Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In epistulam ii ad Corinthios
John ChrysostomCori 20 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
20.0.1
Ὁ δὲ ἐπιχορηγῶν σπέρμα τῷ σπείροντι, καὶ ἄρτον εἰς βρῶσιν χορηγήσαι, καὶ πληθύναι τὸν σπόρον ὑμῶν, καὶ αὐξήσαι τὰ γεννήματα τῆς δικαιοσύνης ὑμῶν.
20.1.1
Μάλιστα ἄν τις ἐκ τούτου θαυμάσειε τὴν Παύλου σύνεσιν, ὅτι προτρέψας ἀπὸ τῶν πνευματικῶν, ἀπὸ τῶν σαρκικῶν, καὶ ἐν τῇ ἀντιδόσει πάλιν τὸ αὐτὸ τοῦτο ποιεῖ, ἑκατέρας τιθεὶς τὰς ἀμοιβάς. Τὸ μὲν οὖν, Ἐσκόρπισεν, ἔδωκε τοῖς πένησιν, ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα, πνευματικῆς ἐστιν ἀμοιβῆς· τὸ δὲ, Πληθύναι τὸν σπόρον ὑμῶν, σαρκικῆς ἀντιδόσεως. Ἀλλ' ὅμως οὐχ ἵσταται ἐνταῦθα, ἀλλὰ καὶ πάλιν ἐπὶ τὰ πνευματικὰ μεταβαίνει, συνεχῶς παράλληλα αὐτὰ τιθείς· καὶ γὰρ τὸ, Αὐξήσαι τὰ γεννήματα τῆς δικαιοσύνης ὑμῶν, πνευματικόν. Ταῦτα δὲ ποιεῖ καὶ ποικίλλει τὸν λόγον, τὸν ἄνανδρον ἐκείνων καὶ βλακώδη λογισμὸν πρόῤῥιζον ἀνασπῶν, καὶ τῆς πενίας τὸν φόβον ἐκλύων πολλαχόθεν, καὶ ἀπὸ τοῦ παραδείγματος τούτου τοῦ νῦν. Εἰ γὰρ καὶ τοῖς τὴν γῆν σπείρουσι δίδωσιν ὁ Θεὸς, εἰ τοῖς τὸ σῶμα τρέφουσι παρέχει τὴν ἀφθονίαν, πολλῷ μᾶλλον τοῖς τὸν οὐρανὸν γεωργοῦσι, τοῖς τῆς ψυχῆς ἐπιμελουμένοις· καὶ γὰρ ταῦτα βούλεται μᾶλλον προνοίας ἀπολαύειν. Ἀλλὰ συλλογιστικῶς μὲν αὐτὸ οὐ τίθησιν, οὐδὲ οὕτως, ὥσπερ ἔφην, ἐν δὲ εὐχῆς μέρει, ὁμοῦ καὶ τὸν συλλογισμὸν φανερὸν ποιῶν, καὶ μᾶλλον αὐτοὺς εἰς ἐλπίδα ἄγων, οὐκ ἀπὸ τῶν γινομένων μόνον, ἀλλὰ καὶ ἀπὸ τῆς εὐχῆς ταύτης· Χορηγήσαι γὰρ, φησὶν, καὶ πληθύναι τὸν σπόρον ὑμῶν, καὶ αὐξήσαι τὰ γεννήματα τῆς δικαιοσύνης ὑμῶν. Πάλιν κἀνταῦθα τὴν δαψίλειαν αἰνίττεται ἀνυπόπτως· τὸ γὰρ, Πληθύναι καὶ αὐξήσαι, τοῦτό ἐστιν ἐνδεικνυμένου· ὁμοῦ δὲ καὶ τῶν ἀναγκαίων πλέον οὐδὲν ἀφίησινἐπιζητεῖν, Ἄρτον, εἰπὼν, εἰς βρῶσιν. Καὶ γὰρ καὶ τοῦτο αὐτοῦ μάλιστα ἔστι θαυμάσαι, ὃ καὶ ἔμπροσθεν κατεσκεύασεν, ὅτι ἐν μὲν τοῖς ἀναγκαίοις οὐδὲν πλέον τῆς χρείας ἀφίησιν ἐπιζητεῖν, ἐν δὲ τοῖς πνευματικοῖς πολλὴν τὴν περιουσίαν συμβουλεύει ποιεῖσθαι. Διὸ καὶ ἀνωτέρω ἔλεγεν, Ἵνα αὐτάρκειαν ἔχοντες, περισσεύητε εἰς πᾶν ἔργον ἀγαθόν· καὶ ἐνταῦθα, Ὁ ἐπιχορηγῶν ἄρτον εἰς βρῶσιν, πληθύναι τὸν σπόρον ὑμῶν· τουτέστι, τὸν πνευματικόν. Οὐδὲ γὰρ ἁπλῶς ἐλεημοσύνην αἰτεῖ, ἀλλὰ τὴν μετὰ δαψιλείας. Διὸ καὶ σπόρον αὐτὸ συνεχῶς καλεῖ. Καθάπερ γὰρ ὁ σῖτος καταβαλλόμενος κομῶντα τὰ λήϊα δείκνυσι· οὕτω καὶ ἡ ἐλεημοσύνη πολλὰ τὰ δράγματα τῆς δικαιοσύνης ἐργάζεται, καὶ δείκνυσιν ἄφατα τὰ γεννήματα. Ἐπευξάμενος δὲ αὐτοῖς εὐθηνίαν τοσαύτην, δείκνυσι πάλιν ποῦ ταύτην δαπανᾷν χρὴ, λέγων. Ἵνα ἐν παντὶ πλουτιζόμενοι εἰς πᾶσαν ἁπλότητα, ἥτις κατεργάζεται δι' ἡμῶν εὐχαριστίαν τῷ Θεῷ. Οὐχ ἵνα εἰς τὰ μὴ δέοντα ἀναλίσκητε, ἀλλ' εἰς ἐκεῖνα, ἃ πολλὴν φέρει τῷ Θεῷ τὴν εὐχαριστίαν. Καὶ γὰρ μεγάλων ἡμᾶς κυρίους ἐποίησεν ὁ Θεός· καὶ τὰ ἐλάττονα ἑαυτῷ ἀφεὶς, ἡμῖν τῶν μειζόνων παρεχώρησε. Τῆς μὲν γὰρ αἰσθητῆς τροφῆς αὐτὸς κύριος, τὴν δὲ νοητὴν ἡμῖν ἐπέτρεψε· καὶ γὰρ ἡμεῖς κύριοι τὰ λήϊα ἡμῶν δεῖξαι κομῶντα. Οὐδὲ γὰρ ὑετῶν δεῖται καὶ ὡρῶν κράσεως, καὶ προαιρέσεως μόνης, καὶ πρὸς αὐτὸν τρέχει τὸν οὐρανόν. Ἁπλότητα δὲ ἐνταῦθα τὴν δαψίλειαν καλεῖ, ἥτις κατεργάζεται δι' ἡμῶν εὐχαριστίαν τῷ Θεῷ. Οὐδὲ γὰρ ἐλεημοσύνη μόνον ἐστὶ τὸ γινόμενον, ἀλλὰ καὶ εὐχαριστίας πολλῆς ὑπόθεσις· μᾶλλον δὲ οὐκ εὐχαριστίας μόνον, ἀλλὰ καὶ ἑτέρων πλειόνων. Καὶ τίθησιν αὐτὰ προϊὼν, ἵνα δείξας πολλὰ ὄντα τὰ κατορθούμενα, ἐντεῦθεν προθυμοτέρους ἐργάσηται. Τίνα οὖν ἐστι τὰ πολλά; Ἄκουσον αὐτοῦ λέγοντος· Ὅτι ἡ διακονία τῆς λειτουργίας ταύτης οὐ μόνον ἐστὶ προσαναπληροῦσα τὰ ὑστερήματα τῶν ἁγίων, ἀλλὰ καὶ περισσεύουσα διὰ πολλῶν εὐχαριστιῶν τῷ Θεῷ· διὰ τῆς δοκιμῆς τῆς διακονίας ταύτης δοξάζοντες τὸν Θεὸν ἐπὶ τῇ ὑποταγῇ τῆς ὁμολογίας ὑμῶν εἰς τὸ Εὐαγγέλιον, καὶ ἁπλότητι τῆς κοινωνίας τῆς εἰς αὐτοὺς, καὶ εἰς πάντας, καὶ αὐτῶν δεήσει ὑπὲρ ὑμῶν, ἐπιποθούντων ὑμᾶς διὰ τὴν ὑπερβάλλουσαν χάριν τοῦ Θεοῦ ἐφ' ὑμῖν. Ὃ δὲ λέγει, τοῦτό ἐστι· Πρῶτον τὰ ὑστερήματα τῶν ἁγίων οὐ μόνον πληροῦτε, ἀλλὰ καὶ περισσεύετε, τουτέστι, καὶ πλέον τῆς χρείας αὐτοῖς παρέχετε· εἶτα δι' αὐτῶν εὐφημίαν ἀναπέμπετε τῷ Θεῷ· δοξάζουσι γὰρ αὐτὸν ἐπὶ τῇ ὑποταγῇ τῆς ὁμολογίας ὑμῶν. Ἵνα γὰρ μὴ δείξῃ αὐτοὺς διὰ τοῦτο εὐχαριστοῦντας μόνον, διὰ τὸ λαβεῖν λέγω, ὅρα πῶς ὑψηλοὺς αὐτοὺς ποιεῖ· ὅπερ αὐτός φησι πρὸς Φιλιππησίους, ὅτι Οὐκ ἐπιζητῶ τὰ δόματα, καὶ τούτοις μαρτυρῶ τὸ αὐτό. Χαίρουσι μὲν γὰρ, ὅτι τὰ ὑστερήματα αὐτῶν ἀναπληροῦτε, καὶ τὴν πτωχείαν αὐτῶν παραμυθεῖσθε· πολλῷ δὲ πλέον, ὅτι οὕτως ὑποτεταγμένοι ἐστὲ τῷ Εὐαγγελίῳ· οὗ σημεῖον τοῦτό ἐστι, τὸ οὕτω δαψιλῶςεἰσφέρειν. Τοῦτο γὰρ τὸ Εὐαγγέλιον ἐπιτάττει. Καὶ ἁπλότητι τῆς κοινωνίας τῆς εἰς αὐτοὺς καὶ εἰς πάντας. Καὶ διὰ τοῦτο δοξάζουσι, φησὶ, τὸν Θεὸν, ὅτι οὕτως ἐστὲ φιλότιμοι, οὐκ εἰς ἐκείνους μόνον, ἀλλὰ καὶ εἰς πάντας. Τοῦτο δὲ πάλιν ἐγκώμιον ἐκείνων γίνεται, τὸ καὶ ὑπὲρ τῶν ἑτέροις διδομένων εὐχαριστεῖν. Οὐ γὰρ τὰ ἑαυτῶν κοσμοῦσι μόνον, φησὶν, ἀλλὰ καὶ τὰ ἑτέρων, καίτοι γε ἐν ἐσχάτῃ ὄντες πενίᾳ· ὃ πολλῆς αὐτῶν ἀρετῆς ἐστι σημεῖον. Οὐδὲν γὰρ οὕτω ζηλότυπον, ὡς τὸ τῶν πτωχευομένων γένος. Ἀλλ' ἐκεῖνοι καθαροὶ τούτου τοῦ πάθους εἰσὶ, τοσοῦτον ἀπέχοντες ἀλγεῖν ἐφ' οἷς ἑτέροις μεταδίδοτε, ὅτι καὶ χαίρουσιν οὐχ ἧττον, ἢ ἐφ' οἷς αὐτοὶ λαμβάνουσι. Καὶ αὐτῶν δεήσει ὑπὲρ ὑμῶν. Ὑπὲρ μὲν γὰρ τούτων εὐχαριστοῦσι, φησὶ, τῷ Θεῷ· ὑπὲρ δὲ τῆς ὑμετέρας ἀγάπης καὶ τῆς συντυχίας παρακαλοῦσιν αὐτὸν, ἵνα καταξιωθῶσιν ὑμᾶς ἰδεῖν. Ἐπιποθοῦσι γὰρ τοῦτο οὐ διὰ τὰ χρήματα, ἀλλ' ὥστε θεαταὶ γενέσθαι τῆς δεδομένης ὑμῖν χάριτος.
20.2.1
Εἶδες Παύλου σύνεσιν, πῶς ἐπάρας αὐτοὺς, τὸ πᾶν ἀνέθηκε τῷ Θεῷ, χάριν τὸ πρᾶγμα καλέσας; Ἐπειδὴ γὰρ μεγάλα περὶ αὐτῶν ἐφθέγξατο, λειτουργοὺς αὐτοὺς εἰπὼν, καὶ ἐπάρας εἰς ὕψος· εἴ γε αὐτοὶ μὲν ἐλειτούργουν, αὐτὸς δὲ διηκονεῖτο· καὶ δοκίμους ὀνομάσας, δείκνυσιν ὅτι πάντων τούτων ὁ Θεὸς αἴτιος· καὶ αὐτὸς μετ' ἐκείνων πάλιν εὐχαριστίαν ἀναφέρει λέγων· Χάρις δὲ τῷ Θεῷ ἐπὶ τῇ ἀνεκδιηγήτῳ αὐτοῦ δωρεᾷ. Δωρεὰν δὲ ἐνταῦθα λέγει καὶ τὰ τοσαῦτα ἀγαθὰ τὰ διὰ τῆς ἐλεημοσύνης γινόμενα καὶ τοῖς λαμβάνουσι καὶ τοῖς παρέχουσιν· ἢ τὰ ἀπόῤῥητα ἀγαθὰ τὰ διὰ τῆς παρουσίας αὐτοῦ τῇ οἰκουμένῃ πάσῃ μετὰ πολλῆς δωρηθέντα τῆς φιλοτιμίας· ὃ καὶ μάλιστα ἔστιν ὑποπτεῦσαι. Ἵνα γὰρ καὶ καταστείλῃ, καὶ δαψιλεστέρους ἐργάσηται, ὧν ἔτυχον παρὰ τοῦ Θεοῦ, τούτων αὐτοὺς ἀναμιμνήσκει. Καὶ γὰρ μέγιστον τοῦτο εἰς προτροπὴν ἀρετῆς ἁπάσης· διὸ καὶ ἐνταῦθα τὸν λόγον κατέκλεισεν. Εἰ δὲ ἡ δωρεὰ ἀνεκδιήγητος, τί τῆς μανίας ἴσον γένοιτ' ἂν τῶν τὴν οὐσίαν αὐτοῦ περιεργαζομένων; Οὐχ ἡ δωρεὰ δὲ αὐτοῦ μόνον ἀνεκδιήγητος, ἀλλὰ καὶ ἡ εἰρήνη πάντα νοῦν ὑπερέχει, δι' ἧς τὰ ἄνω τοῖς κάτω κατήλλαξε. Σπουδάσωμεν τοίνυν τοσαύτης ἀπολαύοντες χάριτος, ἀξίαν ἐπιδείκνυσθαι τοῦ βίου τὴν ἀρετὴν, καὶ πολὺν τῆς ἐλεημοσύνης ποιεῖσθαι λόγον· ποιησόμεθα δὲ, ἂν τὴν ἀμετρίαν φύγωμεν, ἂν τὴν μέθην, ἂν τὴν ἀδηφαγίαν. Καὶ γὰρ καὶ σῖτα καὶ ποτὰ δέδωκεν ὁ Θεὸς, οὐκ εἰς ἀμετρίαν, ἀλλὰ εἰς τροφήν. Οὐδὲ γὰρ ὁ οἶνος ποιεῖ τὴν μέθην· ἐπεὶ εἰ τοῦτο ἦν, πάντας ἔδει μεθύειν. Ἀλλ' οὐκ ἐχρῆν, φησὶν, οὐδὲ τὸ πολὺ βλάπτειν. Μεθυόντων ταυτὶ τὰ ῥήματα. Εἰ γὰρ τὸ πολὺ βλάπτει, καὶ οὐδὲ οὕτως ἀφίστασαι τῆς πλεονεξίας· εἰ οὕτως αἰσχρὸν καὶ ἐπιβλαβὲς τοῦτο, καὶ οὐδὲ οὕτω λήγεις τῆς πονηρᾶς ἐπιθυμίας· εἰ ἐξῆν καὶ πολὺ πίνειν, καὶ μηδὲν παραβλάπτεσθαι, ποῦ ἂν ἔστης τῆςπλεονεξίας; ἆρα οὐκ ἂν ἐπεθύμησας, καὶ τοὺς ποταμοὺς γενέσθαι οἶνον; οὐκ ἂν πάντα ἀπώλεσας καὶ διέφθειρας; Εἰ μέτρον ἐστὶ τροφῆς, καὶ τοῦτο ὑπερβάντες βλαπτόμεθα, καὶ οὐδὲ οὕτως ἀνέχῃ τοῦ χαλινοῦ, ἀλλὰ διαῤῥήξας αὐτὸν τὰ πάντων λαμβάνεις, ἵνα λειτουργήσῃς τῇ πονηρᾷ τῆς γαστριμαργίας τυραννίδι· τί οὐκ ἂν ἐποίησας, εἰ τοῦτο ἀνῃρέθη τὸ μέτρον τῆς φύσεως; Οὐκ ἂν πάντα τὸν χρόνον εἰς τοῦτο ἀνάλωσας; Ἔδει οὖν οὕτως ἐπιθυμίαν ἄτοπον ἰσχυρὰν ποιῆσαι, καὶ τὴν βλάβην μὴ κωλῦσαι τὴν ἐκ τῆς ἀμετρίας; καὶ πόσαι οὐκ ἂν ἐτέχθησαν ἐντεῦθεν ἕτεραι βλάβαι; Ἀλλ' ὢ τῶν ἀνοήτων! οἳ, καθάπερ βορβόρῳ κυλινδούμενοι τῇ μέθῃ καὶ ταῖς λοιπαῖς ἀσωτίαις, ὅταν μικρὸν ἀνανήψωσιν, οὐδὲν ἄλλο τι κάθηνται ποιοῦντες, ἢ ταυτὶ φθεγγόμενοι, Διὰ τί τοῦτο εἰς τοῦτο ἀναλίσκεται, δέον τοῖς ἑαυτῶν κρίνειν πλημμελήμασιν; Ἀνθ' οὗ γὰρ λέγεις, Διὰ τί ὅρους τέθεικε; διὰ τί μὴ πάντα ἀτάκτως φέρεται; εἰπὲ, Διὰ τί μὴ παυόμεθα μεθύοντες; διὰ τί μὴ λαμβάνομεν κόρον; διὰ τί τῶν ἀλόγων ἐσμὲν ἀνοητότεροι; Ταῦτα γὰρ ἔδει ζητεῖν πρὸς ἀλλήλους, καὶ τῆς ἀποστολικῆς ἀκούειν φωνῆς, καὶ εἰδέναι πόσα τούτοις μαρτυρεῖ τὰ ἀγαθὰ ἐκ τῆς ἐλεημοσύνης, καὶ ἁρπάζειν τοῦτον τὸν θησαυρόν. Καὶ γὰρ δοκίμους τοῦτο ποιεῖ, καθάπερ αὐτὸς ἔφησε, τὸ χρημάτων ὑπερορᾷν, καὶ τὸν Θεὸν δοξάζεσθαι παρασκευάζει, καὶ ἀγάπην θερμαίνει, καὶ μεγαλοψύχους ἐργάζεται, καὶ ἱερέας καθίστησι καὶ ἱερωσύνην πολὺν φέρουσαν τὸν μισθόν. Ὁ γὰρ ἐλεήμων οὐ ποδήρη ἐνδέδυται, οὐδὲ κώδωνας περιφέρει, οὐδὲ στέφανον ἀναδεῖται, ἀλλὰ ἀναβέβληται μὲν τῆς φιλανθρωπίας στολὴν, τῆς ἱερᾶς ἐσθῆτος ἁγιωτέραν οὖσαν, κέχρισται δὲ ἐλαίῳ, οὐκ ἐξ ὕλης αἰσθητῆς συγκειμένῳ, ἀλλ' ὑπὸ Πνεύματος γεωργουμένῳ, ἔχει δὲ στέφανον ἀπὸ τῶν οἰκτιρμῶν· Τὸν στεφανοῦντά σε γὰρ, φησὶν, ἐν ἐλέει καὶ οἰκτιρμοῖς· ἀντὶ δὲ τοῦ πέταλον φέρειν ὄνομα ἔχον Θεοῦ, αὐτὸς ἴσος γίνεται τῷ Θεῷ. Πῶς γάρ; Γενήσεσθε, φησὶν, ὅμοιοι τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς.
20.3.1
Βούλει καὶ τὸ θυσιαστήριον αὐτοῦ ἰδεῖν; Οὐ Βεσελεὴλ αὐτὸ ᾠκοδόμησεν, οὔτε ἄλλος τις, ἀλλ' αὐτὸς ὁ Θεὸς, οὐ διὰ λίθων, ἀλλὰ δι' ὕλης τοῦ οὐρανοῦ λαμπροτέρας, διὰ ψυχῶν λογικῶν. Ἀλλὰ εἰς τὰ Ἅγια τῶν ἁγίων εἰσέρχεται ὁ ἱερεύς. Ἔξεστί σοι εἰς τὰ φρικωδέστερα εἰσελθεῖν θύοντι τὴν θυσίαν ταύτην, ἔνθα μηδεὶς πάρεστιν, ἀλλ' ὁ Πατήρ σου, ὁ βλέπων σε ἐν τῷ κρυπτῷ, ἔνθα μηδεὶς ἄλλος ὁρᾷ. Καὶ πῶς, φησὶν, ἔστι μὴ ὁρᾷν, δημοσίᾳ ἑστῶτος τοῦ θυσιαστηρίου; Τὸ γὰρ θαυμαστὸν τοῦτό ἐστιν, ὅτι τότε μὲν ἀμφίθυρα καὶ παραπετάσματα τὴν ἐρημίαν ἐποίει· νῦν δὲ ἔξεστι δημοσίᾳ θύοντι, ὡς ἐν τοῖς Ἁγίοις τῶν ἁγίων, καὶ πολλῷ φρικωδέστερον τοῦτο ποιεῖν. Ὅταν γὰρ μὴ πρὸς ἐπίδειξιν ἀνθρώπων ποιῇς, κἂν ἡ οἰκουμένηεἶδεν, οὐδεὶς εἶδεν, ἐπειδὴ σὺ οὕτως ἐποίησας. Οὐ γὰρ εἶπε, Μὴ ποιεῖτε, ἁπλῶς, ἔμπροσθεν τῶν ἀνθρώπων, ἀλλὰ προσέθηκε, Πρὸς τὸ θεαθῆναι αὐτοῖς. Τοῦτο τὸ θυσιαστήριον ἐξ αὐτῶν τῶν τοῦ Χριστοῦ σύγκειται μελῶν, καὶ τὸ σῶμα τοῦ Δεσπότου θυσιαστήριόν σοι γίνεται. Αἰδέσθητι τοῦτο αὐτό· ἐν τῇ σαρκὶ θύεις τοῦ Δεσπότου τὸ ἱερεῖον. Τοῦτο τὸ θυσιαστήριον καὶ τούτου τοῦ νῦν φρικωδέστερον, οὐχὶ τοῦ παλαιοῦ μόνον. Ἀλλὰ μὴ θορυβηθῆτε· τοῦτο μὲν γὰρ θαυμαστὸν διὰ τὴν ἐπιτιθεμένην ἐν αὐτῷ θυσίαν· ἐκεῖνο δὲ τὸ τοῦ ἐλεήμονος οὐ διὰ τοῦτο μόνον, ἀλλὰ καὶ ὅτι καὶ ἐξ αὐτῆς σύγκειται τῆς θυσίας τῆς τοῦτο ποιούσης. Θαυμαστὸν τοῦτο πάλιν, ὅτι λίθος μέν ἔστι τὴν φύσιν, ἅγιον δὲ γίνεται, ἐπειδὴ σῶμα δέχεται Χριστοῦ· ἐκεῖνο δὲ, ἐπειδὴ αὐτὸ σῶμά ἐστι Χριστοῦ. Ὥστε τοῦτο φρικωδέστερον ἐκείνου, ᾧ σὺ παρέστηκας ὁ λαϊκός. Ἆρά σοι μή τι ὁ Ἀαρὼν φαίνεται πρὸς ταῦτα; μηδὲ ὁ στέφανος, μηδὲ οἱ κώδωνες, μηδὲ τὰ Ἅγια τῶν ἁγίων; Τί γὰρ δεῖ πρὸς ἐκεῖνο λοιπὸν τὸ θυσιαστήριον ποιεῖσθαι τὴν σύγκρισιν, ὅπου γε καὶ πρὸς τοῦτο συγκρινόμενον, οὕτω λαμπρὸν ἐφάνη; Σὺ δὲ τὸ μὲν θυσιαστήριον τοῦτο τιμᾷς, ὅτι δέχεται τοῦ Χριστοῦ σῶμα· τὸν δὲ αὐτὸ τὸ σῶμα τοῦ Χριστοῦ ὄντα καθυβρίζεις, καὶ περιορᾷς ἀπολλύμενον. Τοῦτο τὸ θυσιαστήριον πανταχοῦ δυνήσῃ κείμενον ἰδεῖν, καὶ ἐν στενωποῖς καὶ ἐν ἀγοραῖς, καὶ καθ' ἑκάστην ἐν αὐτῷ θύειν τὴν ὥραν· καὶ γὰρ καὶ ἐνταῦθα θυσία τελεῖται. Καὶ καθάπερ ὁ ἱερεὺς ἕστηκε τὸ Πνεῦμα καλῶν, οὕτω καὶ σὺ τὸ Πνεῦμα καλεῖς· ἀλλ' οὐ διὰ φωνῆς, ἀλλὰ δι' ἔργων. Οὐδὲν γὰρ οὕτω κατέχει καὶ ἀνάπτει τοῦ Πνεύματος τὸ πῦρ, ὡς τοῦτο τὸ ἔλαιον δαψιλὲς ἐκχεόμενον. Εἰ δὲ βούλει, καὶ τὰ καταβαλλόμενα ἰδεῖν τί γίνεται, δεῦρο, καὶ ταῦτά σοι δείξω. Τίς οὖν ὁ καπνός; τίς ἡ εὐωδία τοῦ θυσιαστηρίου τούτου; Δόξα καὶ εὐχαριστία. Καὶ μέχρι ποῦ προβαίνει; ἆρα μέχρι τοῦ οὐρανοῦ; Οὐδαμῶς· ἀλλ' αὐτὸν ὑπερβαίνει τὸν οὐρανὸν, καὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ, καὶ αὐτῷ παρίσταται τῷ θρόνῳ τῷ βασιλικῷ· Αἱ εὐχαί σου γὰρ, φησὶ, καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν ἐνώπιον τοῦ Θεοῦ. Καὶ ἡ μὲν αἰσθητὴ εὐωδία οὐδὲ τὸ πολὺ διατέμνει τοῦ ἀέρος· αὕτη δὲ αὐτὰς ἀνοίγει τῶν οὐρανῶν τὰς ἁψῖδας. Καὶ σὺ μὲν σιγᾷς, τὸ δὲ ἔργον βοᾷ· καὶ γίνεται θυσία αἰνέσεως, οὐ δαμάλεως σφαττομένης, οὐδὲ δέρματος καιομένου, ἀλλὰ ψυχῆς πνευματικῆς τὰ παρ' αὐτῆς εἰσφερούσης. Φιλανθρωπίας γὰρ πάσης ἡ τοιαύτη θυσία εὐδοκιμωτέρα. Ὅταν οὖν ἴδῃς πένητα πιστὸν, θυσιαστήριον ὁρᾷν νόμιζε· ὅταν ἴδῃς πτωχὸν τοιοῦτον, μὴ μόνον μὴ ὑβρίσῃς, ἀλλὰ καὶ αἰδέσθητι· κἂν ἕτερον ἴδῃς ὑβρίσαντα, κώλυσον, ἄμυνον. Οὕτω γὰρ δυνήσῃ καὶ αὐτὸς τὸν Θεὸν ἵλεων ἔχειν, καὶ τῶν ἐπηγγελμένων ἐπιτυχεῖν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ τὰ ἑξῆς.

Intertext edge

Open linked passage

Note