In epistulam ii ad Corinthios
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
23.0.1
Ὄφελον ἠνείχεσθέ μου μικρὸν τῇ ἀφροσύνῃ, ἀλλὰ καὶ ἀνέχεσθέ μου.
23.1.1
Μέλλων ἐμβαίνειν εἰς τοὺς οἰκείους ἐπαίνους, πολλῇ κέχρηται τῇ προδιορθώσει. Καὶ οὐχ ἅπαξ, οὐδὲ δεύτερον τοῦτο ποιεῖ· καίτοι γε ἱκανὴ ἦν ἡ ἀνάγκη τῆς ὑποθέσεως ἀπολογήσασθαι ὑπὲρ αὐτοῦ, καὶ τὰ πολλάκις εἰρημένα αὐτῷ. Ὁ γὰρ ἁμαρτημάτων μεμνημένος, ὧν ὁ Θεὸς οὐκ ἐμέμνητο, καὶ διὰ τοῦτο λέγων ἀνάξιος εἶναι καὶ τῆς προσηγορίας αὐτῆς τῶν ἀποστόλων, καὶ τοῖς σφόδρα ἀναισθήτοις εὔδηλός ἐστιν οὐ διὰ δόξαν ταῦτα λέγων, ἃ μέλλει νῦν ἐρεῖν. Καὶ γὰρ, εἰ δεῖ τι καὶ θαυμαστὸν εἰπεῖν, εἰς δόξαν αὐτὸν μάλιστα τοῦτο παρέβλαπτε, τὸ περὶ ἑαυτοῦ τι λέγειν· καὶ προσίσταται τοῦτο τοῖς πολλοῖς. Ἀλλ' ὅμως οὐδὲν τούτων ὑπείδετο, ἀλλ' εἰς ἓν εἶδε, τὴν τῶν ἀκουόντων σωτηρίαν. Ὥστε οὖν μηδὲ βλάψαι τούτῳ τοὺς ἀνοήτους, τῷ μεγάλα περὶ ἑαυτοῦ εἰπεῖν, ἐκ περιουσίας κέχρηται ταῖς πολλαῖς ταύταις προδιορθώσεσι, καί φησιν, Εἴθε ἠνείχεσθέ μου μικρά τινα ἀνοηταίνοντος· μᾶλλον δὲ καὶ ἀνέχεσθε. Εἶδες σύνεσιν; Τὸ μὲν γὰρ εἰπεῖν, Εἴθε, κυρίους αὐτοὺς ποιοῦντός ἐστι· τὸ δὲ καὶ ἀποφήνασθαι, σφόδρα θαῤῥοῦντος αὐτῶν ἐστι τῇ ἀγάπῃ, καὶ ἐνδεικνυμένου ὅτι καὶ φιλεῖ καὶ φιλεῖται· μᾶλλον δὲ οὐκ ἀπὸ ἀγάπης ψιλῆς ἁπλῶς, ἀλλ' ἀπό τινος ἔρωτος θερμοῦ καὶ μανικοῦ φησι δεῖν αὐτοὺς ἀνασχέσθαι καὶ ἀνοηταίνοντος. Διὸ καὶ ἐπήγαγε, Ζηλῶ γὰρ ὑμᾶς Θεοῦ ζήλῳ. Οὐκ εἶπεν, Ἀγαπῶ γὰρ ὑμᾶς, ἀλλ' ὃ πολλῷ τούτου σφοδρότερον ἦν τίθησι. Ζηλότυποι γάρ εἰσιν αἱ ψυχαὶ αἱ σφόδρα τῶν ἐρωμένων περικαιόμεναι, καὶ οὐκ ἂν ἄλλως τεχθείη ζηλοτυπία, ἀλλ' ἢ ἀπὸ σφοδρᾶς φιλίας. Εἶτα ἵνα μὴ νομίσωσιν, ὅτι δυναστείας ἕνεκεν, ἢ τιμῆς, ἢ χρημάτων, ἢ ἄλλου τινὸς τοιούτου, τῆς φιλίας αὐτῶν ἐφίεται, προσέθηκε, Θεοῦ ζήλῳ. Καὶ γὰρ ὁ Θεὸς λέγεται ζηλοῦν, οὐχ ἵνα πάθος ὑποπτεύσῃ τις· καὶ γὰρ ἀπαθὲς τὸ Θεῖον· ἀλλ' ἵνα μάθωσιν ἅπαντες, ὅτι δι' οὐδὲν ἕτερον, ἀλλ' ἢ δι' αὐτοὺς τοὺς ζηλοτυπουμένους πάντα ποιεῖ· οὐχ ἵνα αὐτός τι κερδάνῃ, ἀλλ' ἵνα ἐκείνους διασώσῃ. Ἐπὶ μὲν γὰρ τῶν ἀνθρώπων οὐχ οὕτως ὁ ζῆλος γίνεται, ἀλλὰ διὰ τὴν οἰκείαν ἀνάπαυσιν· οὐ διὰ τὸ καθυβρίζεσθαι τοὺς ἐρωμένους, ἀλλὰ διὰ τὸ μὴ πλήττεσθαι τοὺς φιλοῦντας, καὶ παρευδοκιμεῖσθαι, καὶ ἔλαττον ἔχειν παρὰ τοῖς ἐρωμένοις. Ἐνταῦθα δὲ οὐχ οὕτως. Οὐ γὰρ τούτου μοι μέλει, φησὶ, μὴ ἔλαττον σχῶ παρ' ὑμῖν, ἀλλὰ μὴ ὑμᾶς ἴδω διαφθαρέντας. Τοιοῦτος γὰρ ὁ τοῦ Θεοῦ ζῆλος, τοιοῦτος καὶ ὁ ἐμὸς, σφοδρὸς ὁμοῦ καὶ καθαρός. Εἶτα καὶ ἡ αἰτία ἀναγκαία· Ἡρμοσάμην γὰρ ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνήν. Οὐκοῦν οὐκ ἐμαυτῷ, ἀλλ' ἐκείνῳ ζηλῶ, ᾧ ἡρμοσάμην. Μνηστείας γάρ ἐστι καιρὸς ὁ παρὼν καιρὸς, ὁ δὲ τῶν παστάδων ἕτερος, ὅταν λέγωσιν, Ἀνέστη ὁ νυμφίος. Ὢ καινῶν πραγμάτων! ἐπὶ τοῦ κόσμου παρθένοι μένουσι πρὸτοῦ γάμου, μετὰ δὲ τὸν γάμον οὐκέτι. Ἐνταῦθα δὲ οὐχ οὕτως· ἀλλὰ κἂν μὴ ὦσι παρθένοι πρὸ τοῦ γάμου τούτου, μετὰ τὸν γάμον παρθένοι γίνονται. Οὕτω πᾶσα ἡ Ἐκκλησία παρθένος ἐστί. Καὶ γὰρ πρὸς πάντας διαλεγόμενος ταῦτά φησι, καὶ τοὺς γεγαμηκότας καὶ τὰς γεγαμημένας. Ἀλλ' ἴδωμεν τί φέρων, ἡμᾶς ἡρμόσατο, ποῖα ἕδνα. Οὐ χρυσὸν, οὐκ ἄργυρον, ἀλλὰ τὴν βασιλείαν τῶν οὐρανῶν· διὸ καὶ ἔλεγεν, Ὑπὲρ Χριστοῦ πρεσβεύομεν· καὶ παρακαλεῖ, ὅτε τὴν νύμφην ἔμελλε λαμβάνειν. Τούτου τύπος ἦν τὰ ἐπὶ τοῦ Ἀβραάμ. Καὶ γὰρ ἐκεῖνος τὸν παῖδα τὸν πιστὸν ἔπεμψε μνηστευσόμενον κόρην ἐθνικήν· καὶ ἐνταῦθα ἔπεμψεν ὁ Θεὸς τοὺς οἰκέτας τοὺς ἑαυτοῦ μνηστευσομένους τῷ παιδὶ τὴν Ἐκκλησίαν, καὶ προφήτας ἄνωθεν ταῦτα λέγοντας· Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου. Εἶδες καὶ τὸν προφήτην ἁρμοζόμενον; εἶδες καὶ τὸν Ἀπόστολον μετὰ πολλῆς τῆς παῤῥησίας τοῦτο τὸ ῥῆμα φθεγγόμενον, καὶ λέγοντα, Ἡρμοσάμην ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ; Εἶδες πάλιν σύνεσιν; Εἰπὼν γὰρ, ὅτι Ὀφείλετέ μου ἀνέχεσθαι, οὐκ εἶπε, Διδάσκαλος γὰρ ὑμῶν εἰμι, καὶ οὐ, Δι' ἐμαυτὸν λέγω· ἀλλ' ὃ μάλιστα τούτοις ἔφερεν ἀξίωμα, τοῦτο τίθησιν, ἑαυτὸν μὲν ἐν χώρᾳ τῆς προμνηστρίας, ἐκείνους δὲ ἐν τάξει τῆς νύμφης στήσας· καὶ ἐπάγει λέγων, Φοβοῦμαι δὲ μή πως, ὡς ὄφις Εὔαν ἠπάτησε διὰ τῆς πανουργίας αὑτοῦ, οὕτω φθαρῇ τὰ νοήματα ὑμῶν ἀπὸ τῆς ἁπλότητος τῆς εἰς τὸν Χριστόν. Εἰ γὰρ καὶ ἡ ἀπώλεια ὑμετέρα, ἀλλὰ ἡ ἀθυμία κοινή. Καὶ σκόπει τὴν σύνεσιν· οὐ γὰρ αὐτὸ ἀποφαίνεται, καίτοι ἦσαν διεφθαρμένοι· καὶ τοῦτο δηλῶν ἔλεγεν, Ὅταν πληρωθῇ ὑμῶν ἡ ὑπακοὴ, καὶ, Πενθήσω πολλοὺς τῶν προημαρτηκότων· ἀλλ' ὅμως οὐκ ἀφίησιν αὐτοὺς ἀναισχυντῆσαι· διό φησι, Μήποτε. Οὔτε γὰρ καταδικάζει, οὔτε σιγᾷ· οὐδέτερον γὰρ ἀσφαλὲς, οὔτε εἰπεῖν φανερῶς, οὔτε κρύψαι διηνεκῶς. Διὸ τὸ μέσον τίθησι λέγων, Μήποτε. Τοῦτο γὰρ οὐδὲ σφόδρα κατεγνωκότος, οὐδὲ σφόδρα θαῤῥοῦντος, ἀλλ' ἐν τῷ μέσῳ τούτων ἑκατέρων ἑστῶτος. Οὕτω μὲν οὖν παρεμυθήσατο· τῇ δὲ μνήμῃ τῆς ἱστορίας εἰς φόβον ἄφατον ἐνέβαλε, καὶ πάσης ἀποστερεῖ συγγνώμης αὐτούς. Εἰ γὰρ καὶ ὁ ὄφις κακοῦργος, κἀκείνη ἀνόητος, ἀλλ' ὅμως οὐδὲν τούτων ἐξήρπασε τὴν γυναῖκα.
23.2.1
Ὁρᾶτε οὖν μὴ ταῦτα πάθητε, φησὶ, καὶ οὐδὲν ὑμῶν προστήσεται. Καὶ γὰρ καὶ ἐκεῖνος μείζονα ἐπαγγειλάμενος, οὕτως ἠπάτησεν. Ὅθεν δῆλον ὅτικαὶ οὗτοι κομπάζοντες, φυσῶντες αὐτοὺς ἐξηπάτων. Καὶ τοῦτο οὐκ ἐντεῦθεν μόνον ἔστι στοχάσασθαι, ἀλλὰ καὶ ἐξ ὧν μετὰ ταῦτα λέγει, ὅτι Εἰ μὲν ὁ ἐρχόμενος ἄλλον Ἰησοῦν κηρύσσει, ὃν οὐκ ἐκηρύξαμεν, ἢ πνεῦμα ἕτερον λαμβάνετε, ὃ οὐκ ἐλάβετε, ἢ εὐαγγέλιον ἕτερον, ὃ οὐκ ἐδέξασθε, καλῶς ἠνείχεσθε. Καὶ οὐ λέγει, Μή πως ὡς ὁ Ἀδὰμ ἠπατήθη, ἀλλὰ δείκνυσι γυναῖκας ὄντας τοὺς ταῦτα πάσχοντας· γυναικῶν γὰρ τὸ ἀπατᾶσθαι. Καὶ οὐκ εἶπεν, Οὕτω καὶ ὑμεῖς ἀπατηθῆτε· ἀλλὰ ἔτι μένων τῇ μεταφορᾷ, φησὶ, Μή πως φθαρῇ τὰ νοήματα ὑμῶν ἀπὸ τῆς ἁπλότητος τῆς εἰς Χριστόν. Ἀπὸ τῆς ἀφελείας, οὐκ ἀπὸ τῆς κακουργίας, λέγω· οὔτε ἐκ κακουργίας οὔτε ἐκ τοῦ μὴ πιστεύειν ὑμῶν, ἀλλ' ἐξ ἀφελείας. Ἀλλ' ὅμως οὐδὲ ἐντεῦθεν συγγνώμης ἄξιοι οἱ ἀπατώμενοι· καὶ ἐδήλωσεν ἡ Εὔα. Εἰ δὲ τοῦτο οὐ συγγνώμης ἄξιον, πολλῷ μᾶλλον, ὅταν διὰ κενοδοξίαν τις τοῦτο πάθῃ. Εἰ μὲν γὰρ ὁ ἐρχόμενος ἄλλον Ἰησοῦν κηρύσσει, ὃν οὐκ ἐκηρύξαμεν. Δείκνυσιν ἐντεῦθεν οὐχὶ διαφθειρομένους Κορινθίους ἐξ αὑτῶν, ἀλλ' ἑτέρωθεν αὐτοῖς ὄντας τοὺς ἀπατῶντας· διό φησιν, Ὁ ἐρχόμενος. Εἰ πνεῦμα ἕτερον λαμβάνετε, εἰ εὐαγγέλιον ἕτερον, ὃ οὐκ ἐδέξασθε, καλῶς ἠνείχεσθε. Τί λέγεις; ὁ Γαλάταις εἰπὼν, Ἐάν τις εὐαγγελίζηται ὑμᾶς παρ' ὃ παρελάβετε, ἀνάθεμα ἔστω, νῦν λέγεις, Καλῶς ἠνείχεσθε; Καὶ μέντοι διὰ τοῦτο οὐκ ἔδει ἀνέχεσθαι, ἀλλ' ἀποπηδᾷν· εἰ δὲ τὰ αὐτὰ λέγουσι, δεῖ ἀνέχεσθαι. Πῶς οὖν λέγεις, Ἐπειδὴ τὰ αὐτὰ λέγουσιν, οὐ δεῖ ἀνέχεσθαι; εἰ γὰρ ἄλλα ἔλεγον, φησὶν, ἔδει ἀνέχεσθαι; Προσέχωμεν τοίνυν· καὶ γὰρ μέγας ὁ κίνδυνος καὶ βαθὺς ὁ κρημνὸς, ἂν ἁπλῶς αὐτὸ παραδράμωμεν, καὶ πάσαις ταῖς αἱρέσεσι πάροδον δίδωσι τὸ εἰρημένον. Τί οὖν ἐστι τὸ νόημα τῶν ῥημάτων τούτων; Οὕτως ἐκόμπαζον ἐκεῖνοι, ὡς ἀτελῶς τῶν ἀποστόλων διδασκόντων, ὡς αὐτῶν πλεῖόν τι εἰσφέροντες. Εἰκὸς γὰρ αὐτοὺς πολλὰ φλυαροῦντας, φορυτὸν ἐπεισάγειν ἀνόητον τοῖς δόγμασι τούτοις. Διὸ καὶ τοῦ ὄφεως καὶ τῆς Εὔας ἀνεμνήσθη οὕτως ἀπατηθείσης τῇ τοῦ πλείονος προσδοκίᾳ. Τοῦτο καὶ ἐν τῇ προτέρᾳ αἰνιττόμενος ἔλεγεν, Ἤδη ἐπλουτήσατε χωρὶς ἡμῶν ἐβασιλεύσατε· καὶ πάλιν, Ἡμεῖς μωροὶ διὰ Χριστὸν, ὑμεῖς δὲ φρόνιμοι ἐν Χριστῷ. Ἐπεὶ οὖν πολλὰ εἰκὸς αὐτοὺς φλυαρεῖν τῇ ἔξωθεν σοφίᾳ κεχρημένους, τοῦτό φησιν, ὅτι Εἰ μέν τι περιττὸν ἔλεγον οὗτοι, καὶ ἕτερον ἐκήρυττον Χριστὸν, ὃν οὐ κηρυχθῆναι ἔδει, ἡμεῖς δὲ παρελίπομεν, καλῶς ἠνείχεσθε· διὰ γὰρ τοῦτο προσέθηκεν, Ὃν οὐκ ἐκηρύξαμεν. Εἰ δὲ τὰ αὐτὰ κεφάλαια τῆς πίστεως, τί τὸ πλέον; ὅσα γὰρ ἂν εἴπωσιν, οὐδὲν πλέον ἐροῦσιν ὧν ἡμεῖς εἰρήκαμεν. Καὶ ὅρα πῶς αὐτὸ ἀκριβῶς τίθησιν· οὐ γὰρ εἶπεν, Εἰ μὲν ὁ ἐρχόμενος πλεῖόν τι λέγει· ἔλεγον γάρ τι πλέον, μετὰ πλείονος δημηγοροῦντες ἐξουσίας, καὶ πολλοῦ τοῦ κάλλους τῶν ῥημάτων· διόπερ οὐκ εἶπε τοῦτο, ἀλλὰ τί; Ὁ ἐρχόμενος ἄλλον Ἰησοῦν κηρύσσει· ὅπερ οὐ χρείανεἶχε τῆς διὰ τῶν λόγων κατασκευῆς· Ἢ πνεῦμα ἕτερον λαμβάνετε· οὐδὲ γὰρ ἐνταῦθα λόγων ἦν χρεία· τουτέστι, πλουσιωτέρους ὑμᾶς ποιεῖ κατὰ τὴν χάριν· Ἢ εὐαγγέλιον ἕτερον, ὃ οὐκ ἐδέξασθε· οὐδὲ τοῦτο λόγων ἐδεῖτο πάλιν, Καλῶς ἠνείχεσθε. Σὺ δέ μοι σκόπει πῶς πανταχοῦ τῷ διορισμῷ κέχρηται, τῷ δηλοῦντι ὅτι οὐδὲν περιττὸν, οὐδὲν πλέον τι παρ' αὐτῶν εἰσενήνεκται. Εἰπὼν γὰρ, ὅτι Εἰ ὁ ἐρχόμενος ἄλλον Ἰησοῦν κηρύσσει, ἐπήγαγεν, Ὃν οὐκ ἐκηρύξαμεν καὶ πνεῦμα ἕτερον λαμβάνετε, προσέθηκεν, Ὃ οὐκ ἐλάβετε· ἢ εὐαγγέλιον ἕτερον, ἐπήγαγεν, Ὃ οὐκ ἐδέξασθε· διὰ πάντων δηλῶν, ὅτι οὐχ ἁπλῶς, εἰ πλέον τι λέγουσι, προσέχειν δεῖ, ἀλλὰ εἴ τι πλέον λέγουσιν ὃ λεχθῆναι ἔδει, καὶ παρ' ἡμῶν παρελείφθη. Εἰ δὲ οὐδὲ ἔδει, διὸ οὐδὲ παρ' ἡμῶν εἴρηται, ἵνα τί πρὸς αὐτοὺς κεχήνατε;
23.3.1
Καίτοι εἰ τὰ αὐτὰ λέγουσι, φησὶ, τίνος ἕνεκεν αὐτοὺς κωλύεις; Ὅτι ὑποκρίσει κεχρημένοι, ἕτερα εἰσάγουσι δόγματα. Ἀλλὰ τοῦτο μὲν τέως οὐ λέγει, ἀλλ' ὕστερον αὐτὸ τίθησιν, ὅταν λέγῃ, Μετασχηματίζονται εἰς ἀποστόλους Χριστοῦ· τέως δὲ ἐκ τῶν ἀνεπαχθεστέρων ἀπάγει τῆς αὐθεντίας αὐτῶν τοὺς μαθητάς· καὶ οὐκ ἐκείνοις βασκαίνων, ἀλλὰ τούτους ἀσφαλιζόμενος. Ἐπεὶ τὸν Ἀπολλὼ διὰ τί οὐ κωλύει, καίτοι ἄνδρα λόγιον ὄντα, καὶ δυνατὸν ἐν ταῖς Γραφαῖς, ἀλλὰ καὶ παρακαλεῖ, καὶ ἐπαγγέλλεται πέμψειν αὐτόν; Ὅτι μετὰ τῆς παιδεύσεως ἐκεῖνος καὶ τὴν τῶν δογμάτων ὀρθότητα διετήρει· οὗτοι δὲ τοὐναντίον. Διόπερ αὐτοῖς πολεμεῖ, καὶ τοῖς μαθηταῖς ἐγκαλεῖ πρὸς αὐτοὺς κεχηνόσι, λέγων, ὅτι Εἰ μέν τι τῶν ὀφειλόντων λεχθῆναι παρελίπομεν ἡμεῖς, ἐπλήρωσαν δὲ ἐκεῖνοι, οὐ κωλύομεν προσέχειν· εἰ δὲ πάντα ἀπήρτισται παρ' ἡμῶν, καὶ οὐδὲν λέλειπται, πόθεν ὑμᾶς εἷλον ἐκεῖνοι; Διὸ καὶ ἐπάγει λέγων, Λογίζομαι γὰρ μηδὲν ὑστερηκέναι τῶν ὑπερλίαν ἀποστόλων· οὐκέτι πρὸς ἐκείνους, ἀλλὰ πρὸς τοὺς περὶ Πέτρον ποιούμενος τὴν σύγκρισιν. Ὥστε εἰ ἐμοῦ τι πλέον ἴσασι, κἀκείνων. Καὶ ὅρα πῶς κἀνταῦθα μετριάζει. Οὐ γὰρ εἶπεν, ὅτι Οὐδέν μου πλέον εἶπαν οἱ ἀπόστολοι· ἀλλὰ πῶς; Λογίζομαι· οὕτω νομίζω, ὅτι οὐδὲν ὑστέρησα τῶν ὑπερλίαν ἀποστόλων. Ἐπειδὴ γὰρ καὶ τοῦτο ἐλάττωμα αὐτοῦ ἐδόκει εἶναι τὸ προλαβόντας ἐκείνους ὄνομα ἔχειν πλέον, καὶ μείζων περὶ ἐκείνους ἦν ἡ δόξα, καὶ ἔμελλον οὗτοι παρεισάγειν ἑαυτοὺς, διὰ τοῦτο πρὸς αὐτοὺς ποιεῖται τὴν σύγκρισιν μετὰ τοῦ προσήκοντος αὐτῷ σχήματος. Διὸ καὶ μετ' ἐγκωμίων αὐτῶν μέμνηται, οὐχ ἁπλῶς τῶν ἀποστόλων εἰπὼν, ἀλλὰ, Τῶν ὑπερλίαν, Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην δηλῶν. Εἰ δὲ καὶἰδιώτης τῷ λόγῳ, ἀλλ' οὐ τῇ γνώσει. Ἐπειδὴ γὰρ τούτῳ ἐκεῖνοι ἐπλεονέκτουν οἱ διαφθείροντες Κορινθίους, τῷ μὴ εἶναι ἰδιῶται, καὶ τοῦτο τίθησι, δεικνὺς ὅτι οὐκ ἐπαισχύνεται τούτῳ, ἀλλὰ καὶ ἐγκαλλωπίζεται. Καὶ οὐκ εἶπεν, Εἰ δὲ καὶ ἰδιώτης τῷ λόγῳ, ἀλλὰ κἀκεῖνοι· τοῦτο γὰρ ἐδόκει διαβάλλοντος εἶναι κἀκείνους, καὶ τούτους ἐπαίροντος· ἀλλ' αὐτὸ καθαιρεῖ τὸ πρᾶγμα τὸ τῆς ἔξω σοφίας. Καὶ ἐν μὲν τῇ προτέρᾳ Ἐπιστολῇ καὶ σφόδρα ἀγωνίζεται περὶ τούτου λέγων, ὅτι οὐ μόνον οὐδὲν συντελεῖ πρὸς τὸ κήρυγμα τοῦτο, ἀλλὰ καὶ ἐπισκιάζει τῇ δόξῃ τοῦ σταυροῦ· Ἦλθον γὰρ, φησὶν, οὐ καθ' ὑπεροχὴν λόγου ἢ σοφίας πρὸς ὑμᾶς, ἵνα μὴ κενωθῇ ὁ σταυρὸς τοῦ Χριστοῦ· καὶ ἕτερα πολλὰ τοιαῦτα· ὅτι τῇ γνώσει ἰδιῶται ἦσαν, ἥπερ καὶ ἐσχάτη ἐστὶν ἰδιωτεία. Ὅτε μὲν οὖν ἐν τοῖς μεγάλοις ἔδει συγκρίνειν, τοῖς ἀποστόλοις ἑαυτὸν συγκρίνει· ὅτε δὲ δεῖξαι τὸ δοκοῦν ἐλάττωμα εἶναι, οὐκέτι, ἀλλ' αὐτῷ συμπλέκεται τῷ πράγματι, καὶ δείκνυσι πλεονέκτημα τοῦτο γενόμενον· καὶ ὅτε μὲν οὐδεμία ἀνάγκη κατήπειγε, καὶ ἐλάχιστόν φησι τῶν ἀποστόλων εἶναι, καὶ οὐδὲ τῆς προσηγορίας ἄξιον· ἐνταῦθα δὲ πάλιν, ὅτε καιρὸς ἐκάλει, φησὶ μηδὲν ὑστερηκέναι τῶν ὑπερλίαν ἀποστόλων. Ἤδει γὰρ τοῦτο μάλιστα ὠφελῆσον τοὺς μαθητάς· διὸ καὶ ἐπάγει λέγων, Ἀλλ' ἐν παντὶ φανερωθέντες ἐν πᾶσιν εἰς ὑμᾶς. Καὶ γὰρ ἐνταῦθα πάλιν διαβάλλει τοὺς ψευδαποστόλους, ὡς ἐν πανουργίᾳ περιπατοῦντας. Ταῦτα δὲ καὶ ἔμπροσθεν περὶ ἑαυτοῦ ἔλεγεν, ὅτι οὐ κατὰ πρόσωπον ἔζη, οὐδὲ δολῶν καὶ καπηλεύων τὸν λόγον ἐκήρυττεν. Ἐκεῖνοι δὲ ἕτεροι μὲν ἦσαν, ἕτεροι δὲ ἐφαίνοντο, ἀλλ' οὐκ αὐτός. Διὸ καὶ πανταχοῦ μέγα φρονεῖ ἐπὶ τῷ μηδὲν πρὸς ἀνθρώπων δόξαν ποιεῖν, μηδὲ ἀποκρύπτεσθαι τὰ καθ' ἑαυτόν. Ὅπερ καὶ ἔμπροσθεν ἔλεγεν, ὅτι Τῇ φανερώσει τῆς ἀληθείας συνιστῶντες ἑαυτοὺς πρὸς πᾶσαν συνείδησιν ἀνθρώπων· καὶ νῦν δέ φησιν, Ἐν παντὶ φανερωθέντες εἰς ὑμᾶς. Τί δὲ τοῦτό ἐστιν; Ἰδιῶται, φησὶν, ἐσμὲν, καὶ οὐκ ἀποκρυπτόμεθα· λαμβάνομεν παρά τινων, καὶ οὐ σιγῶμεν. Παρ' ὑμῶν οὖν λαμβάνομεν, καὶ οὐχὶ προσποιούμεθα μὴ λαμβάνειν, καθάπερ οὗτοι λαμβάνοντες· ἀλλὰ πάντα ποιοῦμεν φανερὰ ὑμῖν. Καὶ σφόδρα θαῤῥοῦντος ἐκείνοις ἦν, καὶ μετὰ ἀληθείας ἅπαντα καταγγέλλοντος. Διὸ καὶ μάρτυρας αὐτοὺς καλεῖ, καὶ νῦν εἰπὼν, Ἐν πᾶσιν εἰς ὑμᾶς, καὶ ἔμπροσθεν λέγων, Οὐ γὰρ ἄλλα γράφομεν ὑμῖν, ἀλλ' ἢ ἃ ἀναγινώσκετε, ἢ καὶ ἐπιγινώσκετε. Εἶτα ἐπειδὴ ὑπὲρ τῶν καθ' ἑαυτὸν ἀπελογήσατο, βαρέως τὸ ἑξῆς ἐπάγει λέγων, Ἢ ἁμαρτίαν ἐποίησα, ἐμαυτὸν ταπεινῶν, ἵνα ὑμεῖς ὑψωθῆτε; Καὶ ἑρμηνεύων αὐτὸ, φησὶν, Ἄλλας Ἐκκλησίαςἐσύλησα, λαβὼν ὀψώνιον, πρὸς τὴν ὑμετέραν διακονίαν. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Ἐν στενοχωρίᾳ διήγαγον· τοῦτο γάρ ἐστι τὸ, Ταπεινῶν ἐμαυτόν. Τοῦτο οὖν μοι ἔχετε ἐγκαλεῖν; καὶ διὰ τοῦτο κατεπαίρεσθέ μου, ἐπειδὴ ἐταπείνωσα ἐμαυτὸν προσαιτῶν, στενοχωρούμενος, λιμώττων, ἵνα ὑμεῖς ὑψωθῆτε; Καὶ πῶς ὑψοῦντο οὗτοι, τούτου ὄντος ἐν στενοχωρίᾳ; Μᾶλλον ᾠκοδομοῦντο, καὶ οὐκ ἐσκανδαλίζοντο· ὃ καὶ μεγίστη αὐτῶν ἂν εἴη κατηγορία, καὶ τῆς ἀσθενείας αὐτῶν ἔγκλημα, ὅτι οὐκ ἦν αὐτοὺς ἄλλως ἐνάγειν, ἢ πρότερον ταπεινωθέντα. Ἐγκαλεῖτέ μοι οὖν ὅτι ταπεινὸς γέγονα; Ἀλλὰ διὰ τοῦτο ὑμεῖς ὑψώθητε. Ἐπειδὴ γὰρ καὶ ἀνωτέρω ἔλεγεν, ὅτι διέβαλλον αὐτὸν, ὅτι παρὼν μὲν ταπεινὸς, ἀπὼν δὲ θαῤῥεῖ, ἀπολογούμενος πλήττει πάλιν αὐτοὺς ἐνταῦθα λέγων, ὅτι Καὶ τοῦτο δι' ὑμᾶς. Ἄλλας Ἐκκλησίας ἐσύλησα. Ἐνταῦθα λοιπὸν ὀνειδιστικῶς· ἀλλὰ τὰ πρότερα οὐκ ἀφίησιν ἐπαχθῆ ταῦτα φανῆναι. Εἶπε γὰρ, Ἀνέχεσθέ μου μικρὸν τῇ ἀφροσύνῃ· καὶ πρὸ τῶν ἄλλων αὐτοῦ κατορθωμάτων ἐν τούτῳ πρώτῳ καυχᾶται. Τοῦτο γὰρ μάλιστα ζητοῦσιν οἱ βιωτικοὶ, καὶ ἐν τούτῳ κἀκεῖνοι, οἳ δι' ἐναντίας μέγα ἐφρόνουν. Διὰ τοῦτο οὐ πρότερον εἰς τὸν τῶν κινδύνων ἐμβάλλει λόγον, οὐδὲ εἰς τὸν τῶν σημείων, ἀλλ' εἰς τὸν τῆς τῶν χρημάτων ὑπεροψίας, ἐπειδὴ ἐν τούτῳ ἐφρόνουν· ὁμοῦ δὲ αὐτοὺς καὶ αἰνίττεται πλουτοῦντας.
23.4.1
Τὸ δὲ θαυμαστὸν αὐτοῦ τοῦτό ἐστιν, ὅτι ἔχων εἰπεῖν ὅτι καὶ ἀπὸ τῶν χειρῶν ἐτρέφετο, οὐκ εἶπε τοῦτο, ἀλλ' ὃ μάλιστα αὐτοὺς ἐνέτρεπε, καὶ οὐδὲ αὐτοῦ ἐγκώμιον ἦν, τοῦτο λέγει, ὅτι Παρὰ ἄλλων ἔλαβον. Καὶ οὐκ εἶπεν, Ἔλαβον, ἀλλὰ, Ἐσύλησα· τουτέστιν, ἐγύμνωσα, καὶ πένητας αὐτοὺς ἐποίησα. Καὶ τὸ δὴ μεῖζον, ὅτι οὐκ εἰς περιουσίαν, ἀλλὰ εἰς τὴν τῶν ἀναγκαίων χρείαν· ὅταν γὰρ εἴπῃ, ὀψώνια, τὴν ἀναγκαίαν λέγει τροφήν. Καὶ τὸ χαλεπώτερον, Εἰς τὴν ὑμῶν διακονίαν. Ὑμῖν κηρύττομεν, καὶ παρ' ὑμῶν ὀφείλων τρέφεσθαι, παρ' ἑτέρων τούτων ἀπήλαυον. Διπλοῦν τὸ ἔγκλημα, μᾶλλον δὲ τριπλοῦν· ὅτι καὶ παρ' αὐτοῖς ὢν, καὶ αὐτοῖς διακονούμενος, καὶ τὴν ἀναγκαίαν ζητῶν τροφὴν, ἑτέρους εἶχε τοὺς χορηγοῦντας. Καὶ πολλὴ τούτων ὑπερβολὴ πρὸς ἐκείνους. Οἱ μὲν γὰρ ἐν ῥᾳθυμίᾳ, οἱ δὲ ἐν σπουδῇ· οἱ μὲν καὶ μακρὰν ὄντι ἔπεμπον, οἱ δὲ οὐδὲ παρόντα ἔτρεφον. Εἶτα ἐπειδὴ σφοδρῶς αὐτῶν καθήψατο, ἠρέμα πάλιν χαλᾷ τὸ σφοδρὸν τῆς ἐπιτιμήσεως, λέγων· Καὶ παρὼν πρὸς ὑμᾶς καὶ ὑστερηθεὶς, οὐ κατενάρκησα οὐδενός. Οὐ γὰρ εἶπεν, Οὐ δεδώκατέ μοι, ἀλλ', Ἐγὼ οὐκ ἔλαβον. Φείδεται γὰρ αὐτῶν ἔτι· ἀλλ' ὅμως καὶ ἐν τῇ ὑφέσει τοῦ λόγου, λανθανόντως πάλιν πλήττει· τὸ γὰρ, Παρὼν, σφόδρα ἐμφαντικὸν, καὶ τὸ, Ὑστερηθείς· ἵνα γὰρ μὴ λέγωσι, Τί οὖν, εἰ εἶχες; ἐπήγαγε, Καὶ ὑστερηθεὶς οὐ κατενάρκησα ὑμῶν. Ἐνταῦθα πάλιν μετρίως αὐτοὺς πλήττει, ὡς ὀκνηρῶς τὴν τοιαύτην τιθέντας φορὰν, ὡς βαρυνομένους. Εἶτα καὶ ἡ αἰτία, κατηγορίας μεστὴ καὶ ζηλοτυπίας γέμουσα. Διὸ καὶ τέθεικεν αὐτὴν οὐ προηγουμένως, ἀλλ' ὡς διδάσκων πόθεν καὶ παρὰ τίνων ἐτράφη, ὥστε ἀνυπόπτως διεγείρειν πάλιν εἰς τὸν τῆς ἐλεημοσύνης λόγον. Τὸ γὰρ ὑστέρημά μου, φησὶ, προσανεπλήρωσαν οἱ ἀδελφοὶ ἐλθόντες ἀπὸ Μακεδονίας. Εἶδες πῶς παροξύνει πάλιν, εἰς μέσον ἄγων τοὺς διακονησαμένους; Πρότερον γὰρ εἰς ἐπιθυμίαν αὐτοὺς ἄγων τοῦ μαθεῖν τίνες ἂν εἶεν οὗτοι, ὅτε ἔλεγεν, Ἄλλας Ἐκκλησίας ἐσύλησα, τότε καὶ ὀνομαστὶ αὐτοὺς τίθησιν· ὅπερ καὶ εἰς ἐλεημοσύνην αὐτοὺς προέτρεπε. Τοὺς γὰρ ἡττηθέντας ἐν τῷ μὴ θρέψαι τὸν Ἀπόστολον, πείθει καὶ ἐν τῇ τῶν πενήτων μὴ ἡττηθῆναι βοηθείᾳ. Τοῦτο δὲ καὶ αὐτοῖς Μακεδόσιν ἐπιστέλλων λέγει, ὅτι Ἐν ταῖς χρείαις μου ἐπέμψατέ μοι καὶ ἅπαξ καὶ δὶς, καὶ ἐν ἀρχῇ τοῦ εὐαγγελίου· ὅπερ καὶ ἐγκώμιον μέγιστον αὐτῶν ἦν, ὅτι ἐξ αὐτῶν τῶν προοιμίων ἔλαμψαν. Ἀλλ' ὅρα πανταχοῦ τὴν χρείαν αὐτοῦ τιθέντα, καὶ οὐδαμοῦ περιουσίαν. Τῷ μὲν οὖν εἰπεῖν, ὅτιΠαρὼν, καὶ, Ὑστερηθεὶς, ἔδειξεν ὅτι παρὰ Κορινθίων ἔδει τραφῆναι· τῷ δὲ εἰπεῖν, ὅτι Τὸ ὑστέρημά μου προσανεπλήρωσαν, δείκνυσιν ὅτι οὐδὲ ᾔτησε. Καὶ αἰτίαν τίθησιν οὐκ οὖσαν. Ποίαν δὴ ταύτην; Τὸ παρ' ἑτέρων λαβεῖν· Τὸ γὰρ ὑστέρημά μου, φησὶ, προσανεπλήρωσαν οἱ ἐλθόντες. Διὰ τοῦτό φησιν, Οὐ κατενάρκησα, οὐ διὰ τὸ μὴ θαῤῥεῖν. Καὶ μὴν διὰ τοῦτο αὐτὸ ποιεῖ, καὶ δείκνυσι διὰ τῶν ἑξῆς· ἀλλ' οὐ λέγει αὐτὸ σαφῶς, ἀλλὰ συσκιάζει, ἀφεὶς τῷ συνειδότι τῶν ἀκροωμένων. Καὶ λανθανόντως αὐτὸ ἐνδείκνυται διὰ τῶν ἑξῆς, λέγων, Καὶ ἐν παντὶ ἀβαρῆ ἐμαυτὸν ἐτήρησα, καὶ τηρήσω. Μὴ γὰρ νομίσητε, φησὶ, ταῦτα λέγειν με, ἵνα λάβω. Τὸ δὲ, Τηρήσω, βαρύτερον, εἰ μηδ' ἔτι αὐτοῖς θαῤῥεῖ, ἀλλὰ καθάπαξ ἀπέγνω τι λαβεῖν παρ' αὐτῶν. Δείκνυσι δὲ, ὅτι καὶ βάρος ἐνόμιζον εἶναι τοῦτο· διὸ ἔλεγεν, Ἀβαρῆ ἐτήρησα, καὶ τηρήσω. Τοῦτο καὶ ἐν τῇ προτέρᾳ λέγει, Οὐκ ἔγραψα, ἵνα οὕτω γένηται ἐν ἐμοί· καλὸν γάρ μοι ἀποθανεῖν, ἢ τὸ καύχημά μου ἵνα τις κενώσῃ. Καὶ ἐνταῦθα πάλιν, Ἀβαρῆ ὑμῖν ἑαυτὸν ἐτήρησα, καὶ ἔτι τηρήσω. Εἶτα ἵνα μὴ δόξῃ ὑπὲρ τοῦ μᾶλλον ἐπισπάσασθαι αὐτοὺς ταῦτα λέγειν, φησίν· Ἔστιν ἀλήθεια Χριστοῦ ἐν ἐμοί. Μὴ νομίσητε, ὅτι διὰ τοῦτο εἶπον, ἵνα λάβω, ἵνα μᾶλλον ἐφελκύσωμαι· Ἔστι γὰρ, φησὶν, ἀλήθεια ἐν ἐμοὶ, ὅτι ἡ καύχησίς μου αὕτη οὐ φραγήσεται ἐν τοῖς κλίμασι τῆς Ἀχαΐας. Ἵνα γὰρ μή τις αὐτὸν νομίσῃ πάλιν ἀλγεῖν ἐπὶ τούτῳ, ἢ ὀργιζόμενον ταῦτα λέγειν, καὶ καύχησιν τὸ πρᾶγμα καλεῖ. Καὶ ἐν τῇ προτέρᾳ δὲ ὁμοίως αὐτὸ κατεσκεύαζεν. Ὥστε γὰρ μηδὲ ἐκεῖ πλῆξαι αὐτοὺς, φησί· Τίς οὖν μοί ἐστιν ὁ μισθός; Ἵνα εὐαγγελιζόμενος ἀδάπανον θήσω τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ. Καὶ ὥσπερ ἐκεῖ μισθὸν, οὕτως ἐνταῦθα καύχημα καλεῖ, ἵνα μὴ σφόδρα αἰσχύνωνται τοῖς λεγομένοις, ὡς αἰτοῦντι μὴ παρέχοντες. Τί γὰρ, ἂν καὶ ὑμεῖς δῶτε, φησίν; ἀλλ' ἐγὼ οὐ δέχομαι. Καὶ τὸ, Οὐ φραγήσεται, ἀπὸ μεταφορᾶς τῶν ποταμῶν, αὐτοῦ φήμης ὡς πανταχοῦ ῥεούσης ὅτι οὐ λαμβάνει. Οὐκ ἐμφράσσετε τῷ δόματι τὴν παῤῥησίαν τὴν ἐμήν. Ἀλλ' οὐκ εἶπεν, Οὐκ ἐμφράσσετε, ὅπερ πληκτικώτερον, ἀλλ', Οὐ φραγήσεται ἐν τοῖς κλίμασι τῆς Ἀχαΐας. Τοῦτο πάλιν καιρίαν διδόντος ἦν, καὶ σφόδρα ἱκανὸν αὐτοὺς καθελεῖν καὶ λυπῆσαι, εἴ γε μόνους αὐτοὺς παρῃτεῖτο. Εἰ γὰρ ἐκαυχᾶτο, πανταχοῦ ἔδει καυχᾶσθαι· εἰ δὲ ἐν ὑμῖν μόνοις, διὰ τὴν ἀσθένειαν ἴσως τὴν ὑμῶν. Ἵν' οὖν μὴ ταῦτα λογιζόμενοι ἀθυμῶσιν, ὅρα πῶς αὐτὸ διορθοῦται· Διὰ τί; ὅτι οὐκ ἀγαπῶ ὑμᾶς; Ὁ Θεὸς οἶδε· ταχέως τὴν λύσιν ἐπαγαγὼν, καὶ εὐαπαλλάκτως. Ἀλλ' ὅμως οὐδὲ οὕτως ἀπήλλαξεν αὐτοὺς τῶν ἐγκλημάτων. Οὐδὲ γὰρ εἶπεν, ὅτι οὐκ Ἐστὲ ἀσθενεῖς, οὐδ' ὅτι [Οὐκ] ἐστὲ ἰσχυροὶ, ἀλλ', Ὅτι ἀγαπῶ ὑμᾶς· ὃ μάλιστα ἐπέτεινεν αὐτῶν τὴν κατηγορίαν. Τοῦ γὰρ μάλιστα φιλεῖν αὐτοὺς ἦν τὸ μὴ λαμβάνειν παρ' αὐτῶν, ἐπειδὴ σφόδρα ἐπλήττοντο.
23.5.1
Ὥστε ἐναντία ἐποίει ἀπὸ τοῦ φιλεῖν, καὶ ἐλάμβανε, καὶ οὐκ ἐλάμβανεν· ἡ δὲ ἐναντιότης παρὰ τὴν τῶν διδόντων ἕξιν. Καὶ οὐκ εἶπε μὲν, Διὰ τοῦτοοὐ λαμβάνω, ἐπειδὴ σφόδρα ὑμᾶς ἀγαπῶ, ἐπεὶ κατηγορίαν αὐτῶν εἶχε τῆς ἀσθενείας, καὶ εἰς ἀπορίαν ἐνέβαλεν, ἀλλ' ἔτρεψεν εἰς ἑτέραν αἰτίαν τὸν λόγον. Ποίαν δὴ ταύτην; Ἵνα ἐκκόψω τὴν ἀφορμὴν τῶν θελόντων ἀφορμὴν, ἵνα ἐν ᾧ καυχῶνται εὑρεθῶσι, καθὼς καὶ ἡμεῖς. Ἐπειδὴ γὰρ τοῦτο ἐσπούδαζον, λαβήν τινα εὑρεῖν, καὶ ταύτην ἀναιρεῖν δεῖ. Τοῦτο γάρ ἐστιν ᾧ σεμνύνονται μόνον. Ἵνα τοίνυν μηδὲν πλέον ἔχωσι, καὶ τοῦτο διορθῶσαι ἔδει· ἐν γὰρ τοῖς ἄλλοις ἠλαττωμένοι ἦσαν. Οὐδὲν γὰρ, ὅπερ ἔφην, οὕτως οἰκοδομεῖ τοὺς βιωτικοὺς, ὡς τὸ μὴ λαμβάνειν. Πονηρὸς οὖν ὢν ὁ διάβολος, τοῦτο μάλιστα τὸ δέλεαρ καθῆκε, βουλόμενος αὐτοὺς εἰς ἕτερα παραβλάψαι. Δοκεῖ δέ μοι καὶ τοῦτο ὑποκρίσεως εἶναι. Διόπερ οὐδὲ εἶπεν, Ἐν ᾧ κατώρθωσαν, ἀλλὰ τί; Ἐν ᾧ καυχῶνται· ὃ καὶ εἰς ἀλαζονείαν σκώπτοντος ἦν· ἐκαυχῶντο γὰρ καὶ τοῦτο ὃ οὐκ ἦσαν. Τὸν δὲ γενναῖον ἄνδρα οὐ μόνον ἐφ' οἷς οὐκ ἔχει καυχᾶσθαι οὐ δεῖ, ἀλλ' οὐδὲ ἐν οἷς κέκτηται· καθάπερ ὁ μακάριος οὗτος ἐποίει, καθάπερ ὁ πατριάρχης Ἀβραὰμ, λέγων, Ἐγὼ δέ εἰμι γῆ καὶ σποδός. Ἐπειδὴ γὰρ οὐκ εἶχεν εἰπεῖν ἁμαρτήματα, ἀλλ' ἔλαμπεν ἀπὸ κατορθωμάτων, πανταχοῦ περιδραμὼν, καὶ μὴ εὑρών τινα καθ' ἑαυτοῦ μεγίστην λαβὴν, ἐπὶ τὴν φύσιν καταφεύγει· καὶ ἐπειδὴ τὸ τῆς γῆς ὄνομα ὁπωσδήποτε σεμνὸν, καὶ τὸ τῆς σποδοῦ προσέθηκε. Διὸ καὶ ἕτερός τις ἔλεγε, Τί ὑπερηφανεύεται γῆ καὶ σποδός; Μὴ γάρ μοι τὸ ἄνθος εἴπῃς τῆς ὄψεως, μηδὲ τὸν ἀνατεταμένον αὐχένα, μηδὲ τὴν χλανίδα καὶ τὸν ἵππον καὶ τοὺς ἀκολούθους· ἀλλὰ ποῦ τελευτᾷ ταῦτα πάντα λογίζου καὶ προστίθει. Ἐὰν δὲ τὰ φαινόμενα λέγῃς, καὶ ἐγώ σοι τὰ ἐν ταῖς Γραφαῖς ἐρῶ, τὰ πολλῷ τούτων λαμπρότερα. Ἀλλ' ὥσπερ ἐκεῖνα διὰ τὴν ὄψιν οὐ θαυμάζομεν, τὴν οὐσίαν αὐτῶν ὁρῶντες ὅτι πηλός ἐστι τὸ πᾶν· οὕτω δὴ μηδὲ ταῦτα. Καὶ γὰρ καὶ ταῦτα πηλός· μᾶλλον δὲ, καὶ πρὶν διαλυθῆναι καὶ γενέσθαι κόνιν. Δεῖξόν μοι τοῦτον τὸν ἀνατεταμένον πυρέττοντα, ψυχοῤῥαγοῦντα· καὶ τότε σοι διαλέξομαι, καὶ ἐρήσομαι τί γέγονεν ὁ πολὺς κόσμος ἐκεῖνος, ποῦ δὲ οἴχεται ἡ πολλὴ κολακεία, καὶ ἡ θεραπεία τῶν δούλων, καὶ ἡ περιουσία τῶν χρημάτων, τῶν κτημάτων, ποῖος ἄνεμος ἐπεισελθὼν ἐξεφύσησε πάντα. Ἀλλὰ ἐρεῖς, ὅτι καὶ ἐπὶ τῆς κλίνης κείμενος φέρει τοῦ πλούτου καὶ τοῦ τύφου τὰ σύμβολα, ἐσθῆτος λαμπρᾶς ἐπικειμένης, πενήτων καὶ πλουσίων προπεμπόντων, δήμων εὐφημούντων. Μάλιστα μὲν καὶ ταῦτα κατάγελως· πλὴν ἀλλὰ καὶ ταῦτα εὐθέως ἐλέγχεται ὥσπερ ἄνθος διαῤῥέοντα. Ὅταν γὰρ τὸν οὐδὸν ὑπερβῶμεν τῶν τῆς πόλεως πυλῶν, καὶ τοῖς σκώληξι παραδόντες τὸ σῶμα ὑποστρέφωμεν, πάλιν σε ἐρήσομαι, ποῦ πορεύεται ὁ πολὺς ὄχλος ἐκεῖνος; τί γέγονεν ἡ κραυγὴ καὶ ὁ θόρυβος; ποῦ δὲ αἱ λαμπάδες; ποῦ δὲ οἱ χοροὶ τῶν γυναικῶν; ἆρα μὴ ὄναρ ταῦτά ἐστι; τί δὲ καὶ ἐγένοντο αἱ βοαί; ποῦ τὰ στόματα τὰ πολλὰ ἐκεῖνα τὰ κραυγάζοντα, καὶ παρακελευόμενα θαῤῥεῖν, ὅτι οὐδεὶς θάνατος; Οὐ νῦν ταῦτα ἔδει λέγεσθαι τῷ μὴ ἀκούοντι, ἀλλ' ὅτε ἥρπαζεν, ὅτε ἐπλεονέκτει, τότε μικρὸν παραλλάξαντας ἔδει λέγειν· Οὐ δεῖ θαρσεῖν, οὐδεὶς ἀθάνατος· ἐπίσχες τῆς μανίας, σβέσον τὴν ἐπιθυμίαν, μηδὲ θάρσει τῷ ἀδικουμένῳ. Ἐπεὶ τούτῳ γε τὸ τὰ τοιαῦτα νῦν λέγειν, καὶ φειδομένων ἐστὶ καὶ εἰρωνευομένων· οὐ γὰρ διὰ τοῦτο αὐτὸν χρὴ θαῤῥεῖν λοιπὸν, ἀλλὰ δεδοικέναι καὶ τρέμειν. Ἀλλ' εἰ καὶ ἐκείνῳ ταῦτα ἀνόνητα λοιπὸν ἐξελθόντι τὸ στάδιον, κἂν οἱ τὰ αὐτὰ νοσοῦντες τῶν πλουτούντων, καὶ ἐπὶ τὸ σῆμα ἀκολουθοῦντες, ἀκουέτωσαν. Ἐπειδὴ γὰρ ἔμπροσθεν ὑπὸ τῆς μέθης τῶν χρημάτων οὐδὲν τοιοῦτον ἐννοοῦσιν, ἀλλ' ἐν τῷ καιρῷ ἐκείνῳ, ὅτε καὶ ἡ ὄψις τοῦ κειμένου πιστοῦται τὸ λεγόμενον, σωφρονείσθωσαν, παιδευέσθωσαν, ἐννοοῦντες ὅτι μικρὸν ὕστερον καὶ αὐτοὺς ἥξουσιν οἱ ἀπάγοντες ἐπὶ τὰς φοβερὰς ἐκείνας εὐθύνας, καὶ τὸ δοῦναι δίκην ὧν ἥρπασαν, ὧν ἐπλεονέκτησαν. Καὶ τί ταῦτα πρὸς τοὺς πένητας, φησί; Μάλιστα μὲν πολλοῖς καὶ τοῦτο ἡδὺ, τὸ ἰδεῖν κολαζόμενον τὸν ἀδικήσαντα. Ἀλλ' ἡμῖν οὐχ ἡδὺ, ἀλλὰ τὸ μὴ παθεῖν κακῶς. Ἐπαινῶ σφόδρα ὑμᾶς καὶ ἀποδέχομαι, ταῖς ἀλλοτρίαις οὐκ ἐφηδομένους συμφοραῖς, ἀλλὰ τὴν οἰκείαν ζητοῦντας ἀσφάλειαν. Φέρε οὖν καὶ ταύτην ὑμῖν ἐγγυήσομαι. Ἂν γὰρ παρὰ ἀνθρώπων πάσχωμεν κακῶς, ὑποτεμνόμεθα τοῦ χρέους οὐκ ὀλίγον, φέροντες γενναίως τὰ γινόμενα. Οὐκ ἄρα ἀδικούμεθα· λογίζεται γὰρ εἰς τὸ ὄφλημα ἡμῖν τὴν ἐπήρειαν ὁ Θεὸς, οὐ κατὰ τὸν τοῦ δικαίου λόγον, ἀλλὰ κατὰ τὸν τῆς φιλανθρωπίας. Διὰ τοῦτο καὶ ἄνωθεν οὐκ ἤμυνε παθόντι κακῶς. Πόθεν τοῦτο δῆλον, φησίν; Ἔπαθον ὑπὸ τῶν Βαβυλωνίων οἱ Ἰουδαῖοί ποτε κακῶς, καὶ ὁ Θεὸς οὐκ ἐκώλυσεν, ἀλλ' ἀπήγοντο παῖδες καὶ γυναῖκες· ἀλλὰ μετὰ ταῦτα ἡ αἰχμαλωσία αὕτη κατὰ ἀναλογίαν τῶν ἁμαρτημάτων αὐτοῖς γέγονε παραμυθία. Διὰ τοῦτο τῷ Ἡσαΐᾳ φησὶ, Παρακαλεῖτε, παρακαλεῖτε τὸν λαόν μου, ἱερεῖς· λαλήσατε ἐπὶ τὴν καρδίαν Ἱερουσαλὴμ, ὅτι ἐδέξατο ἐκ χειρὸς Κυρίου διπλᾶ τὰ ἁμαρτήματα αὐτῆς· καὶ πάλιν, Δὸς ἡμῖν εἰρήνην· πάντα γὰρ ἀπέδωκας ἡμῖν. Καὶ ὁ Δαυΐδ φησιν, Ἴδε τοὺς ἐχθρούς μου, ὅτι ἐπληθύνθησαν, καὶ ἄφες πάσας τὰς ἁμαρτίας μου. Καὶ ἡνίκα τὸν Σεμεεὶ καταρώμενον ἔφερε, λέγει, Ἄφες αὐτὸν, ὅπως ἴδῃ Κύριος τὴν ταπείνωσίν μου, καὶ ἀνταποδῷ μοι ἀντὶ τῆς ἡμέρας ταύτης. Ὅταν γὰρ μὴ ἀμύνῃ ἀδικουμένοις, τότε μάλιστα ὠφελούμεθα· λογίζεται γὰρ ἡμῖν εἰς κατόρθωμα, ἂν εὐχαρίστως ἐνέγκωμεν. ʹ. Ὥστε ὅταν ἴδῃς πλούσιον ἁρπάζοντα πένητα, ἀφεὶς τὸν ἐπηρεαζόμενον, δάκρυσον τὸν ἁρπάζοντα. Ὁ μὲν γὰρ ἀποτίθεται ῥύπον, ὁ δὲ προστρίβεται ῥύπον. Οὕτω καὶ ὁ τοῦ Ἑλισσαίου παῖς ἔπαθεν, ἐπὶ τοῦ Νεεμάν· εἰ γὰρ καὶ μὴ ἥρπασεν, ἀλλὰ τὸ ἐν ἀπάτῃ λαβεῖν, ἀδικία. Τί οὖν γέγονεν; ἔλαβε μετὰ τῆς ἀδικίας καὶ τὴν λέπραν· καὶ ὁ μὲν ἀδικηθεὶς, ὠφελεῖτο, ὁ δὲ ἀδικήσας, τὰ μέγιστα βλάπτεται. Τοῦτο καὶ νῦν ἐπὶ τῆς ψυχῆς γίνεται. Καὶ τοσοῦτον τοῦτό ἐστιν, ὅτι τοῦτο μόνον πολλάκις ἵλεων τὸν Θεὸν ἐποίησε· κἂν ὁ πάσχων κακῶς ἀνάξιος ᾖ βοηθείας, ὅταν μεθ' ὑπερβολῆς τοῦτο πάθῃ, καὶ εἰς τὴν ἑαυτοῦ συγγνώμην τὸν Θεὸν ἐπισπᾶται, καὶ εἰς τὴν ἄμυναν τοῦ ποιοῦντος ἐντεῦθεν μόνον. Διὸ καὶ τοῖς βαρβάροις ἔλεγεν ὁ Θεὸς ἄνωθεν, Ἐγὼ μὲν παρέδωκα αὐτοὺς εἰς ὀλίγα, αὐτοὶ δὲ συνεπέθεντο εἰς κακά· διὰ τοῦτο τὰ ἀνήκεστα πείσονται. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν οὐδὲν τὸν Θεὸν οὕτω παροξῦνον, ὡς τὸ ἁρπάζειν καὶ βιάζεσθαι καὶ πλεονεκτεῖν. Τί δήποτε; Ὅτι σφόδρα εὔκολον ταύτης ἀπέχεσθαι τῆς ἁμαρτίας. Οὐ γάρ ἐστι φυσικὴ ἐνοχλοῦσα ἐπιθυμία, ἀλλὰ ἀπὸ ῥᾳθυμίας γίνεται. Πῶς οὖν ῥίζαν κακῶν αὐτὴν ὁ Ἀπόστολος καλεῖ; Καὶ γὰρ ἐγὼ τοῦτο λέγω· ἀλλὰ παρ' ἡμᾶς ἡ ῥίζα αὕτη, οὐ παρὰ τὴν φύσιν τοῦ πράγματος. Καὶ, εἰ βούλεσθε, ποιησώμεθα σύγκρισιν, καὶ ἴδωμεν ποῖον τυραννικώτερον, χρημάτων ἢ σωμάτων ἐπιθυμία· ὃ γὰρ ἂν εὑρεθείη μεγάλους ἄνδρας καταβεβληκὸς, τοῦτό ἐστι τὸ χαλεπώτερον. Οὐκοῦν ἴδωμεν τίνα μέγαν κατέσχε χρημάτων ἐπιθυμία. Οὐδένα, ἀλλὰ οἰκτροὺς σφόδρα καὶ ἀπεῤῥιμ [μ] ένους, τὸν Γιεζῆ, τὸν Ἀχαὰβ, τὸν Ἰούδαν, τοὺς ἱερεῖς τοὺς Ἰουδαϊκούς· ἐπιθυμία δὲ σωμάτων τοῦ μεγάλου προφήτου περιεγένετο τοῦ Δαυΐδ. Καὶ ταῦτα λέγω, οὐ συγγνώμην διδοὺς τοῖς ὑπὸ ἐπιθυμίας τοιαύτης ἁλισκομένοις, ἀλλὰ μᾶλλον αὐτοὺς νήφειν παρασκευάζων. Ὅταν γὰρ δείξω μέγα τὸ πάθος, τότε μάλιστα αὐτοὺς δείκνυμι συγγνώμης ἁπάσης ἀπεστερημένους. Εἰ μὲν γὰρ ἠγνόεις τὸ θηρίον, εἶχες εἰς αὐτὸ τοῦτο καταφυγεῖν· νυνὶ δὲ εἰδὼς καὶ ἐμπίπτων, οὐκ ἂν σχοίης ἀπολογίαν τινά. Μετὰ δὲ τοῦτον, τὸν τούτου παῖδα μετὰ πλείονος εἷλεν ὑπερβολῆς· καίτοι σοφώτερος ἐκείνου οὐδεὶς γέγονε, καὶ πᾶσαν δὲ τὴν ἄλλην ἐπῆλθεν ἀρετήν· ἀλλ' ὅμως ὑπὸ τούτου οὕτω σφοδρῶς ἑάλω, ὡς καὶ ἐν τοῖς καιρίοις δέξασθαι τὴν πληγήν. Καὶ ὁ μὲν πατὴρ ἀνέστη, καὶ ἀνεμαχήσατο τὴν πάλην, καὶ πάλιν ἐστεφανώθη· οὗτος δὲ οὐδὲν τοιοῦτον ἐπεδείξατο. Διὰ τοῦτο καὶ Παῦλος ἔλεγε· Κρεῖσσόν ἐστι γαμῆσαι, ἢ πυροῦσθαι· καὶ ὁ Χριστὸς, Ὁ δυνάμενος χωρεῖν, χωρείτω. Περὶ δὲ χρημάτων οὐχ οὕτως, ἀλλ', Ὃς ἀφῆκε τὰ ὑπάρχοντα αὑτοῦ, ἑκατονταπλασίονα λήψεται. Πῶς οὖν, φησὶ, περὶ τῶν πλουτούντων εἶπεν, ὅτι δυσκόλως ἐπιτεύξονται τῆς βασιλείας; Πάλιν τὴν βλακείαν αὐτῶν αἰνιττόμενος, οὐ τὴν τυραννίδα τῶν χρημάτων, ἀλλὰ τὴν σφοδρὰν αὐτῶν δουλείαν. Καὶ τοῦτο καὶ ἐξ ὧν ὁ Παῦλος συνεβούλευσε δῆλον. Ἐκείνης μὲν γὰρ ἀπάγει τῆς ἐπιθυμίας λέγων, Οἱ δὲ βουλόμενοι πλουτεῖν, ἐμπίπτουσιν εἰς πειρασμόν· ἐπὶ δὲ ταύτης οὐκέτι, ἀλλὰ πρὸς καιρὸν μόνον διαλύσας, καὶ τοῦτο συμφώνως, πάλιν ἐπὶ τὸ συνέρχεσθαι συμβουλεύει. Δέδοικε γὰρ τὰ κύματα τῆς ἐπιθυμίας, μήποτε ναυάγιον ἐργάσηται χαλεπόν. Τοῦτο καὶ ὀργῆς εὐτονώτερον πάθος· ὀργίζεσθαι μὲν γὰρ οὐκ ἔνι, μηδενὸς ὄντος τοῦ παροξύνοντος· ἐπιθυμεῖν δὲ ἀνάγκη, καὶ τῆς ὄψεως τῆς εἰς τοῦτο κινούσης μὴ φαινομένης. Διὸ ταύτην μὲν οὐκ ἐξέκοψεκαθάπαξ, ἀλλὰ τὸ, Εἰκῆ, προσέθηκεν· οὔτ' αὐτὴν ἐπιθυμίαν ἀνεῖλεν, ἀλλὰ τὴν ἄδικον· Διὰ γὰρ τὰς ἐπιθυμίας, φησὶν, ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω. Θησαυρίζειν δὲ οὔτε εἰκῆ, οὔτε μὴ εἰκῆ συνεχώρησε. Ταῦτα μὲν γὰρ τὰ πάθη χρείας ἕνεκεν ἡμῖν ἐνεφυτεύθη· ὑπὲρ μὲν παιδοποιίας ἐπιθυμία, ὑπὲρ δὲ βοηθείας τῶν ἀδικουμένων ὀργή· ἐπιθυμία δὲ χρημάτων οὐδαμῶς. Οὐκοῦν οὐδέ ἐστι φυσικὸν τὸ πάθος. Ὥστε ὅταν ὑπὸ τούτου ἁλῷς, τοσούτῳ μᾶλλον τὰ αἴσχιστα πείσῃ. Διὰ δὴ τοῦτο καὶ δεύτερον ἐπιτρέπων γάμον ὁ Παῦλος, ἐπὶ χρημάτων πολλὴν ἀπαιτεῖ τὴν ἀκρίβειαν, λέγων, Διὰ τί οὐ μᾶλλον ἀδικεῖσθε; διὰ τί οὐ μᾶλλον ἀποστερεῖσθε; Καὶ περὶ μὲν παρθενίας διαλεγόμενος, φησίν· Ἐπιταγὴν Κυρίου οὐκ ἔχω· καὶ, Πρὸς τὸ συμφέρον ὑμῖν λέγω, οὐχ ἵνα βρόχον ὑμῖν ἐπιβάλω· ὅταν δὲ περὶ χρημάτων ὁ λόγος αὐτῷ, Ἔχοντες, φησὶ, σκεπάσματα καὶ τροφὴν, τούτοις ἀρκεσθησόμεθα. Πῶς οὖν, φησὶ, τούτῳ μᾶλλον ἁλίσκονται πολλοί; Ὅτι οὐχ οὕτως εἰσὶ πρὸς αὐτὸ παραταττόμενοι, ὡς πρὸς ἀσέλγειαν καὶ πορνείαν· ὡς εἴ γε ὁμοίως ἐδόκει εἶναι δεινὸν, οὐκ ἂν ταχέως ἑάλωσαν. Οὕτω καὶ αἱ ἄθλιαι παρθένοι ἐκεῖναιτοῦ νυμφῶνος ἐξεβλήθησαν, ἐπειδὴ τὸν μείζονα ἀνταγωνιστὴν καταβαλοῦσαι, ὑπὸ τοῦ ἀσθενεστέρου καὶ μηδὲν ὄντος ἐβλήθησαν. Μετὰ τούτου κἀκεῖνο ἔστιν εἰπεῖν, ὅτι εἴ τις ἐπιθυμίας κρατῶν, ὑπὸ χρημάτων νικᾶται, οὐδὲ ἐπιθυμίας πολλάκις κρατεῖ, ἀλλὰ ἀπὸ φύσεως ἔλαχε τὸ μὴ σφόδρα ἐνοχλεῖσθαι ἐντεῦθεν· οὐ γὰρ πάντες ὁμοίως εἰσὶ κατωφερεῖς. Ταῦτ' οὖν εἰδότες, καὶ τὸ ὑπόδειγμα τῶν παρθένων συνεχῶς παρ' ἑαυτοῖς στρέφοντες, φεύγωμεν τὸ πονηρὸν τοῦτο θηρίον. Εἰ γὰρ παρθενία οὐδὲν ὤνησεν, ἀλλ' ἀπώλοντο μετὰ μυρίους πόνους καὶ ἱδρῶτας ἐκεῖναι διὰ τὴν φιλαργυρίαν· τίς ἡμᾶς ἐξαιρήσεται, εἰ τούτῳ περιπέσοιμεν τῷ πάθει; Διὸ παρακαλῶ πάντα ποιεῖν μήτε ἁλῶναι, μήτε ἁλόντας ἐναπομεῖναι, ἀλλὰ καὶ διαῤῥῆξαι τὰ χαλεπὰ ταῦτα δεσμά. Οὕτω γὰρ δυνησόμεθα πρὸς τὸν οὐρανὸν στῆναι, καὶ τῶν μυρίων ἐπιτυχεῖν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.