Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In epistulam ii ad Corinthios
John ChrysostomCori 21 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
21.0.1
Αὐτὸς δὲ ἐγὼ Παῦλος παρακαλῶ ὑμᾶς διὰ τῆς πραότητος καὶ ἐπιεικείας τοῦ Χριστοῦ, ὃς κατὰ πρόσωπον μὲν ταπεινὸς ἐν ὑμῖν, ἀπὼν δὲ θαῤ ῥῶ εἰς ὑμᾶς. Δέομαι δὲ τὸ μὴ παρὼν θαῤῥῆσαι τῇ πεποιθήσει, ᾗ λογίζομαι τολμῆσαι, ἐπί τινας τοὺς λογιζομένους ἡμᾶς, ὡς κατὰ σάρκα περι πατοῦντας.
21.1.1
Ἀπαρτίσας τὸν περὶ ἐλεημοσύνης λόγον, ὡς ἔδει, καὶ δείξας ὅτι πλεῖον αὐτοὺς ἀγαπᾷ, ἢ ἀγαπᾶται, καὶ τὰ περὶ τῆς ὑπομονῆς αὐτοῦ καὶ τῶν πειρασμῶν διηγησάμενος, εὐκαίρως λοιπὸν τῶν ἐπιτιμητικωτέρων ἅπτεται λόγων, τοὺς ψευδαποστόλους αἰνιττόμενος, καὶ εἰς τὰ φορτικώτερα κατακλείων τὸν λόγον, καὶ ἑαυτὸν συνιστῶν. Τοῦτο γὰρ καὶ δι' ὅλης ἐργάζεται τῆς ἐπιστολῆς. Ὅθεν καὶ αἰσθανόμενος ἑαυτὸν πολλάκις διορθοῦται, αὐτὸ τοῦτο λέγων· Ἀρχόμεθα πάλιν ἑαυτοὺς συνιστάνειν; καὶ προϊών φησιν, Οὐ πάλιν ἑαυτοὺς συνιστάνομεν, ἀλλὰ ἀφορμὴν διδόντες ὑμῖν καυχήσεως· καὶ μετὰ ταῦτα, Ἄφρων γέγονα καυχώμενος, ὑμεῖς με ἠναγκάσατε. Καὶ πολλαῖς τοιαύταις κέχρηται διορθώσεσι. Καὶ οὐκ ἄν τις ἁμάρτοι, τὴν ἐπιστολὴν ταύτην ἐγκώμιον Παύλου προσειπών· οὕτω καὶ τὰ τῆς χάριτος μετὰ δαψιλείας τίθησι, καὶ τὰ τῆς ὑπομονῆς τῆς αὐτοῦ. Ἐπειδὴ γὰρ ἦσάν τινες παρ' αὐτοῖς μέγα φρονοῦντες, καὶ προτιθέντες ἑαυτοὺς τοῦ Ἀποστόλου, καὶ ὡς ἀλαζόνα διαβάλλοντες, καὶ ὡς οὐδὲν ὄντα, οὐδὲ ὑγιές τι διδάσκοντα (τοῦτο γὰρ αὐτὸ μάλιστα τῆς διαφθορᾶς αὐτῶν τεκμήριον ἦν)· ὅρα πῶς ἄρχεται τῆς κατ' αὐτῶν ἐπιτιμήσεως· Αὐτὸς δὲ ἐγὼ Παῦλος. Εἶδες πόση ἡ βαρύτης, πόσον τὸ ἀξίωμα; Ὃ γὰρ θέλει εἰπεῖν, τοῦτό ἐστι· Δέομαι ὑμῶν, μή με ἀναγκάσητε, μηδὲ ἀφῆτε χρήσασθαι τῇ δυνάμει μου κατὰ τῶν ἐξευτελιζόντων ἡμᾶς, καὶ νομιζόντων σαρκικοὺς ἄνδρας εἶναι. Βαρύτερον τοῦτο ἐκείνων ὧν ἐν τῇ προτέρᾳ πρὸς αὐτοὺς ἀπειλῶν ἔλεγεν, Ἐν ῥάβδῳ ἔλθω πρὸς ὑμᾶς, ἢ ἐν ἀγάπῃ πνεύματί τε πραότητος; νῦν δὲ, Ὡς μὴ ἐρχομένου δέ μου πρὸς ὑμᾶς, ἐφυσιώθησάν τινες. Ἐλεύσομαι δὲ καὶ γνώσομαι, οὐ τὸν λόγον τῶν πεφυσιωμένων, ἀλλὰ τὴν δύναμιν. Καὶ γὰρ ἐνταῦθα ἀμφότερα δείκνυσι, καὶ τὸ δυνατὸν, καὶ τὸ φιλόσοφον καὶ ἀνεξίκακον· εἴ γε οὕτω παρακαλεῖ, καὶ μετὰ τοσαύτης σπουδῆς, ὥστε μὴ ἀναγκασθῆναι εἰς ἐπίδειξιν ἐλθεῖν τῆς οἰκείας δυνάμεως τῆς τιμωρητικῆς, καὶ πλῆξαι αὐτοὺς καὶ κολάσαι, καὶ τὴν ἐσχάτην ἀπαιτῆσαι δίκην. Τοῦτο γὰρ ᾐνίξατο λέγων, Δέομαι δὲ τὸ μὴ παρὼν θαῤῥῆσαι τῇ πεποιθήσει, ᾖ λογίζομαι τολμῆσαι, ἐπί τινας τοὺς λογιζομένους ἡμᾶς, ὡς κατὰ σάρκα περιπατοῦντας. Τέως δὲ ἐπὶ τὴν ἀρχὴν τὸν λόγον ἀγάγωμεν. Αὐτὸς δὲ ἐγὼ Παῦλος. Πολλὴ ἡ ἔμφασις, πολλὴ ἡ βαρύτης· ὥσπερ ἀλλαχοῦ φησιν, Ἴδε, ἐγὼ Παῦλος λέγω ὑμῖν· καὶ πάλιν, Ὡς Παῦλος πρεσβύτης· καὶ ἀλλαχοῦ πάλιν, Ἥτις πολλῶν προστάτις ἐγενήθη, καὶ αὐτοῦ ἐμοῦ. Οὕτω καὶἐνταῦθα, Αὐτὸς δὲ ἐγὼ Παῦλος. Μέγα μὲν καὶ τοῦτο, τὸ αὐτὸν παρακαλεῖν· τὸ δὲ ἕτερον μεῖζον, ὃ προσέθηκεν εἰπών· Διὰ τῆς πραότητος καὶ ἐπιεικείας τοῦ Χριστοῦ. Καὶ γὰρ σφόδρα αὐτοὺς ἐντρέψαι βουλόμενος, προβάλλεται τὴν πραότητα καὶ τὴν ἐπιείκειαν, ταύτῃ μείζονα ποιῶν τὴν ἱκετηρίαν· ὡς ἂν εἰ ἔλεγεν, Αὐτὴν αἰδέσθητε τὴν ἐπιείκειαν τοῦ Χριστοῦ, δι' ἧς ὑμᾶς παρακαλῶ. Ταῦτα δὲ ἔλεγεν, ὁμοῦ καὶ δεικνὺς ὅτι κἂν μυρίαν ἀνάγκην ἐπάγωσιν, αὐτὸς πρὸς τοῦτο ἐπιῤῥεπέστερον ἔχει, διὰ τὸ πρᾶος εἶναι· οὐ διὰ τὸ ἀσθενὲς δὲ οὐκ ἐπεξέρχεται, ἐπεὶ καὶ ὁ Χριστὸς οὕτως ἐποίει. Ὃς κατὰ πρόσωπον μὲν ταπεινὸς ἐν ὑμῖν, ἀπὼν δὲ θαῤῥῶ εἰς ὑμᾶς. Τί δὴ τοῦτό ἐστιν; Ἤτοι κατ' εἰρωνείαν φησὶ, τὰ ἐκείνων φθεγγόμενος. Ἐκεῖνοι γὰρ τοῦτο ἔλεγον, ὅτι ὅταν μὲν παρῇ, οὐδενός ἐστιν ἄξιος λόγου, ἀλλ' εὐτελὴς καὶ εὐκαταφρόνητος· ὅταν δὲ ἀπῇ, φυσᾶται καὶ κομπάζει καὶ κατεξανίσταται ἡμῶν καὶ ἀπειλεῖ. Τοῦτο γοῦν καὶ ἑξῆς αἰνίττεται λέγων· Ὅτι αἱ μὲν ἐπιστολαὶ, φησὶ, βαρεῖαι· ἡ δὲ παρουσία τοῦ σώματος ἀσθενὴς, καὶ ὁ λόγος ἐξουθενημένος. Ἢ τοίνυν κατ' εἰρωνείαν, φησὶ, πολλὴν ἐμφαίνων βαρύτητα, καὶ λέγων· Ἐγὼ ὁ ταπεινὸς, Ἐγὼ ὁ εὐτελὴς ἐν τῷ παρεῖναι, καθὼς ἐκεῖνοί φασι, καὶ ἀπὼν ὑψηλός· ἢ ὅτι κἂν μεγάλα φθέγγηται, οὐκ ἐξ ἀπονοίας, ἀλλ' ἐκ τοῦ θαῤῥεῖν αὐτοῖς. Δέομαι δὲ τὸ μὴ παρὼν θαῤῥῆσαι τῇ πεποιθήσει, ᾗ λογίζομαι τολμῆσαι, ἐπί τινας τοὺς λογιζομένους ἡμᾶς, ὡς κατὰ σάρκα περιπατοῦντας Εἶδες πόση ἡ ἀγανάκτησις, καὶ πῶς σαφὴς ὁ ἔλεγχος τῶν εἰρημένων; Δέομαι γὰρ ὑμῶν, φησὶ, μή με ἀναγκάσητε δεῖξαι, ὅτι καὶ παρὼν ἰσχυρός εἰμι καὶ δύναμιν ἔχω. Ἐπειδὴ γὰρ ἔλεγον, ὅτι ἀπὼν πάνυ ὑμῶν καταθαῤῥῶ καὶ ἐπαίρομαι, αὐτοῖς κέχρημαι τοῖς ῥήμασι· δέομαι οὖν μή με ἀναγκάσωσι χρήσασθαί μου τῇ δυνάμει. Τοῦτο γάρ ἐστι Τῇ πεποιθήσει. Καὶ οὐκ εἶπεν, Ἧ παρεσκεύασμαι, ἀλλ', Ἧ λογίζομαι. Οὔπω μὲν γὰρ τοῦτο ἔκρινα, αὐτοὶ δέ μοι τὴν αἰτίαν παρέχουσιν· ἀλλ' οὐδὲ οὕτω βούλομαι. Καίτοι οὐχ ἑαυτῷ ἀμύνων τοῦτο ἐποίει, ἀλλὰ τῷ εὐαγγελίῳ. Εἰ δὲ, ἔνθα τῷ κηρύγματι ἀμύνειν ἐχρῆν, οὐκ ἔστιν αὐστηρὸς, ἀλλὰ ἀναδύεται καὶ μέλλει, καὶ παρακαλεῖ μὴ γενέσθαι τοσαύτην ἀνάγκην· πολλῷ μᾶλλον ὑπὲρ ἑαυτοῦ οὐκ ἂν οὐδέποτέ τι τοιοῦτον ἐποίησε.
21.2.1
Τοῦτο οὖν μοι χαρίσασθε, φησὶν, ὥστε μή με ἀναγκάσαι δεῖξαι, ὅτι καὶ παρὼν δύναμαι καταθαῤῥῆσαι καθ' ὧν ἂν δέῃ· τουτέστι, κολάσαι αὐτοὺς καὶ τιμωρῆσαι. Εἶδες πῶς οὐκ ἦν φιλότιμος, οὐδὲ πρὸς ἐπίδειξίν τι ἐποίει, ὅπου γε καὶ χρείας οὔσης, τόλμαν τὸ πρᾶγμα καλεῖ; Δέομαι γὰρ, φησὶ, τὸ μὴ παρὼν θαῤῥῆσαι τῇ πεποιθήσει, ᾖ λογίζομαι τολμῆσαι, ἐπί τινας. Τοῦτο γὰρ διδασκάλου μάλιστά ἐστι, τὸ μὴ ταχέως ἀμύνασθαι, ἀλλὰ διορθοῦσθαι, καὶ μέλλειν ἀεὶ καὶ βραδύνειν ἐν ταῖς τιμωρίαις. Τίνας δὲτούτους φησὶν, οἷς ἀπειλεῖ; Τοὺς λογιζομένους ἡμᾶς, ὡς κατὰ σάρκα περιπατοῦντας. Ἐκεῖνοι γὰρ αὐτὸν διέβαλλον ὡς ὑποκριτὴν, ὡς πονηρὸν, ὡς ἀλαζόνα. Ἐν σαρκὶ γὰρ περιπατοῦντες, οὐ κατὰ σάρκα στρατευόμεθα. Ἐνταῦθα λοιπὸν καὶ φοβεῖ τῇ τροπῇ· σάρκα μὲν γὰρ περικείμεθα, φησὶν, ὁμολογῶ, οὐ σαρκὶ δὲ ζῶμεν. Μᾶλλον δὲ οὐδὲ τοῦτο εἶπεν, ἀλλὰ τέως αὐτὸ ταμιεύεται· βίου γάρ ἐστιν ἐγκώμιον· περὶ δὲ τοῦ κηρύγματος διαλέγεται, δεικνὺς ὅτι οὐκ ἔστιν ἀνθρώπινον, οὐδὲ τῆς κάτωθεν δεόμενον βοηθείας. Διόπερ οὐκ εἶπεν, Οὐ κατὰ σάρκα ζῶμεν, ἀλλ', Οὐ κατὰ σάρκα στρατευόμεθα· τουτέστι, Πόλεμον ἀνεδεξάμεθα καὶ μάχην, ἀλλ' οὐχὶ σαρκικοῖς πολεμοῦμεν ὅπλοις, οὐ διά τινος ἀνθρωπίνης συμμαχίας. Τὰ γὰρ ὅπλα ἡμῶν οὐ σαρκικά. Ποῖα γὰρ ὅπλα σαρκικά; Πλοῦτος, δόξα, δυναστεία, εὐγλωττία, δεινότης, περιδρομαὶ, κολακεῖαι, ὑποκρίσεις, τὰ ἄλλα τὰ τούτοις ἐοικότα. Ἀλλὰ τὰ ἡμέτερα, οὐ τοιαῦτα, ἀλλὰ ποταπά; Δυνατὰ τῷ Θεῷ. Καὶ οὐκ εἶπεν, Ἡμεῖς οὐ σαρκικοὶ, ἀλλὰ, Τὰ ὅπλα ἡμῶν. Ὅπερ γὰρ ἔφην, τέως περὶ τοῦ κηρύγματος διαλέγεται, καὶ τὴν δύναμιν πᾶσαν τῷ Θεῷ ἀνατίθησι. Καὶ οὐ λέγει, Πνευματικὰ, καίτοι τοῦτο ἦν τὸ πρὸς ἀντιδιαστολὴν τοῦ σαρκικοῦ, ἀλλὰ Δυνατὰ, διὰ τούτου κἀκεῖνο αἰνιττόμενος, καὶ δεικνὺς ὅτι τὰ ἐκείνων ἀσθενῆ καὶ ἀδύνατα. Καὶ σκόπει αὐτοῦ τὸ ἄτυφον. Οὐ γὰρ εἶπεν, Ἡμεῖς δυνατοὶ, ἀλλὰ, Τὰ ὅπλα ἡμῶν δυνατὰ τῷ Θεῷ. Οὐχ ἡμεῖς αὐτὰ τοιαῦτα κατεσκευάσαμεν, ἀλλ' αὐτὸς ὁ Θεός. Ἐπειδὴ γὰρ ἐμαστίζοντο, ἠλαύνοντο καὶ μυρία ἔπασχον ἀνήκεστα, ἅπερ ἀσθενείας ἦν· δεικνὺς τοῦ Θεοῦ τὴν ἰσχὺν, φησίν· Ἀλλὰ τῷ Θεῷ δυνατά ἐστι. Τοῦτο γὰρ μάλιστα δείκνυσιν αὐτοῦ τὴν ἰσχὺν, ὅτι διὰ τούτων περιγίνεται. Ὥστε εἰ καὶ ἡμεῖς αὐτὰ περικείμεθα, ἀλλ' αὐτός ἐστιν ὁ δι' αὐτῶν πολεμῶν καὶ ἐνεργῶν. Εἶτα καὶ ἐγκώμιον αὐτῶν διέξεισι μακρὸν λέγων· Πρὸς καθαίρεσιν ὀχυρωμάτων. Καὶ ἵνα μὴ, ἀκούσας ὀχυρώματα, αἰσθητόν τι νομίσῃς, φησί· Λογισμοὺς καθαιροῦντες· διὰ μὲν τῆς τροπῆς τὴν ἔμφασιν δεικνὺς, διὰ δὲ τῆς ἐπαγωγῆς τὸ νοητὸν τοῦ πολέμου παραδηλῶν. Ταῦτα γὰρ τὰ ὀχυρώματα ψυχὰς πολιορκεῖ, οὐ σώματα. Ὥστε ἐκείνων ἰσχυρότερα· διὸ καὶ μειζόνων δεῖται τῶν ὅπλων. Ὀχυρώματα δὲ λέγει τὸν τῦφον τὸν Ἑλληνικὸν, καὶ τῶν σοφισμάτων καὶ τῶν συλλογισμῶν τὴν ἰσχύν. Ἀλλ' ὅμως ἅπαντα ἤλεγξε τὰ ὅπλα, φησὶν, ἱστάμενα κατ' αὐτῶν. Λογισμοὺς γὰρ καθαιροῦντες, καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ. Ἐπέμεινε τῇ τροπῇ, ἵνα πλείονα ποιήσῃ τὴν ἔμφασιν. Κἂν γὰρ ὀχυρώματα ᾖ, φησὶ, κἂν πυργώματα, κἂν ὁτιοῦν ἕτερον, εἴκει καὶ παραχωρεῖ τοῖς ὅπλοις τούτοις. Καὶ αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ. Καίτοι κακέμφατος ἡ τῆς αἰχμαλωσίας προσηγορία· τῆς ἐλευθερίας γάρ ἐστιν ἀναίρεσις. Τίνος οὖν ἕνεκεν αὐτῇ κέχρηται; Καθ' ἕτερον σημαινόμενον. Τὸ γὰρ τῆς αἰχμαλωσίας ὄνομα δύο δηλοῖ, καὶ τὸ ἐκπεσεῖν ἐλευθερίας, καὶ τὸ κατὰ κράτος ἁλῶναι, ὥστε μὴ ἀναστῆναι πάλιν. Κατὰ τοῦτο οὖν τὸ δεύτερον αὐτὴν ἐξελάβετο. Ὥσπερ ὅταν λέγῃ, Ἄλλας Ἐκκλησίας ἐσύλησα, οὐ τὸ λάθρα λαβεῖν λέγει, ἀλλὰ τὸ γυμνῶσαι καὶ πάντα λαβεῖν· οὕτω καὶ ἐνταῦθα λέγων, Αἰχμαλωτίζοντες. Οὐ γὰρ ἐκ τοῦ ἴσου ἡ μάχη ἀλλὰ μετὰ πολλῆς εὐκολίας. Οὐκ εἶπεν ἓν καὶ δύο, ἀλλὰ πᾶν· οὐκ εἶπε δὲ, Νικῶμεν καὶ περιγινόμεθα, μόνον, ἀλλὰ καὶ, Αἰχμαλωτίζομεν· ὥσπερ οὖν καὶ ἀνωτέρω οὐκ εἶπε, Προσάγομεν μηχανήματα τοῖς ὀχυρώμασιν, ἀλλὰ, Καθαιροῦμεν αὐτά· καὶ γὰρ πολλὴ τῶν ὅπλων ἡ περιουσία. Οὐ γὰρ λόγοις πολεμοῦμεν, φησὶν, ἀλλ' ἔργοις πρὸς λόγους, οὐκ ἐν σοφίᾳ σαρκικῇ, ἀλλ' ἐν πνεύματι πραότητος καὶ δυνάμεως. Πῶς οὖν ἔμελλον φιλοτιμεῖσθαι, φησὶ, καὶ κομπάζειν διὰ λόγων, καὶ ἀπειλεῖν διὰ ἐπιστολῶν, καθάπερ ἐκεῖνοι διέβαλλον λέγοντες, ὅτι Αἱ ἐπιστολαὶ βαρεῖαι, ὅπου γε οὐκ ἐν τούτοις ἦν ἡμῖν ἰσχύς;
21.3.1
Εἰπὼν δὲ, Αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ, ἐπειδὴ τὸ τῆς αἰχμαλωσίας ὄνομα βαρὺ, ταχέως τὸν τρόπον ἐντεῦθεν κατέλυσεν εἰπών· Εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ· ἀπὸ δουλείας εἰς ἐλευθερίαν, ἀπὸ θανάτου πρὸς ζωὴν, ἐξ ἀπωλείας πρὸς σωτηρίαν. Οὐ γὰρ ἁπλῶς βαλεῖν ἤλθομεν, ἀλλὰ μεταστῆσαι πρὸς τὴν ἀλήθειαν τοὺς ἐναντιουμένους. Καὶ ἐν ἑτοίμῳ ἔχοντες ἐκδικῆσαι πᾶσαν παρακοὴν, ὅταν πληρωθῇ ὑμῶν ἡ ὑπακοή. Ἐνταῦθα καὶ τούτους ἐφόβησεν, οὐκ ἐκείνους μόνον. Ὑμᾶς γὰρ, φησὶν, ἀναμένομεν, ἵν', ὅταν ὑπὸ τῆς παραινέσεως καὶ τῆς ἀπειλῆς διορθώσωμεν ὑμᾶς καὶ ἐκκαθάρωμεν καὶ ἀποστήσωμεν τῆς ἐκείνων κοινωνίας, τότε ἐκείνων ἀπολειφθέντων μόνων ἀνίατα νοσούντων ἐπαγάγωμεν τὴν τιμωρίαν, ὅταν γνησίως ἴδωμεν ὑμᾶς ἀποστάντας. Ὑπακούετε μὲν γὰρ καὶ νῦν, οὐ τελείως δέ. Καίτοι εἰ νῦν ἐποίησας, μεῖζον ἂν εἰργάσω τὸ κέρδος, φησίν. Οὐδαμῶς· εἰ γὰρ νῦν ἐποίησα, καὶ ὑμᾶς ἂν περιέβαλον τῇ τιμωρίᾳ. Ἀλλ' ἔδει κολάσαι μὲν ἐκείνους, ἡμῶν δὲ φείσασθαι. Ἀλλ' εἰ ἐφεισάμην, χάριτι ἂν ἔδοξα τοῦτο ποιεῖν· νῦν δὲ οὐ τοῦτο βούλομαι, ἀλλὰ πρῶτον κατορθῶσαι ὑμᾶς, καὶ τότε ἐπ' ἐκείνους ἐλθεῖν. Τί τῶν σπλάγχνων ἐκείνων ἡμερώτερον; ὃς ἐπειδὴ τοὺς οἰκείους ἑώρα τοῖς ἀλλοτρίοις ἀναμεμιγμένους, βούλεται μὲν ἐπαγαγεῖν τὴν πληγὴν, φείδεται δὲ, καὶ κατέχει τὴν ἀγανάκτησιν, ἕως ἂν ἐκεῖνοι ἀναχωρήσωσιν, ἵνα τούτους πατάξῃ μόνους· μᾶλλον δὲ, ἵνα μηδὲ τούτους. Διὰ γὰρ τοῦτο ἀπειλεῖ τούτοις, καί φησι μόνους βούλεσθαι ἐκείνους ἀπολαβεῖν, ἵνα καὶ ἐκεῖνοι τῷ φόβῳ διορθωθέντες μεταναστῶσι, καὶ εἰς μηδένα ἀφῇ τὴν ὀργήν. Καθάπερ γὰρ ἰατρὸς ἄριστος καὶ πατὴρ κοινὸς καὶ προστάτης καὶ κηδεμὼν, οὕτω πάντα ἔπραττεν, οὕτω πάντων ἐκήδετο, τὰ κωλύματα ἀναιρῶν, τοὺς λυμαινομένους ἀναστέλλων, πανταχοῦ περιτρέχων. Οὐδὲ γὰρ μαχόμενος οὕτω τὰ πράγματα ἤνυεν, ἀλλ' ὡς ἐπὶ ἑτοίμην καὶ πρόχειρον ἐρχόμενος νίκην, τὰ τρόπαια ἵστη, κατασκάπτων, καθαιρῶν, καταβάλλων τοῦ διαβόλου τὰ ὀχυρώματα καὶ τῶν δαιμόνων τὰ μηχανήματα, καὶ τὴν λείαν μετῆγεν ἅπασαν ἐπὶ τὸ τοῦ Χριστοῦ στρατόπεδον· καὶ οὐδὲ μικρὸν ἀνέπνει, ἀπὸ τούτων ἐπ' ἐκείνους, καὶ πάλιν ἀπ' ἐκείνων ἐφ' ἑτέρους μεταπηδῶν, καθάπερτις στρατηγὸς ἄριστος καθ' ἑκάστην ἡμέραν ἱστῶν τρόπαια, μᾶλλον δὲ καθ' ἑκάστην ὥραν. Ἀπὸ γὰρ χιτωνίσκου μόνου εἰς τὴν παράταξιν εἰσελθὼν, αὐτάνδρους ᾕρει τῶν ἐναντίων τὰς πόλεις, καὶ τόξα καὶ δόρατα καὶ βέλη καὶ πάντα ἡ γλῶττα Παύλου. Καὶ γὰρ ἐφθέγγετο μόνον, καὶ παντὸς πυρὸς σφοδρότερον τοῖς πολεμίοις αἱ ῥήσεις ἐνέπιπτον· καὶ τοὺς μὲν δαίμονας ἤλαυνε, τοὺς δὲ ὑπ' αὐτῶν κατεχομένους ἀνθρώπους πρὸς ἑαυτὸν ἐπανῆγεν. Ὅτε γοῦν τὸν δαίμονα ἐκεῖνον τὸν πονηρὸν ἐξέβαλε, γοήτων ἀνδρῶν μυριάδες πέντε συνελθοῦσαι, τὰ βιβλία τῶν μαγειῶν κατέκαιον, καὶ πρὸς τὴν ἀλήθειαν μεθίσταντο. Καὶ καθάπερ ἐν πολέμῳ, πύργου πεσόντος ἢ τυράννου κατενεχθέντος, οἱ μετ' ἐκείνου πάντες τὰ ὅπλα ῥίψαντες, τῷ στρατηγῷ προστρέχουσιν· οὕτω δὴ καὶ τότε ἐγένετο. Τοῦ γὰρ δαίμονος ἐκβληθέντος, πολιορκηθέντες ἅπαντες, καὶ τὰ βιβλία ῥίψαντες, μᾶλλον δὲ καταλύσαντες, τοῖς Παύλου ποσὶ προσέτρεχον· ὁ δὲ, καθάπερ ἑνὶ στρατοπέδῳ, τῇ οἰκουμένῃ παραταττόμενος, οὐδαμοῦ ἵστατο, ἀλλ' ὥσπερ τις ὑπόπτερος ὢν, πάντα ἐποίει· καὶ νῦν μὲν χωλὸν διώρθου, νῦν δὲ νεκρὸν ἤγειρε, νῦν δὲ ἕτερον ἐπήρου, τὸν μάγον λέγω· καὶ οὐδὲ ἐν δεσμωτηρίῳ κατακλειόμενος ἡσύχαζεν, ἀλλὰ καὶ ἐκεῖ τὸν δεσμοφύλακα μετῆγε πρὸς ἑαυτὸν, τὴν καλὴν ταύτην αἰχμαλωσίαν ἐργαζόμενος.
21.4.1
Τοῦτον οὖν καὶ ἡμεῖς μιμησώμεθα κατὰ δύναμιν. Καὶ τί λέγω, κατὰ δύναμιν; Ἔξεστι γὰρ καὶ ἐγγὺς ἐκείνου γενέσθαι τῷ βουλομένῳ, καὶ θεωρῆσαι τὴν ἀριστείαν, καὶ μιμήσασθαι τὴν ἀνδρείαν. Ἔτι γὰρ καὶ τοῦτο ποιεῖ, λογισμοὺς καθαιρῶν, καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ. Καίτοι γε πολλοὶ κατατέμνειν αὐτὸν ἐπεχείρησαν αἱρετικοί· ἀλλ' ὅμως κατὰ μέλος ὢν πολλὴν ἐπιδείκνυται τὴν ἰσχύν. Κέχρηται μὲν γὰρ αὐτῷ καὶ Μαρκίων καὶ Μανιχαῖος, ἀλλὰ κατατέμνοντες· ἀλλ' ὅμως καὶ οὕτως ἐλέγχονται ἀπὸ τῶν μελῶν. Καὶ γὰρ καὶ χεὶρ μόνη τοῦ ἀριστέως τούτου παρ' αὐτοῖς οὖσα, κατ' ἄκρας αὐτοὺς ἐλαύνει· καὶ ποῦς μόνος παρ' ἑτέροις διώκει καὶ καταβάλλει, ἵνα μάθῃς δυνάμεως περιουσίαν, καὶ ὅτι καὶ περικοπτόμενος ἀρκεῖ πάντας ἑλεῖν τοὺς ἐναντιουμένους. Καὶ μέντοι τοῦτο, φησὶ, διαστροφῆς, τὸ πάντας αὐτῷ κεχρῆσθαι τοὺς ἀλλήλοις μαχομένους. Διαστροφῆς μὲν οὖν, τῆς Παύλου δὲ μὴ γένοιτο, ἀλλὰ τῆς τῶν χρωμένων. Οὐ γὰρ ποικίλος τις ἦν, ἀλλὰ ἁπλοῦς καὶ σαφής· οὗτοι δὲ πρὸς τὰς οἰκείας διέστρεψαν τὰ ῥήματα ἐννοίας. Καὶ διὰ τί οὕτως ἐῤῥέθη, φησὶν, ὡς δοῦναι λαβὰς τοῖς βουλομένοις; Οὐκ αὐτὸς ἔδωκεν, ἀλλ' ἡ ἐκείνων μανία· οὐκ εἰς δέον γὰρ τούτοις ἐχρήσαντο. Ἐπεὶ καὶ ὁκόσμος οὗτος ὅλος καὶ θαυμαστὸς καὶ μέγας, καὶ τῆς τοῦ Θεοῦ σοφίας τεκμήριον, καὶ Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, καὶ ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα, καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν· ἀλλ' ὅμως τούτῳ πολλοὶ προσέπταισαν, καὶ ἀπ' ἐναντίας ἀλλήλοις· καὶ οἱ μὲν οὕτως αὐτὸν ὑπὲρ τὴν ἀξίαν ἐθαύμασαν ὡς αὐτὸν νομίσαι εἶναι Θεόν· οἱ δὲ οὕτως αὐτοῦ τὸ κάλλος ἠγνόησαν, ὡς ἀνάξιον εἶναι φανῆναι τῆς τοῦ Θεοῦ δημιουργίας, καὶ ὕλῃ τινὶ πονηρᾷ τὸ πλέον αὐτοῦ ἀναθεῖναι. Καίτοι γε ἀμφοτέρους ὁ Θεὸς ἠσφαλίσατο, καλὸν μὲν ποιήσας καὶ μέγαν, ἵνα μὴ ἀλλότριος αὐτοῦ τῆς σοφίας εἶναι νομίζοιτο· ἐνδεῆ δὲ καὶ οὐκ αὐτάρκη ἑαυτῷ, ἵνα μὴ Θεὸς ὑποπτεύηται. Ἀλλ' ὅμως οἱ πηρωθέντες ἐξ οἰκείων λογισμῶν, εἰς ἐναντίας ἐξέπεσον ἐννοίας, ἀλλήλους ἐλέγχοντες, καὶ ἀλλήλων γινόμενοι κατήγοροι, καὶ ὑπὲρ τῆς τοῦ Θεοῦ σοφίας ἀπολογούμενοι καὶ αὐτῶν ὧν ἐπλανήθησαν λογισμῶν. Καὶ τί λέγω τὸν ἥλιον καὶ τὸν οὐρανόν; Πρὸ τῶν ὀφθαλμῶν εἶδον θαύματα οἱ Ἰουδαῖοι γινόμενα τοσαῦτα, καὶ μόσχον εὐθέως προσεκύνησαν. Πάλιν ἑώρων δαίμονας τὸν Χριστὸν ἀπελαύνοντα, καὶ δαιμονῶντα αὐτῶν ἐκάλουν. Ἀλλ' οὐ τοῦ ἐκβάλλοντος τοῦτο ἔγκλημα, ἀλλὰ τῆς τῶν πεπηρωμένων διανοίας κατηγορία. Μὴ τοίνυν μηδὲ Παύλου καταγίνωσκε διὰ τὴν τῶν κακῶς χρησαμένων γνώμην, ἀλλὰ μάθε τὸν θησαυρὸν αὐτοῦ καλῶς καὶ τὸν πλοῦτον ἀνάπτυξον, καὶ πρὸς πάντας στήσῃ γενναίως ἀπὸ τῶν ἐκείνου φραττόμενος ὅπλων· οὕτω καὶ Ἕλληνας, καὶ Ἰουδαίους ἐπιστομίσαι δυνήσῃ. Καὶ πῶς, φησὶν, οὐ πιστεύοντας αὐτῷ; Ἀπὸ τῶν γεγενημένων δι' αὐτοῦ, ἀπὸ τῆς κατὰ τὴν οἰκουμένην διορθώσεως. Οὐ γὰρ ἦν ἀνθρωπίνης δυνάμεως τοσαῦτα δυνηθῆναι, ἀλλ' ἡ τοῦ σταυρωθέντος ἰσχὺς ἐμπνέουσα αὐτῷ, τοιοῦτον αὐτὸν εἰργάσατο, καὶ ῥητόρων καὶ φιλοσόφων καὶ τυράννων καὶ βασιλέων καὶ πάντων δυνατώτερον ἀπέφηνεν. Οὗτος οὐχ ὁπλίσασθαι μόνον ἱκανὸς καὶ βαλεῖν τοὺς ἐναντίους, ἀλλὰ καὶ ἑτέρους κατασκευάσαι τοιούτους. Ἵν' οὖν καὶ ἑαυτοῖς καὶ ἑτέροις γινώμεθα χρήσιμοι, συνεχῶς αὐτὸν μεταχειριζώμεθα, ἀντὶ λειμῶνος καὶ παραδείσου τοῖς τούτου γράμμασιν ἐντρυφῶντες. Οὕτω γὰρ δυνησόμεθα καὶ κακίας ἀπαλλαγῆναι, καὶ ἀρετὴν ἑλέσθαι, καὶ τῶν ἐπηγγελμένων τυχεῖν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Intertext edge

Open linked passage

Note