Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In epistulam ii ad Corinthios
John ChrysostomCori 19 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
19.0.1
Περὶ μὲν γὰρ τῆς διακονίας τῆς εἰς τοὺς ἁγίους περιττόν μοί ἐστι τὸ γράφειν ὑμῖν.
19.1.1
Τοσαῦτα περὶ αὐτῆς εἰπὼν, ἐνταῦθά φησι, Περιττόν μοί ἐστι τὸ γράφειν ὑμῖν. Καὶ οὐ τοῦτο μόνον ἐστὶν αὐτοῦ τὸ συνετὸν, ὅτι τοσαῦτα εἰπὼν, λέγει, Περιττόν μοί ἐστι τὸ γράφειν ὑμῖν, ἀλλ' ὅτι καὶ πάλιν λέγει περὶ αὐτῆς. Ταῦτα μὲν γὰρ ἃ μικρὸν ἔμπροσθεν εἴρηκε, περὶ τῶν τὰ χρήματα ὑποδεξαμένων εἶπεν, ὥστε τιμῆς ἀπολαῦσαι πολλῆς· τὰ δὲ πρὸ ἐκείνων, ἃ περὶ Μακεδόνων διελέγετο, ὅτι ἡ κατὰ βάθους πτωχεία αὐτῶν ἐπερίσσευσεν εἰς τὸν πλοῦτον τῆς ἁπλότητος αὐτῶν, καὶ τὰ ἄλλα πάντα, περὶ φιλανθρωπίας καὶ ἐλεημοσύνης. Ἀλλ' ὅμως, καὶ ἔμπροσθεν τοσαῦτα εἰπὼν, καὶ πάλιν μέλλων ἐρεῖν, Περιττόν μοί ἐστι, φησὶ, τὸ γράφειν ὑμῖν. Ποιεῖ δὲ τοῦτο, ὥστε μᾶλλον αὐτοὺς ἐπισπάσασθαι. Αἰσχύνεται γὰρ ἄνθρωπος δόξαν τοιαύτην ἔχων, ὡς μηδὲ δεῖσθαι συμβουλῆς, ἐλάττων φανῆναι τῆς ὑπολήψεως καὶ ὑστερεῖσθαι. Οὕτω καὶ ἐπὶ τῆς κατηγορίας ποιεῖ πολλάκις, κατὰ παράλειψιν λέγων· καὶ γὰρ μεγάλην ἔχει τὴν ἰσχύν. Ὁ γὰρ δικαστὴς ὁρῶν τὴν μεγαλοψυχίαν τοῦ κατηγόρου, οὐδὲ ὑποπτεύει λοιπόν. Λογίζεται γὰρ, ὅτι ὁ πολλὰ ἐξὸν εἰπεῖν οὐκ εἰπὼν, πῶς ἂν τὰ οὐκ ὄντα πλάσειε; καὶ δίδωσι καὶ μεῖζον ὑποπτεύειν, ἢ εἰπεῖν, καὶ ἤθους χρηστοῦ ὑπόνοιαν περιτίθησιν ἑαυτῷ. Τοῦτο καὶ ἐπὶ τῆς συμβουλῆς καὶ ἐπὶ τῶν ἐγκωμίων ποιεῖ. Εἰπὼν γὰρ, Περιττόν ἐστι τὸ γράφειν, ὅρα πῶς συμβουλεύει· Οἶδα γὰρ τὴν προθυμίαν ὑμῶν, ἢν ὑπὲρ ὑμῶν καυχῶμαι Μακεδόσι. Μέγα μὲν οὖν καὶ τὸ αὐτὸν εἰδέναι· πολλῷ δὲ πλέον καὶ τὸ εἰς ἑτέρους ἐξενεγκεῖν· μείζονα γὰρ ἔχει τὴν ἰσχύν· οὐ γὰρ ἂν ἠθέλησαν ἐπὶ τοσοῦτον καταισχυνθῆναι. Εἶδες σύνεσιν προαιρέσεως; Ἀπὸ ἄλλων, τῶν Μακεδόνων, προέτρεψε. Γνωρίζω γὰρ ὑμῖν, φησὶ, τὴν χάριν τοῦ Θεοῦ τὴν δεδομένην ἐν ταῖς Ἐκκλησίαις τῆς Μακεδονίας. Προέτρεψεν ἀπ' αὐτῶν· Οἵτινες γὰρ, φησὶν, οὐ μόνον τὸ ποιῆσαι, ἀλλὰ καὶ τὸ θέλειν προενήρξασθε ἀπὸ πέρυσι. Προέτρεψεν ἀπὸ τοῦ Κυρίου· Γινώσκετε γὰρ, φησὶ, τὴν χάριν τοῦ Κυρίου ἡμῶν, ὅτι δι' ἡμᾶς ἐπτώχευσε, πλούσιος ὤν. Πάλιν ἐπὶ τὸ ἰσχυρὸν κεφάλαιον καταφεύγει, τὸ ἀφ' ἑτέρων. Ζηλότυπον γὰρ τὸ τῶν ἀνθρώπων γένος. Καὶ ἔδει μὲν τὸ τοῦ Κυρίου ὑπόδειγμα μᾶλλον αὐτοὺς ἐφελκύσασθαι, καὶ μετ' ἐκεῖνο, τὸ τῆς ἀντιδόσεως· ἀλλ' ἐπειδὴ ἀσθενέστεροι ἦσαν, τούτῳ μᾶλλον ἐφέλκεται. Οὐδὲν γὰρ τοσοῦτον, ὅσον ὁ ζῆλος ποιεῖ. Σκόπει δὲ πῶς αὐτὸ καὶ καινοτέρως εἰσάγει. Οὐ γὰρ εἶπε, Τούσδε μιμήσασθε· ἀλλὰ τί; Ὁ ἐξ ὑμῶν ζῆλοςἠρέθισε τοὺς πλείονας. Τί λέγεις; πρὸ μικροῦ ἔλεγες, ὅτι αὐτεπάγγελτοι, μετὰ πολλῆς τῆς παρακλήσεως δεόμενοι ἡμῶν· πῶς οὖν Ὁ ἐξ ὑμῶν ζῆλος; Ναὶ, φησίν· οὐ συνεβουλεύσαμεν, οὐ παρεκαλέσαμεν, ἀλλ' ἐπῃνέσαμεν μόνον ὑμᾶς, ἐκαυχησάμεθα μόνον, καὶ τοῦτο ἤρκεσεν αὐτοῖς εἰς προτροπήν. Εἶδες πῶς δι' ἀλλήλων αὐτοὺς διεγείρει, τούτους μὲν δι' ἐκείνων, ἐκείνους δὲ διὰ τούτων, καὶ τῷ ζήλῳ καὶ ἐγκώμιον ἀνέμιξε μέγιστον; Εἶτα ἵνα μὴ αὐτοὺς ἐπαίρῃ, κεκολασμένως μεθοδεύει, λέγων· Ὁ ἐξ ὑμῶν ζῆλος ἠρέθισε τοὺς πλείονας. Ἐννόησον τοίνυν ὅσον ἐστὶν ἑτέροις γενομένους αἰτίους τῆς φιλοτιμίας ταύτης, αὐτοὺς ὑστερεῖσθαι κατὰ τὴν εἰσφορὰν ταύτην. Διὰ τοῦτο οὐκ εἶπε, Μιμήσασθε ἐκείνους· οὐ γὰρ τοσοῦτον εἶχε τὸν ζῆλον· ἀλλὰ πῶς; Ἐκεῖνοι ὑμᾶς ἐμιμήσαντο· μηδὲ φανῆτε τῶν μαθητῶν ἐλάττους οἱ διδάσκαλοι. Καὶ ὅρα πῶς διεγείρων αὐτοὺς καὶ ἀνάπτων μειζόνως, ὑποκρίνεται μετ' αὐτῶν ἑστάναι, καθάπερ ἐν φιλονεικίᾳ τινὶ καὶ ἁμίλλῃ τὸ μέρος αὐτῶν ἐπιλεγόμενος. Καθάπερ γὰρ ἀνωτέρω ἔλεγεν, ὅτι Αὐθαίρετοι μετὰ πολλῆς παρακλήσεως προσῆλθον ἡμῖν, εἰς τὸ παρακαλέσαι ἡμᾶς Τίτον, ἵνα καθὼς προενήρξατο, οὕτως ἐπιτελέσηται τὴν χάριν ταύτην· οὕτω καὶ ἐνταῦθά φησιν, ὅτι Διὰ τοῦτο ἔπεμψα τοὺς ἀδελφοὺς, ἵνα μὴ κενωθῇ τὸ καύχημα ἡμῶν. Εἶδες αὐτὸν ἀγωνιῶντα καὶ τρέμοντα, ἵνα μὴ δόξῃ προτροπῆς ἕνεκεν εἰρηκέναι μόνον ἃ εἶπεν, ἀλλὰ, Τῷ οὕτως ἔχειν, φησὶν, ἔπεμψα τοὺς ἀδελφούς· τοσαύτην ὑπὲρ ὑμῶν ποιοῦμαι σπουδὴν, ἵνα μὴ κενωθῇ τὸ καύχημα ἡμῶν. Καὶ δοκεῖ τοῦ μέρους ἑαυτὸν ποιεῖν τῶν Κορινθίων διὰ πάντων, καίτοι πάντων ὁμοίως κηδόμενος. Ὃ δὲ λέγει, τοῦτό ἐστι· Πάνυ σεμνύνομαι ἐφ' ὑμῖν, καλλωπίζομαι παρὰ πᾶσιν, ἐκαυχησάμην καὶ παρ' ἐκείνοις· ὥστε, ἂν ὑστερήσητε, κοινὰ τὰ τῆς αἰσχύνης. Καὶ τοῦτο δὲ μεμετρημένως· προσέθηκε γὰρ, Ἐν τούτῳ τῷ μέρει· οὐ πανταχοῦ· ἵνα, καθὼς ἔλεγον, παρεσκευασμένοι ἦτε. Οὐδὲ γὰρ εἶπον, ὅτι μέλλουσιν, ἀλλ' ὅτι πάντα ηὐτρέπισται, καὶ οὐδὲν αὐτοῖς ἐνδεῖ λοιπόν. Τοῦτο οὖν βούλομαι διὰ τῶν ἔργων δειχθῆναι, φησίν. Εἶτα καὶ αὔξει τὴν ἀγωνίαν, λέγων· Μή πως, ἐὰν ἔλθωσι σὺν ἐμοὶ Μακεδόνες, καταισχυνθῶμεν ἡμεῖς (ἵνα μὴ λέγωμεν, ὑμεῖς), ἐν ταύτῃ τῇ ἀποστάσει τῆς καυχήσεως.
19.2.1
Μείζων ἡ ἐντροπὴ, ὅταν πολλοὺς ἐπιστήσῃ τοὺς θεατὰς, αὐτοὺς τοὺς ἀκηκοότας. Καὶ οὐκ εἶπε, Φέρω γὰρ Μακεδόνας μετ' ἐμοῦ, ἔρχονται γὰρ Μακεδόνες μετ' ἐμοῦ, ἵνα μὴ δόξῃ ἐπίτηδες αὐτὸ ποιεῖν· ἀλλὰ πῶς; Μή πως, ἐὰν ἔλθωσι σὺν ἐμοὶ Μακεδόνες. Συμβαίνει γὰρ τοῦτο, φησὶ, γενέσθαι, τῶν ἐγχωρούντων ἐστίν. Οὕτω γὰρ καὶ ἀνύποπτον ἐποίει τὸν λόγον· εἰ δὲ ἐκείνως εἶπε, καὶ φιλονεικοτέρους ἐποίησεν ἄν. Ὅρα πῶς οὐκ ἀπὸ τῶν πνευματικῶν μόνον αὐτοὺς ἐνάγει, ἀλλὰ καὶ ἀπὸ τῶν ἀνθρωπίνων. Εἰ γὰρ καὶ ἐμὲ οὐδὲν μέγα τίθεσθε, φησὶ, θαῤῥεῖτε δὲ ὡς συγγινώσκοντι, ἀλλ' ἐννοεῖτε Μακεδόνας, Μή πως, ἐὰν ἔλθωσι, καὶ εὕρωσιν ὑμᾶς· καὶ οὐκ εἶπε, μὴ βουλομένους, ἀλλὰ, ἀπαρασκευάστους, μηδέπω τὸ πᾶν πεπληρωκότας. Εἰ δὲ τοῦτο αἰσχύνη, τὸ μὴ ταχέως ἐνεγκεῖν· τὸ μηδὲ ὅλως εἰσενεγκεῖν, ἢ ἔλαττον τοῦ δέοντος, ἐννόησον ἡλίκον. Εἶτα πράως τὸ ἐξ αὐτοῦ συμβησόμενον, καὶ πληκτικῶς τίθησιν, οὕτως εἰπών· Καταισχυνθῶμεν ἡμεῖς, ἵνα μὴ λέγωμεν, ὑμεῖς. Καὶ κολάζει πάλιν λέγων· Ἐν ταύτῃ τῇ ὑποστάσει τῆς καυχήσεως· οὐ ῥᾳθυμοτέρους ποιῶν, ἀλλὰ δεικνὺς, ὅτι τοὺς ἐν τοῖς ἄλλοις εὐδοκιμοῦντας, καὶ ἐν ταύτῃ πολλὴν ἔχειν δεῖ τὴν παῤῥησίαν. Ἀναγκαῖον οὖν ἡγησάμην προπέμψαι τοὺς ἀδελφοὺς, ἵνα προκαταρτίσωσι ταύτην τὴν εὐλογίαν ὑμῶν ἑτοίμην εἶναι οὕτως ὡς εὐλογίαν, καὶ μὴ ὡς πλεονεξίαν. Πάλιν αὐτὸ ἀνέλαβεν ἑτέρως· καὶ ἵνα μὴ δόξῃ ἁπλῶς ταῦτα λέγειν, καὶ τὴν αἰτίαν τῆς ὁδοῦ οὐκ ἄλλην εἶναί φησιν, ἀλλ' ὥστε μὴ καταισχυνθῆναι αὐτούς. Ὁρᾷς ὅτι τὸ, Περιττόν μοί ἐστι τὸ γράφειν ὑμῖν, ἀρχὴ συμβουλῆς ἦν; Ὁρᾷς γοῦν ὅσα περὶ ταύτης διαλέγεται τῆς διακονίας; Μετὰ δὲ τούτου κἀκεῖνο ἔστιν εἰπεῖν, ὅτι ἵνα μὴ δόξῃ ἐναντιολογεῖσθαι εἰπὼν περιττὸν, καὶ περὶ αὐτοῦ διαλεγόμενος, πρὸς τῷ περὶ τάχους διαλέγεσθαι καὶ δαψιλείας καὶ προθυμίας, διὰ τούτων κἀκεῖνο κατασκευάζει. Τὰ γὰρ τρία ταῦτα ἀπαιτεῖ, καὶ ἐκίνησε μὲν ταυτὶ τὰ κεφάλαια καὶ ἐν ἀρχῇ· ὅταν γὰρ λέγῃ, Ἐν πολλῇ δοκιμῇ θλίψεως ἡ περισσεία τῆς χαρᾶς αὐτῶν, καὶ ἡ κατὰ βάθους πτωχεία ἐπερίσσευσεν εἰς τὸν πλοῦτον τῆς ἁπλότητος αὐτῶν, οὐδὲν ἄλλο λέγει, ἢ ὅτι καὶ πολὺ εἰσήνεγκαν, καὶ μετὰ χαρᾶς, καὶ μετὰ τάχους, καὶ οὐ μόνον τὸ δοῦναι οὐ πολὺ ἐλύπησεν, ἀλλ' οὐδὲ τὸ ἐν πειρασμοῖς εἶναι· ὅπερ τοῦ δοῦναι φορτικώτερον. Καὶ τὸ, Ἡμῖν ἔδωκαν ἑαυτοὺς, καὶ τοῦτο καὶ τὴν προθυμίαν αὐτῶν δείκνυσι, καὶ τὸ σφόδρα αὐτοὺς πιστεύειν. Πάλιν δὲ καὶ ἐνταῦθα αὐτὰ μεταχειρίζει. Ἐπειδὴ γὰρ ταῦτα ἐναντία ἐστὶ, φιλοτιμία καὶ προθυμία, καὶ ὁ μὲν πολὺ δοὺς πολλάκις ἀθυμεῖ, ὁ δὲ ὑπὲρ τοῦ μὴ ἀλγεῖν ἔλαττον δίδωσιν, ὅρα πῶς ἑκατέρους ἐπιμελεῖται, καὶ μετὰ τῆς προσηκούσης αὐτῷ συνέσεως. Οὐ γὰρ εἶπεν, Ὀλίγον βέλτιον δοῦναι καὶ μετὰ προαιρέσεως, ἣ πολὺ μετὰ ἀνάγκης· ἐπειδὴ καὶ πολὺ, καὶ μετὰ προαιρέσεως ἠβούλετο αὐτοὺς εἰσενεγκεῖν· ἀλλὰ πῶς; Ἵνα προκαταρτίσωσι τὴν εὐλογίαν ὑμῶν ἑτοίμην εἶναι ὡς εὐλογίαν, μὴ ὡς πλεονεξίαν. Πρότερον ἀπὸ τοῦ ἡδίστου καὶ κουφοτέρου ἄρχεται, τοῦ μὴ μετὰ ἀνάγκης· Εὐλογία γὰρ, φησὶν, ἐστίν. Ὅρα πῶς ἐν τάξει παραινέσεως τὸνκαρπὸν εὐθέως δείκνυσι βλαστάνοντα, καὶ εὐλογίας πεπληρωμένους τοὺς παρέχοντας. Καὶ τῇ προσηγορίᾳ αὐτοὺς ἐπεσπάσατο· οὐδεὶς γὰρ εὐλογίαν δίδωσι μετὰ λύπης. Καὶ οὐδὲ τούτῳ ἠρκέσθη, ἀλλ' ἐπήγαγε· Μὴ ὡς πλεονεξίαν. Μὴ νομίσητε, φησὶν, ὅτι ὡς πλεονεκτοῦντες αὐτὴν λαμβάνομεν, ἀλλ' ὥστε αἴτιοι γενέσθαι ὑμῖν εὐλογίας. Ἡ γὰρ πλεονεξία ἀκόντων ἐστίν· ὥστε ὁ διδοὺς ἐλεημοσύνην ἄκων, πλεονεξίαν δίδωσιν. Εἶτα ἀπὸ τούτου πάλιν ἐπ' ἐκεῖνο μετέβη, τὸ φιλοτίμως διδόναι. Τοῦτο δὲ λέγω. Τουτέστιν, ὅτι μετὰ τούτου κἀκεῖνό φημῖ. Ποῖον; ὅτι Ὁ σπείρων φειδομένως, φειδομένως καὶ θερίσει· καὶ ὁ σπείρων ἐπ' εὐλογίαις, ἐπ' εὐλογίαις καὶ θερίσει. Καὶ οὐκ εἶπε, Μικρολόγως, ἀλλ' εὐφημότερον, τὸ τοῦ φειδωλοῦ θεὶς ὄνομα. Καὶ σπόρον τὸ πρᾶγμα ἐκάλεσεν, ἵνα εὐθέως πρὸς τὴν ἀντίδοσιν ἴδῃς, καὶ τὸν ἀμητὸν ἐννοήσας, μάθῃς ὅτι πλείονα λαμβάνεις ἢ δίδως. Διὸ οὐκ εἶπεν, Ὁ διδοὺς, ἀλλ', Ὁ σπείρων· καὶ οὐκ εἶπεν, Ὑμεῖς ἐὰν σπείρητε, ἀλλὰ καθολικὸν τὸν λόγον ποιεῖ. Οὐδὲ εἶπε, Δαψιλῶς, ἀλλ', Ἐπ' εὐλογίαις· ὃ πολὺ τούτου μεῖζον ἦν. Καὶ πάλιν ἐπὶ τὸ πρότερον τὸ ἡδὺ καταφεύγει, λέγων· Ἕκαστος καθὼς προαιρεῖται τῇ καρδίᾳ. Μᾶλλον γὰρ ἐξουσίαν τις λαβὼν, ἢ ἀναγκαζόμενος ποιεῖ. Διὸ καὶ τούτῳ ἐνδιατρίβει· εἰπὼν γὰρ, Καθὼς προαιρεῖται, ἐπήγαγε· Μὴ ἐκ λύπης, μηδὲ ἐξ ἀνάγκης. Καὶ οὐδὲ τούτῳ ἠρκέσθη, ἀλλὰ καὶ ἀπὸ Γραφῆς μαρτυρίαν ἐπάγει, λέγων· Ἱλαρὸν γὰρ δότην ἀγαπᾷ ὁ Θεός. Εἶδες πῶς συνεχῶς τοῦτο τίθησιν; Οὐ κατ' ἐπιταγὴν λέγω, καὶ, Γνώμην ἐν τούτῳ δίδωμι, καὶ, Ὡς εὐλογίαν, καὶ μὴ ὡς πλεονεξίαν· καὶ πάλιν, Μὴ ἐκ λύπης, μηδὲ ἐξ ἀνάγκης· ἱλαρὸν γὰρ δότην ἀγαπᾷ ὁ Θεός. Ἐνταῦθα οἶμαι τὸ ἱλαρὸν δαψιλῆ λέγεσθαι· πλὴν αὐτὸς εἰς τὸ μετὰ προθυμίας διδόναι αὐτὸ παρέλαβεν. Ἐπειδὴ γὰρ τὸ παράδειγμα Μακεδόνων, καὶ τὰ ἄλλα ἅπαντα ἱκανὰ ἦν ἐργάσασθαι τὴν πολυτέλειαν· οὐ πολλὰ περὶ αὐτῆς φθέγγεται, ἀλλὰ περὶ τοῦ μὴ ἄκοντας διδόναι. Εἰ γὰρ ἔργον ἐστὶν ἀρετῆς, πᾶν δὲ τὸ ἐξ ἀνάγκης ὑποτέμνεται τὸν μισθὸν, εἰκότως τοῦτο ἐργάζεται. Καὶ οὐ συμβουλεύει μόνον, ἀλλὰ καὶ ἐπεύχεται, ὅπερ ἀεὶ ποιεῖ, λέγων· Δυνατὸς δὲ ὁ Θεὸς πᾶσαν χάριν πληρῶσαι εἰς ὑμᾶς.
19.3.1
Διὰ τῆς εὐχῆς λογισμὸν ὑφορμοῦντα τῇ φιλοτιμίᾳ ταύτῃ ἀναιρεῖ, τὸν καὶ νῦν πολλοῖς ἐμποδίζοντα. Καὶ γὰρ πολλοὶ δεδοίκασιν ἐλεημοσύνην δοῦναι, λέγοντες. Μή πως πένης γένωμαι, μή πως ἑτέρων δεηθῶ. Τοῦτον οὖν καταλύων τὸν φόβον, προστίθησι τὴν εὐχὴν, λέγων· Πᾶσαν χάριν περισσεῦσαι εἰς ὑμᾶς. Οὐχ ἁπλῶς πληρῶσαι, ἀλλὰ, Περισσεῦσαι. Τί δέ ἐστι, Χάριν περισσεῦσαι; Ἐμπλῆσαι, φησὶν, ὑμᾶς τοσούτων, ὡς δύνασθαι περιττεύειν ἐν τῇ φιλοτιμίᾳ ταύτῃ. Ἵνα ἐν παντὶ πάντοτε πᾶσαν αὐτάρκειαν ἔχοντες, περισσεύητε εἰς πᾶν ἔργον ἀγαθόν. Ὅρα καὶ ἐν τῇ προσευχῇ αὐτοῦ πολλὴν τὴν φιλοσοφίαν. Οὐ πλοῦτον εὔχεται οὐδὲ περισσείαν, ἀλλὰ πᾶσαν αὐτάρκειαν. Καὶ οὐ τοῦτο μόνον ἐστὶν αὐτοῦ τὸ θαυμαστὸν, ἀλλ' ὅτι ὥσπερ τὸ περιττὸν οὐκ ἐπηύξατο, οὕτως οὐ θλίβει αὐτοὺς, οὐδὲ ἀναγκάζει ἀπὸ τοῦ ὑστερήματος δοῦναι, συγκαταβαίνων αὐτῶν τῇ ἀσθενείᾳ, ἀλλ' αὐτάρκειαν αἰτεῖ, καὶ δείκνυσιν ἅμα ὅτι τοῖς παρὰ τοῦ Θεοῦ δώροις οὐ κατακεχρῆσθαι δεῖ. Ἵνα περισσεύητε, φησὶν, εἰς πᾶν ἔργον ἀγαθόν. Διὰ τοῦτο, φησὶ, ταῦτα αἰτῶ, ἵνα καὶ ἑτέροις παρέχητε. Καὶ οὐκ εἶπε, Παρέχητε, ἀλλὰ, Περισσεύητε. Ἐν μὲν γὰρ τοῖς σαρκικοῖς αὐτάρκειαν αὐτοῖς αἰτεῖ, ἐν δὲ τοῖς πνευματικοῖς καὶ περισσείαν, οὐκ ἐν ἐλεημοσύνῃ μόνον, ἀλλὰ καὶ ἐν τοῖς ἄλλοις ἅπασι· τοῦτο γάρ ἐστι τὸ, Εἰς πᾶν ἔργον ἀγαθόν. Εἶτα τὸν προφήτην αὐτοῖς ἐπάγει σύμβουλον, μαρτυρίαν ζητήσας τὴν εἰς δαψίλειαν αὐτοὺς ἐκκαλουμένην, καί φησι· Καθὼς γέγραπται, Ἐσκόρπισεν, ἔδωκε τοῖς πένησιν· ἡ δικαιοσύνη αὑτοῦ μένει εἰς τὸν αἰῶνα. Τοῦτό ἐστι, Περισσεύητε. Τὸ γὰρ, Ἐσκόρπισεν, οὐδενὸς ἄλλου δηλωτικόν ἐστιν, ἢ τοῦ μετὰ δαψιλείας διδόναι. Εἰ γὰρ καὶ αὐτὰ οὐ μένει, ἀλλὰ τὰ ἐξ αὐτῶν μένει. Καὶ γὰρ τὸ θαυμαστὸν τοῦτό ἐστιν, ὅτι φυλαττόμενα μὲν ἀπόλλυται, σκορπιζόμενα δὲ μένει, καὶ μένει διαπαντός. Δικαιοσύνην δὲ ἐνταῦθα τὴν φιλανθρωπίαν ἐκάλεσε· καὶ γὰρ δικαίους ποιεῖ, τὰ ἁμαρτήματα ὥσπερ πῦρ ἀναλίσκουσα, ὅταν μετὰ δαψιλείας ἐκχέηται. Μὴ τοίνυν ἀκριβολογώμεθα, ἀλλὰ ἀθρόᾳ τῇ χειρὶ σπείρωμεν. Οὐχ ὁρᾷς μίμοις πόσα διδόασιν ἕτεροι, καὶ γυναιξὶ πόρναις; Κἂν τὰ ἡμίση τῷ Χριστῷ δὸς, ὧν τοῖς ὀρχουμένοις ἐκεῖνοι διδόασιν· ὅσα πρὸς φιλοτιμίαν ἐκεῖνοι τοῖς ἐπὶ σκηνῆς, τοσαῦτα σὺ κἂν πεινῶντι δός. Ἐκεῖνοι μὲν γὰρ τὸ σῶμα τῶν ἑταιριζομένων καὶ χρυσίῳ περιβάλλουσιν ἀφάτῳ· σὺ δὲ οὐδὲ ἱματίῳ ψιλῷ τὴν σάρκα τοῦ Χριστοῦ, καὶ ταῦτα γυμνὴν ὁρῶν. Ποίας τοῦτο συγγνώμης ἄξιον, πόσης δὲ οὐ κολάσεως, ὅταν ἐκεῖνος μὲν τῇ ἀπολλυούσῃ αὐτὸν καὶ καταισχυνούσῃ τοσαῦτα παρέχῃ, σὺ δὲ μηδὲ τὸ ἐλάχιστον τῷ σώζοντί σε καὶ ποιοῦντι λαμπρότερον; Ἀλλὰ εἰς γαστέρα μὲν καὶ μέθην καὶ ἀσωτίαν ἀναλίσκων, οὐδαμοῦ πενίας μέμνησαι· ἂν δὲ πενίαν διορθῶσαι δέῃ, πάντων γίνῃ πτωχότερος· καὶ παρασίτους μὲν τρέφων καὶ κόλακας, ὡς ἀπὸ πηγῶν δαπανῶν, οὕτω χαίρεις· εἰ δέ που πτωχὸν ἴδοις, τότε σοι ὁ τῆς πενίας ἐπιτίθεται φόβος. Διὰ δὴ τοῦτο καὶ παρ' ἡμῶν αὐτῶν καὶ παρ' ἑτέρων κατακριθησόμεθα τότε, καὶ τῶν κατωρθωκότων καὶ τῶν διαμαρτόντων. Ἐρεῖ γάρ σοι, Διὰ τί οὐ γέγονας οὕτω μεγαλόψυχος ἐν τοῖς προσήκουσιν; Ἀλλ' οὗτος μὲν πόρνῃ διδοὺς, οὐδὲν τούτων ὑπελογίζετο· σὺ δὲ τῷ Δεσπότῃ παρέχων τῷ εἰρηκότι μὴ μεριμνᾷν, φόβου γέμεις καὶ τρόμου; καὶ τίνος ἂν εἴης συγγνώμης ἄξιος; Εἰ γὰρ ἄνθρωπος οὐ περιόψεται λαβὼν, ἀλλ' ἀποδώσει τὴν χάριν, πολλῷ μᾶλλον ὁ Χριστός. Ὁ γὰρ καὶ χωρὶς τοῦ λαβεῖν διδοὺς, πῶς μετὰ τὸ λαβεῖν οὐ δώσει; Τί οὖν, φησὶν, ὅταν πολλὰ ἀναλώσαντές τινες, πρὸς τῷ μὴ λαβεῖν καὶ ἑτέρων δέωνται; Περὶ τῶν τὰ πάντα δαπανησάντων λέγεις, αὐτὸς οὐδὲ ὀβολὸν διδούς. Ὑπόσχου τὰ πάντα κενώσειν, καὶ τότε [καὶ] περὶ ἐκείνων ἐρώτα· ἕως δ' ἂν φειδωλὸς ᾖς, καὶ ὀλίγα ἐκ τῶν ὄντων παρέχῃς, τί μοι προβάλλῃ σκήψεις καὶ προφάσεις; Οὐδὲ γὰρ ἐπὶ τὴν ἄκραν τῆς ἀκτημοσύνης σε ἄγομεν κορυφὴν, ἀλλὰ τέως σε τὰ περιττὰ περικόπτειν ἀξιοῦμεν, καὶ τῆς αὐταρκείας μόνης ἐρᾷν. Αὐτάρκεια δὲ τῇ χρείᾳ τούτων ὁρίζεται, ὧν ἄνευ ζῇν οὐκ ἔνι. Οὐδείς σε τούτων ἀφέλκει, οὐδὲ κωλύει τὴν καθημερινὴν τροφήν· τροφὴν, οὐ τρυφὴν λέγω· σκεπάσματα, οὐ καλλωπίσματα. Μᾶλλον δὲ, εἴ τις ἀκριβῶς ἐξετάσειε, τοῦτό ἐστι τρυφὴ μάλιστα. Σκόπει δέ· τίνα ἂν εἴποιμεν τρυφᾷν μᾶλλον, τὸν λαχάνοις τρεφόμενον, καὶ ὑγιαίνοντα καὶ οὐδὲν πάσχοντα ἀηδὲς, ἢ τὸν συβαριτικὴν ἔχοντα τράπεζαν, καὶ μυρίων γέμοντα νοσημάτων; Εὔδηλον ὅτι τοῦτον. Οὐκοῦν μηδὲν πλέον τούτου ζητῶμεν, εἰ καὶ τρυφᾷν βουλόμεθα καὶ μετὰ ὑγείας ζῇν· καὶ τούτῳ τὴν αὐτάρκειαν ὁριζώμεθα. Καὶ ὁ μὲν ὀσπρίοις δυνάμενος ἀρκεῖσθαι, καὶ ὑγιαίνειν, μηδὲν πρὸς τούτοις ζητείτω· ὁ δὲ ἀσθενέστερος, καὶ τῆς διὰ τῶν λαχάνων δεόμενος θεραπείας, μὴ κωλυέσθω. Εἰ δὲ καὶ τούτου τις ἀσθενέστερος εἴη, καὶ τῆς συμμέτρου τῆς ἀπὸ κρεῶν βοηθείας δέοιτο, οὐδὲ τούτου αὐτὸν ἀπείρξομεν. Οὐδὲ γὰρ ἵνα ἀνέλωμεν τοὺς ἀνθρώπους καὶ διαφθείρωμεν, ταῦτα συμβουλεύομεν, ἀλλ' ἵνα τὰ περιττὰ περικόψωμεν, περιττὸν δέ ἐστιν, ὃ τῆς χρείας πλέον ἐστίν. Ὅταν γὰρ καὶ χωρὶς τούτου δυνάμεθα διάγειν ὑγιῶς καὶ εὐσχημόνως, περιττὸν πάντως ἐκεῖνό ἐστι προστεθέν.
19.4.1
Τοῦτο καὶ ἐπὶ ἱματίων λογιζώμεθα, καὶ ἐπὶ τραπέζης, καὶ ἐπὶ οἰκίας, καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων· καὶ τὴν χρείαν ζητῶμεν πανταχοῦ. Τὸ γὰρ περιττὸν καὶ ἀνόνητον. Ὅταν τὴν αὐτάρκειαν μελετήσῃς, τότε σε βουλόμενον τῆς χήρας γενέσθαι ζηλωτὴν, εἰς τὰ μείζω τούτων ἐνάξομεν. Οὐδέπω γὰρ ἔφθασας πρὸς τὴν τῆς γυναικὸς φιλοσοφίαν, ἕως ἂν αὐταρκείας φροντίζῃς. Ἐκείνη γὰρ καὶ ταύτης ἀνωτέρα γέγονεν· ἃ γὰρ ἔμελλεν αὐτὴν διαθρέψειν, ταῦτα κατέβαλε πάντα. Ἔτι οὖν διαπορήσεις περὶ τῶν ἀναγκαίων, καὶ οὐκ αἰσχύνῃ γυναικὸς ἡττώμενος, καὶ οὐ μόνον αὐτὴν οὐ ζηλῶν, ἀλλὰ καὶ σφόδρα αὐτῆς ἀπολιμπανόμενος; Ἐκείνη γὰρ οὐκ εἶπε ταῦτα τὰ παρ' ὑμῶν λεγόμενα, Τί δὲ, ἂν πάντα ἀναλώσασα ἀναγκασθῶ δεηθῆναι ἑτέρου; ἀλλὰ φιλοτίμως ἀπεδύσατο τὰ ὄντα. Τί ἄν τις εἴποι περὶ τῆς ἐν τῇ Παλαιᾷ τῆς ἐπὶ τοῦ προφήτου Ἠλίου; Ἐκείνῃ γὰρ οὐκέτι περὶ πενίας, ἀλλὰ καὶ περὶ θανάτου καὶ τελευτῆς ὁ κίνδυνος ἦν, οὐ τῆς οἰκείας μόνον, ἀλλὰ καὶ τῆς τῶν παίδων. Οὐδὲ γὰρ παρ' ἑτέρων προσεδόκα λήψεσθαι, ἀλλὰ ἀποθανεῖσθαι εὐθέως. Ἀλλὰ τὸν προφήτην εἶδε, φησὶ, καὶ ἐντεῦθεν φιλότιμος γέγονεν. Ὑμεῖς δὲ οὐχ ὁρᾶτε μυρίους ἁγίους; καὶ τί λέγω ἁγίους; τὸν τῶν προφητῶν ὁρᾶτε προσαιτοῦντα Δεσπότην, καὶ οὐδὲ οὕτω φιλάνθρωποι γίνεσθε· ἀλλὰ ταμιεῖα ἔχοντες ἐρευγόμενα ἐκ τούτου εἰς τοῦτο, οὐδὲ ἐκ τοῦ περισσεύματος μεταδίδοτε. Τί λέγεις; προφήτης ἦν ὁ παρὼν, καὶ τοῦτο αὐτὴν ἔπεισε μεγαλοψυχῆσαι τοσοῦτον; Αὐτὸ μὲν οὖν τοῦτο πολλοῦ θαύματος ἄξιον, ὅτι ἐπείσθη μέγαν αὐτὸν εἶναι καὶ θαυμαστόν. Πῶς γὰρ οὐκ εἶπεν, οἷα εἰκὸς ἦν βάρβαρον γυναῖκα καὶ ἀλλόφυλον λογίσασθαι, ὅτι Εἰ προφήτης ἦν, οὐκ ἂν ἐμοῦ ἐδεήθη; εἰ Θεοῦ φίλος ἦν, οὐκ ἂν αὐτὸν περιεῖδεν; ἔστω, Ἰουδαῖοι διὰ ἁμαρτήματα ταύτην τίνουσι τὴν δίκην· οὗτος δὲ πόθεν, καὶ διὰ τί; Ἀλλ' οὐδὲν τούτων ἐνενόησεν, ἀλλ' ἀνέῳξεν αὐτῷ τὴν οἰκίαν, καὶ πρὸ τῆς οἰκίας τὴν γνώμην, καὶ πάντα τὰ ὄντα εἰς μέσον τέθεικε, καὶ τὴν φύσιν ἀφεῖσα, καὶ τῶν παίδων καταφρονήσασα, τὸν ξένον προετίμησε πάντων. Ἐννόησον οὖν ὅση κόλασις κείσεται, ὅταν γυναικὸς χήρας, πτωχῆς, ἀλλοφύλου, βαρβάρου, παίδων μητρὸς, τούτων οὐδὲν εἰδυίας ὧν ἡμεῖς ἴσμεν, ἔλαττον φέρωμεν, καὶ ἀσθενέστεροι ὦμεν. Οὐ γὰρ, ἂν τὸ σῶμα ἔχωμεν ἰσχυρὸν, ἀνδρεῖοί τινές ἐσμεν. Καὶ γὰρ ἐκεῖνος μόνος ταύτην ἔχει τὴν ἀρετὴν, κἂν ἐπὶ κλίνης ᾖ βεβλημένος, ὁ τὴν ἰσχὺν οἴκοθεν ἔχων· ὡς ταύτης ἄνευ, κἂν ὄρος τις ἀνασπᾷ τῇ τοῦ σώματος ῥώμῃ, οὐδὲν αὐτὸν κορασίου καὶ γραϊδίου ταλαιπώρου φαίην ἂν ἰσχυρότερον εἶναι. Ὁ μὲν γὰρ ἀσωμάτοις παλαίει κακοῖς, οὗτος δὲ οὐδὲ ἀντιβλέψαι τολμᾷ. Καὶ ἵνα μάθῃς, ὅτι οὗτος ἀνδρείας ὅρος, ἀπ' αὐτοῦ τούτου τοῦ παραδείγματος αὐτὸ συνάγαγε. Τί γὰρ αὐτῆς ἀνδρειότερον γένοιτ' ἂν τῆς γυναικὸς, ἣ καὶ πρὸς φύσεως τυραννίδα, καὶ πρὸς λιμοῦ βίαν, καὶ πρὸς τελευτῆς ἀπειλὴν ἔστη γενναίως, καὶ πάντων γέγονεν ἰσχυροτέρα; Ἄκουσον γοῦν πῶς ὁ Χριστὸς αὐτὴν ἀνακηρύττει. Πολλαὶ γὰρ, φησὶν, ἦσαν χῆραι ἐν ταῖς ἡμέραις Ἠλία, καὶ πρὸς οὐδεμίαν ὁ προφήτης ἀπεστέλλετο, ἀλλ' ἢ πρὸς ἐκείνην. Εἴπω τι μέγα καὶ παράδοξον; Αὕτη τοῦ πατρὸς ἡμῶν Ἀβραὰμ πλέον εἰς φιλοξενίαν εἰσήνεγκεν. Οὐ γὰρ εἰς ἀγέλην ἔδραμε, καθάπερ ἐκεῖνος, ἀλλ' ἀπὸ τῆς δρακὸς ἐκείνης παρήλαυνεν ἅπαντας τοὺς ἐπὶ φιλοξενίᾳ βεβοημένους. Ἐκεῖνος μὲν γὰρ ἐνίκα, ὅτι εἰς τοῦτο ἑαυτὸν ἔταξεν· αὕτη δὲ, ὅτι οὐδὲ τῶν παίδων ἐφείσατο διὰ τὸν ξένον, καὶοὐδὲ προσδοκῶσα τὰ μέλλοντα. Ἡμεῖς δὲ, βασιλείας οὔσης, γεέννης ἀπειλουμένης, ὃ πάντων μεῖζον, τοῦ Θεοῦ τοσαῦτα ὑπὲρ ἡμῶν ἐργασαμένου, καὶ τούτοις εὐφραινομένου καὶ χαίροντος, ἀναπεπτώκαμεν. Μὴ, παρακαλῶ· ἀλλὰ σκορπίσωμεν, δῶμεν πένησιν ὡς δοῦναι δεῖ. Τὸ γὰρ πολὺ καὶ τὸ ὀλίγον οὐ τῷ μέτρῳ τῶν διδομένων ὁ Θεὸς ὁρίζει, ἀλλὰ τῇ δυνάμει τῆς οὐσίας τοῦ διδόντος. Πολλάκις γοῦν τοῦ μόνον ἕνα καταθέντος ὀβολὸν ἔλαττον σὺ κατέθηκας, ὁ στατῆρας χρυσοῦ καταβαλὼν ἑκατόν· ἀπὸ γὰρ τοῦ περισσεύματος ἔβαλες. Πλὴν κἂν οὕτω ποίει, καὶ ἥξεις ταχέως καὶ ἐπὶ τὸ δαψιλέστερον. Σκόρπισον χρήματα, ἵνα συναγάγῃς δικαιοσύνην. Οὐδὲ γὰρ θέλει μετὰ τῶν χρημάτων αὐτὴ παραγίνεσθαι, ἀλλὰ δι' αὐτῶν μὲν, οὐ μετ' αὐτῶν δὲ ἡμῖν παρέστη. Οὐ γὰρ ἔστιν ὁμοῦ καὶ χρημάτων ἐπιθυμίαν, καὶ δικαιοσύνην οἰκεῖν· κεχωρισμένας γὰρ ἔχουσι τὰς σκηνάς. Μὴ δὴ φιλονείκει τὰ ἄμικτα συνάγειν, ἀλλὰ ἀπέλασον τὴν τύραννον φιλαργυρίαν, εἰ βούλει τὴν βασιλίδα λαβεῖν. Αὕτη γάρ ἐστιν ἡ βασίλισσα, καὶ ἐλευθέρους ἐκ δούλων ποιοῦσα· οὗ τοὐναντίον ἐκείνη. Διὸ μετὰ πάσης σπουδῆς τὴν μὲν φύγωμεν, τὴν δὲ ἀσπαζώμεθα, ἵνα καὶ τῆς ἐνταῦθα τύχωμεν ἐλευθερίας, καὶ τῆς βασιλείας ἐπιτύχωμεν τῶν οὐρανῶν· ἧς δὴ καὶ γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Intertext edge

Open linked passage

Note