦτο καὶ περὶ τούτου, εἰπὼν, Νῦν δὲ πολὺ σπουδαιότερον· σπέρματα αὐτοῖς προαποτιθέμενος τῆς πρὸς Κορινθίους ἀγάπης. Καὶ λοιπὸν, ἐπειδὴ ἐπέδειξεν αὐτῶν τὴν ἀρετὴν, παρακαλεῖ καὶ αὐτοὺς ὑπὲρ αὐτῶν, λέγων· Εἴτε ὑπὲρ Τίτου, κοινωνὸς ἐμὸς, καὶ εἰς ὑμᾶς συνεργός. Τί ἐστιν, Εἴτε ὑπὲρ Τίτου; Εἰ δεῖ τι εἰπεῖν, φησὶν, ὑπὲρ Τίτου, ταῦτα ἔχω λέγειν ὅτι κοινωνὸς ἐμὸς, καὶ εἰς ὑμᾶς συνεργός. Ἢ γὰρ τοῦτό φησιν, ἢ, Εἴ τι ὑπὲρ Τίτου ποιήσετε, ὅτι οὐκ εἰς τὸν τυχόντα ποιήσετε· κοινωνὸς γὰρ ἐμός ἐστι. Καὶ δοκῶν ἐγκωμιάζειν τοῦτον, ἐκείνους ἐπαίρει, δεικνὺς οὕτω περὶ αὐτὸν διακειμένους, ὡς ἀρκεῖν εἰς τιμῆς ὑπόθεσιν παρ' αὐτοῖς τὸ κοινωνὸν αὐτοῦ τινα φαίνεσθαι. Ἀλλ' ὅμως οὐκ ἠρκέσθη τούτῳ, ἀλλὰ καὶ ἕτερον ἐπήγαγε λέγων· Εἰς ὑμᾶς συνεργός. Οὐχ ἁπλῶς συνεργὸς, ἀλλ' ἐν τοῖς πρὸς ὑμᾶς, ἐν τῇ προκοπῇ τῇ ὑμετέρᾳ, ἐν τῇ ἐπιδόσει, ἐν τῇ φιλίᾳ, ἐν τῇ σπουδῇ τῇ περὶ ὑμᾶς· ὅπερ μάλιστα οἰκειῶσαι αὐτοῖς αὐτὸν ἠδύνατο. Εἴτε ἀδελφοὶ ἡμῶν. Εἴτε ὑπὲρ τῶν ἄλλων, φησὶν, ἀκοῦσαί τι βούλεσθε, καὶ οὗτοι μέγιστα ἔχουσι δικαιώματα συστάσεως τῆς πρὸς ὑμᾶς. Καὶ γὰρ καὶ αὐτοὶ, φησὶν, Ἀδελφοὶ ἡμῶν, καὶ ἀπόστολοι Ἐκκλησιῶν· τουτέστιν, ὑπὸ Ἐκκλησιῶν πεμφθέντες. Εἶτα τὸ μεῖζον ἁπάντων, Δόξα Χριστοῦ. Εἰς ἐκεῖνον γὰρ ἀναφέρεται ἅπερ ἂν εἰς τούτους γένηται. Εἴτε οὖν ὡς ἀδελφοὺς βούλεσθε δέξασθαι, εἴτε ὡς ἀποστόλους τῶν Ἐκκλησιῶν, εἴτε ὡς εἰς δόξαν Χριστοῦ ποιοῦντες, πολλὰς ἔχετε ἀφορμὰς τῆς περὶ αὐτοὺς εὐνοίας. Ὑπὲρ μὲν γὰρ Τίτου ἔχω λέγειν, ὅτι καὶ ἐμὸς κοινωνὸς καὶ ὑμῶν ἐραστὴς, ὑπὲρ δὲ τούτων, ὅτι ἀδελφοὶ, ὅτι ἀπόστολοι Ἐκκλησιῶν, ὅτι δόξα Χριστοῦ.
18.3.1
Ὁρᾷς ὅτι κἀντεῦθεν δῆλον, ὅτι τῶν ἀγνώστων ἦσαν αὐτοῖς; Ἦ γὰρ ἂν αὐτοὺς καὶ ἀπὸ τούτων ἐκόσμησεν, ἀφ' ὧν καὶ Τίτον, λέγω δὴ τῆς περὶ αὐτοὺς ἀγάπης. Ἀλλ' ἐπειδὴ οὐδέπω γνώριμοι ἦσαν, Ὡς ἀδελφοὺς δέξασθε, φησὶν, ὡς ἀποστόλους τῶν Ἐκκλησιῶν, ὡς εἰς δόξαν Χριστοῦ ποιοῦντες· διὸ ἐπάγει· Τὴν οὖν ἔνδειξιν τῆς ἀγάπης ὑμῶν καὶ ἡμῶν καυχήσεως ὑπὲρ ὑμῶν, εἰς αὐτοὺς ἐνδείξασθε, εἰς πρόσωπον τῶν Ἐκκλησιῶν. Νῦν δείξατε, φησὶ, πῶς μὲν ἡμᾶς ἀγαπᾶτε, πῶς δὲ ἡμεῖς οὐχ ἁπλῶς οὐδὲ εἰκῆ καυχώμεθα ἐν ὑμῖν· δείξετε δὲ τοῦτο, ἐὰν εἰς αὐτοὺς ἀγάπην ἐνδείξησθε. Εἶτα καὶ φρικωδέστερον ποιεῖ τὸν λόγον λέγων· Εἰς πρόσωπον τῶν Ἐκκλησιῶν. Εἰς δόξαν, φησὶ, τῶν Ἐκκλησιῶν, εἰς τιμήν. Ἂν γὰρ τούτους τιμήσητε, τὰς ἀποστειλάσας Ἐκκλησίας ἐτιμήσατε. Οὐ γὰρ εἰς αὐτοὺς διαβαίνει μόνον ἡ τιμὴ, ἀλλὰ καὶ εἰς τοὺς ἐκπέμψαντας, οἳ ἐχειροτόνησαν αὐτοὺς, καὶ πρὸ ἐκείνων, εἰς τὴν τοῦ Θεοῦ δόξαν. Ὅταν γὰρ τοὺς ἐκείνῳ διακονουμένους τιμήσωμεν, εἰς αὐτὸν διαβαίνει τὰ τῆς εὐφημίας. Εἰς τὸ κοινὸν τῶν Ἐκκλησιῶν. Οὐ μικρὸν δὲ καὶ τοῦτο· καὶ γὰρ μεγάλη ἡ δύναμις τῆς συνόδου, ἤγουν τῶν Ἐκκλησιῶν. Σκόπει πῶς μεγάλη ἦν ἡ δύναμις τῆς συνόδου. Ἡ τῆς Ἐκκλησίας εὐχὴ τὸν Πέτρον ἀπὸ τῶν δεσμῶν ἔλυσε, τοῦ Παύλου τὸ στόμα ἠνέῳξεν· ἡ τούτων ψῆφος, οὐχ ὡς ἔτυχε, καὶ τοὺς ἐπὶ τὰς πνευματικὰς ἀρχὰς ἐρχομένους κατακοσμεῖ. Διά τοι τοῦτο καὶ ὁ μέλλων χειροτονεῖν καὶ τὰς ἐκείνων εὐχὰς καλεῖ τότε, καὶ αὐτοὶ ἐπιψηφίζονται, καὶ ἐπιβοῶσιν ἅπερ ἴσασιν οἱ μεμυημένοι· οὐ γὰρ δὴ θέμις ἐπὶ τῶν ἀμυήτων ἐκκαλύπτειν ἅπαντα. Ἔστι δὲ ὅπου οὐδὲ διέστηκεν ὁ ἱερεὺς τοῦ ἀρχομένου· οἷον, ὅταν ἀπολαύειν δέῃ τῶν φρικτῶν μυστηρίων· ὁμοίως γὰρ πάντες ἀξιούμεθα τῶν αὐτῶν· οὐ καθάπερ ἐπὶ τῆς Παλαιᾶς, τὰ μὲν ὁ ἱερεὺς ἤσθιε, τὰ δὲ ὁ ἀρχόμενος, καὶ θέμις οὐκ ἦν τῷ λαῷ μετέχειν ὧν μετεῖχεν ὁ ἱερεύς. Ἀλλ' οὐ νῦν· ἀλλὰ πᾶσιν ἓν σῶμα πρόκειται, καὶ ποτήριον ἕν. Καὶ ἐν ταῖς εὐχαῖς δὲ πολὺ τὸν λαὸν ἴδοι τις ἂν συνεισφέροντα. Καὶ γὰρ ὑπὲρ τῶν ἐνεργουμένων, ὑπὲρ τῶν ἐν μετανοίᾳ, κοιναὶ καὶ παρὰ τοῦ ἱερέως, καὶ παρ' αὐτῶν γίνονται αἱ εὐχαὶ, καὶ πάντες μίαν λέγουσιν εὐχὴν, εὐχὴν τὴν ἐλέου γέμουσαν. Πάλιν ἐπειδὰν εἴρξωμεν τῶν ἱερῶν περιβόλων τοὺς οὐ δυναμένους τῆς ἱερᾶς μετασχεῖν τραπέζης, ἑτέραν δεῖ γενέσθαι εὐχὴν, καὶ πάντες ὁμοίως ἐπ' ἐδάφους κείμεθα, καὶ πάντες ὁμοίως ἀνιστάμεθα. Ὅταν εἰρήνης πάλιν μεταλαμβάνειν καὶ μεταδιδόναι δέῃ, πάντες ὁμοίως ἀσπαζόμεθα. Ἐπ' αὐτῶν πάλιν τῶν φρικωδεστάτων μυστηρίων ἐπεύχεται ὁ ἱερεὺς τῷ λαῷ, ἐπεύχεται καὶ ὁ λαὸς τῷ ἱερεῖ· τὸ γὰρ, Μετὰ τοῦ πνεύματός σου, οὐδὲν ἄλλο ἐστὶν, ἢ τοῦτο. Τὰ τῆς εὐχαριστίας πάλιν κοινά· οὐδὲ γὰρ ἐκεῖνος εὐχαριστεῖ μόνος, ἀλλὰ καὶ ὁ λαὸς ἅπας. Πρότερον γὰρ αὐτῶν λαβὼν φωνὴν, εἶτα συντιθεμένων ὅτι ἀξίως καὶ δικαίως τοῦτο γίνεται, τότε ἄρχεται τῆς εὐχαριστίας. Καὶ τί θαυμάζεις, εἴ που μετὰ τοῦ ἱερέως ὁ λαὸς φθέγγεται, ὅπου γε καὶ μετ' αὐτῶν τῶν Χερουβὶμ καὶ τῶν ἄνω δυνάμεων, κοινῆ τοὺς ἱεροὺς ἐκείνους ὕμνους ἀναπέμπει; Ταῦτα δέ μοι πάντα ἐκεῖνα εἴρηται, ἵνα ἕκαστος καὶ τῶν ἀρχομένων νήφῃ, ἵνα μάθωμεν ὅτι σῶμά ἐσμεν ἅπαντες ἓν, τοσαύτην ἔχοντες πρὸς ἀλλήλους διαφορὰν, ὅσην μέλη πρὸς μέλη καὶ μὴ τὸ πᾶν ἐπὶ τοὺς ἱερέας ῥίπτωμεν, ἀλλὰ καὶ αὐτοὶ, ὥσπερ κοινοῦ σώματος, τῆς Ἐκκλησίας ἁπάσης οὕτω φροντίζωμεν. Τοῦτο γὰρ καὶ ἀσφάλειαν πλείονα, καὶ ἡμῖν ἐπίδοσιν μείζονα κατασκευάζει· πρὸς ἀρετήν. Ἄκουσον γοῦν ἐπὶ τῶν ἀποστόλων, πῶς ἀλλαχοῦ τοὺς ἀρχομένους κοινωνοὺς τῆς γνώμης ἐλάμβανον. Καὶ γὰρ ὅτε τοὺς ἑπτὰ ἐχειροτόνουν, τῷ δήμῳ πρότερον ἐκοινώσαντο· καὶ ὅτε τὸν Ματθίαν ὁ Πέτρος, τοῖς παροῦσιν ἅπασι τότε, καὶ ἀνδράσι καὶ γυναιξίν. Οὐ γὰρ ἀρχόντων τῦφός ἐστι τὰ ἐνταῦθα, οὐδὲ ἀρχομένων δουλοπρέπεια, ἀλλὰ ἀρχὴ πνευματικὴ, τούτῳ μάλιστα πλεονεκτοῦσα, τῷ τὸ πλέον τῶν πόνων καὶ τῆς ὑπὲρ ὑμῶνἀναδέχεσθαι φροντίδος, οὐ τῷ τιμὰς πλείους ἐπιζητεῖν. Καὶ γὰρ ὡς μίαν οἰκίαν δεῖ τὴν Ἐκκλησίαν οἰκεῖν, ὡς σῶμα ἓν, οὕτω διακεῖσθαι πάντας· ὥσπερ οὖν καὶ βάπτισμα ἕν ἐστι, καὶ τράπεζα μία, καὶ πηγὴ μία, καὶ κτίσις μία, καὶ Πατὴρ εἷς. Τί τοίνυν διῃρήμεθα, τοσούτων συναγόντων ἡμᾶς; τί διεσπάσμεθα; Ἀναγκαζόμεθα γὰρ πάλιν τὰ αὐτὰ ὀδύρασθαι, ἃ πολλάκις ἐθρήνησα· πένθους ἄξια τὰ παρόντα· οὕτω σφόδρα ἀπ' ἀλλήλων ἐσμὲν ἀπεῤῥηγμένοι, δέον ἑνὸς σώματος μιμεῖσθαι συνάφειαν. Οὕτω γὰρ καὶ παρὰ τοῦ ἐλάττονος ὁ μείζων κερδᾶναι δυνήσεται. Εἰ γὰρ Μωϋσῆς παρὰ τοῦ κηδεστοῦ τι τῶν συμφερόντων ἔμαθεν ὅπερ αὐτὸς οὐ συνεῖδε, πολλῷ μᾶλλον ἐν τῇ Ἐκκλησίᾳ τοῦτο ἂν γένοιτο. Καὶ τί δή ποτε, ὃ συνεῖδεν ὁ ἄπιστος, οὐ συνεῖδεν ὁ πνευματικός; Ἵνα μάθωσιν ἅπαντες οἱ τότε, ὅτι ἄνθρωπος ἦν, κἂν θάλατταν σχίζῃ, κἂν πέτραν ῥηγνύῃ, τῆς τοῦ Θεοῦ ῥοπῆς δεῖται· καὶ ὅτι ἐκεῖνα οὐκ ἀνθρωπίνης φύσεως ἦν, ἀλλὰ Θεοῦ δυνάμεως. Καὶ νῦν, εἰ οὐ λέγει τὰ συμφέροντα ὁ δεῖνα, ἕτερος ἀναστὰς εἰπάτω. Κἂν ἐλάττων ᾖ, λέγῃ δέ τι τῶν συμφερόντων, κύρωσον τὴν γνώμην· κἂν τῶν σφόδρα εὐτελεστάτων ᾖ, μὴ ἀτιμάσῃς. Οὐδεὶς γὰρ τούτων ἀφέστηκε τῶν πλησίον, ὅσον ὁ κηδεστὴς τοῦ Μωϋσέως· ἀλλ' οὐκ ἀπηξίωσεν ἀκοῦσαι, ἀλλὰ καὶ ἐδέξατο τὴν γνώμην, καὶ ἐπείσθη, καὶ ἀνάγραπτον ἐποίησε, καὶ οὐκ ᾐσχύνθη ταῦτα ἱστορίᾳ παραδοῦναι, τὸν τῶν πολλῶν τῦφον καθαιρῶν. Διὸ καὶ ὡς ἐν στήλῃ τῷ βίῳ ταῦτα γράψας κατέλιπεν· ᾔδει γὰρ πολλοῖς χρήσιμον ἐσομένην τὴν ἱστορίαν. Μὴ δὴ παρορῶμεν τοὺς τὰ δέοντα συμβουλεύοντας, κἂν τῶν ἀρχομένων τις ᾖ, κἂν τῶν εὐτελῶν, μηδὲ ἅπερ ἂν ἡμεῖς εἰσηγησώμεθα, ταῦτα πάντως κρατεῖν ἀξιῶμεν· ἀλλ' ἅπερ ἂν συμφέροντα φανῇ, ταῦτα παρὰ πάντων κυρούσθω. Πολλοὶ γὰρ τῶν ἀμβλυωττόντων πολλὰ συνεῖδον μᾶλλον ὑπὲρ τοὺς ὀξὺ βλέποντας, διὰ τὸ σπουδάζειν καὶ συντετάσθαι. Μηδὲ λέγε, Τί με καλεῖς εἰς συμβουλὴν, εἰ μὴ ἀκούεις ὃ λέγω; οὐκ ἔστι συμβούλου ταυτὶ τὰ ἐγκλήματα, ἀλλὰ τυράννου. Ὁ γὰρ σύμβουλος εἰπεῖν τὰ παρ' αὐτοῦ κύριός ἐστι μόνον· ἂν δὲ καὶ ἕτερον λυσιτελέστερον φανῇ, ὁ δὲ τὰ παρ' αὐτοῦ πράττειν ἐθέλῃ, οὐκέτι σύμβουλός ἐστιν, ἀλλὰ τύραννος, ὥσπερ ἔφην. Μὴ δὴ οὕτω ποιῶμεν, ἀλλὰ τύφου παντὸς καὶ ἀπονοίας ἀπαλλάξαντες τὴν ψυχὴν, σκοπῶμεν οὐχ ὅπως μόνον τὰ ἡμέτερα σταίη, ἀλλ' ὅπως ἡ συμφέρουσα γνώμη κρατήσειε, κἂν μὴ παρ' ἡμῶν εἰσφέρηται. Οὐδὲ γὰρ μικρὸν κερδανοῦμεν, κἂν μὴ τὰ δέοντα εὕρωμεν, αὐτοὶ τὰ παρ' ἑτέρων φανέντα δεχόμενοι, καὶ παρὰ τοῦ Θεοῦ πολὺν ληψόμεθα τὸν μισθὸν, καὶ δόξης δὲ οὕτω μάλιστα ἀπολαύσομεν. Ὥσπερ γὰρ ἐκεῖνος ὁ τὰ συμφέροντα εἰπὼν, σοφός· οὕτως ἡμεῖς καταδεξάμενοι, καὶ αὐτοὶ συνέσεως καὶ εὐγνωμοσύνης καρπωσόμεθα ἔπαινον. Οὕτω καὶ οἰκίαι καὶ πόλεις, οὕτω καὶ Ἐκκλησία οἰκονομουμένη, μείζονα λήψεται προσθήκην· οὕτωκαὶ ἡμεῖς τὸν παρόντα βίον ἄριστα οἰκονομήσαντες, τῶν μελλόντων ἐπιτευξόμεθα ἀγαθῶν· ὧν γένοιτοπάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.

Intertext edge

Open linked passage

Note