Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In epistulam ii ad Corinthios
John ChrysostomCori 22 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
22.0.1
Τὰ κατὰ πρόσωπον βλέπετε. Εἴ τις πέποιθεν ἑαυτῷ Χριστοῦ εἶναι, τοῦτο λογιζέσθω πάλιν ἀφ' ἑαυτοῦ, ὅτι καθὼς αὐτὸς Χριστοῦ, οὕτω καὶ ἡμεῖς.
22.1.1
Ὃ μάλιστα ἄν τις θαυμάσειε Παύλου μετὰ τῶν ἄλλων, τοῦτό ἐστιν, ὅτι εἰς ἀνάγκην ἐμπεσὼν μεγάλην τοῦ ἐπᾶραι ἑαυτὸν, ἀμφότερα ἐργάζεται, τοῦτο τε αὐτὸ, καὶ τὸ μὴ δοκεῖν ἐπαχθὴς εἶναι τοῖς πολλοῖς διὰ τὴν περιαυτολογίαν ταύτην· ὃ καὶ ἐν τῇ πρὸς Γαλάτας μάλιστα ἴδοι τις ἄν. Καὶ γὰρ ἐκεῖ ἐμπεσὼν εἰς τοιαύτην ὑπόθεσιν, ἀμφοτέρων ἐπιμελεῖται τούτων· ὅπερ τῶν σφόδρα ἐστὶ δυσκολωτάτων, καὶ πολλῆς δεομένων συνέσεως· καὶ μετριάζει, καὶ περὶ ἑαυτοῦ μέγα τι λέγει. Σκόπει δὲ πῶς καὶ ἐνταῦθα μέγα αὐτὸ ποιεῖται. Τὰ κατὰ πρόσωπον βλέπετε. Ὅρα κἀνταῦθα σύνεσιν. Ἐπιτιμήσας γὰρ τοῖς ἀπατῶσιν αὐτοὺς, οὐ μέχρις ἐκείνων τὸν λόγον ἔστησεν, ἀλλ' ἀπ' ἐκείνων καὶ εἰς τούτους μεταπηδᾷ· καὶ συνεχῶς τοῦτο οὕτω ποιεῖ. Οὐ γὰρ δὴ μόνον τῶν παρακρουομένων, ἀλλὰ καὶ τῶν ἠπατημένων καθάπτεται. Εἰ γὰρ καὶ αὐτοὺς ἀφῆκεν ἀνευθύνους, οὐκ ἂν οὕτως εὐκόλως ἐκ τῶν ἑτέροις εἰρημένων διωρθώθησαν. ἀλλὰ καὶ σφόδρα ἂν ἐπήρθησαν, οὐκ ὄντες ἐγκλήμασιν ὑπεύθυνοι. Διὰ τοῦτο καὶ αὐτῶν καθάπτεται. Καὶ οὐ τοῦτο μόνον αὐτοῦ ἐστι τὸ θαυμαστὸν, ἀλλ' ὅτι καὶ καταλλήλως ἑκατέροις ἐπιτιμᾷ. Ἄκουε γοῦν τί τούτοις φησί· Τὰ κατὰ πρόσωπον βλέπετε. Οὐ μικρὸν τὸ ἔγκλημα, ἀλλὰ καὶ σφόδρα μέγα. Πῶς; Ὅτι εὐεξαπάτητον τὸ τῶν ἀνθρώπων γένος, φησίν. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Ἀπὸ τῶν φαινομένων δοκιμάζετε, ἀπὸ τῶν σαρκικῶν, ἀπὸ τῶν σωματικῶν. Τί ἐστιν, Ἀπὸ τῶν φαινομένων; Εἴ τις πλουτεῖ, εἴ τις φυσᾶται, εἴ τις πολλοὺς περιβέβληται κόλακας, εἴ τις μεγάλα περὶ ἑαυτοῦ λέγει, εἴ τις κενοδοξεῖ, εἴ τις ὑποκρίνεται ἀρετὴν, οὐκ ἔχων ἀρετήν· τοῦτο γάρ ἐστι, Τὰ κατὰ πρόσωπον βλέπετε. Εἴ τις πέποιθεν ἑαυτῷ Χριστοῦ εἶναι, τοῦτο λογιζέσθω πάλιν ἀφ' ἑαυτοῦ, ὅτι καθὼς αὐτὸς Χριστοῦ, οὕτω καὶ ἡμεῖς. Οὐ γὰρ βούλεται ἐκ προοιμίων σφοδρὸς γίνεσθαι, ἀλλὰ κατὰ μικρὸν αὔξεται καὶ κορυφοῦται. Σκόπει δὲ ἐνταῦθα τὴν πολλὴν τραχύτητα, καὶ πολὺ τὸ αἴνιγμα ὄν. Τὸ γὰρ, Ἀφ' ἑαυτοῦ, τοῦτό ἐστιν ἐμφαίνοντος· Μὴ γὰρ ἀναμενέτω, φησὶ, παρ' ἡμῶν μαθεῖν, τουτέστι, διὰ ἐπιτιμήσεως τῆς κατ' αὐτοῦ, ἀλλ' ἄφ' ἑαυτοῦ τοῦτο λογιζέσθω, ὅτι καθὼς αὐτὸς Χριστοῦ, οὕτω καὶ ἡμεῖς· οὐκ ἐπειδὴ οὕτως ἦν τοῦ Χριστοῦ, ὡς ἐκεῖνος, ἀλλ' ὅτι Ὥσπερ ἐκεῖνος Χριστοῦ, οὕτω καὶ ἐγὼ Χριστοῦ. Κατὰ τοῦτο ἡ κοινωνία· οὐ γὰρ δὴ αὐτὸς μὲν Χριστοῦ, ἐγὼ δὲ ἑτέρου τινός. Καὶ θεὶς τοῦτο τὸ ἴσον, προστίθησι καὶ τὴν ὑπεροχὴν, λέγων· Ἐὰν γὰρ καὶ περισσὸν καυχήσωμαι περὶ τῆς ἐξουσίας, ἧς ἔδωκέ μοι ὁ Κύριος εἰς οἰκοδομὴν καὶ οὐκ εἰς καθαίρεσιν, οὐκ αἰσχυνθήσομαι. Ἐπειδὴ γὰρ μέγα τι λέγειν ἔμελλεν, ὅρα πῶς αὐτὸ παραμυθεῖται. Οὐδὲν γὰρ οὕτω προσίσταται τοῖς πολλοῖς τῶν ἀκροατῶν, ὡς τὸ ἑαυτόν τινα ἐγκωμιάζειν. Διόπερ ὑποτεμνόμενος τὸ βαρὺ, τοῦτό φησιν· Ἐὰν γὰρ καὶ περισσόν τι καυχήσωμαι. Καὶ οὐκ εἶπεν, ὅτι Εἴ τις πέποιθεν εἶναι Χριστοῦ, λογιζέσθω ὅτι πολὺ ἡμῶν ἀπέχει· ἐγὼ γὰρ ἐξουσίαν ἔχω παρ' αὐτοῦ πολλὴν, ὥστε οὓς ἂν ἐθέλω, κολάζειν καὶ ἀποκτιννύναι· ἀλλὰ τί; Ἐὰν γὰρ καὶ περισσόν τι. Καίτοι ἄφατον εἶχεν, ἀλλ' ὅμως συστέλλει τῷ λόγῳ. Καὶ οὐκ εἶπεν, ὅτι Καυχῶμαι, ἀλλ', Ἐὰν καυχήσωμαι, ἐὰν βουληθῶ· ἅμα καὶ μετριάζων, καὶ τὴν ὑπεροχὴν δεικνύς. Ἐὰν οὖν καυχήσωμαι, φησὶ, περὶ τῆς ἐξουσίας, ἧς ἔδωκέ μοι ὁ Κύριος. Πάλιν τὸ πᾶν αὐτῷ ἀνατίθησι, καὶ κοινὸν ποιεῖ τὸ δῶρον. Εἰς οἰκοδομὴν, καὶ οὐκ εἰς καθαίρεσιν. Εἶδες πῶς πάλιν παραμυθεῖται τὸν φθόνον τὸν ἀπὸ τῶν ἐγκωμίων, καὶ τὸν ἀκροατὴν ἐπισπᾶται, τὴν χρείαν εἰπὼν δι' ἣν ἔλαβε; Καὶ πῶς φησι, Λογισμοὺς καθαιροῦντες; Ὅτι αὐτὸ τοῦτο μάλιστα οἰκοδομῆς εἶδός ἐστι, τὸ τὰ κωλύματα ἀναιρεῖν, καὶ τὰ σαθρὰ διελέγχειν, καὶ τὰ ἀληθῆ συντιθέναι. Ἐν οἰκοδομῇ. Εἰς τοῦτο μὲν οὖν ἐλάβομεν, ἵνα οἰκοδομῶμεν. Ἐὰν δέ τις πυκτεύῃ καὶ πολεμῇ καὶ ἀνίατος ᾖ, καὶ τῇ ἑτέρᾳ χρησόμεθα ἐνεργείᾳ, καθαιροῦντες αὐτὸν καὶ καταβάλλοντες. Διὸ καὶ, Οὐκ αἰσχυνθήσομαι, φησί· τουτέστιν, Οὐ δειχθήσομαι ψευδόμενος, οὐδὲ ἀλαζονευόμενος. Ἵνα δὲ μὴ δόξω, ὡς ἂν ἐκφοβεῖν ὑμᾶς, ὅτι αἱ μὲν ἐπιστολαὶ, φησὶ, βαρεῖαι καὶ ἰσχυραὶ, ἡ δὲ παρουσία τοῦ σώματος ἀσθενὴς, καὶ ὁ λόγος ἐξουθενημένος· τοῦτο λογιζέσθω ὁ τοιοῦτος, ὅτι οἷοί ἐσμεν δι' ἐπιστολῶν ἀπόντες, τοιοῦτοι καὶ παρόντες τῷ ἔργῳ. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Ἠδυνάμην μὲν καυχήσασθαι· ἵνα δὲ μὴ τὰ αὐτὰ πάλιν λέγωσιν, ὅτι κομπάζω ἐπιστέλλων, καὶ εὐκαταφρόνητός εἰμι παρὼν, οὐδὲν μέγα ἐρῶ. Καὶ μὴν ὕστερον ἐφθέγξατο, ἀλλ' οὐ περὶ τῆς δυνάμεως ταύτης δι' ἧς ἦν φοβερὸς, ἀλλὰ περὶ ἀποκαλύψεων, καὶ τὸ πλέον περὶ πειρασμῶν. Ἵν' οὖν μὴ δόξω φοβεῖν ὑμᾶς, Τοῦτο λογιζέσθω ὁ τοιοῦτος, ὅτι οἷοί ἐσμεν δι' ἐπιστολῶν ἀπόντες, τοιοῦτοι καὶ παρόντες τῷ ἔργῳ. Ἐπειδὴ γὰρ ἔλεγον, ὅτι ἐπιστέλλει μεγάλα περὶ ἑαυτοῦ, παρὼν δὲ οὐδενὸς λόγου ἐστὶν ἄξιος· διὰ τοῦτο ταῦτά φησι, καὶ αὐτὰ πάλιν συνεσταλμένως. Οὐ γὰρ εἶπεν, ὅτι Ὡς μεγάλα ἐπιστέλλομεν, μεγάλα καὶ πράττομεν παρόντες· ἀλλ' ὑφειμένως μᾶλλον. Ὅτε μὲν γὰρ πρὸς ἐκείνους διελέγετο, μετὰ σφοδρότητος αὐτὸ τέθεικε λέγων, Δέομαι δὲ τὸ μὴ παρὼν θαῤῥῆσαι τῇ πεποιθήσει, ᾗ λογίζομαι τολμῆσαι, ἐπί τινας· ὅτε δὲ πρὸς τούτους, καθυφῆκε. Διὸ καὶ λέγει, Ὁποῖοί ἐσμεν παρόντες, καὶ ἀπόντες· τουτέστι, ταπεινοὶ, συνεσταλμένοι, οὐδαμοῦ κομπάζοντες. Καὶ δῆλον ἐκ τῶν ἑξῆς· Οὐ γὰρ τολμῶμεν ἐγκρῖναι ἢ συγκρῖναι ἑαυτούς τισι τῶν ἑαυτοὺς συνιστανόντων.
22.2.1
Ἐνταῦθα καὶ ἀλαζόνας δείκνυσιν ὄντας ἐκείνους, καὶ μεγάλα περὶ ἑαυτῶν φθεγγομένους· καὶ κωμῳδεῖ αὐτοὺς ὡς ἑαυτοὺς συνιστῶντας. Ἀλλ' ἡμεῖς οὐδὲν τοιοῦτον· ἀλλ' εἴ τινα καὶ μεγάλα εἰργασάμεθα, ἐπὶ τὸν Θεὸν ἅπαντα ἀναφέρομεν, καὶ ἀλλήλοις ἑαυτοὺς παραβάλλομεν· διὸ καὶ ἐπήγαγεν, Ἀλλ' αὐτοὶ ἐν ἑαυτοῖς ἑαυτοὺς μετροῦντες, καὶ συγκρίνοντες ἑαυτοῖς ἑαυτοὺς οὐ συνιοῦσιν. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Οὐ πρὸς ἐκείνους ἑαυτοὺς παραβάλλομεν, ἀλλὰ πρὸς ἀλλήλους. Καὶ γὰρ προϊὼν ἔλεγεν, Οὐδὲν ὑστέρησα τῶν ὑπὲρ λίαν ἀποστόλων· καὶ ἐν τῇ προτέρᾳ Ἐπιστολῇ, Περισσότερον αὐτῶν πάντων ἐκοπίασα· καὶ πάλιν, Τὰ μὲν σημεῖα τοῦ ἀποστόλου κατειργάσθη ἐν ὑμῖν ἐν πάσῃ ὑπομονῇ. Ὥστε ἑαυτοῖς συγκρίνομεν ἑαυτοὺς, οὐκ ἐκείνοις τοῖς οὐδὲν ἔχουσιν· ἡ γὰρ τοιαύτη ἀπόνοια ἀνοίας ἐστίν. Ἢ περὶ ἑαυτοῦ οὖν τουτό φησιν, ἢ περὶ ἐκείνων, ὅτι Οὐ τολμῶμεν συγκρῖναι ἑαυτοὺς ἐκείνοις τοῖς πρὸς ἀλλήλους ἁμιλλωμένοις καὶ μεγάλα κομπάζουσι, καὶ μὴ συνιοῦσι, τουτέστι, μὴ αἰσθανομένοις πῶς εἰσι καταγέλαστοι τοιαῦτα ἀλαζονευόμενοι, καὶ μεταξὺ ἀλλήλων ἑαυτοὺς ἐπαίροντες. Ἡμεῖς δὲ οὐκ εἰς τὰ ἄμετρα καυχησόμεθα, καθάπερ οὗτοι. Καὶ γὰρ εἰκὸς ἦν αὐτοὺς, κομπάζοντας λέγειν, ὅτι τὴν οἰκουμένην ἐπεστρέψαμεν, πρὸς τὰ πέρατα τῆς γῆς ἀφικόμεθα, καὶ πολλὰ ἕτερα τοιαῦτα μεγαληγορεῖν. Ἀλλ' ἡμεῖς οὐχ οὕτω, φησὶν, Ἀλλὰ κατὰ τὸ μέτρον οὗ ἐμέρισεν ἡμῖν ὁ Θεὸς μέτρου, ἐφικέσθαι ἄχρις καὶ ὑμῶν. Ὥστε ἑκατέρωθεν ἡ ταπεινοφροσύνη αὐτοῦ κατάδηλος, καὶ ὅτι οὐδὲν πλεῖον ἢ εἰργάσατο, εἶπε, καὶ ὅτι τοῦτο αὐτὸ τῷ Θεῷ ἀνατίθησι. Κατὰ γὰρ τὸ μέτρον, φησὶν, τοῦ κανόνος οὗ ἐμέρισεν ἡμῖν ὁ Θεὸς μέτρου, ἐφικέσθαι ἄχρις καὶ ὑμῶν. Καθάπερ γεωργοῖς ἄμπελον διανέμων, οὕτως ἡμῖν ἀφώρισε. Μέχρις οὖν οὗ κατηξιώθημεν φθάσαι, μέχρι τούτου καυχώμεθα. Οὐ γὰρ μὴ ὡς ἐφικόμενοι εἰς ὑμᾶς, ὑπερεκτείνομεν ἑαυτούς· μέχρι γὰρ καὶ ὑμῶν ἐφθάσαμεν ἐν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ. Οὐχ ἁπλῶς παρεγενόμεθα, ἀλλὰ κατηγγείλαμεν, ἐκηρύξαμεν, ἐπείσαμεν, κατωρθώσαμεν. Εἰκὸς γὰρ ἐκείνους καὶ ἁπλῶς παραγινομένους τοῖς τῶν ἀποστόλων μαθηταῖς, ἑαυτοῖς τὸ πᾶν λογίζεσθαι, ἐκ τῆς ψιλῆς ἐπιδημίας. Ἀλλ' οὐχ ἡμεῖς οὕτως· οὐδ' ἂν ἔχοι τις εἰπεῖν, ὅτι οὐ μέχρις ὑμῶν ἰσχύσαμεν ἐλθεῖν, καὶ τῷ λόγῳ μόνον ἐκτείνομεν τὴν μέχρις ἡμῶν καύχησιν· καὶ γὰρ καὶ ὑμῖν τὸν λόγον ἐκηρύξαμεν. Οὐκ εἰς τὰ ἄμετρα καυχώμενοι, ἀλλ' ἐν ἀλλοτρίοις κόποις, ἐλπίδα δὲ ἔχοντες, αὐξανομένης τῆς πίστεως, ἐν ὑμῖν μεγαλυνθῆναι κατὰ τὸν κανόνα ἡμῶν εἰς περισσείαν, εἰς τὰ ὑπερέκεινα ὑμῶν εὐαγγελίσασθαι, οὐκ ἐν ἀλλοτρίῳ κανόνι εἰς τὰ ἕτοιμα καυχήσασθαι. Πολλὴν δείκνυσι τὴν κατηγορίαν ἐκείνων ἐντεῦθεν, ὅτι καὶ εἰς τὰ ἄμετρα ἐκαυχῶντο, καὶ ὅτι εἰς τὰ ἀλλότρια, καὶ ὅτι τῶν μὲν ἀποστόλων ὁ ἱδρὼς ἦν ἅπας, ἐκεῖνοι δὲ ἐκαλλωπίζοντο τοῖς ἐκείνων κόποις. Ἡμεῖς δὲ, φησὶ, διὰ τῶν ἔργων ταῦτα ἐπεδείξαμεν. Οὐ τοίνυν ἐκείνους μιμησόμεθα, ἀλλ' ἔνθα ἡμῖν μαρτυρεῖ τὰ ἔργα, ταῦτα ἐροῦμεν. Καὶ τί λέγω, φησὶν, ὑμᾶς; Ἐλπίδα γὰρ ἔχω, αὐξανομένης τῆς πίστεως ὑμῶν· οὐ γὰρ ἀποφαίνεται ἁπλῶς, τὸ οἰκεῖον ἦθος μιμούμενος, ἀλλ', Ἐλπίζω, φησὶν, ὑμῶν ἐπιδιδόντων, ὅτι καὶ περαιτέρω ὁ κανὼν, ἡμῶν ἐπεκταθήσεται, εἰς τὰ ὑπερέκεινα εὐαγγελίσασθαι. Προβησόμεθα γὰρ καὶ περαιτέρω, φησὶν, ὥστε κηρῦξαι καὶ καμεῖν, οὐχ ὥστε λόγοις κομπάζειν ὑπὲρ ὧν ἔκαμνον ἕτεροι. Καλῶς δὲ κανόνα ἐκάλεσε καὶ μέτρον, ὡς ἐπὶ κτῆσιν τῆς οἰκουμένης ἐλθὼν καὶ κληρονομίαν ἀρίστην, καὶ δεικνὺς τὸ ἔργον τοῦ Θεοῦ ὅλον. Ἔχοντες οὖν τοιαῦτα ἔργα, φησὶ, καὶ μείζονα προσδοκῶντες, οὐ κομπάζομεν, ὡς ἐκεῖνοι μηδὲν ἔχοντες, οὐδὲ ἑαυτοῖς τι λογιζόμεθα, ἀλλὰ τῷ Θεῷ τὸ πᾶν. Διὸ καὶ ἐπάγει, Ὁ καυχώμενος, ἐν Κυρίῳ καυχάσθω. Καὶ τοῦτο, φησὶν, ἐκ τοῦ Θεοῦ ἡμῖν προσγίνεται. Οὐ γὰρ ὁ ἑαυτὸν συνιστῶν, ἐκεῖνός ἐστι δόκιμος, ἀλλ' ὃν ὁ Κύριος συνίστησιν. Οὐκ εἶπεν, Ἡμεῖς ἐσμεν, ἀλλ', Ὃν ὁ Κύριος συνίστησιν. Εἶδες πῶς συνεσταλμένως φθέγγεται; Εἰ δὲ προϊὼν ὑψηλότερα ἀνίστησι, μὴ θαυμάσῃς· καὶ γὰρ καὶ τοῦτο τῆς τοῦ Παύλου συνέσεως. Εἰ γὰρ ἔμελλε πανταχοῦ ταπεινὰ φθέγγεσθαι, οὐκ ἂν αὐτοὺς ἔπληξεν οὕτως, οὐδ' ἂν τοὺς μαθητὰς τῆς πλάνης ἀπήλλαξεν. Ἔστι γὰρ καὶ μετριάζοντα ἀκαίρως, βλάψαι, καὶ λέγοντά τι περὶ ἑαυτοῦ θαυμαστὸν εὐκαίρως, ὠφελῆσαι. Ὥσπερ οὖν καὶ αὐτὸς ἐποίησε. Καὶ γὰρ κίνδυνος ἦν οὐ μικρὸς, περὶ Παύλου τι πεισθῆναι φαῦλον τοὺς μαθητὰς, οὐκ ἐπειδὴ Παῦλος ἐζήτει τὴν παρ' ἀνθρώπων δόξαν. Εἰ γὰρ τοῦτο ἐζήτει, οὐκ ἂν τὰ μεγάλα ἐκεῖνα καὶ θαυμαστὰ τὰ πρὸ δεκατεσσάρων ἐτῶν ἂν ἐσίγησε χρόνον τοσοῦτον· οὐδ' ἂν, ἀνάγκης ἐπικειμένης, οὕτως ἀνεδύετο καὶ ὤκνει εἰπεῖν. Δῆλον δὲ, ὅτι οὐδ' ἂν τότε εἶπεν, εἰ μὴ σφόδρα κατηναγκάσθη. Οὐκοῦν οὐ τὴν παρὰ ἀνθρώπων δόξαν ἐπιζητῶν, ταῦτα ἔλεγεν, ἀλλὰ τῶν μαθητῶν κηδόμενος. Ἐπειδὴ γὰρ διέβαλλον αὐτὸν ὡς ἀλαζόνα καὶ λόγοις κομπάζοντα, ἔργοις δὲ οὐδὲν δυνάμενον ἐπιδεῖξαι, ἀναγκάζεται λοιπὸν εἰς ἐκείνας τὰς ἀποκαλύψεις ἐλθεῖν. Καίτοι γε δυνάμενος διὰ τῶν ἔργων αὐτοὺς πεῖσαι, ἡνίκα ταῦτα ἔλεγεν, ἀλλ' ὅμως ἔτι τῇ διὰ τῶν λόγων κέχρηται ἀπειλῇ· κενοδοξίας γὰρ μάλιστα καθαρὸς ἦν· καὶ τοῦτο αὐτοῦ δείκνυσιν ἅπας ὁ βίος, καὶ ὁ πρότερος καὶ ὁ μετὰ ταῦτα. Διὰ τοῦτο γοῦν καὶ ἀθρόον μετέστη, καὶ μεταστὰς συνέχεεν Ἰουδαίους, καὶ πᾶσαν ἐκείνην ἔῤῥιψε τὴν παρ' αὐτῶν τιμὴν, καίτοι γε τὸ κεφάλαιον αὐτῶν, καὶ ὁ προστάτης αὐτὸς ἦν. Ἀλλ' οὐδὲν ἐκείνων ἐνενόησεν, ἐπειδὴ τὴν ἀλήθειαν εὗρεν, ἀλλ' ὕβρεις καὶ ἀτιμίας αὐτῶν ἀντηλλάξατο· καὶ γὰρ πρὸς τὴν σωτηρίαν ἑώρα τῶν πολλῶν, τοῦτο πάντα ἡγούμενος. Ὁ γὰρ μήτε γέενναν, μήτε βασιλείαν ἡγούμενός τι εἶναι, μήτε κόσμους μυρίους πρὸς τὸν τοῦ Χριστοῦ πόθον, πῶς ἂν τὴν παρὰ τῶν πολλῶν δόξαν ἐθήρευεν; Οὐδαμῶς· ἀλλὰ καὶ σφόδρα ταπεινός ἐστιν, ὅταν ἐξῇ, καὶ τὸν πρότερον αὐτοῦ στηλιτεύει βίον, ἅτε βλάσφημον καὶ διώκτην καὶ ὑβριστὴν ἀποκαλῶν ἑαυτόν. Καὶ ὁ μαθητὴς δὲ αὐτοῦ Λουκᾶς πολλὰ περὶ αὐτοῦ φησι, δηλονότι παρ' αὐτοῦ μαθὼν, ἐκπομπεύοντος αὐτοῦ τῷ προτέρῳ βίῳ οὐχ ἧττον ἢ τῷ μετὰ ταῦτα.
22.3.1
Ταῦτα δὲ λέγω, οὐχ ἵνα ἀκούωμεν μόνον, ἀλλ' ἵνα καὶ μανθάνωμεν. Εἰ γὰρ ἐκεῖνος τῶν πρὸ τοῦ λουτροῦ πλημμελημάτων ἐμέμνητο, καίτοι πάντων ἀφανισθέντων, τίνα ἂν σχοίημεν συγγνώμην οἱ τῶν μετὰ τὸ λουτρὸν ἀμνημονοῦντες ἡμεῖς; Τί λέγεις, ἄνθρωπε; προσέκρουσας τῷ Θεῷ, καὶ ἐπιλανθάνῃ; Δευτέρα αὕτη πρόσκρουσις, δευτέρα ἀπέχθεια. Ποίων οὖν ἁμαρτημάτων αἰτεῖς λύσιν; ὧν οὐδὲ οἶδας αὐτός; Πάνυ γε. Οὐ γὰρ μεριμνᾷς καὶ φροντίζεις πῶς λόγον δώσεις, ὁ μηδὲ μεμνῆσθαι αὐτῶν σπουδάζων, ἀλλὰ παίζων ἐν οὐ παικτοῖς. Ἀλλ' ἔσται καιρὸς, ὅτε οὐκέτι προχωρήσει τὰ τῆς παιδιᾶς ἡμῖν. Καὶ γὰρ δεῖ ἡμᾶς πάντως ἀποθανεῖν (διὰ γὰρ τὴν πολλὴν ἀναισθησίαν τῶν πολλῶν καὶ ὑπὲρ τῶν φανερῶν διαλέγεσθαι δεῖ), καὶ ἀναστῆναι πάντως, καὶ κριθῆναι πάντως, καὶ κολασθῆναι· μᾶλλον δὲ τοῦτο οὐ πάντως, ἐὰν θέλωμεν. Ἐκείνων μὲν γὰρ οὐχ ἡμεῖς κύριοι, οὔτε τῆς τελευτῆς ἡμῶν, οὔτε τῆς ἀναστάσεως, οὔτε τῆς κρίσεως, ἀλλ' ὁ Δεσπότης ὁ ἡμέτερος· τοῦ μέντοι διδόναι δίκην, ἢ μὴ, ἡμεῖς κύριοι· τοῦτο γὰρ τῶν ἐνδεχομένων ἐστίν. Ἀλλ' ἐὰν θέλωμεν, τῶν ἀδυνάτων αὐτὸ ποιήσομεν, ὡσπεροῦν Παῦλος, ὡς Πέτρος, ὡς οἱ ἅγιοι πάντες· καὶ γὰρ ἐκείνους κολασθῆναι ἀδύνατον. Ἂν τοίνυν ἐθέλωμεν, καὶ ἡμᾶς ὁμοίως ἀδύνατόν τι παθεῖν. Κἂν γὰρ μυρία πεπλημμεληκότες ὦμεν, δυνατὸν ἀνακτήσασθαι, ἕως ἂν ἐνταῦθα ὦμεν. Ἀνακτησώμεθα τοίνυν ἑαυτούς· καὶ ὁ μὲν γέρων ἐννοείτω, ὅτι μικρὸν ὕστερον ἀπελεύσεται, ὅτε ἱκανῶς ἐνετρύφησε τῇ ἡλικίᾳ (καίτοι γε ποία τοῦτο τρυφὴ τὸ ἐν κακίᾳ διάγειν; ἀλλὰ τέως πρὸς τὴν ἐκείνου δόξαν τοῦτό φημι)· ἐννοείτω μετὰ τοῦτο, ὅτι ἔξεστιν αὐτῷ ἐν βραχεῖ χρόνῳ τὸ πᾶν ἀπονίψασθαι. Ὁ νέος πάλιν καὶ αὐτὸς τὸ ἄδηλον λογιζέσθω τῆς τελευτῆς, καὶ ὅτι πολλῶν πολλάκις πρεσβυτέρων μενόντων ἐνταῦθα, οἱ νέοι πρὸ αὐτῶν ἀπηνέχθησαν. Ἵνα γὰρ μὴ πραγματευώμεθα τὴν τελευτὴν ἡμῶν, διὰ τοῦτο ἐν ἀδήλῳ κεῖται. Διὸ καὶ σοφός τις παραινεῖ λέγων, Μὴ ἀνάμενε ἐπιστρέψαι πρὸς Κύριον, καὶ μὴ ἀναβάλλου ἡμέραν ἐξ ἡμέρας· οὐ γὰρ οἶδας τί τέξεται ἡ ἐπιοῦσα. Ἐκ μὲν γὰρ τοῦ ἀναβάλλεσθαι κίνδυνος καὶ φόβος, ἐκ δὲ τοῦ μὴ ἀναβάλλεσθαι σωτηρία δήλη καὶ ἀσφαλής. Ἔχου τοίνυν τῆς ἀρετῆς. Οὕτω γὰρ, κἂν νέος ἀπέλθῃς, ἀσφαλῶς ἀπῆλθες· κἂν εἰς γῆρας ἔλθῃς, μετὰ πολλῆς ἀπῆλθες τῆς εὐπορίας· καὶ διπλῇ ἑορτὴν διὰ παντὸς ἕξεις τοῦ βίου, κακίας τε ἀπεχόμενος, καὶ ἀρετῆς ἐπειλημμένος. Μὴ λέγε, Ἔσται καιρὸς ὅταν ἐπιστρέψαι δέῃ· ταῦτα γὰρ τὰ ῥήματα σφόδρα παροργίζει τὸν Θεόν. Τί δήποτε; Ὅτι αὐτός σοι ἀπείρους αἰῶνας ἐπηγγείλατο, σὺ δὲ οὐδὲ τὴν παροῦσαν ζωὴν ἐθέλεις πονεῖν, τὴν βραχεῖαν ταύτην καὶ πρόσκαιρον, ἀλλ' οὕτως εἶ χαῦνος καὶ ἄνανδρος, ὡς καὶ αὐτῆς ταύτης βραχυτέραν ἐπιζητεῖν. Οὐχ οἱ αὐτοὶ κῶμοι καθ' ἡμέραν; οὐχ αἱ αὐταὶ τράπεζαι; οὐχ αἱ αὐταὶ πόρναι, οὐχὶ τὰ αὐτὰ θέατρα; οὐχὶ τὰ αὐτὰ χρήματα; Μέχρι τίνος ὡς ἐκείνων ὄντων ἐρᾷς; μέχρι τίνος τὴν ἀκόρεστον ἔχεις τῆς κακίας ἐπιθυμίαν; Ἐννόησον ὅτι ὁσάκις ἐπόρνευσας, τοσαυτάκις κατέγνως σαυτοῦ. Καὶ γὰρ τοιοῦτον ἡ ἁμαρτία· ἅμα γέγονε, καὶ τὴν ψῆφον ἤνεγκεν ὁ δικαστής. Ἐμεθύσθης, ἐγαστρίσθης, ἥρπασας; Στῆθι λοιπὸν, ὑπόστρεψον τὴν ἐναντίαν, ὁμολόγησον τῷ Θεῷ χάριν, ὅτι σε οὐκ ἐν μέσοις ἀνήρπασε τοῖς ἁμαρτήμασι· μὴ καὶ ἑτέραν ζήτει προθεσμίαν εἰς τὸ κακῶς ἐργάζεσθαι. Πολλοὶ μεταξὺ πλεονεκτοῦντες ἀνηρπάγησαν, καὶ ἀπῆλθον ἐπὶ φανερὰν δίκην. Φοβήθητι μὴ καὶ σὺ τοῦτο πάθῃς ἀναπολόγητος. Ἀλλὰ πολλοῖς ἔδωκε προθεσμίαν ὁ Θεὸς, καὶ ἐν ἐσχάτῳ γήρᾳ ἐξομολογήσασθαι. Τί οὖν; καὶ σοὶ δώσει; Ἴσως δώσει, φησί. Τί λέγεις ἴσως, καὶ ἐνίοτε, καὶ πολλάκις; ἐννόησον ὅτι περὶ ψυχῆς βουλεύῃ, καὶ τίθει καὶ τὸ ἐναντίον, καὶ λογίζου καὶ λέγε, Τί δὲ, ἐὰν μὴ δῷ; Τί δὲ, ἐὰν δῷ, φησίν; Ἔδωκε μὲν αὐτὸς, πλὴν τοῦτο ἐκείνου ἀσφαλέστερον καὶ κερδαλεώτερον. Ἐὰν μὲν γὰρ ἤδη ἄρξῃ, τὸ πᾶν ἐκέρδανας, ἄν τε λάβῃς, ἄν τε μὴ λάβῃς προθεσμίαν· ἐὰν δὲ ἀεὶ μέλλῃς, δι' αὐτὸ τοῦτο πολλάκις οὐ λήψῃ. Σὺ δὲ εἰς μὲν πόλεμον ἐξιὼν, οὐ λέγεις, Οὐκ ἀνάγκη διαθέσθαι, ἴσως ἐπανήξω· οὐδὲ περὶ γάμου βουλευόμενος λέγεις, Λάβω γυναῖκα πενιχρὰν, πολλοὶ παρὰ δόξαν καὶ οὕτως ἐπλούτησαν· οὐδὲ οἰκίαν οἰκοδομούμενος, Καταβάλω θεμελίους σαθροὺς, πολλαὶ καὶ οὕτως ἔστησαν οἰκίαι· ὑπὲρ δὲ ψυχῆς βουλευόμενος, τοῖς σαθροτέροις ἐγχειρεῖς, τὸ ἴσως καὶ πολλάκις καὶ ἐνίοτε τιθεὶς, καὶ τοῖς ἀδήλοις ἐπιτρέπεις σαυτόν; Οὐ τῷ ἀδήλῳ, φησὶν, ἀλλὰ τῇ τοῦ Θεοῦ φιλανθρωπίᾳ· φιλάνθρωπος γὰρ ὁ Θεός. Οἶδα κἀγώ· ἀλλ' ὁ φιλάνθρωπος οὗτος κἀκείνους οὓς εἶπον ἀνήρπασε. Τί δὲ, ἂν καὶ χρόνον λαβὼν ὅμοιος μένῃς; ὁ γὰρ τοιοῦτος καὶ ἐν γήρᾳ ῥᾴθυμος ἔσται. Οὒ, φησίν· Ὁ γὰρ λογισμὸς οὗτος καὶ μετὰ τὰ ὀγδοήκοντα ἔτη, ἐννενήκοντα ἐπιζητεῖ, καὶ μετὰ τὰ ἐννενήκοντα, ἑκατὸν, καὶ μετὰ τὰ ἑκατὸν, ἀργότερος ἔσται. Καὶ οὕτως ὁ βίος ἅπας ἀναλωθήσεται μάτην, καὶ συμβήσεται τὰ περὶ τῶν Ἰουδαίων εἰρημένα καὶ ἐπὶ σοί· ὅτι Ἐξέλιπον ἐν ματαιότητι αἱ ἡμέραι αὐτῶν. Καὶ εἴθε ἐν ματαιότητι μόνον, ἀλλὰ μὴ καὶ ἐπὶ κακῷ. Ὅταν γὰρ ἀπέλθωμεν ἐκεῖ τὸ βαρὺ τῶν ἁμαρτημάτων φορτίον φέροντες (τοῦτο γάρ ἐστιν, ἐπὶ κακῷ), τροφὴν ἀποίσομεν τῷ πυρὶ, καὶ πολλὴν τῷ σκώληκι τράπεζαν. Διὸ δέομαι καὶ ἀντιβολῶ στῆναίποτε γενναίως, καὶ ἀποστῆναι κακίας, ἵνα καὶ τῶν ἐπηγγελμένων τύχωμεν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίουἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Intertext edge

Open linked passage

Note